Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἅτε [360]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἅτε


000-00-00 Serial Number=0181248069
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00555]  Τοὺς μὲν γὰρ αὐτῷ προσέχοντας ὁ Θεὸς, ἅτε γενναίους ἀθλητὰς, τούτοις γυμνάζει τοῖς πόνοις, τοὺς δὲ ἀσθενεστέρους καὶ βραδυτέρους καὶ μηδὲν τῶν βαρυτέρων δυναμένους ἐνεγκεῖν πρότερον εἰς τὴν τῶν ἀγαθῶν ἔργων ἐνάγει προτροπήν.
000-00-00 Serial Number=0566466391
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00203]  Ταῦτα δὴ πάντα ἀναλογιζόμενος ὁ Ἀπόστολος, καὶ τούτων πλείονα, ἅτε Πνεύματι θείῳ κινούμενος, τά τε ἐξ ἀρχῆς, τά τε καθ' ἑκάστην ἡμέραν, τά τε εἰς ἕνα ἕκαστον, τά τε εἰς ἅπαντα κοινῇ γινόμενα, καὶ τὰ φανερῶς.
000-00-00 Serial Number=0287459373
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00309]  Νῦν μὲν γὰρ ἅτε φθορᾶς μετέχουσα, πολλὰ πάσχει ὅσα τὰ τοιαῦτα σώματα πάσχειν εἰκός·
 [00404]  Τὸ μὲν γὰρ κάλλος τὸ σωματικὸν εἴσω τῶν τῆς φύσεως ὅρων συνέκλεισεν ὁ θεὸς, ἡ δὲ τῆς ψυχῆς ὥρα τῆς μὲν ἐκεῖθεν ἀνάγκης καὶ δουλείας ἀπήλλακται, ἅτε δὴ πολλῷ βελτίων οὖσα τῆς σωματικῆς εὐμορφίας, ἐφ' ἡμῖν δὲ ἅπασα κεῖται καὶ τῇ ῥοπῇ τοῦ θεοῦ.
 [00560]  ∆ιὰ τοῦτο καὶ ὁ διάβολος, εἰδὼς ὅτι οἱ τὰ μεγάλα ἐργασάμενοι κακά, ὅταν ἄρξωνται μετανοεῖν, μετὰ πολλοῦ τοῦ τόνου τοῦτο πράττουσιν, ἅτε εἰδότες τὰ πλημμεληθέντα αὐτοῖς, δέδοικεν καὶ τρέμει μήποτέ τινα ἀρχὴν τοῦ πράγματος λάβωσιν·
000-00-00 Serial Number=0182036579
Ad populum Antiochenum Ante [Go Back]  
 [03849]  οἵ τε οἰκέται, ἅτε ῥᾳθυμότερον διακείμενοι μετὰ τῶν εἰρημένων καὶ τὴν παρὰ τῶν δεσποτῶν ἀνάγκην εἰς σωφροσύνην ἔχουσι, καὶ αἱ γυναῖκες τοὺς ἄνδρας·
 [05615]  Ἂν μὲν γὰρ αὐτὸς ἐκδικήσῃς καὶ ἐπεξέλθῃς, εἴτε διὰ ῥημάτων, εἴτε διὰ πραγμάτων, εἴτε διὰ τῆς εὐχῆς τῆς κατ' αὐτοῦ, ὁ Θεὸς οὐκ ἐπεξελεύσεται λοιπὸν, ἅτε σοῦ τὴν τιμωρίαν λαβόντος·
000-00-00 Serial Number=0263136506
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00080]  ἑσπέραν γὰρ τὴν νύκτα καλεῖ, ἅτε ἀτέλειαν πᾶσι παρέχουσαν τῶν μεθημερινῶν κακῶν·
 [00115]  Ὁ μὲν γὰρ ἐξ ἀρχῆς ἐν πενίᾳ ζήσας, εὐκολώτερον ἂν ταύτην ἤνεγκεν, ἅτε μελετήσας τὸ πάθος·
000-00-00 Serial Number=0912842095
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00096]  Ἂν μὲν τὰ μέλλοντα εἴπωμεν ἀγαθὰ, τάχα καὶ γελάσεσθε μέγα, ἅτε τοιοῦτον ἀεὶ γέλωτα μελετῶντες γελᾷν·
 [00199]  Ἀλλ' ὑμεῖς μὲν ἴσως ἀγνοεῖτε καὶ ταῦτα, ἅτε καὶ τῶν ἡμετέρων ὄντες ἀνήκοοι πάντων·
 [00412]  ἐκεῖνος δὲ ὅταν μὴ ἀναλίσκῃ, τότε δέδοικε μή ποτε προσκεκρουκὼς ᾖ, ἅτε τοιοῦτον ἐπιταττόμενος οὐδέν.
 [00451]  ἐκεῖνος δὲ, ἅτε πάσης τῆς γῆς οὔσης αὐτοῦ καὶ τῆς θαλάσσης, οὕτως εὐκόλως καὶ ἀλύπως ἀπὸ τούτων ἐφ' ἕτερα μεταστήσεται, καθάπερ σ
 [00473]  οὐχ ὁ μὲν ἐκεῖνον ἔχων καθάπερ τὰ ἄγρια τῶν ζώων εὐσωματεῖ καὶ σφριγᾷ, ἅτε ἀέρος ἀπολαύων καθαροῦ καὶ ναμάτων ὑγιεινῶν καὶ ἀνθῶν καὶ λειμώνων καὶ εὐωδίας εἰλικρινοῦς, οὗτος δὲ ὥσπερ ἐν βορβόρῳ κείμενος, μαλακώτερός τέ ἐστι καὶ μᾶλλον ἐπίνοσος;
 [00617]  Σὺ δὲ ἂν χᾶναι τολμήσῃς μόνον, καὶ ἀθυμίας αὐτὸν ἐμπλήσεις πολλῆς, ἅτε ἐπ' ἀλλοτρίοις φιλοσοφῶν κακοῖς·
 [00651]  Καὶ τότε μὲν ἅτε χρημάτων ἐρῶν, καὶ ἠσμένισεν ἄν σου τὴν τελευτήν·
 [00656]  Κἂν γὰρ ἀποθανεῖν ὑπὲρ τῆς σῆς δέοι κεφαλῆς, οὐ παραιτήσεται, ἅτε οὐ μόνον διὰ τὸν παρὰ τῆς φύσεως κείμενον νόμον θεραπεύων σε καὶ τιμῶν, ἀλλὰ πρὸ τῶν ἄλλων διὰ τὸν Θεὸν, δι' ὃν καὶ πάντων τῶν ἄλλων ὁμοῦ κατεφρόνησεν.
 [00668]  Νῦν δὲ αὐτῷ μέχρι τέλους τὰ τῆς τιμῆς, μᾶλλον δὲ καὶ μετὰ τὴν τελευτὴν, καὶ πολλῷ πλέον τότε, καὶ ταύτην αὐτὸν οὐδεὶς ἀφαιρήσεται τὴν ἀρχὴν, ἅτε οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ' ὑπ' αὐτῆς χειροτονηθέντα τῆς ἀρετῆς.
 [00675]  τάχα οὐδὲ ἄλλος ἀνθρώπων οὐδεὶς, ἅτε μηδέπω ταύτης γευσάμενος καθαρῶς.
 [00680]  Οὐχ ἡγῇ μεγίστην εἶναι ζημίαν, ὅταν πρὸς ἔσχατον γῆρας ἐλάσαντες, ἅτε μηδὲν ἐπὶ τῆς πρώτης ἡλικίας καρπωσάμενοι χρηστὸν, δυσχεραίνητε πρὸς τὸ γῆρας;
 [00690]  ∆ιὰ ταῦτα ὑμεῖς μὲν τὴν οὐσίαν ὑμῖν αὐξανομένην ὁρῶντες ἐν γήρᾳ, καὶ πολλὰς καὶ δόξης καὶ τρυφῆς [47.346] ὑποθέσεις ἔχοντες, ἐπηρεάζεσθε, ἅτε οὐκ ἀρκούσης τῆς ἡλικίας πρὸς τὴν ἀπόλαυσιν·
 [00692]  Ἐκεῖνος δὲ τότε ἀναπαύσεται μάλιστα, ὅταν γηράσῃ, ἅτε εἰς λιμένα ἐπειγόμενος ἐλθεῖν, καὶ νεότητα μὲν ἔχων ἀεὶ ἀκμάζουσαν, εἰς γῆρας δὲ οὐδέποτε ἐπείγουσαν.
 [00730]  Εἰ γὰρ καὶ μετὰ ἀληθείας, ὡς ἔχει, ταῦτα εἰπεῖν οὐκ ἠδυνήθησαν Ἕλληνες, ἅτε ἀπὸ λογισμῶν κινηθέντες καὶ παρακουσμάτων τῶν παρ' ἡμῖν, ἀλλ' ὅμως εἰκόνα τινὰ κρίσεως ἔλαβον·
 [00743]  κἂν μὲν τοῦτο ᾖ, καὶ μὴ γελώντων ἐκείνων ἡμεῖς δακρύωμεν, ἐὰν δὲ ἀδίκως τοῦτο πράττωσι, κἂν ἅπαντες γελῶσιν, ἡμεῖς μὲν ἑαυτοὺς μακαρίζωμεν, ἐκείνους δὲ θρηνῶμεν, ἅτε πάντων ἀθλιωτέρους ὄντας, καὶ τῶν μαινομένων οὐδὲν διαφέροντας.
 [00758]  Οὐδὲ γὰρ δεῖται πολλῶν ἡμερῶν ἡ παρ' ἡμῖν ἀρετὴ, ἅτε δὴ θείᾳ βλαστάνουσα χάριτι, καὶ ὄψει πάντα τὰ εἰρημένα ἐπὶ τῶν πραγμάτων αὐτῶν δεικνύμενα·
 [01083]  Τὴν γοῦν ἡταιρηκυῖαν γυναῖκα, καὶ τὸν πεπορνευμένον παῖδα ἂν καλέσῃ τις ἀπὸ τῆς αἰσχίστης πράξεως ταύτης, ἀκατάλλακτος γέγονεν ἐχθρὸς, ἅτε τὰ μέγιστα ἠδικηκώς.
 [01306]  Ἐκεῖνος μὲν οὖν, ἅτε καὶ ἐν πολέμοις πολλὰ κατωρθωκὼς, βούλεται τὸν υἱὸν ἐπὶ τὴν πατρῴαν τάξιν ἀγαγεῖν, ἡ δὲ μήτηρ ταῦτα μὲν οὔτε βούλεται, οὔτε ἐπιθυμεῖ, ἀλλὰ καὶ σφόδρα ἀπεύχεται εὔχεται δὲ καὶ ἐπιθυμεῖ λαμπρὸν αὐτὸν ἰδεῖν ἐν τῇ τῶν μοναχῶν πολιτείᾳ.
 [01483]  Σωφροσύνην μὲν γὰρ ὁ γυναῖκα ἔχων κατορθώσει ῥᾳδίως, ἅτε πολλῆς ἀπολαύων τῆς παραμυθίας·
 [01487]  Ἡ μὲν γὰρ ἐπιθυμία τούτοις σφοδρότερον ἔπεισιν, ἅτε τὴν πρὸς γυναῖκας οὐκ ἔχουσιν ὁμιλίαν·
 [01528]  Χωρὶς δὲ τούτων κἀκεῖνο εἴποιμι ἂν, ὅτι τοὺς μὲν διαπιστοῦντας τῇ ἀναστάσει οὐδὲν ἀπεικὸς ὑπὲρ τούτων θρηνεῖν, ἅτε δὴ ταύτης μόνης καταλειπομένης τῆς παραμυθίας αὐτοῖς·
 [01651]  Εἰκότως ἀπιστεῖς, ἅτε ἐν πόλεσιν οἰκῶν, καὶ ταῖς θείαις βίβλοις οὐχ ὡμιληκώς·
000-00-00 Serial Number=0722209215
Catecheses ad illuminandos Ante [Go Back]  
 [00702]  Ὅταν γὰρ δεσπότης ἡμῶν δοξάζηται, μετὰ πολλῆς καὶ αὐτὸς δαψιλείας τὰς παρ' ἑαυτοῦ δωρεὰς ἡμῖν ἐκχεῖ, ἅτε ἀποδεξάμενος ἡμῶν τὴν εὐγνωμοσύνην καὶ εἰδὼς ὡς οὐκ εἰς ἀχαρίστους καὶ ἀγνώμονας τὰς παρ' ἑαυτοῦ εὐεργεσίας κατατίθεται.
000-00-00 Serial Number=0706156194
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00149]  Μετὰ δὲ τὰ ῥήματα ταῦτα, μετὰ τὴν ἀποταγὴν τοῦ διαβόλου, μετὰ τὴν συνταγὴν τὴν πρὸς τὸν Χριστόν, ἅτε οἰκείους γεγενημένους λοιπὸν καὶ οὐδὲν κοινὸν ἔχοντας πρὸς ἐκεῖνον, εὐθέως, σφραγίζεσθαι κελεύει καὶ ἐπὶ τοῦ μετώπου δίδωσί σοι τὸν σταυρόν.
000-00-00 Serial Number=0455670238
Commentarius in Job Ante [Go Back]  
 [02182]  ὥστε μὴ ὑπερβαίνειν, φησίν, τοὺς ἰδίους τόπους, ὥστε μὴ εἶναι ὄρθια † ἅτε θάλασσαν βλέπων ἐν μέσῳ ὤν †.
 [03385]  ἐμοὶ δοκεῖ καὶ τούτους πλήττειν καὶ αἰνίττεσθαι ἅτε ἐπεμβαίνοντας αὐτῷ, ὅτι «πρὸ τούτου φοβερὸς ἤμην», φησίν, «καὶ ἐπίδοξος.».
 [03663]  τὰς μὲν γὰρ ἀκουσίους κἂν ὁ τυχὼν εἴποι ἅτε μέλλων συγγνώμης ἀπολαύσεσθαι παρὰ τῶν ἀκροατῶν.
 [04219]  ὅτι ἡ τῆς φύσεως τέχνη πολλῷ μείζων ἐστὶ ταύτης τῆς ἐπιχειρητικῆς ἅτε θεία τις οὖσα.
 [04242]  λέγεται γὰρ μὴ ἐκτρέφειν τὰ ἔκγονα, ἀλλ' αὐτοὶ μὲν εἰκότως ἅτε μεγάλοι ὄντες πορίζουσι τροφήν, τὰ δὲ ἔκγονα τίς ἐκτρέφει;
000-00-00 Serial Number=0290563166
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00003]  μία μὲν ἡ τοῦ γάμου, ἀρχαία τε καὶ δικαία καὶ εὔλογος, ἅτε τὸν Θεὸν ἔχουσα νομοθέτην·
 [00004]  «Ἀντὶ γὰρ τούτου καταλείψει, φησὶν, ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν·» ἑτέρα δὲ ἡ τῆς πορνείας, καὶ νεωτέρα ταύτης καὶ ἄδικος καὶ παράνομος, ἅτε παρὰ τῶν πονηρῶν εἰσενεχθεῖσα δαιμόνων.
 [00026]  οὔτε γὰρ μῖξίς ἐστι τὸν οἶστρον τῆς φύσεως δυναμένη χαλάσαι καὶ κατενεγκεῖν, οὔτε ὠδῖνες καὶ παιδοτροφίαι τὴν σάρκα μαραίνουσαι, ἀλλ' ἐπὶ πολὺ διασῴζουσι τὴν ἀκμὴν, ἅτε ἀνέπαφοι μένουσαι.
 [00230]  πλὴν ἀλλ' ἐπειδὴ μάλιστα τοῦ τῶν γυναικῶν κήδεσθε γένους, ἅτε ἀσθενεστέρου ὄντος, καὶ σφόδρα ἐλεήμονές ἐστε καὶ συμπαθεῖς πρὸς ἐκείνας, οὐδὲ ἐνταῦθα ταύτης ἀπορήσομεν τῆς προφάσεως, ἀλλὰ δείξομεν ὑποθέσεις ὑμῖν, αἳ καὶ κατηγορίας εἰσὶν ἀπηλλαγμέναι πάσης, καὶ πλείονα παρέξουσιν ὑμῖν τὸν μισθόν.
 [00305]  Ἡ μὲν γὰρ γυνὴ, ἅτε ἁπαλωτέρα οὖσα, καὶ στρωμνῆς δεῖται μαλακωτέρας, καὶ λεπτοτέρας ἐσθῆτος, καὶ κόρης ἴσως πάλιν διακονησομένης αὐτῇ, καὶ οὐ τοσαύτην ἡμῖν παρέχει διακονίαν, ὅσης αὐτῇ δεῖ παρ' ἡμῶν·
 [00313]  ἀδελφῶν δὲ ὄντων, πάλιν τὰ τῆς χρείας συστέλλεται, ἅτε οἰκειοτέρας οὔσης.
000-00-00 Serial Number=0973079205
De Anna i Ante [Go Back]  
 [00768]  Ταύτης τῆς λειτουργίας οὐκ ἄν ποτε γένοιτο πενία κώλυμα, ἀλλὰ δυνατὸν καὶ τὸν πένητα λειτουργῆσαι ταύτην τὴν λειτουργίαν, καὶ μάλιστα τὸν πένητα, ἅτε πάσης ἀπηλλαγμένον φαντασίας βιωτικῆς·
000-00-00 Serial Number=0051446617
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00282]  Οὐδεὶς δὲ ἂν ἕλοιτο πατὴρ παρὸν μυρίων ἀπολαύειν ἀγαθῶν μετὰ τῶν τέκνων κολάζεσθαι, ὁ δὲ ἀπόστολος ἅτε ἐν τῇ χάριτι πολιτευσάμενος καὶ ταύτης ἐπίτασιν πεποίηται τῆς φιλοστοργίας διὰ τὸν Χριστόν.
 [00616]  πτερὰ γὰρ Ἑρμοῦ ζητῶν αὐτὸς μὲν ἐπὶ ζήτη σιν ᾔει τῆς τοῦ κακοῦ ῥίζης φλεγόμενος ἔνδον οὐχ ἧττον ἢ ὁ νεώς, δοκοὶ δὲ ἐφέροντο κάτω φέρουσαι πῦρ ὅτῳ πελάσειαν φθείρουσαι τὸν Ἀπόλλω μὲν εὐ θὺς ἅτε καὶ μικρὸν διέχοντα τοῦ στέγους ἔπειτα δὲ τὰ ἄλλα κάλλη·
000-00-00 Serial Number=0376097798
De Davide et Saule Ante [Go Back]  
 [00156]  Εἰ γὰρ καὶ φιλοσοφεῖν ἤθελε καὶ φείδεσθαι τοῦ λελυπηκότος, εἰκὸς ἦν καὶ δεδοικέναι αὐτὸν ἐκείνους, μήποτε καὶ συγκόψωσιν αὐτὸν ἐν τῷ σπηλαίῳ, ἅτε λυμεῶνα καὶ προδότην αὐτὸν ὄντα τῆς αὐτῶν σωτηρίας, καὶ τὸν κοινὸν ἐχθρὸν αὐτῶν διασώζοντα.
 [00339]  οὕτως εἰρηνευόντων καὶ ὁμονοούντων, καὶ κρατούντων ὀργῆς, συστέλλεται πάλιν καὶ ταπεινοῦται, ἅτε ἐχθρὸς εἰρήνης ὢν, καὶ πολέμιος ὁμονοίας, καὶ βασκανίας πατήρ.
000-00-00 Serial Number=0910383999
De Lazaro Ante [Go Back]  
 [00904]  σαφῆ γὰρ καὶ δῆλα τὰ παρ' ἑαυτῶν κατέστησαν ἅπασιν, ἅτε κοινοὶ τῆς οἰκουμένης ὄντες διδάσκαλοι, ἵνα ἕκαστος καὶ δι' ἑαυτοῦ μανθάνειν δύνηται ἐκ τῆς ἀναγνώσεως μόνης τὰ λεγόμενα.
 [01100]  ἂν δὲ ἅπαξ καὶ δεύτερον παραστὰς μηδὲν ἀπέλθῃ λαβὼν, ἀφίσταται λοιπὸν, ἅτε εἰκῆ προσεδρεύων καὶ μάτην·
 [01659]  Καθάπερ γὰρ τοὺς ἐπ' ἀρχὴν καλουμένους πολλοὶ προπέμπουσι ταῖς εὐφημίαις, οὕτω καὶ τῶν ἁγίων τοὺς ἀπιόντας, ἅτε ἐπὶ μείζονα κληθέντας τιμὴν, μετὰ πολλῆς ἅπαντες προπέμπουσι τῆς εὐφημίας.
 [02643]  [48.1049] Καὶ μέχρι πολλοῦ πάντα τὸν χρόνον τῆς παρούσης ζωῆς τὴν εὐρύχωρον ὁδὸν ἐβάδισεν, οὐδενὸς λυπηροῦ πεῖραν λαβὼν, ἀλλὰ πάντοτε ἐξ οὐρίας φερόμενος, καὶ ἅτε δὴ ἀεὶ δι' εὐρυχώρου βαδίζων ὁδοῦ, μετὰ πολλῆς τῆς ἀδείας διέτρεχεν.
000-00-00 Serial Number=0220306158
De baptismo Christi Ante [Go Back]  
 [00066]  ∆ιά τοι τοῦτο καὶ ἐν μεσονυκτίῳ κατὰ τὴν ἑορτὴν ταύτην ἅπαντες ὑδρευσάμενοι οἴκαδε τὰ νάματα ἀποτίθενται, καὶ εἰς ἐνιαυτὸν ὁλόκληρον φυλάττουσιν, ἅτε δὴ σήμερον ἁγιασθέντων τῶν ὑδάτων·
000-00-00 Serial Number=0239697397
De beato Philogonio Ante [Go Back]  
 [00117]  ∆ιὰ τοῦτο τῷ κοινῷ πατρὶ καὶ ζηλωτῇ τοῦ μακαρίου Φιλογονίου ταῦτα καταλιπόντες εἰπεῖν, ἅτε ἀκριβέστερον ἡμῶν εἰδότι τὰ ἀρχαῖα πάντα, πρὸς ἑτέραν δημηγορίας ὁδὸν βαδιούμεθα.
000-00-00 Serial Number=0271550536
De confessione pretiosae crucis Ante [Go Back]  
 [00100]  Καὶ οἱ μὲν βασιλεῖς, ἅτε ἄνθρωποι ὄντες, καὶ εὐπορίαν δαπανωμένην ἔχοντες, καὶ φιλοτιμίαν ἀναλισκομένην, τὰ ὀλίγα πολλὰ φιλοτιμοῦνται δεῖξαι·
000-00-00 Serial Number=0093410552
De futurae vitae deliciis Ante [Go Back]  
 [00029]  τὰ δὲ ἐνταῦθα διδόμενα τὸν ἀδάμαντα μιμεῖται, μᾶλλον δὲ κἀκείνου στεῤῥότερα, ἅτε ἀθάνατα ὄντα καὶ ἀκίνητα καὶ οὐδεμιᾷ εἴκοντά ποτε μεταβολῇ, καὶ τοῖς ἐρῶσιν αὐτῶν ἀδεῶς ἐπιόντα, μάχης ἀπηλλαγμένα καὶ φιλονεικίας, καὶ φθόνου καὶ δικαστηρίων, καὶ ἐπιβούλων καὶ συκοφαντίας.
 [00038]  Ἐπεὶ οὖν τοσαῦτα τῶν πνευματικῶν τὰ ἐξαίρετα, καὶ πολλὴν ἔχει τὴν εὐκολίαν, ἅτε πᾶσι τοῖς βουλομένοις δωρεὰν παραγινόμενα, τούτων μᾶλλον ἐρῶμεν, τὰς σκιὰς ἀφέντες, καὶ μὴ τοὺς κρημνοὺς καὶ τοὺς σκοπέλους διώκοντες.
 [00149]  Οὕτως οὖν καὶ τὸ ἡμέτερον σῶμα ὁμοούσιον ἔσται ἐκείνῳ τῷ σώματι, ἅτε ἐκ τοῦ φυράματος ὄν·
000-00-00 Serial Number=0313072205
De gloria in tribulationibus Ante [Go Back]  
 [00036]  διὰ ταῦτα πόλεμος ἀνήφθη χαλεπὸς, καὶ πολέμων ἁπάντων ὁ τυραννικώτατος, καὶ πάντα θορύβου καὶ ταραχῆς καὶ στάσεως ἔγεμε, καὶ πόλεις ἅπασαι, καὶ δῆμος ἅπας, καὶ οἰκία, καὶ οἰκουμένη καὶ ἀοίκητος, ἅτε δὴ τῶν παλαιῶν ἐθῶν διασαλευομένων, καὶ τῆς ἐπὶ τοσοῦτον κατασχούσης προλήψεως διασειομένης, καινῶν δὲ εἰσαγομένων δογμάτων, καὶ ὧν μηδεὶς μηδέποτε ἤκουσε·
000-00-00 Serial Number=0285862148
De incomprehensibili dei natura Ante [Go Back]  
 [00162]  Ἀλλ' ἴδωμεν μήποτε ὁ Παῦλος ἔγνω, ἅτε δὴ μείζονος ἀπολελαυκὼς χάριτος·
000-00-00 Serial Number=0409667611
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00597]  μᾶλλον δέ, καθάπερ τῆς ἀκτῖνος ἀνισχούσης, καὶ σκότος ἐλαύνεται, καὶ θηρία καταδύεται καὶ φωλεύει λοιπόν, καὶ λῃσταὶ δραπετεύουσι, καὶ ἀνδροφόνοι περὶ τὰ σπήλαια καταφεύγουσι, καὶ πειραταὶ ἀφίστανται, καὶ τυμβωρύχοι ἀναχωροῦσι, καὶ μοιχοὶ καὶ κλέπται καὶ τοιχωρύχοι, ἅτε ἀπὸ τῆς ἀκτῖνος ἐλέγχεσθαι μέλλοντες, ἀπελθόντες που μακρὰν ἑαυτοὺς ἀφανίζουσι, καὶ πάντα διαφανῆ καὶ λαμπρὰ γίνεται, καὶ γῆ, καὶ θάλαττα, τῆς ἀκτῖνος ἄνωθεν πάντα καταυγαζούσης, τὰ πελάγη, τὰ ὄρη, τὰς χώρας, τὰς πόλεις·
000-00-00 Serial Number=0099225342
De mutatione nominum Ante [Go Back]  
 [00769]  οὗτος δὲ, ἅτε ζηλοτυπῶν, πρὸς ἅπαντας ἵστατο.
000-00-00 Serial Number=0285129786
De non iterando conjugio Ante [Go Back]  
 [00157]  Ὁ μὲν γὰρ τῇ παρθένῳ διαλεγόμενος εἰκότως καὶ περὶ τούτων διαλέξεται, ἅτε ἀπείρῳ οὔσῃ καὶ ἀμαθεῖ τῶν πραγμάτων ἐκείνων·
 [00163]  ἐκείνην δὲ ἅτε ἔμπειρον ἀνδρὸς οὖσαν οὐ παντὶ θυμῷ καὶ ἀσπάσεται καὶ φιλήσει.
 [00172]  Τὴν μὲν οὖν παρθένον, ὅπερ ἔφην, ἅτε ἀνέπαφον οὖσαν καὶ ἰδίαν αὐτοῦ καὶ οὐδενὸς ἑτέρου γενομένην, πάσῃ προθυμίᾳ προσίεται·
000-00-00 Serial Number=0651183546
De patientia sermo 2 Ante [Go Back]  
 [00174]  Θῆρες γὰρ ἀληθῶς καὶ πονηροὶ οἱ τοῦτο ποιήσαντες, μᾶλλον δὲ καὶ τῶν θηρίων ἀγριώτεροι, ἅτε τὸν ἴδιον ἀδελφὸν θανατῶσαι συμβουλευσάμενοι καὶ ἀδελφοκτονίαν βουλόμενοι ἐργάσασθαι.
000-00-00 Serial Number=0719220996
De perfecta caritate Ante [Go Back]  
 [00029]  ᾔδει γὰρ, ᾔδει σαφῶς, ἅτε γεωργὸς τῶν ἐντολῶν τοῦ Θεοῦ, ὅτι, ταύτης ἐῤῥιζωμένης ἀσφαλῶς, ὁ τῶν ἀγαθῶν ἁπάντων βλαστάνει καρπός.
 [00309]  Εἰ γὰρ καὶ μετὰ ἀληθείας, ὡς ἔχει ταῦτα, εἰπεῖν οὐκ ἠδυνήθησαν, ἅτε ἀπὸ λογισμῶν κινηθέντες καὶ παρακουσμάτων τῶν παρ' ἡμῖν, ἀλλ' ὅμως εἰκόνα τινὰ κρίσεως ἔλαβον.
000-00-00 Serial Number=0204012454
De virginitate Ante [Go Back]  
 [01404]  τὰς γὰρ ἀηδίας τὰς ἐν τῇ τῆς προικὸς καταβολῇ ὅ τε κηδεστὴς οὐ μετὰ προθυμίας ἀποδιδούς, ἅτε προῖκα κατατιθείς, ὅ τε νυμφίος πάντα μὲν ἀπολαβεῖν σπεύδων, τὴν δὲ εἴσπραξιν μετὰ αἰδοῦς ποιεῖσθαι ἀναγκαζόμενος, ἥ τε γυνὴ ἐν τῇ τῆς ἐκτίσεως ἀναβολῇ αἰσχυνομένη καὶ ἐρυθριῶσα τὸν ἄνδρα παντὸς μᾶλλον ἀγνώμονος ὀφειλέτου τυχοῦσα πατρός παρίημι νῦν.
 [01551]  Ἀλλ' οὐχ ἡ παρθένος ὑπομένει τούτων οὐδέν, ἀλλ' ἀπήλλακται ταραχῆς τὸ δωμάτιον καὶ κραυγὴ πᾶσα ἐκποδὼν ἀπελήλαται, ὥσπερ δὲ ἐν εὐδίῳ λιμένι σιγὴ πάντα κατέχει τὰ ἔνδον καὶ τῆς σιγῆς πλείων ἑτέρα ἀταραξία τὴν ψυχήν, ἅτε ἀνθρώπινον μὲν οὐδὲν μεταχειρίζουσαν, διὰ παντὸς δὲ τῷ Θεῷ διαλεγομένην καὶ πρὸς αὐτὸν ἀτενέστερον ὁρῶσαν.
 [01886]  Ὥσπερ οὖν ἡμεῖς τοὺς παῖδας τοὺς ἡμετέρους ὅταν ἡβήσωσι, πολλῷ μείζονα ἀπαιτοῦμεν τὰ κατορθώματα καὶ ἃ ποιοῦντας πρότερον ἐπῃνοῦμεν κατὰ τὴν πρώτην ἡλικίαν, ταῦτα γενομένους ἄνδρας καὶ κατορθοῦντας οὐκέτι ὁμοίως θαυμάζομεν, ἀλλ' ἕτερα πόλλῳ μείζονα ἐκείνῳ κελεύομεν ἐπιδείκνυσθαι, οὕτω καὶ τὴν ἀνθρωπίνην φύσιν ὁ Θεὸς ἐν τοῖς πρώτοις χρόνοις οὐ μεγάλα ἀπῄτει τὰ κατορθώματα, ἅτε νηπιωδέστερον διακειμένην.
000-00-00 Serial Number=0120426655
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01764]  Ψυχὴ γὰρ καθάπαξ ὑπὸ φιλοχρηματίας ἁλοῦσα, οὐ ῥᾳδίως οὐδὲ εὐκόλως παραιτήσεται καὶ πρᾶξαι καὶ εἰπεῖν τι τῶν παροξυνόντων Θεὸν, ἅτε καὶ ἑτέρου γενομένη δεσπότου δούλη, καὶ πάντα ἀπεναντίας ἐπιτάττοντος τῷ Θεῷ.
 [03209]  Οἱ μὲν γὰρ ἀδικούμενοι μισοῦσιν αὐτὸν, ἅτε καὶ κακῶς παθόντες·
 [03259]  Πάντων οὖν ἐν πανηγύρει καὶ ἑορτῇ καθεστώτων, ἅτε ἐξ αὐτῶν ἀναβάντων τῶν τοῦ θανάτου πυλῶν, τῶν πλουτούντων τις, στυγνὸς, κατηφὴς, ἀποτεθνηκὼς ὑπὸ ἀθυμίας περιῄει·
 [03855]  τοὺς δὲ εἰρηκότας ἀγωνιᾷν καὶ τρέμειν, ἅτε αὐτοὺς μέλλοντας εἰς τὸ φοβερὸν δικαστήριον ὑπὲρ τούτων ἕλκεσθαι.
 [03919]  ἂν δὲ ἀδίκως, κἂν ἅπαντες γελῶσιν, ἡμεῖς ἑαυτοὺς μὲν μακαρίζωμεν, ἐκείνους δὲ θρηνῶμεν, ἅτε πάντων ἀθλιωτέρους ὄντας, καὶ τῶν μαινομένων οὐδὲν διαφέροντας·
 [04343]  Ὁ γὰρ ἐκ πενήτων τεχθεὶς, καὶ ἐν οἰκίᾳ τοιαύτῃ τραφεὶς, ἅτε γυμνασάμενος καὶ μελετήσας ῥᾳδίως ἂν ἐνέγκοι τῆς πενίας τὸ βάρος·
 [05193]  πόσην οὐκ ἂν δίκην ἀπῄτησας, ἅτε λοιπὸν αὐτὸς ὢν ὁ ὑβρισμένος;
 [05856]  Εἰ γὰρ καὶ μετὰ ἀληθείας, ὡς ἔχει ταῦτα, εἰπεῖν οὐκ ἠδυνήθησαν, ἅτε ἀπὸ λογισμῶν κινηθέντες καὶ παρ' ἀκουσμάτων τῶν παρ' ἡμῖν, ἀλλ' ὅμως εἰκόνα τινὰ κρίσεως ἔλαβον.
 [06849]  ἂν δὲ ἅπαξ καὶ δεύτερον παραστὰς μηδὲν ἀπέλθῃ λαβὼν, ἀφίσταται λοιπὸν, ἅτε εἰκῆ προσεδρεύων καὶ μάτην·
 [06978]  Εἰ γὰρ καὶ φιλοσοφεῖν ἤθελε, καὶ φείδεσθαι τοῦ λελυπηκότος, εἰκὸς ἦν καὶ δεδοικέναι αὐτὸν ἐκείνους, μήποτε καὶ συγκόψωσιν αὐτὸν ἐν τῷ σπηλαίῳ, ἅτε λυμεῶνα καὶ προδότην αὐτὸν ὄντα τῆς αὐτῶν σωτηρίας, καὶ τὸν κοινὸν ἐχθρὸν αὐτῶν διασώζοντα.
 [07487]  ῥάκια περιέκειτο αὐχμῶντα, ἅτε τὸ δεσμωτήριον οἰκῶν, καὶ μᾶλλον τῆς ἁλουργίδος πάντας ἐπέστρεφε πρὸς τὰ περικείμενα αὐτῷ δεσμά·
 [07713]  Καθάπερ γὰρ τοὺς ἐπὶ ἀρχὴν καλουμένους πολλοὶ προπέμπουσι μετ' εὐφημίας, οὕτω καὶ τῶν ἁγίων τοὺς ἀπιόντας, ἅτε ἐπὶ μείζονα κληθέντας τιμὴν, μετὰ πολλῆς δεῖ προπέμπειν τῆς εὐφημίας.
 [08221]  ἅτε γὰρ φίλοι καὶ φιλούμενοι δέχονται τὸν Ἰησοῦν.
 [08320]  Τοῦτο μὲν οὖν εἰκότως ἐκρύπτετο, ἅτε μεῖζον ἢ κατ' αὐτούς·
 [08419]  Πῶς γὰρ ἂν τῷ ἡμετέρῳ γένει ἐκεχάριστο, ἀνθρωπίνης φύσεως ἢ ἀγγελικῆς τὴν περὶ ἡμᾶς οἰκονομίαν ὑπερχομένης, ἐν δεξιᾷ τοῦ Πατρὸς ἱδρυνθῆναι, καὶ πάσης ἀγγελικῆς καὶ ἀρχαγγέλων χοροστασίας ὑπεράνω γενέσθαι, καὶ τιμῆς καὶ δόξης ἀπολαῦσαι τοσαύτης καὶ τηλικαύτης, ὡς καὶ αὐτῶν τῶν ἄνω δυνάμεων καὶ ἐγγυτάτω Θεοῦ ἑστηκότων, ἐπιθυμούντων μὲν εἰς τὴν ἡμετέραν δόξαν, ἧς διὰ τοῦ φυράματος ἀπολαύομεν, παρακύψαι, μείζονα δὲ τὴν ἐπιτυχίαν τῆς ἐπιθυμίας εὑρισκόντων, ταύτης δὲ τῆς μακαρίας λήξεως τοῦ ἀνθρωπίνου γένους τὴν στέρησιν ὑπομένοντος, ἅτε δὴ μηδὲ τοῦ φυράματος ἡμῶν δι' ἀνθρωπίνης ἢ ἀγγελικῆς ἑνώσεως, τῆς δόξης, ἐν ᾖ νῦν ἐκλάμπει, τὴν ἀπόλαυσιν προεσχηκότος, μηδὲ πρὸς τὴν τοιαύτην ἡμῶν ἀναδραμόντων ἰσχὺν καὶ ῥώμην καὶ τῆς τιμῆς τὸ ἐξαίρετον;
 [09422]  Καὶ οἱ μὲν βασιλεῖς, κἂν μυριάκις ὦσι βασιλεῖς, ἅτε ἄνθρωποι ὄντες, καὶ εὐπορίαν δαπανωμένην ἔχοντες, καὶ φιλοτιμίαν ἀναλισκομένην, τὰ ὀλίγα πολλὰ φιλοτιμοῦνται δεῖξαι·
000-00-00 Serial Number=0946318328
Epistula ad Cyriacum Ante [Go Back]  
 [00626]  ἐπειδὴ γὰρ ὕστερον τῶν ἄλλων ἐτέχθη, φησί, καὶ ἐν ἐσχάτῳ γήρᾳ ποθεινὰ δὲ τὰ τοιαῦτα παιδία, ἅτε παρ' ἐλπίδα γεννώμενα διὰ τοῦτο ἐφιλεῖτο.
000-00-00 Serial Number=0680740476
Epistulae Ante [Go Back]  
 [00332]  Καὶ ἀμφοτέρων τούτων αὐτὸς λήψῃ τὸν μισθὸν, ἅτε τοσαύτην δαψίλειαν ἐπιδεικνύμενος περὶ τοὺς ἐν Φοινίκῃ κατηχοῦντας τοὺς Ἕλληνας, καὶ περὶ τὴν οἰκοδομὴν τῶν ἐκκλησιῶν ἐσπουδακότας, καὶ ἄνδρα τοιοῦτον ἀναστήσας, καὶ πέμψας εἰς παράκλησιν αὐτῶν, καὶ μάλιστα νῦν ἐν τοσαύτῃ [52.637] δυσκολίᾳ καθεστηκότων, καὶ παρὰ πολλῶν πολεμουμένων.
000-00-00 Serial Number=0028682530
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00101]  Ἀπήντησε δὲ καὶ ἡ κυρία μου Σαβινιανὴ ἡ διάκονος κατὰ τὴν ἡμέραν τὴν αὐτὴν καθ' ἣν καὶ ἡμεῖς ἀπηντήσαμεν, συντετριμμένη μὲν καὶ τεταλαιπωρημένη, ἅτε ἐν τούτῳ τῆς ἡλικίας οὖσα ἔνθα καὶ κινεῖσθαι δύσκολον·
 [00406]  ὁ ἐκ πενήτων τεχθεὶς καὶ ἐν οἰκίᾳ τοιαύτῃ τραφείς, ἅτε γυμνασάμενος καὶ μελετήσας, ῥᾳδίως ἂν ἐνέγκαι τῆς πενίας τὸ βάρος·
 [00981]  Ἐπειδὴ γὰρ ὕστερος τῶν ἄλλων ἐτέχθη καὶ ἐν ἐσχάτῳ γήρᾳ ποθεινὰ δὲ τὰ τοιαῦτα παιδία ἅτε παρ' ἐλπίδας γεννώμενα , διὰ τοῦτο ἐφιλεῖτο.
000-00-00 Serial Number=0768730879
Expositiones in Psalmos Ante [Go Back]  
 [00565]  εἰκότως ταῦτα συνέσταλται, ἐν δὲ ἐκείνοις ἅπας ὁ πλοῦτος, ἅτε τελείων ἡμῶν γενομένων.
 [02360]  ∆ιόπερ ἡ φύσις ἐνοχλουμένη βιάζεται ἐξωθήσασθαι, ἅτε ἐργασαμένη τὸ πᾶν καὶ ἀπαρτίσασα, καὶ οὐκ ἔτι δυναμένη φέρειν.
 [04081]  ∆ιὰ δὴ τοῦτο καὶ ὁ δίκαιος οὗτος, ἅτε δὴ μόνος αὐτῆς ἐπειλημμένος, πάντων τὴν ἐναντίαν βαδιζόν [55.145] των, ἐπὶ τὴν τοῦ Θεοῦ πρόνοιαν καταφεύγει, λέγων·
 [05844]  ∆ιὰ δὴ τοῦτο καὶ ὁ δίκαιος οὗτος, ἅτε δὴ μόνος αὐτῆς ἐπειλημμένος, πάντων τὴν ἐναντίαν βαδιζόν [55.145] των, ἐπὶ τὴν τοῦ Θεοῦ πρόνοιαν καταφεύγει, λέγων·
 [06594]  Ἀλλ' ἄνθρωποι μὲν εἰκότως, ἅτε ἐκ τοῦ διδόναι γενόμενοι πενέστεροι, τοῦτο κελεύουσιν·
 [06648]  Ὅτι παρὰ μὲν ἀνθρώποις εἰκότως τῶν προσφάτων ποιούμεθα τὴν διήγησιν, καὶ ἀπὸ τούτων αὐτοὺς ἐπισπώμεθα, ἅτε τῆς μνήμης αὐτοῖς ἐξασθενούσης·
000-00-00 Serial Number=0884462297
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02730]  Τανῦν μὲν γὰρ εἰκότως, ἅτε τῆς ἀναστάσεως ὀφειλούσης γενέσθαι δήλης ἴσ.
000-00-00 Serial Number=0467138648
Fragmenta in Job Ante [Go Back]  
 [00372]  καὶ γὰρ πλείονος μετὰ ταῦτα ἀπέλαυσε παῤῥησίας, ἅτε καὶ σφοδρότερον ἀγωνισάμενος ἀγῶνα.
 [00394]  Ὁ ἐκ πενήτων τεχθεὶς, καὶ ἐν οἰκίᾳ τοιαύτῃ τραφεὶς, ἅτε γυμνασάμενος καὶ μελετήσας, ῥᾳδίως ἂν ἐνέγκοι τῆς πενίας τὸ βάρος·
 [00557]  Οἶδε γὰρ εἰ καὶ ἔπεσεν, ὅτι, εἰ μὴ Θεὸς ἐπιτρέψει, οὐδὲν αὐτὸς κατὰ τινὸς δύναται, τῆς ἐπιτροπῆς οὕτω νοουμένης, ὅτι σοφῶς γίνεται, ἅτε παρὰ Θεοῦ γινομένης.
 [00897]  ὁ μὲν γὰρ ἐξ ἀρχῆς ἐν πενίᾳ ζήσας, εὐκολώτερον ἂν ταύτην ἤνεγκεν, ἅτε μελετήσας τὸ πάθος·
 [01248]  Ἐν μὲν γὰρ τῇ ἡμέρᾳ εἰκότως τὴν νύκτα ἐπιζητεῖς, ἅτε ἀτέλειαν πᾶσι παρέχουσαν τῶν μεθημερινῶν καμάτων·
 [01886]  καὶ οὐ δύνασθε εἰπεῖν, ὅτι παρὰ Θεοῦ χάριν καὶ σοφίαν εὕρατε, ἅτε συνηγοροῦντες αὐτῷ·
000-00-00 Serial Number=0116997778
Fragmenta in Proverbia Ante [Go Back]  
 [00633]  πάντες γὰρ ἐκεῖνον ἀπελαύνουσιν, ἅτε κοινὴν ὄντα λύμην·
 [01842]  [97] β.] Ὅταν γὰρ συνετὴ ἡ διάλεξις ᾖ, πολλὴν αὐτὴν ἀνάγκη γενέσθαι καὶ μακρὰν, ἅτε κόρον οὐκ ἔχουσαν.
000-00-00 Serial Number=0411255836
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00014]  Ἡ μὲν γὰρ πόρνη, ἅτε καὶ φυσικὸν οὐκ ἔχουσα κάλλος, ἐπιτρίμμασι καὶ ὑπογραφαῖς καὶ ἱματίοις λευκοῖς καὶ ἑτέροις τοιούτοις τεχνάσμασι χειροποιητήν τινα ἐπιτίθησιν ἑαυτῇ ὥραν, τὸ ἀπὸ τῆς φύσεως δυσειδὲς συσκιάζουσα·
000-00-00 Serial Number=0484475315
In Acta apostolorum Ante [Go Back]  
 [00976]  Πρῶτος τοῦ πράγματος αὐθεντεῖ, ἅτε αὐτὸς πάντας ἐγχειρισθείς.
 [01517]  Εἰκότως, ἅτε τοῖς ὑγιέσιν ἐντεθραμμένοι δόγμασιν·
 [01590]  Τέως δείκνυσιν αὐτοὺς εὐδοκιμηκότας, Πνεύματος ἅτε καταξιωθέντας·
 [01591]  ἐκείνους δὲ οὐχὶ, ἅτε σταυρώσαντας.
 [02255]  Ἐκ τούτου δῆλον, ὅτι οὐ μίαν ἡμέραν, οὐδὲ δύο καὶ τρεῖς, ἀλλ' ἐπὶ πολλὰς ἐδιδάσκοντο, ἅτε ἐφ' ἕτερον μεταστάντες βίον.
 [02273]  Ἐπειδὴ τρισχίλιοι γεγόνασιν, ἐξήγαγον αὐτοὺς λοιπὸν ἔξω, οἳ καὶ μετὰ παῤῥησίας, ἅτε πολλῆς οὔσης ἤδη, καθ' ἡμέραν ἀνῄεσαν καὶ προσήδρευον ἐν τῷ ἱερῷ·
 [03472]  ὁ δὲ πρεσβύτης, ἅτε δὴ σεμνότερος, τοῦτο μὲν οὐ ποιεῖ, τῶν δὲ ἐκεῖσε λεγομένων ῥημάτων μέμνηται πάντων.
 [04299]  Ἐπιεικῶς γὰρ δῆθεν αὐτοῖς διαλέγεται, ἅτε φοβούμενος, καὶ κωλῦσαι μᾶλλον ἐβούλετο, ἢ ἀνελεῖν, ἐπειδὴ τοῦτο οὐκ ἠδύνατο.
 [04749]  ὁ δὲ μέγας καὶ θαυμαστὸς ἔσται, ἅτε οὐδὲν ἡγούμενος τὸ τοιοῦτον, ἀλλ' οὕτω διακείμενος, ὡς ἂν εἰ ἤκουεν, ὅτι ἔχοι τι τῶν ἄλλων διαφέρον.
 [04756]  ἑαυτὸν λοιπὸν ἄπιστον πᾶσι κατέστησεν, ἅτε οὐκ εἰδότα συγκαλύπτειν τὰ τοῦ πλησίον κακὰ, καὶ ἑαυτὸν μᾶλλον ᾔσχυνεν ἢ ἕτερον, καὶ πάντα λιμένα προσέχωσε, τὰς εὐθύνας ἐποίησεν ἑαυτῷ φοβερὰς τοῦ μέλλοντος κριτηρίου.
 [04867]  ἦν αὐτοῖς ἡ εὐλάβεια περί τε τὸν ναὸν, ἅτε καὶ μετοικεῖν βουλομένοις, περί τε τὸ ὄνομα Μωϋσέως.
 [05931]  Τοὺς ἐμπίπτοντας ἅπαντας μυρίοις διετίθει κακοῖς, ἅτε ἀπὸ τῆς σφαγῆς ταύτης θρασύτερος γεγονώς.
 [06986]  Αὐτὸς γοῦν οὐκ ἀπῆλθε πρὸς τοὺς ἀποστόλους, ἀλλὰ τοῖς μαθηταῖς ἐπειρᾶτο κολλᾶσθαι, ἅτε οὐ διδάσκαλος ὢν, ἀλλὰ μαθητής.
 [07001]  Καὶ ὅρα αὐτὸν οὐ πρὸς τοὺς ἀποστόλους ἀπιόντα διὰ τὸ μετριάζειν, ἀλλὰ πρὸς τοὺς μαθητὰς, ἅτε μαθητὴν ὄντα·
 [07024]  Εἰ καὶ διὰ φόβον, ὅμως ἀποστέλλουσιν, ἅμα καὶ κηρύξοντα, καὶ ἐν ἀσφαλείᾳ ἐσόμενον αὐτὸν, ἅτε ἐν οἰκείᾳ πατρίδι.
 [07036]  Ὅτι αὐτοὺς ᾐδοῦντο μάλιστα, ἅτε πολλάκις παραστάντας, καὶ ὑπὸ τοῦ πλήθους θαυμασθέντας·
 [07635]  Πρότερον φιλοφρονεῖται ἅτε ἀπὸ καμάτου ὄντας αὐτοὺς, καὶ οἰκειοῖ ἑαυτῷ, εἶτα λοιπὸν καὶ συνέξεισι.
 [08478]  ἀλλὰ μετὰ πλείονος ἀδείας διῆγον, ἅτε πόῤῥω γενόμενοι τῶν κωλυόντων αὐτοὺς, καὶ ἐν ἀνθρώποις ὄντες οὐ πεφοβημένοις τοὺς Ἰουδαίους·
 [08687]  Ἵνα γὰρ μηδεὶς λέγῃ, ὅτι διὰ τοῦτο ἀκινδύνως καὶ ἀδεῶς κατατολμῶσι τοῦ θανάτου, ἅτε ἐξαρπάζοντος αὐτοὺς τοῦ Θεοῦ, διὰ τοῦτο ἀναιρεθῆναι συγχωρεῖ, καὶ τοὺς κορυφαίους μάλιστα, πείθων αὐτοὺς τοὺς ἀναιροῦντας, ὅτι οὐδὲ ταῦτα ἀφίστησιν αὐτοὺς καὶ κωλύει.
 [09098]  Ὅρα δὲ αὐτὸν καὶ ὑπὸ τοῦ Βλάστου ἀναπειθόμενον, καὶ ἅτε δὴ ταλαίπωρον ὄντα εὐκόλως ὀργιζόμενον, καὶ πάλιν καταλλαττόμενον, καὶ πανταχοῦ δοῦλον τῶν δήμων, καὶ οὐδὲν ἐλεύθερον ἔχοντα.
 [09259]  Ἅμα χειροτονηθέντες ἐξῆλθον, καὶ εἰς Κύπρον ἀπέπλευσαν, ἅτε οὐκ οὔσης ἐπιβουλῆς ἐκεῖ, καὶ τοῦ λόγου κατασπαρέντος ἤδη.
 [09298]  Ὅρα δὲ αὐτοὺς οὐκ ἐγχρονίζοντας αὐτόθι, ἅτε τοῦ ἀνθυπάτου λοιπὸν πιστεύσαντος, οὐδὲ μαλακισθέντας τῇ κολακείᾳ καὶ τῇ τιμῇ, ἀλλ' εὐθέως τοῦ ἔργου ἐχομένους, καὶ εἰς τὴν ἀντιπέραν χώραν ὁρμῶντας.
 [09357]  ἅτε ἐπὶ μακροτέραν λοιπὸν στελλομένων ὁδόν·
 [09364]  Καὶ οὐ πρῶτοι λέγουσιν, ἀλλ' ἐπιτραπέντες, ἅτε ὡς ξένους προσεκαλοῦντο.
 [09560]  Ὁ μὲν γὰρ Στέφανος εἰκότως τοῦτο ποιεῖ, ἅτε ἀναιρεῖσθαι μέλλων, καὶ οὐχὶ διδάσκων, καὶ δεικνὺς ὅτι ὁ νόμος ἤδη καταλύεται·
 [09564]  Ὅρα γὰρ τοῦτον ἅτε ἀπ' αὐτοῦ κεκινημένον τοῦ Πνεύματος, ἄνω καὶ κάτω τὸ πάθος καὶ τὸν τάφον κηρύττοντα.
 [09581]  Καὶ οὐκ ἐγχρονίζει τούτοις, ἅτε τοῦ λόγου λοιπὸν πιστευθέντος·
 [09999]  καὶ σφοδρότερον διαλέγεται, ἅτε καὶ πολλοὺς πεπεικώς.
 [09999]  Ἀλλ' ἐπ' ἐκείνων μὲν εἰκότως ταῦτα, ἅτε σαρκικῶν ὄντων·
 [09999]  ἐκείνοις δὲ ἦν πολλὴ, ἅτε πένησιν οὖσι καὶ ἀπὸ τῆς καθ' ἡμέραν ἐργασίας τρεφομένοις.
 [09999]  Εἰκότως Περί τινος λέγει, ἅτε ἄνθρωπος ἐν ἀρχῇ ὢν, καὶ τούτων οὐ φροντίζων.
 [09999]  οὕτω τῆς τῶν μαθητῶν σωτηρίας ἐφίετο, ὅτι οὐδὲ τὴν νύκτα ἐσίγα, ἀλλὰ τότε μᾶλλον διελέγετο, ἅτε ἡσυχίας οὔσης.
 [09999]  ἀλλὰ τοῦτο μὲν αὐτοῖς οὐ λέγει, ἅτε ἀσθενεστέροις οὖσι, τοῖς δὲ ἄλλοις ἔλεγεν.
 [09999]  Ὥστε εἰκότως διαμαρτύρομαι ὑμῖν, ἅτε μηκέτι παραγινόμενος, Ὅτι καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων.
 [09999]  Ἐκείνη μὲν γὰρ εἰκότως ἐπένθει, ἅτε μὴ γενομένη μήτηρ·
 [09999]  ὥστε εἰκότως αὐτοῖς ἐχαρίζετο, ἅτε τοσοῦτον ἄρξας ἐκεῖ.
 [09999]  Ἐπέπεσον δὲ ἐπὶ τὸν τράχηλον, ἅτε ὑστέρας περιπλοκὰς περιπλεκόμενοι, καὶ πολλὴν ἀπὸ τῆς δημηγορίας λαβόντες τὴν ἀγάπην καὶ τὸ φίλτρον.
 [09999]  Οὐκοῦν δίκαιος ἂν εἴης πρότερος ἀπελθεῖν καὶ καταλλαγῆναι, ἅτε τὴν αἰτίαν αὐτὸς παρασχών.
 [09999]  Ὁ μὲν γὰρ κιθαρῳδῶν ἀκούσας καὶ τραγῳδῶν, εἰκότως ἂν τοῦτο πάθοι, ἅτε οὐκ εἰδὼς ὁμοίως τὴν ῥῆσιν εἰπεῖν·
 [09999]  Ἐπειδὴ γὰρ, ἅτε παρὰ τοῦ Θεοῦ διδαχθέντες, ἀδιαφόρως διελέγοντο πᾶσι, τοῦτο εἰς ζῆλον ἤγαγε τοὺς ἀπὸ Ἰουδαίων.
 [09999]  ∆ιὸ καὶ μετὰ πολλῆς τῆς παῤῥησίας ἀπολογεῖται, ἅτε οὐκ ὄντων κυρίων τῶν καταδικαζόντων αὐτόν·
 [09999]  Ἠδεῖτο γὰρ τὸν Βαρνάβαν ἀπὸ ταπεινοφροσύνης πολλῆς, ἅτε κεκοινωνηκότα ἐν τοσούτοις αὐτῷ καὶ μετ' αὐτοῦ ὄντα·
 [09999]  Εἶτα λοιπὸν οὐκ ἐνδιατρίβει τούτοις, ἅτε ἐπισκέψασθαι ἐλθών·
 [09999]  Τοῦτο μὲν οὖν ἀξιοπιστότερον ἅτε νῦν γενόμενον·
 [09999]  Εἶτα λέγει καὶ τοὺς τόπους, ἅτε ἱστορίαν ἐξηγούμενος, καὶ δεικνὺς ποῦ ἐνεχρόνισε·
 [09999]  Οὐ γὰρ δὴ ἔνθα συναγωγὴ ἦν μόνον, ἀλλὰ καὶ ἔξω ηὔχοντο, ὥσπερ τόπον τινὰ ἀφορίζοντες, ἅτε σωματικώτεροι ὄντες Ἰουδαῖοι.
 [09999]  Οἱ δὲ οὐδενὸς μετέλαβον, ὅτι οὐκ ἦν αὐτοῖς φροντὶς τροφῆς, ἅτε οὐ περὶ τῶν τυχόντων ὄντος τοῦ κινδύνου.
 [09999]  Ὅθεν μοι δοκεῖ μετὰ ταῦτα αὐτοὺς εἰς Ῥώμην ἀπελθεῖν, ἅτε ἐμφιλοχωροῦντας τοῖς τόποις ἐκείνοις, ὅθεν ἐξέπεσον ἐπὶ Νέρωνος.
 [09999]  Εἰ γὰρ προσήκατο αὐτοῦ τὴν μαρτυρίαν ὁ Παῦλος, πολλοὺς ἂν καὶ τῶν πιστῶν ἠπάτησεν, ἅτε ὑπ' ἐκείνου δεχθείς·
 [09999]  Καὶ λοιπὸν ἐνταῦθα οὐδὲ ἀπολογεῖται αὐτοῖς, ἅτε πανταχοῦ τῶν ἐθνῶν πιστευσάντων.
 [09999]  Καὶ γὰρ τὴν ἀνάστασιν Θεόν τινα εἶναι ἐνόμιζον, ἅτε εἰωθότες καὶ θηλείας σέβειν.
 [09999]  Οὐκέτι Ἀθηναῖοι τοῖς οἰκείοις νόμοις ἐχρῶντο, ἅτε ὑποπεσόντες ἤδη τοῖς Ῥωμαίοις.
 [09999]  Ἐπειδὴ γὰρ ἐπηγγέλλετο εἰς Κόρινθον ἀπελθεῖν, ἀπολογεῖται ἅτε βραδύνας, καὶ λέγει τὸν πειρασμὸν λοιπὸν, τὰ κατὰ ∆ημήτριον διηγούμενος.
000-00-00 Serial Number=0334335923
In Ecclesiasten Ante [Go Back]  
 [00017]  καθάπερ οὖν ἐκκλησίαν συνιστάμενος, οὕτω τῇ οἰκουμένῃ διαλέγεται, περὶ τῶν κοινῶν πραγμάτων προθέμενος εἰπεῖν, ἅτε τοῦ κοινοῦ δεσπότου δοῦλος ὤν.
 [00099]  Τοῦτο δὲ μόχθος, ἅτε μήτε τὸν θεὸν ἔχον συμπράττοντα, μήτε ταῖς ἐλπίσι κουφιζόμενον.
000-00-00 Serial Number=0763696969
In Isaiam Ante [Go Back]  
 [00002]  π.1 Τοῦ προφήτου τούτου τὸ ἐξαίρετον μάλιστα μὲν καὶ αὐτόθεν ἔστιν ἰδεῖν, δείκνυσι δὲ αὐτὸ ἐντελέστερον ὁ πάντων ἀκριβέστερον τὰς ἀρετὰς αὐτοῦ εἰδὼς Παῦλος, ἅτε Πνεύματι τοσούτῳ φθεγγόμενος.
 [00027]  Οἱ δὲ ἐν τῇ Καινῇ καὶ μείζονα ἐπεδείξαντο ταύτης τὴν ἀρετήν, ἅτε καὶ πλείονος ἀπολελαυκότες χάριτος καὶ πρὸς μακρότερα κληθέντες σκάμματα.
 [01270]  Φρονήματος γὰρ ἐμπλησθεῖσα γυνή, ἅτε κουφοτέρα καὶ ἀλογωτέρα οὖσα, εὐκόλως περιτρέπεται καὶ βαπτίζεται καὶ ναυάγιον ὑπομένει παντὸς πονηροῦ πνεύματος, τοῦ τύφου καὶ τῆς ἀλαζονείας αὐτὴν βαπτιζούσης.
 [01472]  Μωϋσῆς μὲν γὰρ εἰκότως τοῦτο ἐποίησε μετὰ τῆς Μαρίας, ἅτε τὴν ἐπινίκιον μέλλων ᾄδειν ᾠδὴν καὶ εἰκότως οὕτως ἀρχόμενος ἔλεγεν·
 [01535]  Τινὲς <πύργον> τὸν ναόν φασι καὶ προλήνιον τὸ θυσιαστήριον, ἅτε τῶν καρπῶν ἐκεῖ συναγομένων τῆς ἀρετῆς τῆς ἑκάστου καὶ τῶν προσφορῶν καὶ τῶν θυσιῶν ἁπασῶν·
 [01572]  νεφέλας δὲ ἐνταῦθα τοὺς προφήτας τινὲς λέγουσιν, ἅτε ἄνωθεν τὸν ὑετὸν δεχομένους καὶ παραπέμποντας τῷ δήμῳ τὰ λεγόμενα.
 [01698]  [5.6] Λοιμοὺς δὲ εἰκότως αὐτοὺς καλεῖ, ἅτε οὐ μέχρι ἑαυτῶν τὴν κακίαν διατηροῦντας, ἀλλὰ καὶ εἰς ἄλλους τὴν νόσον διαβιβάζοντας.
 [01905]  Καὶ ἔστι κἀκεῖνα συγγενῆ τοῖς ἐνταῦθα λεγομένοις ἅπαντα ἢ καὶ σαφέστερον ἐκεῖνος αὐτὰ ἀπαγγέλλει, ἅτε τῶν χρόνων ἐγγύτερον γινομένων καὶ πρὸς αὐτὰς λοιπὸν τὰς θύρας τῆς προφητείας ἀφικνουμένης.
000-00-00 Serial Number=0976285219
In Joannem Ante [Go Back]  
 [00200]  Καθάπερ γὰρ ἐν εὐρίπῳ τῇδε κἀκεῖσε περιφερόμενοι, οὕτως οὐδέποτε ἐπὶ τῶν αὐτῶν ἑστήκεσαν, ἅτε ἀπὸ τῶν ἀδήλων καὶ ἐπισφαλῶν λογισμῶν πάντα φθεγγόμενοι.
 [00992]  εἰκότως, ἅτε καὶ γνώριμα ὄντα τοῖς ἀκούουσι, καὶ ἐπὶ μείζονα ἐπειγόμενος ὑπόθεσιν, καὶ πᾶσαν τὴν πραγματείαν ἐνστησάμενος, οὐ περὶ τῶν ἔργων, ἀλλὰ περὶ τοῦ ∆ημιουργοῦ καὶ πάντα παραγαγόντος εἰπεῖν.
 [00994]  οὗτος δὲ, ἅτε πρὸς αὐτὸν σπεύδων τὸν Ποιητὴν ἀνελθεῖν, εἰκότως ἅπαντα παρατρέχει, καὶ ταῦτα καὶ τὰ ἐκείνῳ σεσιγημένα, ἑνὶ καὶ βραχεῖ λόγῳ περιλαβὼν, τῷ, Πάντα δι' αὐτοῦ ἐγένετο.
 [01536]  Ψυχὴ γὰρ καθάπαξ ὑπὸ φιλοχρηματίας ἁλοῦσα, οὐ ῥᾳδίως οὐδὲ εὐκόλως παραιτήσεται καὶ πρᾶξαι καὶ εἰπεῖν τι τῶν παροξυνόντων τὸν Θεὸν, ἅτε καὶ ἑτέρου γενομένη δεσπότου δούλη, καὶ πάντα ἀπεναντίας ἐπιτάττοντος τῷ Θεῷ.
 [01688]  Ἄνθρωποι μὲν γὰρ, ἅτε ἐν χρείᾳ καθεστῶτες τῆς τῶν οἰκετῶν διακονίας, καὶ μὴ βουλομένους αὐτοὺς τῷ τῆς δεσποτείας κατέχουσι νόμῳ·
 [02082]  Οὗτος δὲ τρανοτέραν τὴν μαρτυρίαν ἐργαζόμενος καὶ νεαρωτέραν, ἅτε καὶ μεγαλοφωνότερον τῶν ἄλλων φθεγξάμενος, οὐ τοὺς ἀπελθόντας, οὐδὲ τοὺς τετελευτηκότας μόνον, ἀλλὰ καὶ τὸν ζῶντα καὶ παραγενόμενον ὑποδείξαντα καὶ βαπτίσαντα αὐτὸν, τοῦτον εἰς μέσον ἄγει συνεχῶς·
 [02089]  Χωρὶς δὲ τούτων, καὶ ὅτι εἰώθασί πως οἱ πολλοὶ πρὸς τὴν συνηθεστέραν καὶ σύντροφον αὐτοῖς ἐπιτρέχειν μᾶλλον φωνὴν, ἅτε αὐτὴν μᾶλλον τῶν ἄλλων ἐπιγινώσκοντες·
 [02091]  Οἱ μὲν γὰρ ἀναβεβηκότες τοῦ λαοῦ τὴν ἀσθένειαν, καὶ τῶν αἰσθητῶν ἁπάντων ἀπαλλαγέντες, καὶ τῆς ἄνωθεν ἀκούειν ἠδύναντο φωνῆς, καὶ οὐ σφόδρα τῆς ἀνθρωπίνης ἐδέοντο, ἅτε ἐκείνῃ πάντα πειθόμενοι καὶ ὑπ' αὐτῆς ἤγοντο·
 [02807]  Τοῦτο εἶπεν, ὅτι εἰκὸς ἦν αὐτὸν καὶ ἀναμεμίχθαι τῷ λαῷ ὡς ἕνα τῶν πολλῶν, ἅτε πανταχοῦ τὸ ἄτυφον καὶ ἀκόμπαστον διδάσκοντα.
 [02893]  Ὁ δὲ Ἰωάννης οὐχ οὕτως, ἀλλὰ τὴν μὲν εἰς τὴν ἔρημον ὁδὸν ἀπεσιώπησεν, ἅτε ὑπὸ τοῦ Ματθαίου λεχθεῖσαν·
 [02988]  Ὕστερον δὲ ἅτε σαφέστερον μαθὼν, τοῖς ὄχλοις αὐτὸν ἐκήρυττε λέγων·
 [03236]  Εἰκὸς γὰρ ἦν ἐρυθριᾷν καὶ δεδοικέναι, ἅτε ἀγνῶτας ὄντας, καὶ τοιαῦτα περὶ αὐτοῦ τοῦ διδασκάλου μαρτυροῦντος ἀκηκοότας.
 [03478]  ἅτε γὰρ ἐν τῇ Γαλιλαίᾳ [59.124] γεννηθεὶς καὶ τραφεὶς, μᾶλλον αὐτὸν ἐπεγίνωσκε.
 [03725]  Τά τε γὰρ γινόμενα παραδοξότερα ἂν ἔδοξεν εἶναι, ἅτε παρὰ μειρακίου γινόμενα, ὅ τε χρόνος διπλασίων καὶ τριπλασίων καὶ πολλῷ πλείων ἦν
 [03764]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν καὶ ἀκούσασαν παρὰ τοῦ παιδὸς μὴ βούλεσθαι μηδὲ οὕτω πεισθῆναι, ἀλλ' ἀξιοῦν ἑαυτὴν πανταχοῦ τῶν πρωτείων, ἅτε μητέρα οὖσαν·
 [03799]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν καὶ ἀκούσασαν παρὰ τοῦ παιδὸς μὴ βούλεσθαι μηδὲ οὕτω πεισθῆναι, ἀλλ' ἀξιοῦν ἑαυτὴν πανταχοῦ τῶν πρωτείων, ἅτε μητέρα οὖσαν·
 [04112]  ἐπειδὴ δὲ εἰκὸς ἦν ἐκεῖνα λήθῃ παραδοθῆναι τῷ χρόνῳ, ἅτε οὐ πᾶσιν ὄντα γνώριμα, διὰ τὸ ἐν οἰκίᾳ τρέφεσθαι πτωχῇ καὶ εὐτελεῖ, παρόντων πάντων λοιπὸν (καὶ γὰρ πολλοὶ παρῆσαν, ἅτε ἑορτῆς πλησίον οὔσης), τοῦτο ποιεῖ, καὶ παρακεκινδυνευμένως.
 [05379]  Οὐδὲν [59.172] ἄλλο ἐντεῦθεν αἰνίττεται, ἢ ὅτι Μικρὸς ἐγὼ καὶ οὐδενὸς ἄξιος λόγου, ἅτε χαμαὶ ἐρχόμενος καὶ ἐν τῇ γῇ τεχθείς·
 [05393]  Ἐπειδὴ διὰ τῶν αἰσθήσεων τούτων ἡμεῖς πάντα μανθάνομεν ἀκριβῶς, καὶ ἀξιόπιστοι δοκοῦμεν εἶναι διδάσκαλοι, ὑπὲρ ὧν ἢ ὄψει παραλάβωμεν, ἢ ἀκοῇ δεξώμεθα, ἅτε οὐ πλαττόμενοι, οὐδὲ ψευδῆ λέγοντες·
 [05626]  Τῶν οὖν πραγμάτων ἐν τούτοις ὄντων, ἐπανελθόντες Ἰουδαῖοι λοιπὸν, ζηλοτύπως πρὸς αὐτοὺς εἶχον ἅτε πρὸς ἀλλοφύλους καὶ πολεμίους, οἳ καὶ ἀπὸ τοῦ ὄρους Σαμαρείτας αὐτοὺς ἐκάλουν.
 [05629]  Ἐφιλονείκουν μέντοι εἰς τὴν εὐγένειαν εἰσωθεῖν ἑαυτοὺς τὴν Ἰουδαϊκὴν, καὶ ἐφιλοτιμοῦντο ἐπὶ τῷ Ἀβραὰμ, καὶ πρόγονον αὐτὸν ἐπεγράφοντο, ἅτε ἀπὸ τῆς Χαλδαίας ὄντα·
 [05630]  καὶ τὸν Ἰακὼβ δὲ πατέρα ἐκάλουν, ἅτε ἐκείνου ὄντα ἀπόγονον·
 [05676]  Ἴστε δὲ κἀκεῖνο, ὅτι μάλιστα οἱ ἐκ ταπεινῶν ὄντες, ὅταν ἀξιωμάτων ποτὲ λάβωνται, εὐκολώτερον αἴρονται πρὸς ἀπόνοιαν, ἅτε ἀπειροκάλως ἔχοντες πρὸς τὴν τοσαύτην τιμήν.
 [05754]  Καὶ οὐκ εἶπεν, ἅτε πρὸς ἀλλόφυλον, καὶ ἐχθρὸν διαλεγομένη·
 [05805]  ∆ιὰ ταῦτα καὶ γέενναν ἠπείλησεν, ἅτε καταφρονούμενος, ἵνα μάθῃς ἐντεῦθεν, ὅσων σαυτὸν ἀποστερεῖς καλῶν.
 [05825]  Ὥσπερ γάρ τινα παράδεισον παντοίοις δένδροις κομῶντα καρποφόροις τε καὶ ἀειθαλέσιν, οὕτω τὴν πρόθυμον κατασκευάζει ψυχὴν, οὔτε ἀθυμίας, οὔτε σατανικῆς συγχωροῦσα ἐπιβουλῆς αἰσθέσθαι, ἅτε ῥᾳδίως σβεννῦσα τοῦ Πονηροῦ πάντα τὰ πεπυρωμένα βέλη.
000-00-00 Serial Number=0524006307
In Psalmos 101-107 Ante [Go Back]  
 [00402]  Καὶ γὰρ ἐνταῦθα ὁ προφητικὸς ἡμᾶς διδάσκει λόγος, ὡς ἐν οὐρανῷ μὲν ἔχει τὸν θρόνον τῶν ὅλων ὁ Κύριος, ἐφορᾷ δὲ καὶ πρυτανεύει τὴν κτίσιν, ἅτε δὴ πάντων ὢν δημιουργὸς καὶ βασιλεὺς καὶ ∆εσπότης.
 [00768]  Καὶ εἰκότως ἐν τῷ περὶ τῆς θαλάσσης λόγῳ τούτου ἐμνημόνευσεν, ἅτε δὴ καὶ τοῦ βίου παντὸς τοῦ ἡμετέρου ἁλμυροῦ τινος ὄντος, καὶ πανταχόθεν περιῤῥιπιζομένου καὶ κύμασιν ἀγρίοις συγκινουμένου.
 [01783]  ἅτε δὴ τηνικαῦτα οὐκ αὐτὸς μόνος προσοίσων τὸν ὕμνον, ἀλλὰ καὶ μετὰ μυρίων ἐθνῶν καὶ λαῶν τὴν θείαν ᾠδὴν ποιησόμενος.
000-00-00 Serial Number=0261885524
In Psalmum 118 Ante [Go Back]  
 [00262]  Ἀλγυνόμενος τοίνυν ἐπὶ τούτοις, ἀποτρίψασθαι τὰ ὀνείδη παρακαλεῖ, ἅτε δὴ τὰ θεῖα ἐκζητήσας μαρτύρια.
 [01193]  Ὁ δὲ προφήτης δεδήλωκεν, ὡς ἐξουθενῶν καὶ αὐτὸς, τῷ Θεῷ παραπλησίως, τοὺς παρα βάτας, πᾶσαν προθυμίαν εἰς τὴν ἐκπλήρωσιν τῶν θείων λογίων προσήνεγκεν, ἅτε δὴ τὴν τῆς παρανομίας ζημίαν εἰδώς.
000-00-00 Serial Number=0092620432
In Samaritanam Ante [Go Back]  
 [00376]  ∆ιὰ ταῦτα καὶ γέενναν ἠπείλησεν, ἅτε καταφρονούμενος, ἵνα μάθῃς ἐντεῦθεν, ὅσων ἀποστερεῖς σεαυτὸν καλῶν.
000-00-00 Serial Number=0904798031
In catenas sancti Petri Ante [Go Back]  
 [00043]  [11] Ἡρώδης γὰρ ἐκεῖνος ὁ τοῦ πρώτως βασιλεύσαντος ἐν Ἱερουσαλὴμ ἀπόγονος, ἅτε τοῦ ἰουδαϊκοῦ καὶ σπέρματος ὢν καὶ σεβάσματος, καὶ ζηλωτυπῶν ἐπὶ τῇ καταλύσει τῶν πατρικῶν ἐθῶν καὶ νομίμων ἃ ταῖς τῶν ἀποστόλων ἀνετέτραπτο διδαχαῖς καὶ πρὸς καταστροφὴν ὑπωρύσσετο, ταῖς τῶν ὁμοφύλων ὀργαῖς ἐξαπτόμενος [φ.
000-00-00 Serial Number=0242618263
In diem natalem Ante [Go Back]  
 [00068]  Ἐπεὶ οὖν ὁ μὲν Φίλιππος τοῦτο ἠγνόησεν, ὁ δὲ Ναθαναὴλ, ἅτε νομομαθὴς ὢν, ἀπεκρίνατο τὰ κατὰ τὴν ἄνωθεν προφητείαν εἰρημένα, εἰδὼς, ὅτι οὐκ ἐκ Ναζαρὲθ ἥξει ὁ Χριστός·
000-00-00 Serial Number=0843598485
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00058]  Ἐπεὶ οὖν ἀπέλαβε τὸν διδάσκαλον, καὶ τὰ ἐν Ἀσίᾳ διορθώσας μετ' αὐτοῦ (Ἐπιμενῶ γὰρ, φησὶν, ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς), πάλιν εἰς Μακεδονίαν διέβη, εἰκότως αὐτὸν ἅτε παρόντα ἑαυτῷ συντάττει λοιπόν.
 [00707]  Πάλιν ἐνταῦθα καὶ σωματικὸν καὶ πνευματικὸν, ἅτε νηπιωδέστερον διακειμένοις.
 [01840]  [61.435] οὕτως οἱ ἀδικοῦντες τοὺς οὐδὲν ποιοῦντας αὐτοῖς κακὸν, ἅτε τὰς ἑαυτῶν πλήττοντες ψυχὰς, πολλῶν ὀδυρμῶν ἄξιοι καὶ θρήνων, οὐκ ἀρῶν.
 [02142]  ἢ ὅτι πολλὴν ἐμπνεῖ τὴν ἀπειλὴν τὰ γράμματα, καὶ ἀπειλὴν οὐδὲ ἀφανισθῆναι δυναμένην, ἀλλὰ διαπαντὸς μένουσαν, ἅτε λίθοις ἐγκεκολαμμένην.
 [03449]  Τοῦτο δὲ ὁμοῦ οὔτε ἐπαρθῆναι ἀφίησιν, ἅτε τοῦ Θεοῦ τὸ πᾶν χαρισαμένου, καὶ διδάσκει τοῦ δοθέντος τὸ [61.479] μέγεθος.
 [03956]  Καὶ [61.493] οὐκ εἶπε, Μὴ ἀναμίγνυσθε ἀπίστοις, ἀλλὰ μᾶλλον αὐτῶν καθαπτόμενος ἅτε ἀδικούντων τὸ δίκαιον, Μὴ ἐκκλίνητε ἑαυτοὺς, φησί.
 [04508]  ∆ιὰ δὴ τοῦτο, οὐχ ὑπάρχων μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν τὰ διαδήματα περικειμένων μείζονά εἰσιν ἐγκεχειρισμένοι τιμὴν οἱ ταύτην ἔχοντες τὴν ἀρχὴν, ἅτε ἐν μείζοσι καὶ ἐπὶ μείζοσι πλάττοντες τοὺς ἀνθρώπους.
 [05974]  ἀλλὰ καὶ σφόδρα ταπεινός ἐστιν, ὅταν ἐξῇ, καὶ τὸν πρότερον αὐτοῦ στηλιτεύει βίον, ἅτε βλάσφημον καὶ διώκτην καὶ ὑβριστὴν ἀποκαλῶν ἑαυτόν.
 [07695]  Ἐπειδὴ βούλεσθε δοκιμάζειν εἰ ἐν ἐμοὶ ὁ Χριστὸς οἰκεῖ, καὶ εὐθύνας ἀπαιτεῖτε, καὶ διὰ τοῦτό με κωμῳδεῖτε, ὡς εὐτελῆ καὶ εὐκαταφρόνητον, ἅτε ἔρημον ὄντα τῆς δυνάμεως ἐκείνης·
000-00-00 Serial Number=0384835064
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [01214]  ἡ γυνὴ θορυβεῖται, ἅτε ἀσθενεστέρα οὖσα καὶ φιλόκοσμος;
000-00-00 Serial Number=0166093588
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00845]  Εἶτα πάλιν τὸ φιλόστοργον αὐτοῦ δεικνὺς, οὐ παύεται ἐπευχόμενος αὐτῷ, ἅτε ὡς ὑπὲρ γνησίου τέκνου δεδοικὼς, καί φησι·
 [00991]  ῥάκια περιέκειτο αὐχμῶντα, ἅτε δεσμωτήριον οἰκῶν, καὶ μᾶλλον τῆς ἁλουργίδος πάντας ἐπέστρεφε πρὸς τὰ περικείμενα αὐτῷ δεσμά·
 [01139]  Ἐπειδὴ εἰκὸς ἦν πολλοὺς ἐπαισχύνεσθαι καὶ τὸν Παῦλον αὐτὸν, ἅτε σκηνοποιὸν ὄντα, καὶ τὸ κήρυγμα, ὡς τῶν διδασκάλων ἀπολλυμένων.
 [01261]  ἐπειδὰν δὲ ἀποπηδᾷν μέλλῃ τοῦ σώματος, τότε αὐτὴν μείζων φόβος συνέχει, ἅτε εἰς αὐτὰ τοῦ δικαστηρίου τὰ πρόθυρα ἥκουσαν.
 [01727]  βούλεται ἔχειν πολλοὺς τοὺς διακονουμένους αὐτῷ, καὶ ἀλγεῖ ὅτι τροφῆς οὗτοι μετέχουσιν, ἅτε ἐλαττοῦντες αὐτοῦ τὴν οὐσίαν.
 [02665]  Προτίθησι δὲ τὴν γυναῖκα, ἐμοὶ δοκεῖν, ἅτε σπουδαιοτέραν οὖσαν καὶ πιστοτέραν·
 [02736]  δύναται σωφροσύνην ἀσκῆσαι, καὶ μᾶλλον τῶν ἀνδρῶν, ἅτε οὐ τοσαύτης ἐνοχλούσης αὐτῇ φλογὸς, καὶ κοσμιότητα καὶ σεμνότητα ἐπιδείξασθαι, καὶ ἁγιασμὸν, Οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον, καὶ χρημάτων ὑπεροψίαν, εἴ γε θέλοιεν, καὶ πάντα ἁπλῶς τὰ ἄλλα.
000-00-00 Serial Number=0294913232
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00429]  Οὐκοῦν ἔμελλεν ἡμῖν τὰ ἄλογα φιλονεικεῖν τῆς ἀρετῆς, ἅτε ἡμῶν σωφρονέστερα [61.21] ἔνια ὄντα.
 [01328]  Τὸν μὲν γὰρ ἴσως ἐνόμιζον ἑαυτῷ δόξαν κτώμενον ταῦτα ποιεῖν, τούτους δὲ καὶ μειζόνως ἂν ἐμίσησαν, ἅτε ὑπὲρ ἑτέρου πολεμοῦντας αὐτοῖς.
 [01788]  τὸν δὲ Παῦλον ἅτε νομομαθῆ ὄντα καὶ Πνεύματι φθεγγόμενον εἰκὸς εἰδέναι πάντα μετὰ ἀκριβείας.
 [02005]  Οὕτως ἡ συνήθεια τυραννικόν! Εἰ δὲ βούλει καὶ ἐκ τῶν ἔξωθεν αὐτὴν μαθεῖν, λέγεται Πλάτων, καίτοι γε ἀκριβῶς εἰδὼς ὅτι πλάνη τις ἦν τὰ περὶ θεῶν, καὶ ταῖς ἑορ [61.64] ταῖς καὶ τοῖς ἄλλοις ἅπασι συγκαταβῆναι, ἅτε οὐ κατισχύων συνηθείᾳ πολεμῆσαι, καὶ ἔργῳ παρὰ τοῦ διδασκάλου τοῦτο μαθών.
 [02072]  Ἐπεὶ δὲ ἔγνωσαν ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως, ὅτι γέλως ἐκεῖνα καὶ πλάνη, διὰ τοῦτο καὶ θανάτων ἀπειλουμένων, τῶν μὲν συνήθων ἀπεπήδησαν, εἰς δὲ τὰ καινὰ ηὐτομόλησαν, ἅτε τούτου μὲν τοῦ δόγματος κατὰ φύσιν ὄντος, [61.66] ἐκείνου δὲ παρὰ φύσιν.
 [02647]  Ποιεῖ δὲ αὐτὸ λοιπὸν μετὰ πολλῆς τῆς παῤῥησίας, ἅτε καταγωνισάμενος αὐτοὺς ἱκανῶς.
 [02750]  ∆εῖ τοίνυν αὐτῆς ἀποστῆναι, ἅτε βλαπτούσης.
 [02772]  Πάλιν ἐπὶ τὸ πρότερον ἔρχεται, δεικνὺς ὅτι οὐδὲ ἐπὶ τοῖς πνευματικοῖς ὀφείλουσι μέγα φρονεῖν, ἅτε οὐδὲν παρ' ἑαυτῶν ἔχοντες.
 [03128]  Ἐκεῖ μὲν γὰρ, ἅτε μιᾶς οὔσης τῆς ἐρωμένης καὶ εἰς ἕνα τόπον ἀποκεκλεισμένης, οὐχ οὕτω σφοδρὸν τὸ πάθος·
 [03136]  οὕτω καὶ οὗτος ἄψυχον ὁρῶν εἰκόνα τοῦ πλούτου, τὸ αὐτὸ πάσχει μειζόνως, ἅτε τυραννικωτέρῳ κατεχόμενος πάθει·
 [04563]  ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς ἐκεῖ ταμιεύεται, ἅτε ἐπικήρου τοῦ παρόντος βίου τυγχάνοντος.
 [04676]  Εἶτα, ἐπειδὴ εὐκαταφρόνητον εἶναι ἐδόκει τὸ παρὰ τοῖς ἔνδον δικάζεσθαι, καὶ μάλιστα τότε (οὐ γὰρ ἦσαν ἴσως ἱκανοὶ πρᾶγμα συνιδεῖν, οὔτε τοιοῦτοι οἷοι οἱ ἔξωθεν δικασταὶ νόμων ἔμπειροι καὶ ῥητορείας, ἅτε ἐξ ἰδιωτῶν οἱ πλείους ὄντες)·
 [04711]  Εἰκότως, ἅτε τῆς τούτων χρείας ἐκτὸς γενομένους διὰ τὴν τῆς φύσεως ὑπεροχήν.
 [05454]  ἐκεῖνοι δὲ οὐκ ἂν ἐθαυμάσθησαν, ἅτε μὴ εἰς κινδύνους ἑαυτοὺς ῥίψαντες.
 [05974]  Ὁ μὲν γὰρ ἀγαπῶν, ἅτε ἐντολὴν πληρῶν τὴν πασῶν κυριωτέραν, κἂν ἐλλείποντά τινα ἔχῃ, ταχέως ἀπολαύσεται τῆς γνώσεως διὰ τὴν ἀγάπην, ὥσπερ ὁ Κορνήλιος καὶ ἕτεροι πολλοί·
 [06464]  Καὶ ὅρα πῶς αὐτὸ οὐδὲ κατασκευάζει λοιπὸν, ἅτε φανερὸν ὂν καὶ αὐτόθεν δῆλον.
 [06600]  πρὸς δὲ ἐκείνους καὶ φαιδρὸς καὶ φιλότιμος, ἅτε ἀγωνοθέτης τις ὢν τῆς καταγελάστου καὶ σατανικῆς [61.178] ἀσχημοσύνης ἐκείνης.
 [07136]  Ἐπειδὴ γὰρ τοῖς περὶ γεέννης λόγοις οἱ πολλοὶ διαπιστοῦσιν, ἅτε μὴ παροῦσι μηδὲ φαινομένοις, ἀπὸ τῶν ἤδη γεγενημένων δείκνυσιν, ὅτι κολάζει τοὺς ἁμαρτάνοντας ὁ Θεὸς, κἂν μυριάκις εὐεργετηκὼς ᾖ·
 [07341]  τοσαῦτα καὶ ἐν νυκτὶ φροντίζουσι χαλεπῶς, ἅτε μηδενὸς ἐνοχλοῦντος μετὰ σχολῆς ἁπάσης κατακόπτοντες ἑαυτούς.
 [07407]  Ἰουδαίοις μὲν γὰρ, ἅτε ἀνοητότερον διακειμένοις καὶ παιδικώτερον, οὐχ οὕτως ὁ Θεὸς διελέγετο, οὐδὲ πανταχοῦ τὰς αἰτίας αὐτοῖς ἔλεγε τῶν ἐπιταγμάτων, ἀλλ' ἐκέλευε μόνον·
 [07932]  οἱ δὲ ἄνδρες καὶ ἐκόμων, ἅτε ἐν φιλοσοφίᾳ διατρίψαντες, καὶ περιεβάλλοντο τὰς κεφαλὰς εὐχόμενοι καὶ προφητεύοντες·
 [08303]  Καὶ τοῦτο καὶ ἐκ τῶν ἔξωθεν ἄν τις ἴδοι νομοθετῶν, οἳ τὴν τὰ τοιαῦτα παθοῦσαν οὐκέτι ἀναγκάζουσι συνοικεῖν τῷ τυπτήσαντι, ἅτε ἀναξίῳ ὄντι τῆς πρὸς αὐτὴν ὁμιλίας.
 [08385]  Ἐν μὲν γὰρ τῷ προτέρῳ ἐγκλήματι, ἅτε πολλῶν ὄντων τῶν φυλαττόντων, ἑτέρως ἤρξατο, λέγων οὕτως·
 [08928]  Καὶ οὐδὲ τοῦτο μόνον αὐτοὺς ἐθορύβει, ἀλλὰ καὶ μάντεις ἦσαν αὐτόθι πολλοὶ, ἅτε Ἑλληνικώτερον τῆς πόλεως διακειμένης, καὶ μετὰ τῶν ἄλλων καὶ τοῦτο αὐτοὺς ὑπεσκέλιζε καὶ ἐτάραττε.
 [09522]  καὶ ὑπὲρ ὧν ἔχει τρέμων πά-λιν, ἅτε δραπέτην ἀγνώμονα κατέχων ἔνδον τὸν πλοῦ-τον, καὶ ποικίλοις τισὶ καὶ ἀτόποις πολιορκούμενος πάθεσι.
 [09591]  ∆ιὰ τοῦτο καὶ οἱ νομοθέται Ῥωμαίων τοὺς ταῦτα ἀκρωτηριάζοντας τὰ μέλη καὶ ποιοῦντας εὐ-νούχους κολάζουσιν, ἅτε τῷ κοινῷ γένει λυμαινομέ-νους, καὶ αὐτῇ ἐπηρεάζοντας τῇ φύσει.
 [09618]  Ἐπειδὴ γὰρ μυρίας παρα-μυθίας ἀπολαύοντες ἤλγουν ὅμως, ἅτε ἐλάττονα λα-βόντες, δείκνυσιν ὅτι μᾶλλον ἐτιμήθησαν·
 [09672]  Εἰ τοίνυν καὶ τὰ μεγάλα ἀπολεῖται τῶν μικρῶν ἀποῤῥαγέντων, ὁμοίως ὀφείλει ταῦτα τῶν μικρῶν φροντίζειν, καὶ οὕτως ὡς ἑαυτῶν, ἅτε ἐν τῇ τούτων σωτηρίᾳ καὶ τῶν μειζόνων μενόντων.
 [09999]  Οἱ μὲν γὰρ δι-καίως κεκτημένοι, ἅτε παρὰ τοῦ Θεοῦ λαβόντες, εἰς [61.296] τὰ τοῦ Θεοῦ προστάγματα ἀναλίσκουσιν·
 [09999]  Ἐκείνας τε γὰρ κοσμίας κατεσκεύασε, τούτους τε ἐναγωνίους ἐποίησεν, ἅτε μέλλοντας μετὰ πολλῆς τῆς ἀκριβείας ἅπερ ἤκουσαν ταῖς γυναιξὶ παρακατατίθεσθαι.
000-00-00 Serial Number=0428168654
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01312]  οὐ γὰρ ἁπλῶς εἰκὸς αὐτὴν, ἀλλὰ μετὰ πολλῆς τῆς περιεργίας καλλωπίζεσθαι, ἅτε βουλομένην πολλοῖς τοῖς δικτύοις ἑλεῖν τὸ ἀρνίον τοῦ Χριστοῦ.
000-00-00 Serial Number=0656759322
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00073]  Ἐπεὶ οὖν τοῦτο γίνεται, σφοδρότερον κατ' αὐτῶν ὁ διάβολος πνεῖ, ἅτε ἐν τῇ τούτων ἀναιρέσει καὶ τοῦ ποιμνίου διασπειρομένου.
 [00954]  Οὔτε γὰρ οἱ ἐπιπηδῶντες κύνες εἰσὶν, ἀλλὰ, καθάπερ τις ἀμνὰς, ἐν ἡσυχίᾳ πολλῇ βόσκεται, οὐδενὸς [62.525] ἐνοχλοῦντος λύκου οὐδὲ ἐπιπηδῶντος, ἅτε τοῦ ποιμένος παρακαθημένου αὐτῇ.
 [00988]  αὗται δὲ ἁπλῶς καὶ ἄδην, ἅτε οὐδεμίαν περὶ ταῦτα ἔχουσαι τὴν σπουδὴν, ἐκεῖ τὸ πᾶν ἀναλίσκουσι.
 [02404]  Οὐδὲν τοῦτο ἐκείνου διενήνοχε, μᾶλλον δὲ ἐκεῖνο καὶ τερπνότερον, ἅτε παρὰ παιδικῆς γινόμενον ἡλικίας μετὰ πολλῆς τῆς ἀφελείας.
 [02617]  Ἢ οὐκ ἴστε καὶ ὑμεῖς, ἅτε ἐν τοῖς βιωτικοῖς στρεφόμενοι πράγμασι, πόσοι μετὰ μυρίους πόνους οὐκ ἀπώναντο τῶν καρπῶν, ἢ θανάτου πολλάκις προαπενεγκόντος αὐτοὺς, ἢ πραγμάτων μεταβολῆς γενομένης, ἢ νόσου προσπεσούσης, ἢ συκοφαντῶν ἐπιτεθέντων, ἢ καὶ ἄλλης τινὸς αἰτίας (πολλὰ δὲ τὰ ἀνθρώπινα) κεναῖς αὐτοὺς ἀπαγαγούσης χερσί;
 [03467]  Ἀλλ' ἐκείνοις μὲν εἰκότως ταῦτα ἐνομοθέτει, ἅτε τὰ παρόντα ζητοῦσιν·
000-00-00 Serial Number=0523416519
In epistulam ad Colossenses Ante [Go Back]  
 [01708]  Γίνεται τοῦτο, ἀμυδρῶς μὲν, ἅτε ἐν τύπῳ καὶ σκιᾷ, πλὴν γίνεται·
 [02570]  ὅσα ἂν πνεύσῃ καὶ ἐπιχειρήσῃ σφοδρότερον προσβαλεῖν, ἅτε ἀνόητα πονῶν ἀποστήσεται.
 [02668]  Ἂν μὲν γὰρ ἀποδυσπετήσῃς, ἅτε ἀνύσας ὅπερ ἤθελεν, ἐφέστηκε, καὶ ὁ Θεὸς ἅτε βλασφημηθεὶς, ἐγκαταλιμπάνει, καὶ ἐπιτείνεται τὸ δεινόν·
 [02669]  ἐὰν δὲ εὐχαριστήσῃς, ἅτε μηδὲν ὠφελῶν, ἀφίσταται, καὶ ὁ Θεὸς ἅτε τιμηθεὶς, ἀντιτιμᾷ μειζόνως·
 [02671]  Χαίρει γὰρ ἡ ψυχὴ ἅτε κατορθοῦσα, εὐθέως φαιδρὸν ἔχει τὸ συνειδὸς, γάννυται τοῖς ἐγκωμίοις τοῖς ἑαυτῆς·
 [02945]  ὅταν ἐν τοῖς ψαλμοῖς μάθῃ, τότε καὶ ὕμνους εἴσεται, ἅτε θειότερον πρᾶγμα.
 [02995]  ∆ιὰ τοῦτο μετὰ τὰς ψαλμῳδίας ὕμνοι, ἅτε τελειότερόν τι πρᾶ [62.364] γμα·
 [03297]  πλείονος γὰρ οὗτος, ἢ ἐκεῖνος ἀπέλαυσε προνοίας, ἅτε φῶς φέρων οὐ τοιοῦτον ἡμῖν, ἀλλὰ τὸ ἀληθινὸν βαστάζων.
 [03349]  τοῖς τε γὰρ οἰκείοις ποθεινότερος μᾶλλον ἦν, τοῖς τε ἐχθροῖς αἰδεσιμώτερος, ἅτε ἀνδρείας φέρων ἔπαθλον τὸν δεσμόν.
 [03544]  Ἐκείνους μὲν γὰρ, ἐπειδὰν λάβωσιν οἱ πολέμιοι, ἐν πολλῇ θεραπείᾳ λοιπὸν ἔχουσιν, ἅτε ὡς οἰκείων κτημάτων ἐπιμελούμενοι·
 [03812]  Συνίστησι δὲ αὐτὸν, ἀνοίγων θύραν τῷ λόγῳ αὐτοῦ (τὸ γὰρ αἰδέσιμον εἶναι τὸν διδάσκαλον, μαθητῶν ὠφέλεια), καὶ πάλιν τὸ εἰπεῖν, Ἐξ ὑμῶν, ἵνα καὶ σεμνύνωνται ἐπὶ τῷ ἀνδρὶ, ἅτε τοιούτους φέροντες ἄνδρας.
000-00-00 Serial Number=0953657329
In epistulam ad Ephesios Ante [Go Back]  
 [00017]  Λέγεται δὲ καὶ τὰ βαθύτερα τῶν νοημάτων αὐτοῖς ἐμπιστεῦσαι, ἅτε ἤδη κατηχημένοις.
 [03550]  ἀλλὰ πάντων τούτων καταγελάσαντες, ἅτε ἐν φωτὶ ζῶντες, καὶ ἐν οὐρανῷ πολιτευόμενοι, καὶ πρὸς τὴν γῆν οὐδὲν ἔχοντες κοινὸν, ἓν μόνον ἡγώμεθα εἶναι φοβερὸν τὴν ἁμαρτίαν, καὶ τὸ προσκροῦσαι Θεῷ.
 [05422]  ἐπῄνεσας καὶ ἐθαύμασας τὸν Παῦλον, ἅτε συγκροτοῦντα τὸν βίον ἡμῶν, ὡς θαυμαστόν τινα καὶ πνευματικὸν ἄνδρα·
 [05986]  τὴν παραίνεσιν, ἅτε οὐ δυναμένων τῶν παίδων μακρῷ παρακολουθῆσαι λόγῳ.
 [06006]  Ἐκείναις μὲν οὖν οὐ κεῖται μισθὸς, ἅτε περὶ κακῶν διατεταγμέναις καὶ τῆς τῶν κακῶν ἀναχωρήσεως·
 [06007]  ἐν δὲ ταύταις, ἅτε ἀγαθῶν ἐργασίας οὔσης, καὶ ἐπαγγελία κεῖται.
 [06322]  Οἱ μὲν γὰρ ἔξωθεν νόμοι διαφορὰν ἴσασι τούτων τῶν γενῶν, ἅτε ἀνθρώπων ὄντες νόμοι·
 [06323]  ὁ δὲ νόμος ὁ τοῦ κοινοῦ ∆εσπότου οὐδεμίαν οἶδε διαφορὰν, ἅτε κοινῇ πάντας εὖ ποιῶν, καὶ πᾶσι τῶν αὐτῶν μεταδιδούς.
 [06726]  μᾶλλον δὲ καὶ οἱ ἄγγελοι ἡμῖν ἐζωσμένοι φαίνονται, ἅτε στρατιῶται ὄντες.
000-00-00 Serial Number=0509797692
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00756]  Καὶ οὐκ εἶπεν, Ὁποῖοί ποτέ εἰσιν, ἀλλ' Ἦσαν, δεικνὺς ὅτι καὶ αὐτοὶ λοιπὸν ἦσαν παυσάμενοι τοῦ οὕτω κηρύσσειν, ἅτε τοῦ κηρύγματος πανταχοῦ διαλάμψαντος.
 [01665]  ὁ δὲ κατ' ἐπαγγελίαν τεχθεὶς ὁ Ἰσαὰκ, ἅτε υἱὸς ὢν καὶ ἐλεύθερος, κύριος ἦν πάντων.
000-00-00 Serial Number=0488288224
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00027]  ἂν δὲ τῶν θαυμαστῶν καὶ σφόδρα ζηλωτῶν καὶ τὰ ἐκείνων φρονούντων, μάλιστα αὐτοὺς ἀλγύνει, καὶ μεθ' ὑπερβολῆς λυπεῖ, ἅτε μάλιστα αὐτῶν καθαιρῶν τὸ δόγμα, τῷ προσελθεῖν ἄλλοις ἐκείνων ἀποπηδήσαντα.
 [00040]  Πέτρος μὲν γὰρ καὶ οἱ περὶ αὐτὸν, ἅτε ἐν Ἱεροσολύμοις κηρύττοντες, ἔνθα πολὺς ἦν ὁ ζῆλος, ἀνάγκην εἶχον τὸν νόμον κελεύειν τηρεῖν·
 [00042]  Καὶ πλείους ἦσαν οἱ ἐξ ἐθνῶν, ἢ οἱ Ἰουδαῖοι, ἅτε ἐκτὸς ὄντες·
 [01024]  εἰκὸς γὰρ μὴ εἶναι πολλοὺς ἐκεῖ χαρίσματα ἔχοντας, ἐκλελοιπέναι δὲ ταῦτα, ἅτε νωθροτέρων αὐτῶν γενομένων.
 [01041]  Ὁ γὰρ ταπεινὸς καὶ μὴ μεγάλα περὶ ἑαυτοῦ φανταζόμενος, σπουδαιότερος γίνεται, ὅταν λάβῃ χάρισμα, ἅτε παρ' ἀξίαν εἰληφὼς, καὶ οὐκ ἄξιον
 [01158]  τὸ δὲ διὰ τὸν Θεὸν ἀγαπᾷν, οὐ ταύτην ἔχει τὴν ἀρχὴν τῆς ἀγάπης, ἀλλὰ πρὸς πάντας, ὡς πρὸς ἀδελφοὺς, ὁ τοιοῦτος διακείσεται, τοὺς μὲν ὁμοπίστους, ἅτε γνησίους ὄντας ἀδελφοὺς, φιλῶν, τοὺς δὲ αἱρετικοὺς καὶ Ἕλληνας καὶ Ἰουδαίους, ὡς ἀδελφοὺς μὲν κατὰ τὴν φύσιν, φαύλους δὲ τυγχάνοντας καὶ ἀχρήστους, ἐλεῶν, καὶ τηκόμενος ὑπὲρ αὐτῶν καὶ δακρύων.
 [01924]  τούτων μὲν οὐδὲν ἐνενόησαν, ἅτε δὲ ὡς μηδενὸς γενομένου, οὕτω καταπλαγέντες, πάλιν εἰς Αἴγυπτον ὑποστρέφειν ἐβούλοντο, λέγοντες, ἐξήγαγεν ἡμᾶς ὧδε ὁ [63.55] Θεὸς, ὥστε ἀνελεῖν ἡμᾶς μετὰ παίδων καὶ γυναικῶν.
 [02638]  Καὶ ἐκεῖνοι μὲν οὐκ ἠδυνήθησαν ἐνεγκεῖν, ἅτε σαρκικοὶ ὄντες·
 [03970]  εἰκότως ἄν τις εἴποι, ἅτε ὄντα τελειότερα, ταῦτα ἐκεῖνα καταλύειν, ἅτε ἐπεισελθόντα·
 [04730]  ἢ τελειοτέρας, ἅτε καὶ ἀλήπτου οὔσης, λέγει, καὶ μείζονα κατορθούσης.
 [04950]  Παρὰ μὲν οὖν τὴν ἀρχὴν, ἅτε ὡς Πατὴρ πρὸς υἱοὺς διέθετο·
 [05945]  Καὶ ὁμοῦ τε τὴν διαφορὰν δείκνυσι, καὶ τὴν κόλασιν καὶ τὴν [63.145] κρίσιν αὐτοῖς ἐφίστησιν, ἅτε τοῦ πράγματος ὄντος φανεροῦ.
 [06682]  Τὸ μὲν γὰρ τοῦ Ἀβραὰμ εἰκότως ἐγεγόνει, ἅτε μετὰ ταῦτα μελλούσης τῆς ἐπαγγελίας εἰς ἔργον ἐκβήσεσθαι εἰς τὸ γένος αὐτοῦ·
 [06978]  ἐλαυνόμενος, πολεμούμενος εἶκε καὶ παρεχώρει, ἅτε ἐν ξένῃ ὤν·
 [06979]  οἱ γὰρ ξένοι, ὅσα ἂν πάθωσι, φέρουσιν, ἅτε οὐκ ὄντες ἐν πατρίδι.
 [06980]  Καὶ τῆς γυναικὸς ἀφαιρουμένης, καὶ τοῦτο ἔφερεν, ἅτε ξένος·
 [09167]  Εἰκότως, ἅτε ὡς βασιλέως τινὸς παρόντος.
 [09875]  οὕτω καὶ ψυχὴ τῷ θείῳ ὠχυρωμένη Πνεύματι, πάντως μέν ἐστιν ἀνωτέρα τῶν τρικυμιῶν τῶν βιωτικῶν, τὴν δὲ ἐπὶ τὸν οὐρανὸν φέρουσαν ὁδὸν σφοδρότερον ἐκείνης τέμνει τῆς νεὼς, ἅτε οὐχ ὑπ' ἀνέμου παραπεμπομένη, ἀλλ' ὑπ' αὐτοῦ τοῦ Παρακλήτου πεπληρωμένα ἔχουσα τὰ ἱστία πάντα καὶ καθαρὰ, καὶ πᾶν χαῦνον καὶ διαλελυμένον ἐκβάλλει ἐκ τῆς διανοίας τῆς ἡμετέρας.
000-00-00 Serial Number=0049581766
In epistulam ad Philemonem Ante [Go Back]  
 [00424]  Πῶς γὰρ οὐκ ἄτοπον, εἰ ἡμεῖς μὲν δεσπότας ἐῶμεν τύπτοντας τοὺς οἰκέτας, εἰδότες ὅτι φείδονται αὐτῶν, ἅτε αὐτῶν ὄντων ἐκείνων, ὁ δὲ Θεὸς κολάζων οὐ φείσεται;
000-00-00 Serial Number=0562905729
In epistulam ad Philippenses Ante [Go Back]  
 [00142]  Ἐνταῦθα ἅτε πρὸς ὁμοτίμους ἐπιστέλλων, οὐ τίθησιν αὑτοῦ τὸ τῆς διδασκαλίας ἀξίωμα, ἀλλ' ἕτερον καὶ αὐτὸ μέγα.
 [00218]  Καὶ ἐν τοῖς πολέμοις δὲ οὐχ ὁ ἀριστεὺς μόνος, ἀλλὰ καὶ πάντες οἱ θεραπεύοντες αὐτὸν εἰκότως ἂν μεταποιοῖντο τῶν τροπαίων, καὶ τῆς δόξης μετέχοιεν, ἅτε κοινωνήσαντες αὐτῷ τοῦ ἀγῶνος τῇ θεραπείᾳ.
 [00265]  Εἰ δὲ ὁ Θεὸς ἐπιτελέσει, οὐδὲ πολὺς ἔσται κάματος, ἀλλὰ δεῖ θαῤῥεῖν, ὡς εὐμαρῶς πάντα διανυόντων, ἅτε ὑπ' ἐκείνου βοηθουμένων.
 [00396]  ὁ δὲ ἐπιθέτης, ἅτε τέχνην τὸ πρᾶγμα ἔχων, πολλὴν εὐλάβειαν καὶ δυσφώρατον περιτίθεται.
 [00487]  Καὶ τοῦτο δὲ φιλοῦντος, τὸ τὰ καθ' ἑαυτὸν δηλοῦν αὐτοῖς, ἅτε μεριμνῶσι.
 [00513]  ὥστε μείζονα γενέσθαι τῷ βασιλεῖ τὴν ὀργὴν, ἅτε τοῦ κηρύγματος διασπειρομένου, καὶ εἰς τὴν τοῦ Παύλου κεφαλὴν τὸ πᾶν ἐλθεῖν τοῦ θυμοῦ.
 [00555]  νῦν δὲ τῷ τὸ κήρυγμα αὐτοῦ αὔξειν καὶ ὁμοίως διδάσκειν, καὶ ἴσους αὐτῷ μαθητὰς ποιεῖν, ἴσχυσαν ἐκπολεμῶσαι τὸν βασιλέα, ἅτε πολλοῦ τοῦ πλήθους τῶν μαθητῶν φαινομένου.
 [01237]  Ἐπειδὴ εἰκὸς ἦν θορυβεῖσθαι αὐτοὺς, ἅτε τοῦ Παύλου μυρία πάσχοντος.
 [01911]  ὅταν ἀποστῶμεν αὐτοῦ, μεγάλα φυσᾷ, βρυχᾶται, τρίζει τοὺς ὀδόντας, ἅτε ἐρήμους ἡμᾶς τῆς μεγάλης συμμαχίας λαβών·
 [02542]  Ἂν τοῦτον ἔχῃς διαπαντὸς τὸν λογισμὸν, διαπαντὸς ἐν φόβῳ ἔσῃ καὶ τρόμῳ, ἅτε τοῦ βασιλέως πλησίον ἑστώς.
 [03077]  τὸ γὰρ τῶν γυναικῶν γένος πλείονος δεῖται ἀναπαύσεως, ἅτε ἀσθενὲς ὅν·
 [03084]  Ἐκεῖνοι μὲν οὖν, ἂν μὲν προσηκόντως καὶ δικαίως ταῦτα ἀκούωσιν, ἅτε χρηματιζόμενοι, οὐδὲν παρ' ὑμῶν βλάπτονται·
 [04559]  Τοῦτο δὲ ποιεῖ, ἵνα μήτε εἰς ἀπόνοιαν αἴρωνται οἱ εὖ ποιοῦντες, καὶ προθυμότεροι γίνωνται περὶ τὸ εὖ ποιεῖν, ἅτε ἑαυτοὺς μᾶλλον ὠφελοῦντες, οἵ τε λαμβάνοντες μὴ ἐπιτρέχωσιν ἀδεῶς τῷ λαμβάνειν, ἵνα μὴ κρῖμα ἔχωσι·
 [04865]  μάλιστα μὲν καὶ τὰ παλαιὰ ἐρῶ, πλὴν ἀλλ' ὅμως ἔτι τῇ μνήμῃ φυλαττόμενα, ἅτε καὶ ἐπὶ τῶν χρόνων γενόμενα τῶν ἡμετέρων.
000-00-00 Serial Number=0368820071
In epistulam ad Romanos Ante [Go Back]  
 [00008]  Τὰ γὰρ τῶν φιλουμένων πρὸ τῶν ἄλλων ἁπάντων οἱ φιλοῦντες ἴσασιν, ἅτε δὴ μεριμνῶντες αὐτούς·
 [00021]  οὕτως οἱ πρὸς τὴν ἀκτῖνα τῶν θείων μὴ βλέποντες Γραφῶν, πολλὰ ἀναγκάζονται καὶ συνεχῶς ἁμαρτάνειν, ἅτε δὴ ἐν σκότῳ χαλεπωτάτῳ βα [60.392] δίζοντες.
 [00345]  τοῦτο δὲ, ἅτε παρὰ τοῦ Θεοῦ δοθὲν, τὸ δῶρον τὸ τῆς ἁγιωσύνης καὶ τῆς υἱοθεσίας, οὐδὲ θανάτῳ διακόπτεται, ἀλλὰ καὶ ἐνταῦθα ποιεῖ λαμπροὺς, καὶ πρὸς τὴν μέλλουσαν ἡμῖν συναποδημεῖ ζωήν.
 [01054]  Οὐδὲ γὰρ τοῦτο λέγω μόνον, ὅτι γέγονας γυνὴ, ἀλλ' ὅτι ἀπώλεσας καὶ τὸ εἶναι ἀνὴρ, καὶ οὔτε εἰς ταύτην μετέστης τὴν φύσιν, οὔτε ἣν εἶχες διετήρησας, ἀλλὰ κοινὸς ἑκατέρας ἐγένου προδότης, καὶ παρὰ ἀνδρῶν καὶ γυναικῶν ἄξιος ἐλαύνεσθαι, καὶ καταλεύεσθαι, ἅτε ἑκάτερον ἀδικήσας τὸ γένος.
 [01092]  Οὐδαμοῦ γὰρ ὁ διάβολος ἡμῖν οὕτω διακειμένοις ἐπιθήσεται, ἅτε ἀνόνητα πονῶν·
 [01315]  Ἐνταῦθα γὰρ ἀνύποπτος μάλιστα γίνεται, ἅτε οὐ τὸ ἑαυτοῦ κατασκευάζων.
 [02382]  ἂν δὲ ῥίψῃς ἐπ' αὐτὸν τὴν φροντίδα, ἅτε τιμηθεὶς μεγίστῃ τιμῇ, μεγίστην καὶ αὐτὸς ἀποδώσει τὴν ἀμοιβήν.
 [02467]  ὁ δὲ ἐπὶ τῷ πιστεῦσαι τῷ Θεῷ καλλωπιζόμενος, πολλῷ μείζονα καυχήσεως ἀφορμὴν ἐπιδείκνυται, ἅτε δοξάσας καὶ μεγαλύνας τὸν Κύριον.
 [03708]  ∆ιὸ καὶ μείζονα ἡμῖν προετέθη τὰ σκάμματα, ἅτε μείζονος μετεσχηκόσι τῆς βοηθείας.
 [03826]  Τοὺς μὲν γὰρ ταῖς ὁδοῖς ἐφεδρεύοντας καὶ φυλάσσεσθαι ῥᾴδιον, ἅτε οὐ διὰ παντὸς ἐπιτιθεμένους·
 [05235]  Ὅταν γὰρ δείξῃ μείζονα τὰ ἔπαθλα τῶν πόνων, καὶ προτρέπει μειζόνως, καὶ οὐκ ἀφίησι μέγα φρονεῖν, ἅτε νικωμένους τῇ τῶν στεφάνων ἀντιδόσει.
 [05549]  Καταλύσωμεν τοίνυν τὴν ὠμότητα ταύτην, ἐκβάλωμεν τὴν θηριωδίαν, ἅτε ἑαυτοὺς μᾶλλον ἢ ἑτέρους εὐεργετοῦντες.
 [05919]  ὅπερ οὖν καὶ αὐτὸς συνιδὼν, ἀπὸ τῶν [60.548] προοιμίων αὐτὸ ἐνέφηνεν, ἅτε εἰς μείζονα ἐμβαίνειν μέλλων καὶ ἀπιστεῖσθαι παρὰ τῶν πολλῶν.
 [05949]  Εἰ δὲ θορυβεῖ σε ἅτε ἀσθενέστερα ὄντα τὰ λεγόμενα, τὸ πρᾶγμα λογίζου, μὴ μόνον ὅτι χωρισθῆναι ἐβούλετο, ἀλλὰ καὶ τὴν αἰτίαν, δι' ἣν ἐβούλετο, καὶ τότε ὄψει αὐτοῦ τὴν ὑπερβολὴν τῆς ἀγάπης·
 [07123]  Καὶ γὰρ εἰ βασιλέα ὑβρίσαντες, ἀντὶ τοῦ δοῦναι δίκην ἐτιμήθημεν, εἶτα πάλιν ὑβρίσαμεν, ἅτε ἐσχάτης ἀχαριστίας ἁλόντες, τὴν ἐσχάτην δικαίως ἂν ἐδώκαμεν δίκην, καὶ πολλῷ μείζονα τῆς προτέρας.
 [07749]  ἐκεῖνος δὲ οὐδὲν τούτων καταδέξεται, ἅτε ὑπὸ τοῦ πλούτου φλεγμαίνων.
 [08853]  Εἶτα, ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἐν μὲν ἀρχῇ καὶ προοιμίοις σπουδαιοτέρους εἶναι, ἅτε ἀκμάζοντος αὐτοῖς τοῦ πόθου, τοῦ χρόνου δὲ προελθόντος καταμαρανθῆναι τὴν πᾶσαν σπουδὴν, φησὶν ὅτι τοὐναντίον μὲν οὖν δεῖ ποιεῖν, οὐχὶ ἐκλύεσθαι προϊόντος τοῦ χρόνου, ἀλλὰ μᾶλλον ἀκμάζειν.
 [09999]  Ἀλλὰ τούτων μὲν ἅτε μεθυόντων καὶ τῇ σαρκὶ ζώντων οὐ πολὺς ἡμῖν ὁ λόγος·
 [09999]  καὶ γὰρ καὶ τῶν ἑτέροις κατωρθωμένων πολλὴν καρπώσεται τὴν ἀμοιβὴν ὁ τοιοῦτος, ἅτε καὶ ἐκείνοις πολὺ διὰ τῆς ἀρχῆς συνεισενεγκών.
000-00-00 Serial Number=0100918353
In epistulam ad Titum Ante [Go Back]  
 [00293]  Ὁρᾷς γοῦν αὐτοὺς πάντα διατρέχοντας, καὶ ὥσπερ τινὸς ἔργου τούτου ἐπειλημμένους, καὶ διόλου ἐν ξένῃ διατρίβοντας, ἅτε οὐκ ἔχοντας πόλιν ἐπὶ τῆς γῆς.
000-00-00 Serial Number=0892599583
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00005]  Οἱ μὲν γὰρ τὸν σωματικὸν ἔρωτα ἐρῶντες εἰκότως αἰσχύνονται ὁμολογεῖν, ἅτε καὶ ἑαυτοὺς κατ αισχύνοντες, καὶ τοὺς ἀκούοντας βλάπτοντες·
000-00-00 Serial Number=0241127670
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00410]  Ἐκεῖνος καλῶς θρηνεῖ, ἅτε περὶ τῶν μελλόντων μηδὲν δυνάμενος φιλοσοφεῖν·
000-00-00 Serial Number=0962328076
In principium Actorum Ante [Go Back]  
 [01439]  Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν, καὶ διελέχθη, καὶ περὶ τῶν μελλόντων ἤκουσε, διὰ τοῦτο ὡς ὑπὲρ ζῶντος κινδυνεύων λοιπὸν, οὕτως ἁπάντων κατετόλμησε τῶν δεινῶν, ἅτε δὴ καὶ πλείονα λαβὼν δύναμιν καὶ μεῖζον τὸ θάρσος ὡς ὑπὲρ αὐτοῦ ἀποθανεῖν, καὶ τῷ σταυρῷ κατὰ κεφαλῆς προσομιλῆσαι.
000-00-00 Serial Number=0685872853
In saltationem Herodiadis Ante [Go Back]  
 [00115]  ὧν αἱ ψυχαὶ τοσοῦτον ἦσαν ἄκακοι, ὅσον καὶ τὰ μέλη αὐτῶν τρυφερὰ ἅτε νηπίων ἐτύγχανε;
000-00-00 Serial Number=0291300535
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00080]  Καὶ οὐ τοῦτο μόνον ἦν τὸ δεινὸν, ἀλλ' ὅτι καὶ αὐτῶν τῶν πιστευσάντων πολλοὶ, ἅτε νῦν πρώτως δογμάτων γευσάμενοι ξένων, πολλῆς ἐδέοντο τῆς συγκαταβάσεως, καὶ ἀσθενέστερον ἔτι διέκειντο, καὶ πολλάκις ὑπεσκελίζοντο·
 [00149]  οἱ δὲ τὴν Ῥώμην οἰκοῦντες, ἅτε πολλῆς τότε ἀσεβείας οὔσης ἐκεῖ, πλείονος ἔχρῃζον βοηθείας.
000-00-00 Serial Number=0834331453
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00037]  καὶ ταῦτα εἰδότες οὔτε ἐν τοῖς κατὰ νόμον ἀλλ' ἐν Χριστῷ τὴν ἁπαντὸς τοῦ κόσμου σωτηρίαν ἴσμεν περαιουμένην, οὐδὲ ταῖς ἀθέοις αἱρέσεσιν ἀπονέμομέν τι πρὸς τὴν ἐλπίδα ἀλλὰ παντελῶς ἔξω τῆς ἐλπίδος τίθεμεν αὐτάς, ἅτε δὴ μηδὲ τὴν βραχυτάτην ἐχούσας Χριστοῦ μετουσίαν ἀλλὰ κενῶς ἐπιφημιζούσας ἑαυταῖς τὸ σωτήριον ὄνομα πρὸς ἀπάτην καὶ βλάβην τῶν ὀνόματι καὶ σχήματι [15] μᾶλλον ἢ ἀληθείᾳ προσέχειν δυναμένων.
 [00045]  φύσει γὰρ καὶ ἀληθείᾳ Χριστὸς ἡγεμὼν καὶ βασιλεύς, ἅτε ὢν ἐπουράνιος ἄνθρωπος, καὶ συνταχθεὶς μὲν ἡμῖν ὡς ἀδελφὸς κατὰ τὴν φύσιν τὴν σαρκικήν, ἐφεστὼς δὲ ὡς δεσπότης κατὰ τὴν θεότητα τὴν [18] πνευματικήν.
000-00-00 Serial Number=0064796805
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00419]  ∆ιὰ τοῦτο τοῖς πολλοῖς ἔθος τὸν καιρὸν ἐκεῖνον εἰς εὐχὴν ἀναλί σκειν, ἅτε καὶ σχολαζούσης τῆς ψυχῆς, καὶ μεγάλης οὔσης τῆς βλάβης ἐὰν ῥᾳθυμήσωμεν.
 [00845]  Καὶ γὰρ πολλὰ ἔτη παρεληλύθει, καὶ ταχέως τὴν μνήμην ἀπέβαλεν, ἅτε ἐν τοσαύταις φροντίσιν ὢν, καὶ τοσαύτῃ συζῶν τροφῇ (l.
 [00958]  Οὐχὶ, ἀλλ' ἐν μὲν τῷ ὀνείρῳ, ἅτε μὴ βουλόμενος ἐμφῆναι τὸ σαφὲς, εἶπεν, [56.218] Ἵνα γνῶσιν οἱ ζῶντες·
000-00-00 Serial Number=0982226431
Prooemia in Psalmos Ante [Go Back]  
 [00186]  Ὅταν γὰρ ἐν τοῖς ψαλμοῖς μάθῃς, τότε καὶ ὕμνους εἴσῃ, ἅτε θειότερον πρᾶγμα.
000-00-00 Serial Number=0840960503
Quales ducendae sint uxores Ante [Go Back]  
 [00457]  ∆ιὰ τοῦτο αὐταῖς καὶ τοῦ σώματος ἡ ὥρα σφόδρα ἦν εὐανθὴς καὶ γνησία, ἅτε φυσική τις [51.240] οὖσα, ἀλλ' οὐ χειροποίητος, οὔτε ἐπιτετηδευμένη.
000-00-00 Serial Number=0119189441
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00077]  Ἴσμεν γὰρ καὶ ἡμεῖς συγγινώσκειν, ἅτε καὶ αὐτοὶ ἑτέροις ἁμαρτήμασιν ὄντες ὑπεύθυνοι.
 [00152]  Ἐπεὶ οὖν καὶ ἡνίκα τὸν αὐχμὸν ἐπήγαγε, παρέμενεν ἐπιτείνων τὴν κόλασιν, καὶ μετὰ ταῦτα περὶ ἑαυτοῦ μεγάλα ἐφαντάζετο, ἅτε δὴ μόνος ὢν ἐπὶ τῆς γῆς τοιοῦτος·
000-00-00 Serial Number=0658709168
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00060]  καὶ γὰρ πλείονος μετὰ ταῦτα ἀπέλαυσε παρρησίας, ἅτε καὶ σφοδρότερον ἀγωνισάμενος ἀγῶνα.
000-00-00 Serial Number=0105030358
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00040]  οὐχὶ τοὺς πίνοντας μὲν καὶ ἐλεοῦμεν ἅτε ἠδικημένους, ἐκείνους δὲ πάσαις καταδικάζομεν ψήφοις;
 [00322]  Τότε σε καὶ γυναῖκες ἐκπλαγήσονται, καὶ ἄνδρες θαυμάσονται πάντες ὁμοῦ ἅτε παρθένον οὖσαν, καὶ τῷ νυμφίῳ προσεδρεύουσαν ἀπερισπάστως·
 [00379]  ∆ιὰ δὴ τοῦτο πάντες μὲν ἀποστήσονται καὶ ἑκόντες καὶ ἄκοντες, πάντες δὲ ἐκπλαγήσονται, ἅτε χρυσίον πεπυρωμένον καὶ ἀποστίλβον ὁρῶντες.
 [00420]  καὶ γὰρ ἀκαλύπτῳ τῇ κεφαλῇ, καὶ μονοχίτωνες, καὶ γυμναῖς ταῖς χερσὶν, ἅτε τεθορυβημέναι καὶ ἐν νυκτὶ διανιστάμεναι, διατρέχουσι παρόντος ἐκείνου, μᾶλλον δὲ μέσον στρεφομένου καὶ συνδιαθέοντος, ἅπαντα ἀναγκάζονται πληροῦν·
 [00448]  ἐντεῦθεν εὐκαταφρόνητοι πᾶσίν εἰσιν, ἐντεῦθεν καὶ αὐταὶ αἱ γεγαμημέναι αὐτὰς οὐκ ἐπαισχύνονται, ἅτε ἄμεινον αὐτῶν πράττουσαι πανταχοῦ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»