Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐργάσεται [81]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐργάσεται
Cooperatorum Veritatis Societas
Ad Demetrium de compunctione i
Ante [Go Back]
000-00-00 Serial Number=0492404878
[00053]
διόπερ ἐκεῖνο παρεὶς, τοῦτο τέθεικεν ὁ Χριστὸς, ἵνα μάθῃς ὅτι, εἰ τὸ φορητότερον λεχθὲν τὴν γέενναν ἐπισπᾶται κατ' αὐτοῦ τοῦ λέγοντος, πολλῷ μᾶλλον τὰ βαρύτερα καὶ ἀφορητότερα τοῦτο ἐργάσεται.
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0332764030
[00768]
Καὶ γὰρ καὶ τοῦτο πλείονα ἡμᾶς ἐκείνων ἐργάσεται δεινὰ, καὶ χρὴ πρὸς αὐτὸ γενναίως ἐνίστασθαι μὴ μέλλοντας ἀπόλλυσθαι παντελῶς.
[01831]
Εἰ δὲ τοὺς ἐν χρείᾳ καθεστῶτας οἶδεν ἀπολλύναι προσπεσοῦσα μεθ' ὑπερβολῆς, τί ποτε ἐργάσεται τοὺς οὐδὲ ὅλως δεομένους αὐτῆς, ὅταν αὐτὴν πολλὴν ἐπισπάσωνται;
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0451762259
[00871]
Φιλοσοφῶμεν τοίνυν ἐν ἅπασιν, ἀγαπητοὶ, καὶ οὐδὲν ἡμᾶς πενία παραβλάψαι δυνήσεται, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα, καὶ λαμπροτέρους ἐργάσεται, καὶ πάντων τῶν πλουτούντων εὐπορωτέρους.
[01842]
στρατιώτης δὲ θάνατον δεδοικὼς, οὐδὲν οὐδέποτ' ἐργάσεται γενναῖον·
[02224]
Ταύτην τοίνυν τὴν ὕλην συναγάγωμεν, καὶ τὰ παρόντα φέρωμεν γενναίως, εἰδότες ὅτι καὶ ἐκείνης ἡμᾶς τῆς κολάσεως ἡ παροῦσα ἀπαλλάξει θλῖψις, ἐὰν εἰδῶμεν φιλοσοφεῖν, καὶ ἐνταῦθα βελτίους ἐργάσεται, οὐχ ἡμᾶς δὲ μόνον, ἀλλὰ καὶ τοὺς ἐμβαλόντας ἡμᾶς πολλάκις, ἐὰν νήφωμεν·
[04191]
καὶ καθάπερ τὸ ὄνομα τῶν Χριστιανῶν ὥσπερ ἔκ τινος πηγῆς ἐντεῦθεν ἀρξάμενον πᾶσαν τὴν οἰκουμένην ἐπέκλυσεν, οὕτω δὴ καὶ τὸ κατόρθωμα τοῦτο τὴν ῥίζαν καὶ τὴν ἀφορμὴν ἐντεῦθεν λαβὸν, [49.154] πάντας τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους μαθητὰς ὑμετέρους ἐργάσεται, ὥστε διπλοῦν ὑμῖν καὶ τριπλοῦν γενέσθαι τὸν μισθὸν, καὶ ὑπὲρ τῶν οἰκείων κατορθωμάτων, καὶ ὑπὲρ τῆς τῶν ἄλλων διδασκαλίας.
[04876]
Εἰ γὰρ ἡ πρὸς ἀνθρώπους παῤῥησία τοσοῦτον ἴσχυσε κωλῦσαι δεινὸν, ἡ πρὸς τὸν Θεὸν αὐτῶν παῤῥησία τί οὐκ ἐργάσεται;
[05842]
Καθάπερ γὰρ τὰ ἰωθέντα τῶν σκευῶν ὁ μὲν ὕδατι μόνον ἀποτρίβων, κἂν πολὺν ἀναλώσῃ χρόνον, πάσης οὐκ ἀπαλλάξει τῆς κακίας ἐκείνης, ὁ δὲ εἰς χωνευτήριον ἐμβαλὼν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ φαιδρότερα τῶν νεοτεύκτων εὐθέως ἐργάσεται·
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0612040520
[01616]
Εἰπὼν δὲ δι' ἑτέρων πλειόνων ὁ ∆ανιὴλ, ὅσα κακὰ ἐργάσεται τὴν Αἴγυπτον καὶ τὴν Παλαιστίνην, πῶς ἐπανήξει, καὶ τίνος καλοῦντος, καὶ ποίας αἰτίας καταναγκαζούσης, λέγει λοιπὸν, καὶ τὴν τῶν καιρῶν μεταβολὴν, καὶ ὅτι διελθόντες οἱ Ἰουδαῖοι διὰ τούτων ἁπάντων, τεύξονταί τινος ἀντιλήψεως, ἀγγέλου πεμφθέντος εἰς τὴν αὐτῶν βοήθειαν.
[02511]
Εἰ γὰρ ἡ Ταβιθὰ ἐκείνη, χήρας ἐνδύσασα καὶ πενίαν διορθώσασα, ἀπὸ θανάτου πάλιν εἰς ζωὴν ἐπανῆλθε, καὶ τὰ δάκρυα τῶν εὐεργετηθέντων ψυχὴν ἀπελθοῦσαν ἐπανήγαγεν εἰς σῶμα πάλιν, οὔπω τῆς ἀναστάσεως φανείσης, τί οὐκ ἐργάσεται τῶν ἀνθρώπων ἐκείνων τὰ δάκρυα, ὅσοι ἂν ὑπὸ σοῦ διασωθῶσιν;
[02667]
Ἂν γὰρ ἐπιστάξῃς αὐτῷ καθάπερ ἔλαιον τοῦ λόγου τὴν διδασκαλίαν, ἂν καταδήσῃς τῇ προσηνείᾳ, ἂν θεραπεύσῃς τῇ καρτερίᾳ, θησαυροῦ παντὸς [48.933] εὐπορώτερόν σε οὗτος ἐργάσεται.
Adversus oppugnatores vitae monasticae
Ante [Go Back]
000-00-00 Serial Number=0266886890
[00123]
Εἰ δὲ Ἕλληνες ἄνθρωποι, καὶ μηδὲν ὅλως ὑγιὲς ἐννοοῦντες, τοῦτο ἠδυνήθησαν συνιδεῖν, καὶ πολλῇ τετιμήκασι τῇ τιμῇ τοὺς ἀποθανόντας μόνον ὑπὲρ αὐτῶν, μηδὲν δὲ ἐργασαμένους πλέον, πόσῳ μᾶλλον ὁ Χριστὸς τοῦτο ἐργάσεται, ὁ πανταχοῦ τοὺς δι' αὐτὸν κινδυνεύοντας ἐκ πολλοῦ τοῦ περιόντος ταῖς τῶν δωρεῶν νικῶν ἀντιδόσεσι;
[00773]
Ἂν μὲν γὰρ εὕρῃ τοὺς ταύτην νοσοῦντας τὴν νόσον, ἐργάσεται τὸ αὐτῆς·
Contra eos qui subintroductas habent virgines
Ante [Go Back]
000-00-00 Serial Number=0832804322
[00150]
Εἰ δὲ ἔνθα σκληρότης καὶ ἀντιτυπία, ἡ διάπλασις μόνη τοσοῦτον ἴσχυσεν, ὅταν μετὰ τῆς διαπλάσεως καὶ σῶμα ἁπαλὸν ὑποκείμενον ᾖ, τίνα οὐκ ἐργάσεται μανίαν;
[00369]
κἂν ποιῇ τι, μετὰ πολλῆς τοῦτο ἐργάσεται δουλοπρεπείας, πόρρω τῆς Χριστιανοῖς πρεπούσης ἐλευθερίας ἑαυτὸν ἀποικίσας καὶ πρὸς οὐδὲν τῶν μεγάλων κατορθωμάτων γινόμενος χρήσιμος.
De Babyla contra Julianum et gentiles
Ante [Go Back]
000-00-00 Serial Number=0731182396
[00412]
Καὶ χειροτέχνης δὲ ἕκαστος ἀνεμποδίστως τὰ τῆς οἰκείας ἐπιστήμης πάντα ἐργάσεται καὶ παρέξει τοῖς δεομένοις αὐτοῦ οὐ πλησίον νεκρῶν καθήμενος μόνον ἀλλὰ κἂν αὐτὰ τὰ μνήματα τῶν κατοιχομένων οἰκοδομῆσαι δέῃ, καὶ ὁ ζωγράφος καὶ ὁ λιθοξόος καὶ ὁ τέκτων καὶ ὁ χαλκοτύπος καὶ πάντες τὰ αὐτῶν συνεισφέρουσι.
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0685157061
[00794]
Εἰ γὰρ μέλλοιμεν τὴν ἀξίαν ἐπιζητεῖν ἐπὶ τῶν συνδούλων τῶν ἡμετέρων, καὶ ἀκριβολογεῖσθαι, τοῦτο καὶ ὁ Θεὸς ἐφ' ἡμῶν ἐργάσεται·
De inani gloria et de educandis liberis
Ante [Go Back]
000-00-00 Serial Number=0563406408
[00570]
τοῦτο καὶ εὔρωστον αὐτὸν καὶ ἄτυφον καὶ προσηνῆ ἐργάσεται.
De incomprehensibili dei natura
Ante [Go Back]
000-00-00 Serial Number=0645638347
[00847]
Ἡ γὰρ ἐν τούτοις διατριβὴ καὶ ὑμᾶς εἰδέναι ποιήσει πλείονα καὶ ἡμῖν λαμπρότερα ἐργάσεται τὰ νικητήρια, εἰ καί τι λείψανον ὑπολέλειπται ἐκκαθαίρουσα·
[01075]
τούτων γὰρ ἡ φύσις οὐ μόνον ἡμᾶς οὐ παραβλάψει, ἀλλὰ καὶ τὰ μέγιστα ὠφελῆσαι δυνήσεται, ἂν μετ' εὐχαριστίας αὐτὰ φέρωμεν, καὶ πλείονας ἡμῖν ἐργάσεται τοὺς μισθούς.
De negatione Petri
Ante [Go Back]
000-00-00 Serial Number=0435502589
[00212]
Εἰ γάρ τις μὴ παύσαιτο τῆς ἁρπαγῆς, οὐδὲ ἐλεημοσύνην ἐργάσεται·
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0393729687
[01114]
Εἰ δὲ καὶ προσδοκωμένη μόνον τοσαύτην ἡμῖν ἐνεποίησε σπουδὴν, φανεῖσα καὶ παραγενομένη πόσην ἐν ἡμῖν ἐργάσεται τὴν εὐλάβειαν;
De sanctis martyribus [1]
Ante [Go Back]
000-00-00 Serial Number=0223088920
[00158]
Εἰ γὰρ ἐπειδὴ ἐλυπήθη, καὶ στυγνὸς ἐπορεύθη, κατήλλαξε τὸν Θεὸν, ὁ καὶ δάκρυα προσθεὶς, καὶ μετὰ πολλῆς αὐτὸν ἐκτενείας καλῶν, τὶ οὐκ ἐργάσεται;
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0560389638
[00627]
Ὅπου γὰρ νῦν μετὰ τὴν τοσαύτην ἀσφάλειαν πειρᾶται ἐμποδίζειν ἡμῖν κατὰ τὸν τῆς προσευχῆς καιρὸν ὁ διάβολος, ἂν διακεχυμένην λάβῃ ψυχὴν καὶ ὑπὸ τῆς πρὸς τὴν γυναῖκα συμπαθείας μεμαλαγμένην, τί οὖν ἐργάσεται τῇδε κἀκεῖσε τοὺς τῆς διανοίας ἀναρριπίζων ὀφθαλμούς;
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0259852231
[00774]
Ὡσπεροῦν ὁ νωθρὸς τὴν ψυχὴν καὶ ὀλίγωρος, κἂν πολὺν λάβῃ πρὸς μετάνοιαν χρόνον, οὐδὲν μέγα ἐργάσεται, οὐδὲ καταλλάξει τὸν Θεὸν ἑαυτῷ διὰ τὴν ῥᾳθυμίαν·
[00964]
Εἰ δὲ προσδοκωμένη μόνον τοσαύτην ὑμῖν ἐνεποίησε τὴν σπουδὴν, φανεῖσα καὶ [63.597] παραγενομένη πόσην ὑμῖν ἐργάσεται τὴν εὐλάβειαν;
[01287]
τί οὐκ ἂν ἐργάσεται τῶν ἀνθρώπων τὰ δάκρυα, ὅσοι ὑπὸ σοῦ διασωθῶσιν;
[02487]
Εἰ τοίνυν καὶ βούλεται μᾶλλον καὶ δύναται, εὔδηλον ὅτι μᾶλλον καὶ πλείονα ἐργάσεται.
[03834]
Καὶ γὰρ στρατιώτης θάνατον δεδοικὼς οὐδὲν οὐδέποτε γενναῖον ἐργάσεται.
[05342]
ν ἀξίαν ἐπιζητεῖν ἐπὶ τῶν συνδούλων τῶν ἡμετέρων καὶ ἀκριβολογεῖσθαι, τοῦτο καὶ ὁ Θεὸς ἐφ' ἡμῶν ἐργάσεται·
[05505]
Εἰ δὲ εἰς τοσοῦτον πορνεία ἴσχυσε, τί οὐκ ἐργάσεται τὰ ἡμέτερα;
[05983]
∆ιόπερ ἐκεῖνα παρεὶς, τοῦτο ἔθηκεν ὁ Χριστὸς, ἵνα μάθῃς, ὅτι εἰ τὸ [63.749] φορητότερον λεχθὲν τὴν γέενναν ἐπισπᾶται κατὰ τοῦ λέγοντος, πολλῷ μᾶλλον τὰ βαρύτατα καὶ ἀφορητότερα τοῦτο ἐργάσεται.
[09484]
Εἰ γὰρ δι' ὄνου φωνὴν ἀφεθῆναι ἐποίησε, καὶ διὰ μάντεως εὐλογίας πνευματικὰς ἐχαρίσατο, καὶ ἐν ἀλόγῳ στόματι καὶ ἐν ἀκαθάρτῳ γλώττῃ τοῦ Βαλαὰμ ἐνεργήσας διὰ τοὺς προσκεκρουκότας Ἰουδαίους, πολλῷ μᾶλλον δι' ὑμᾶς τοὺς εὐγνώμονας, καὶ εἰ σφόδρα φαῦλοί εἰσιν οἱ ἱερεῖς, τὰ αὐτοῦ πάντα ἐργάσεται, καὶ πέμψει τὸ Πνεῦμα τὸ ἅγιον.
[09999]
Εἰ γὰρ ἕκαστον αὐτῶν εἰς γέενναν ἐμβάλλει, πάντα ὁμοῦ συνελθόντα τί οὐκ ἐργάσεται;
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0464870214
[00023]
οὕτω καὶ ὁ Θεὸς ἐπειδὴ δικαιοσύνης ἐστὶν ἐραστὴς, ὃς ἂν μετὰ ταύτης ἔλθῃ πρὸς αὐτὸν, οὐκ ἀπελεύσεται κενὸς, ὥσπερ οὖν ὁ ταύτης χωρὶς, καὶ τοῖς ἐναντίοις ἐμφυρόμενος, κἂν μυρία παρακαλῇ, πλέον οὐδὲν ἐργάσεται, τὸ πείθειν οὐκ ἔχων μεθ' ἑαυτοῦ.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0627098978
[01441]
Καθάπερ γὰρ πύρινος ἄνθρωπος εἰς μέσην καλάμην ἐμπεσὼν, οὐδὲν ἂν πάθοι δεινὸν, ἀλλὰ μᾶλλον ἐργάσεται·
[04785]
οὔτε πένητά μέ τις ἐργάσεται, ἐὰν μὴ ἐγὼ ἐμαυτόν.
[05828]
οἷον ἂν μάχαιραν λαβών τις, ἔνθα αὐτῇ χρῆσθαι δεῖ, μὴ χρῷτο, ἀλλὰ τῇ χειρὶ τοῦτο ποιοῖ, οὐδὲν πλέον ἐργάσεται·
[06791]
οὐδὲν ἐργάσεται ὑμᾶς δεινὸν, ἀλλὰ καὶ πείσεται πολλά.
[07254]
πῶς οὐχὶ καὶ δι' ἡμᾶς τὸ αὐτὸ τοῦτο ἐργάσεται;
In Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0746064544
[01422]
Ἐν βουλῇ, ὅτι συνετῶς, φησί, πάντα ἐργάσεται καὶ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0759712279
[00110]
ὃς οὐκ ἀφήσει βαπτισθῆναι τὸ σκάφος ἡμῖν, ἀλλὰ κἂν μυρίοι πνεύσωσιν ἄνεμοι, καὶ τοῖς ἀνέμοις ἐπιτιμήσει, καὶ τῇ θαλάττῃ, καὶ ἀντὶ σάλου πολλὴν ἐργάσεται τὴν γαλήνην.
In Kalendas
Ante [Go Back]
000-00-00 Serial Number=0044635773
[00051]
οὔτε ἐν τῇ ἀγαθῇ πάλιν τοῦτο ἐργάσεται, ὡς οὐδὲν ἐκ τῆς οἰκείας παραβλαπτόμενος ῥᾳθυμίας, διὰ τὴν τῆς πάλιν ἡμέρας εὐκληρίαν·
In catenas sancti Petri
Ante [Go Back]
000-00-00 Serial Number=0899765193
[00118]
«Ὡς ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ἐργάσεται;
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0142177224
[03965]
οὐδὲν τοσοῦτον ἐργάσεται·
[04110]
Εἰ τοίνυν καὶ βούλεται μᾶλλον καὶ δύναται, εὔδηλον ὅτι μᾶλλον καὶ πλείονα ἐργάσεται.
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0179040253
[00542]
μυρία γὰρ ἐργάσεται καὶ παρασκευάσει ἑτέρους ἐργάσασθαι δεινά.
[00552]
καὶ γὰρ ἔργα μεγάλα ἐργάσεται, καὶ σημεῖα ἐπιδείξεται θαυμαστά.
[00596]
οὐ φροντίζει πῶς ἀκούσει τῶν λογίων τοῦ Θεοῦ, ἀλλὰ πῶς ἐπιδείξεται, πῶς μετὰ κόμπου καθίσει, πῶς μετὰ δόξης πολλῆς, πῶς πάσας τὰς ἄλλας ὑπερβαλεῖται τῇ τῶν ἱματίων πολυτελείᾳ, καὶ σχήματι καὶ βλέμματι καὶ βαδίσματι σεμνοτέραν ἑαυτὴν ἐργάσεται, καὶ πᾶσα ἡ φροντὶς καὶ ἡ μέριμνα αὐτῇ, ἆρα εἶδεν ἡ δεῖνα;
[00765]
Τί γὰρ οὐκ ἐργάσεται τότε;
[00829]
ὡς ἐὰν παρασαλευθῇ ἡ διάνοια, οὐδὲν λοιπὸν ἐργάσεται τῶν ἀγαθῶν καὶ γενναίων πράξεων, ἀλλ' ὡς ἄν τις τὰς χεῖρας ἐκλυθῇ, οὕτω καὶ ψυχὴ παρασαλεύεται, ὅταν μὴ πεπιστευκυῖα ᾖ, ὅτι ἐπί τι χρηστὸν ἀπαντᾷ τέλος.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0213653803
[02933]
Καὶ ὁ γεωργὸς τὰ σπέρματα ἂν οἴκοι κατορύξας φυλάττοι, λιμὸν ἐργάσεται χαλεπόν·
[03453]
κἂν διαβάλῃ καὶ κατηγορήσῃ, πάλιν ἀπὸ τῆς αὐτῆς τοῦτο ἐργάσεται γνώμης.
[09518]
Μᾶλλον δὲ, ὅταν ἀπειλὴν τοῦτο νομίζῃς, οὐ δεήσεται λοιπὸν οὐδὲ πλῆξαι, ἀλλ' ἀφεὶς ἔχειν τὸν πλοῦτον, τῇ προσδοκίᾳ τῆς ἀφαιρέσεως κηροῦ παντὸς μαλακώτερόν σε ἐργά-σεται.
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0361705244
[02248]
Εἰ δὲ πορνεία τοσοῦτον ἴσχυσεν, εἰ δὲ γογγυσμὸς, τί οὐκ ἐργάσεται τὰ ἡμέτερα;
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0099374652
[04233]
τὸν ἄρχοντα ἑαυτοῦ καὶ κρατοῦντα οὐδεὶς ἰδιώτην, οὐδὲ ἀρχόμενον ἐργάσεται.
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0528395236
[04243]
Ἂν θέλῃς, καὶ νῦν θαύματα ἐργάσεται, καθάπερ καὶ τότε·
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0752747059
[00772]
Εἰ τὸν ἱμάτια ῥυπαρὰ ἐνδεδυμένον ἀπήγαγε καὶ ἐξέβαλε, τὸν τῷ σώματι ῥύπον προστιθέντα τί οὐκ ἐργάσεται;
[01768]
αὐτὸς δὲ καὶ χωρὶς τῆς ἐμῆς εὐχῆς, μείζονα ἐργάσεται τῶν ἡμετέρων αἰτήσεων, οὐχ ἁπλῶς μείζονα, ἢ ἐκπερισσοῦ, ἀλλ' Ὑπερεκπερισσοῦ, τὸ μέγεθος ἐμφαίνων τῆς δωρεᾶς.
[02739]
καὶ τοὐναντίον, ὁ μὴ εἰδὼς φιλεῖν, καὶ πονηρὰ ἐργάσεται·
[03667]
Ὃς ἐὰν οὖν ἔχῃ πρᾶγμα παλαιὸν, οὐδὲν ἐργάσεται·
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0232950866
[08141]
τί ἡμᾶς οὐκ ἐργάσεται;
In epistulam ad Philemonem
Ante [Go Back]
000-00-00 Serial Number=0270061612
[00650]
Οὐχ ὑπερηδόμενος, μὴ γένοιτο, ἀλλὰ δεδοικὼς μὴ τὰ αὐτὰ πάθῃ, καθαρώτερον τὸν ἑαυτοῦ βίον ἐργάσεται.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0913062871
[02559]
Ἂν τοῦτο ᾖ, ὁ Θεὸς πάντα ἐργάσεται·
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0158558607
[02834]
Εἰ γὰρ ὑπὲρ τῶν μελλόντων ἐπιτρέχει (οὔπω γὰρ τῷ Παύλῳ τοιούτῳ γεγενημένῳ τὸ ἐγκώμιον ὕφανεν), ὅταν ἀπηρτισμένον ἴδῃ, τί οὐκ ἐργάσεται;
[03728]
Εἰ γὰρ πρὸ τοῦ βαπτίσματος θάνατον εἰργάσατο σωματικὸν, καὶ τοσαύτης ἐδεήθη τῆς θεραπείας τὸ ἕλκος, ὥστε τὸν ∆εσπότην ἁπάντων εἰς θάνατον κατελθεῖν, καὶ οὕτω λῦσαι τὸ κακὸν, μετὰ τὴν τοσαύτην δωρεὰν, καὶ ἐλευθερίαν, λαμβάνουσά σε ἑκόντα αὕτη πάλιν ὑποκατακλινόμενον, τί οὐκ ἐργάσεται;
[05663]
πολλῷ μᾶλλον ὁ Θεὸς ἐπὶ τῶν ἀγαπώντων αὐτὸν, καὶ ταῦτα καὶ τὰ πολλῷ μείζονα ἐργάσεται.
[08177]
ἐὰν μένῃ τοῦτο παρὰ σοὶ, καὶ πρὸς ἐκεῖνά σε σπουδαῖον ἐργάσεται, καὶ πάντα εὔκολα ἀπὸ τοῦ πνεύματος καὶ τῆς ἀγάπης ἔσται, ἑκατέρωθέν σου πεπυρωμένου.
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0586072862
[01062]
Ὁ τοὺς ἐχθροὺς σώσας, τί οὐκ ἐργάσεται τότε [οὐκ] εὐδοκιμοῦντας λαβών;
[01139]
Εἰ γὰρ οὕτως ἀπεγνωσμένους, ὡς ἄνωθεν γεννηθῆναι, ὡς χάριτι σωθῆναι, ὡς μηδὲν ἔχειν ἀγαθὸν, ἔσωσε, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι τοῦτο ἐργάσεται.
[01324]
οὕτω γὰρ μάλιστα καὶ μετὰ πολλῆς τῆς σπουδῆς τοῦτο ἐργάσεται.
In illud Habentes eundem spiritum
Ante [Go Back]
000-00-00 Serial Number=0749025702
[00029]
εἰ δὲ ἐκεῖ ἡ δαπάνη ἡδονὴν ἐργάζεται, πολλῷ μᾶλλον ἐνταῦθα πρόσοδος τοῦτο ἐργάσεται·
[00804]
Εἰ γάρ τις μὴ παύσαιτο τῆς ἁρπαγῆς, οὐδὲ ἐλεημοσύνην ἐργάσεται·
In illud Utinam sustineretis modicum
Ante [Go Back]
000-00-00 Serial Number=0111180365
[00023]
Ἂν γὰρ οὗτος εἰς τὴν ψυχὴν τὴν ἡμετέραν ὁ ἔρως εἰσέλθῃ καὶ φλόγα ἀνάψῃ λαμπρὰν, κἂν ἀκανθῶδες, κἂν λιθῶδές τι καὶ σκληρὸν καὶ ἀναίσθητον ἐν τοῖς λογισμοῖς εὕρῃ τοῖς ὑμετέροις, τὸ μὲν ἀναλώσας, τὸ δὲ μαλάξας, βαθεῖάν τινα καὶ λιπαρὰν ἄρουραν τὴν ἡμετέραν ἐργάσεται ψυχὴν, καὶ πρὸς τὴν τῶν θείων σπερμάτων καταβολὴν ἐπιτηδείαν.
In illud Vidua eligatur
Ante [Go Back]
000-00-00 Serial Number=0909176826
[00332]
∆ι' αὐτὸ μὲν οὖν τοῦτο εὐκολώτερον τοῦτο ἐργάσεται, κοινωνοὺς ἔχουσα τῆς θεραπείας τοὺς υἱοὺς, συναντιλαμβανομένους καὶ συνεφαπτομένους αὐτῇ τῆς καλῆς ταύτης πραγματείας.
In sanctum Julianum martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0549306095
[00021]
εἰ ὑπὲρ τῶν μισούντων αὐτὸν ἐσταυ ρώθη, καὶ τὸ αἷμα ἐξέχεεν, ὑπὲρ τῶν τὸ αἷμα ἐκ χεάντων διὰ τὴν εἰς αὐτὸν ὁμολογίαν, τί οὐκ ἐργάσεται;
In sanctum pascha [1]
Ante [Go Back]
000-00-00 Serial Number=0464062333
[00091]
Ὁ γὰρ τῆς τοῦ θανάτου τυραννίδος περιγενόμενος, καὶ πᾶσαν αὐτοῦ τὴν ἰσχὺν ἀφελόμε νος, τί λοιπὸν οὐκ ἐργάσεται περὶ τὸ ὁμογενὲς, καὶ οὗ τὴν μορφὴν ἀναλαβεῖν διὰ πολλὴν φιλανθρωπίαν κατηξίωσε, καὶ διὰ ταύτης τὴν πρὸς τὸν διάβολον πάλην ποιήσασθαι;
Non esse desperandum
Ante [Go Back]
000-00-00 Serial Number=0401861489
[00223]
Εἰ καὶ ἡ φιλία μὴ ἐργάσεται, φησὶ, τοῦτο, ἀλλὰ ἡ προσεδρεία ἐργάσεται, ὅσον ἡ φιλία οὐκ ἴσχυσε.
Quod regulares feminae viris cohabitare non debeant
Ante [Go Back]
[00251]
Εἰ δὲ ἡμεῖς τοσαύτῃ καὶ περὶ τοὺς οἰκέτας καὶ περὶ τοὺς παῖδας προνοίᾳ κεχρήμεθα, καὶ υἱὸν πολλάκις τοιαῦτα πλημμελοῦντα μαστιγοῦμεν, πολλῷ μᾶλλον ὁ ἀγαθὸς Θεὸς καὶ χρηστὸς καὶ ἐπιεικὴς τοῦτο ἐργάσεται.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»