Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἥμερος [51]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἥμερος


000-00-00 Serial Number=0520198345
Ad populum Antiochenum Ante [Go Back]  
 [00496]  ∆ῆμος εὔτακτος οὕτω καὶ ἥμερος, καὶ καθάπερ ἵππος χειροήθης καὶ τιθασσὸς, ἀεὶ ταῖς τῶν ἀρχόντων εἴκων χερσὶν, ἐξαίφνης τοσοῦτον ἡμῖν ἀπεσκίρτησε νῦν, ὡς τοσαῦτα ἐργάσασθαι κακὰ, ἃ μηδὲ εἰπεῖν θέμις.
 [01180]  Ὥσπερ γὰρ ὁ φιλάνθρωπος, καὶ ἥμερος, καὶ συγγνωμονικὸς ὑποτέμνεται τὸν πλείονα τῶν ἁμαρτημάτων ὄγκον·
 [01930]  ἀλλὰ καὶ τὸ ζῶον, καὶ τὸ στοιχεῖον σώαν τῷ Θεῷ τὴν παρακαταθήκην ἀπέδωκε, καὶ διὰ πάντων ἐμάνθανε φιλάνθρωπος καὶ ἥμερος εἶναι ὁ προφήτης, καὶ μήτε ναυτῶν ἀνοήτων, μήτε κυμάτων ἀγρίων, μήτε θηρίων ὠμότερος εἶναι.
 [06124]  Ποῖος πατὴρ ἥμερος τοσαύτην ἂν ὑπὲρ τῶν ὑβρικότων ἐποιήσατο σπουδήν;
000-00-00 Serial Number=0660089195
Adversus Judaeos Ante [Go Back]  
 [02564]  Ἀλλ' οὐ ποιεῖ τοῦτο, φιλάνθρωπος ὢν καὶ ἥμερος, καὶ τῆς σωτηρίας μάλιστα ἐφιέμενος τῆς ἡμετέρας, ἀλλὰ καὶ μετὰ τὰ ἁμαρτήματα πολλὴν ἐπιδείκνυται πρόνοιαν·
 [02649]  Ἀλλ' ἐκεῖνος οὐδὲν τούτων ἔδεισεν ὁ ἥμερος καὶ φιλάνθρωπος, ἀλλὰ ταῦτα πάντα ὑπεριδὼν ἐπέθηκεν ἐπὶ τὸν ὄνον, καὶ εἰς πανδοχεῖον ἤγαγεν·
 [02651]  Εἰ δὲ ὁ Σαμαρείτης οὕτω φιλάνθρωπος καὶ ἥμερος γέγονε περὶ ἄνθρωπον ἄγνωστον, τίνα ἂν ἔχοιμεν συγγνώμην ἡμεῖς, τῶν ἀδελφῶν τῶν οἰκείων ἀμελοῦντες ἐπὶ μείζοσι κακοῖς;
000-00-00 Serial Number=0800170064
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00645]  Ὁ γὰρ πρὸς ἑτέρους οὕτως ἥμερος ὢν καὶ πρᾶος, ὡς μηδενὶ λαβὴν παρασχεῖν, πολλῷ μᾶλλον ἐν πολλῇ τὸν πατέρα ἕξει τιμῇ, καὶ θεραπεύσει πολλῷ πλέον, ἢ εἰ δυναστείαν μετῆλθε κοσμικήν.
000-00-00 Serial Number=0888167202
De Davide et Saule Ante [Go Back]  
 [00371]  Ὁ γὰρ περὶ τοὺς λελυπηκότας πρᾶος καὶ ἥμερος ὢν, πολλῷ μᾶλλον περὶ τοὺς εὐνοϊκῶς διακειμένους οὕτως ἔμελλε διακεῖσθαι·
000-00-00 Serial Number=0536956549
De Lazaro Ante [Go Back]  
 [01342]  Ὅρα πῶς φιλάνθρωπος καὶ ἥμερος γέγονεν ὑπὸ τῆς κολάσεως.
 [02500]  ὁ λύκος οὐδέποτε δύναται γενέσθαι ἥμερος, φύσει γὰρ ἔχει τὸ ἄγριον.
 [02502]  Ἐπὶ ἐμοῦ τοῦτο οὐκ ἔνι, ἀλλὰ καὶ ἄγριος γίνομαι ὅταν βούλωμαι, καὶ ἥμερος ὅταν θέλω·
000-00-00 Serial Number=0539746225
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00100]  Ὁ μέντοι περὶ τοὺς πλησίον ἥμερος καὶ φιλάνθρωπος, καὶ τοὺς εἰς αὐτὸν πλημμελοῦντας οὐκ ἀμυνόμενος, ἀλλ' εὐεργεσίαις τὰς ἀδικίας ἀμειβόμενος, οὐ κατακρίνεται Πατέρα καλῶν τὸν Θεόν.
000-00-00 Serial Number=0621404052
De incomprehensibili dei natura Ante [Go Back]  
 [00851]  Καθάπερ γὰρ περιστερὰ χειροήθης καὶ ἥμερος ἐν οἰκίσκῳ τινὶ διατρίβουσα, ὅταν ποτὲ αἴσθηταί τινος φόβου, πτοηθεῖσα πρὸς τὴν ὀροφὴν ἵπταται καὶ διὰ τῶν θυρίδων ἔξοδόν τινα ἐπιζητεῖ, τῆς ἀγωνίας ἀπαλλαγῆναι ἐπιθυμοῦσα, οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ μακαρίου τότε ἐκείνου ἐκ τοῦ σώματος ἀναπτῆναι ἔσπευδε καὶ πρὸς τὰ ἔξω πάντοθεν ἠπείγετο καὶ ἐξῆλθεν ἂν καὶ ἀπέπτη καὶ τὸ σῶμα κατέλιπεν ἔρημον, εἰ μὴ ταχέως ὁ ἄγγελος προλαβὼν αὐτὴν ἀπήλλαξε τῆς ἀγωνίας καὶ πρὸς τὸ οἰκεῖον πάλιν ἐπανήγαγε καταγώγιον.
000-00-00 Serial Number=0293850005
De jejunio [3] Ante [Go Back]  
 [00041]  γενοῦ εὔσπλαγχνος, πρᾶος, ἀγαθὸς, ἥμερος, μακρόθυμος, ἐλεήμων, ἀμνησίκακος, εὐλαβὴς, ἄμαχος, [62.759] ἀληθινὸς, θεοσεβής·
000-00-00 Serial Number=0961753845
De jejunio sermones 1 Ante [Go Back]  
 [00327]  Θρέψον πεινῶντας, πότισον δι [60.720] ψῶντας, γυμνοὺς ἔνδυσον, ξένους παραμύθησαι, ἀσθενοῦντας ἐπίσκεψαι, τῶν ἐν φυλακῇ μὴ ἐπιλάθῃς, καταπονουμένους ἐλέησον, θλιβομένων καὶ ὀδυρομένων ἐπιμελήθητι, γενοῦ εὔσπλαγχνος, πρᾶος, ἀγαθὸς, ἥμερος, εἰρηνοποιός·
000-00-00 Serial Number=0589817226
De mansuetudine sermo Ante [Go Back]  
 [00077]  Ὅστις οὖν ἐοικέναι βούλεται τῷ Θεῷ, κατὰ δύναμιν ἀνθρωπίνην πρᾶος ἔστω καὶ ἥμερος, καὶ φερέτω γενναίως, ὅταν τι πάσχῃ παρὰ τῶν ἄλλων δεινόν.
 [00084]  νῦν δὲ ἐπειδήπερ ἐστὶν ἥμερος, καὶ πράως φέρει τὴν μανίαν τῶν ἀσεβῶν, οὐκ αὐτὸς μόνος ἡμέρως ἠνέσχετο τῶν σταυρούντων, τῶν βλασφημούντων, ἀλλὰ καὶ τὸν Πατέρα παρεκάλει, μὴ χρήσασθαι κατὰ τῶν ἀσεβῶν τοῖς οὐρανίοις βέλεσιν.
 [00085]  Ὅταν οὖν σοι πάσχοντι δεινὸν καὶ ἀφόρητόν τι ὀργὴ παραστῇ καὶ θυμὸς, ἀναμνήσθητι τῆς τοῦ Χριστοῦ πραότητος, καὶ ταχέως ἥμερος ἔσῃ καὶ πρᾶος, οὐκ αὐτὸς μόνος ἐκ τῆς ἡμερότητος τὰ μέγιστα κερδαίνων, ἀλλὰ καὶ τὸν ἐχθρὸν ὠφελῶν καὶ χρηστὸν εἶναι παιδεύων.
000-00-00 Serial Number=0747802377
De oratione Ante [Go Back]  
 [00051]  γενοῦ ἥμερος, ἀγαθὸς, ἐλεήμων, μακρόθυμος·
000-00-00 Serial Number=0334821045
De paenitentia sermo 2 Ante [Go Back]  
 [00157]  πρὸς δὲ τοὺς δικαίους πρᾶος καὶ ἱλαρὸς καὶ ἥμερος·
000-00-00 Serial Number=0828342676
De virginitate Ante [Go Back]  
 [00640]  Ἀγαπητὸν γὰρ καὶ μετὰ τοσαύτης προσελθόντα σπουδῆς δυνηθῆναι μειλίξασθαι τὴν ὀργὴν ἐκείνην, οὐχ ὅτι ἀπηνὴς οὐδ' ὅτι ὠμὸς ὁ δεσπότης ἡμῶν καὶ γὰρ σφόδρα ἐστὶν ἥμερος καὶ φιλάνθρωπος ἀλλ' ἡ τῶν ἁμαρτημάτων τῶν ἡμετέρων ὑπερβολὴ οὐδὲ τὸν χρηστὸν καὶ ἐπιεικῆ καὶ πολυέλεον ἀφίησιν ἡμῖν συγγνῶναι ταχέως.
 [01497]  Οὕτω δὲ καθαρὸς καὶ διειδὴς ὡς ἀντὶ τῶν σωματικῶν τὰ ἀσώματα κάλλη δύνασθαι καθορᾶν, οὕτω δὲ ἥμερος καὶ γαληνὸς ὡς μηδὲ πρὸς τοὺς ἀδικοῦντας καὶ συνεχῶς λυποῦντας ἀγριαίνειν καὶ διανίστασθαι ἀλλὰ καὶ πρὸς τούτους ἡδὺ καὶ μειλίχιον ἐνορᾶν.
000-00-00 Serial Number=0271544874
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04316]  Καθάπερ γὰρ περιστερὰ χειροήθης καὶ ἥμερος ἐν οἰκίσκῳ τινὶ διατρίβουσα, ὅταν ποτὲ αἴσθηταί τινος φόβου, πτοηθεῖσα πρὸς τὴν ὀροφὴν ἵπταται, καὶ διὰ τῶν θυρίδων ἔξοδόν τινα ἐπιζητεῖ, τῆς ἀγωνίας ἀπαλλαγῆναι ἐπιθυμοῦσα·
 [05208]  τίς οὕτως ὠμὸς καὶ ἀπάνθρωπος, ὡς μὴ γενέσθαι τούτοις ἥμερος;
 [07008]  Ὁ γὰρ περὶ τοὺς λελυπηκότας πρᾶος καὶ ἥμερος ὢν, οὐ πολλῷ μᾶλλον περὶ τοὺς εὐνοϊκῶς διακειμένους οὕτως ἔμελλε διακεῖσθαι;
000-00-00 Serial Number=0108137012
Epistula ad Cyriacum Ante [Go Back]  
 [00530]  Πῶς σφοδρὸς ὢν τοῖς ἀδικοῦσι τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστι προσηνὴς καὶ ἥμερος ἦν καὶ αὐτοῦ τοῦ μέλιτος ἡδίων τοῖς τε ἄλλοις ἅπασι καὶ τοῖς οἰκέταις τοῖς αὑτοῦ, οἳ τοῦ ἔρωτος, ὃν ἤρων, ἐκείνου μέγα ἐκφέροντες δεῖγμα ἔλεγον·
 [00728]  ∆εθῆναι μὲν γὰρ αὐτὸν συνεχώρησε καὶ μετὰ τῶν καταδίκων εἶναι, τῆς δὲ τοῦ δεσμοφύλακος ἀπηνείας ἐξήρπασεν οἶσθα γὰρ οἷόν ἐστι δεσμοφύλαξ, ἀλλ' ἐκείνῳ τότε πρᾶος καὶ ἥμερος ἦν καὶ οὐ μόνον οὐ κατέτεινεν αὐτὸν πόνοις τισίν, ἀλλὰ καὶ ἄρχοντα πάντων ἐποίησε τῶν αὐτόθι.
000-00-00 Serial Number=0287264407
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00875]  Οἶσθα αὐτοῦ καὶ τὰς ἄλλας ἀρετάς, ἵνα μὴ πάντα καταλέγων μακρὸν ποιήσω τὸν λόγον, τὴν ἐπιείκειαν, τὴν πρᾳότητα, τὴν σωφροσύνην, τὴν ἀκρίβειαν, πῶς σφοδρὸς ὢν τοῖς ἀδικοῦσι τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστι προσηνὴς καὶ ἥμερος ἦν καὶ αὐτοῦ τοῦ μέλιτος ἡδίων τοῖς τε ἄλλοις ἅπασι καὶ τοῖς οἰκέταις τοῖς αὐτοῦ, οἳ τοῦ ἔρωτος ὃν ἤρων ἐκείνου μέγα ἐκφέροντες δεῖγμα ἔλεγον·
 [01098]  ἀλλ' ἐκείνῳ τότε πρᾷος καὶ ἥμερος ἦν καὶ οὐ μόνον οὐκ ἀπέτεινεν αὐτὸν πόνοις τισίν, ἀλλὰ καὶ ἄρχοντα πάντων ἐποίησε τῶν αὐτόθι καὶ ταῦτα ὡς μοιχὸν δεξάμενος, κατάδικον καὶ μοιχὸν ἐπίσημον.
000-00-00 Serial Number=0120670795
Expositiones in Psalmos Ante [Go Back]  
 [00200]  Ἔστω τοίνυν ἡ εὐχὴ ἥμερος, γαληνὴ, χαρίεν ἔχουσα πρόσωπον, καὶ ἁπαλόν.
000-00-00 Serial Number=0195585907
Fragmenta in Job Ante [Go Back]  
 [01845]  οὕτω καὶ ἥμερος, οὐ μόνον πρὸς τοὺς ἄλλους, ἀλλὰ καὶ πρὸς τοὺς οἰκέτας ἐδείκνυτο·
000-00-00 Serial Number=0182937741
In Acta apostolorum Ante [Go Back]  
 [04963]  οὕτως ἥμερος καὶ ἀπὸ τοῦ προσώπου ἦν.
 [06784]  διὰ τοῦτο νῦν ἥμερος, ὅτι τυφλός ἐστι·
 [07004]  Ὁ Βαρνάβας οὗτος ἐπιεικής τις καὶ ἥμερος ἄνθρωπος ἦν.
000-00-00 Serial Number=0772090733
In Bassum martyrem Ante [Go Back]  
 [00044]  ὁ δικαστὴς ἥμερος, καὶ ὁ κατάδικος ὑπερήφανος·
000-00-00 Serial Number=0788506269
In Genesim sermones Ante [Go Back]  
 [00145]  ∆ιὰ τοῦτο αὐτὸν μάλιστα μίσησον, ὅτι πρὸς μὲν τὸν ὁμόδουλόν σε προσηνὴς καὶ ἥμερος εἶναι δοκεῖ, πρὸς δὲ τὸν κοινὸν ἡμῶν ἁπάντων ∆εσπότην κυνῶν λυττώντων ἐστὶν ἀγριώτερος, ἀκήρυκτον εἰς τὸν οὐρανὸν μάχην εἰσάγων καὶ πόλεμον ἄσπονδον, καὶ δύναμίν τινα ἐξ ἐναντίας ἀντικαθιστῶν τῷ Θεῷ.
 [01596]  Καὶ τὸ θαυμαστὸν καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ἐξ ἀλλοτρίας ῥίζης καὶ ἀγρίας ἥμερος ἠνέχθη καρπός.
000-00-00 Serial Number=0075136125
In Psalmum 118 Ante [Go Back]  
 [00168]  ἀντὶ τοῦ, ἥμερος εἶ καὶ φιλάνθρωπος, καὶ ἄξιος παρὰ πάντων ὑμνεῖσθαι·
000-00-00 Serial Number=0145117164
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02524]  Ἀλλ' ὑγρὸς ὁ ὀφθαλμὸς, καὶ γοργὸς, καὶ καλῶς ἀποτεταμένη ἡ ὀφρὺς, καὶ κυαναῖ αἱ βλεφαρίδες, καὶ ἥμερος ἡ κόρη, καὶ γαληνὸν τὸ ὄμμα.
000-00-00 Serial Number=0333062232
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03200]  τίς οὕτως ὠμὸς καὶ ἀπάνθρωπος, ὡς μὴ γενέσθαι τούτοις ἥμερος;
 [08321]  ἐννόησον ὅτι μετὰ τὸν Θεὸν δι' αὐτῆς παῖδας ἔχεις καὶ πατὴρ γέγονας, καὶ γίνου καὶ ἐντεῦθεν ἥμερος πρὸς αὐτήν.
 [09999]  Ταῦτα γὰρ αὐτὸν δύναται μᾶλλον τὰ δεσμὰ κατέχειν, καὶ ἐκ τῶν ταμιείων ἐκείνων οὐδέποτε διαφεύξεται, καὶ ὁ ἄπι-στος οὗτος μένει λοιπὸν πιστὸς, χειροήθης, ἥμερος, τῇ τῆς ἐλεημοσύνης δεξιᾷ ταῦτα γενόμενος.
000-00-00 Serial Number=0013062477
In epistulam ad Romanos Ante [Go Back]  
 [03430]  Ὅταν γὰρ ὁ πόρνος γένηται σώφρων, καὶ ὁ πλεονέκτης ἐλεήμων, καὶ ὁ τραχὺς ἥμερος, καὶ ἐνταῦθα ἀνάστασις γέγονεν ἐκείνης οὖσα προοίμιον.
 [05860]  Καίτοι γε ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ σφόδρα ἥμερος, ταυτὸν ἐποίησεν, οἷον ἂν εἰ πατὴρ φιλόπαις, τοῦ παιδὸς
000-00-00 Serial Number=0929055393
In epistulam ad Titum Ante [Go Back]  
 [00875]  Ὅταν γὰρ καὶ βίος λάμπῃ, καὶ λόγος ᾖ συμβαίνων, ἐπιεικὴς, ἥμερος, προσηνὴς, μηδεμίαν τοῖς ἐναντίοις παρέχων λαβὴν, πολὺ καὶ ἄφατον τὸ κέρδος.
000-00-00 Serial Number=0250595689
In illud Ne timueritis Ante [Go Back]  
 [00787]  Τὰ περιττὰ ποιήσωμεν χρήσιμα, τὸν πολὺν ἐκεῖνον προέμενοι πλοῦτον, καὶ τῇ δεξιᾷ τοῦ δικαστοῦ τοῦτον ἐγχειρίσαντες, ὃς καὶ φυλάξαι δυνήσεται μετ' ἀκριβείας, καὶ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἐντεῦθεν ἥμερος γενήσεται καὶ ἵλεως·
000-00-00 Serial Number=0264917672
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01429]  Ταπεινὸς, φησὶ, ἥμερος, χειροήθης ἐγένετο ὁ βασιλεύς.
000-00-00 Serial Number=0722623110
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00127]  Ὁρᾷς πῶς φιλάνθρωπος γέγονε καὶ ἥμερος καὶ συμπαθητικός;
000-00-00 Serial Number=0534992635
Oratio de epiphania Ante [Go Back]  
 [00043]  ἐσθὴς ἥμερος τούτῳ, τρίχινος δὲ τῷ Ἰωάννῃ χιτών·
000-00-00 Serial Number=0478926539
Prooemia in Psalmos Ante [Go Back]  
 [00221]  Ἔστω τοίνυν ἡ εὐχὴ ἥμερος, γαληνὴ, χάριεν ἔχουσα τὸ πρόσωπον καὶ ἁπαλὸν μετὰ πραότητος καὶ μὴ κατ' ἐχθρῶν γινομένη.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»