Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἱερᾶς [86]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἱερᾶς


000-00-00 Serial Number=0236467242
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00005]  Οὐ γὰρ πόλεως πενθῶ κατασκαφήν, οὐδὲ παρανόμων αἰχμαλωσίαν ἀνδρῶν, ἀλλὰ ψυχῆς ἐρήμωσιν ἱερᾶς καὶ ναοῦ χριστοφόρου καθαίρεσιν καὶ ἀφανισμόν.
 [00589]  Μετὰ δὲ ταῦτα καὶ τῆς ἱερᾶς τῶν μυστηρίων τελετῆς ἀξιωθείς, πολλῷ μᾶλλον ἐπεδίδου πρὸς ἀρετήν.
000-00-00 Serial Number=0124929965
Ad illuminandos catecheses Ante [Go Back]  
 [00311]  Οὔτε γὰρ θάνατον ἔτι δεδοίκαμεν, μαθόντες ἀκριβῶς παρὰ τῆς ἱερᾶς ταύτης μυσταγωγίας, ὅτι οὐκ ἔστι θάνατος ὁ θάνατος, ἀλλ' ὕπνος καὶ κοίμησις πρόσκαιρος·
000-00-00 Serial Number=0939705372
Ad populum Antiochenum Ante [Go Back]  
 [02723]  σὺ δὲ κατάγνωσιν εἶναι νομίζων τὸ μὴ νηστεῦσαι, καὶ ἕτερον προστίθης ἔγκλημα πολλῷ μεῖζον καὶ χαλεπώτερον, τὸ μὴ τῆς ἱερᾶς ταύτης μετασχεῖν τραπέζης, καὶ θρέψας σου τὸ σῶμα, κατατήκεις λιμῷ τὴν ψυχήν·
 [02965]  Τὸ φαγόντα μένειν οἴκοι καὶ ὑστερεῖν τῆς ἱερᾶς ταύτης ἑορτῆς.
 [03438]  Ἐχώμεθα τοίνυν τῆς ἱερᾶς ἀγκύρας, καὶ καθάπερ ἐν τῷ καιρῷ τῶν κινδύνων ἡμᾶς οὐ προέδωκεν, οὕτω μηδὲ ἡμεῖς αὐτὴν ἐν τῷ καιρῷ τῆς ἀνέσεως καταλίπωμεν, ἀλλὰ μείνωμεν μετὰ ἀκριβείας, καὶ τὰς συνάξεις καὶ τὰς εὐχὰς καὶ τὴν τῶν θείων λογίων ἀκρόασιν ποιώμεθα καθ' ἡμέραν, καὶ τὴν σχολὴν ἣν ἀνηλίσκομεν περιεργαζόμενοι, πολυπραγμονοῦντες, τοὺς ἀπὸ τοῦ στρατοπέδου περιτρέχοντες, σπουδάζοντες ὑπὲρ τῶν ἐπικειμένων κακῶν, ταύτην ἀναλώσωμεν ἅπασαν εἰς τὴν τῶν θείων νόμων ἀκρόασιν, ἀλλὰ μὴ εἰς ἀκαίρους καὶ ἀνονήτους διατριβὰς, ἵνα μὴ πάλιν εἰς τὴν ἀνάγκην τῆς ἀσχολίας ἐκείνης ἑαυτοὺς καταστήσωμεν.
 [04439]  ἐπὶ τραπέζης ὁρκίζεις ἱερᾶς, καὶ ἔνθα ὁ Χριστὸς κεῖται τεθυμένος, ἐκεῖ τὸν ἀδελφὸν καταθύεις τὸν σόν;
 [04526]  Τούτους καὶ σὺ μίμησαι, καὶ τῆς ἱερᾶς ἀγκύρας ἐπιλαβόμενος, τῆς εἰς τὸν Θεὸν ἐλπίδος, ἄσειστος μένε καὶ ἀπερίτρεπτος.
 [05487]  οὕτως οὐδὲ ἡμῖν ἔσται τι κέρδος ἀπὸ τῶν πολλῶν πόνων καὶ ἱδρώτων τῶν περὶ τὴν νηστείαν, ἐὰν μὴ μετὰ καθαροῦ συνειδότος δυνηθῶμεν τῆς ἱερᾶς ἀπολαῦσαι τραπέζης.
 [05502]  Ὡς γὰρ τὸν πορνεύοντα καὶ τὸν βλασφημοῦντα ἀμήχανον μετασχεῖν τῆς ἱερᾶς τραπέζης·
 [05808]  Μὴ τολμᾷς ἀνίπτοις χερσὶ τῆς ἱερᾶς ἅψασθαι θυσίας, κἂν πολλὴ ἀνάγκη ἐπικέηται;
 [05895]  Πᾶσι τοίνυν προλέγω καὶ διαμαρτύρομαι, ὅτι ἂν συγ [49.212] γενόμενος ὑμῖν κατ' ἰδίαν καὶ λαβὼν ἀπόπειραν λήψομαι δὲ πάντως, εὕρω τινὰς μὴ διορθώσαντας τὸ ἐλάττωμα, ἀπαιτήσω δίκην, κελεύσας ἔξω μένειν τῶν μυστηρίων τῶν ἱερῶν, οὐχ ἵνα μένωσιν ἔξω, ἀλλὰ ἵνα διορθώσαντες ἑαυτοὺς οὕτως εἰσέλθωσι, καὶ μετὰ καθαροῦ συνειδότος ἀπολαύσωσι τῆς ἱερᾶς τραπέζης·
 [05917]  τῆς ἱερᾶς ἀγκύρας τὴν σωτηρίαν ἡμῶν ἐξηρτήσαμεν·
000-00-00 Serial Number=0742388427
Adversus Judaeos Ante [Go Back]  
 [00576]  πῶς δὲ οὐ φρίττεις ἀπελθὼν καὶ κοινωνήσας ἐκείνοις τοῖς τὸ αἷμα ἐκχέασι τοῦ Χριστοῦ, ἐλθεῖν καὶ κοινωνῆσαι τῆς ἱερᾶς τραπέζης, καὶ τοῦ αἵματος μετασχεῖν τοῦ τιμίου;
 [00582]  ἂν δὲ πιστὸς καὶ μεμυημένος, τῆς ἱερᾶς τραπέζης ἀπελαυνέσθω.
 [02822]  ποίᾳ χειρὶ τῆς ἱερᾶς ἅψῃ τραπέζης;
000-00-00 Serial Number=0530811429
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00314]  Ἀλλ' ἐκεῖ μὲν μετὰ τὰς ἑπτὰ ἡμέρας λύονται, ἐνταῦθα δὲ ἂν θέλῃς διὰ παντὸς ἐπὶ τῆς ἱερᾶς ἵστασαι παστάδος·
000-00-00 Serial Number=0763625920
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00155]  καὶ πολλὰ περὶ τῆς ἱερᾶς κατὰ τὴν ἀγάπην χρηστότητος ἔστιν ἐκ τῶν ἁγίων [48.1060] Γραφῶν καταμαθεῖν.
000-00-00 Serial Number=0708431959
Caritatem secundum deum rem esse deo digna Ante [Go Back]  
 [00059]  Σεμνὰ μὲν οὖν τὰ καθ' ἡμᾶς, καὶ ὡς ἀληθῶς ἐπικόσμια τὰ τῆς ἱερᾶς καὶ θείας ἀγάπης.
000-00-00 Serial Number=0631765306
Catechesis de juramento Ante [Go Back]  
 [00012]  ἆρα ἐφυγαδεύσατε τὴν λύμην ἀπὸ τῆς ἱερᾶς ὑμῶν ψυχῆς;
000-00-00 Serial Number=0526010871
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00067]  ἐκεῖνοι τὸ σῶμα ἀναβαῖνον ἀπὸ τῶν ὑδάτων, οὗτοι τὸν καινὸν ἄνθρωπον καὶ ἀποστίλβοντα βλέπουσιν ἀναβαίνοντα ἀπὸ τῆς ἱερᾶς ταύτης καθάρσεως.
 [00117]  τίνος ἕνεκεν ἀνεμνήσθην τῆς ἱερᾶς ἑσπέρας ἐκείνης, καθ' ἣν τὴν μακαρίαν ταύτην κατηξιώθην ἀφεῖναι φωνήν, καθ' ἣν ἐπὶ τὴν φρικώδη καὶ ἁγίαν μυσταγωγίαν ἠγόμην;
 [00190]  ἐπειδὰν μέλλωμεν τῆς ἱερᾶς ἅπτεσθαι τραπέζης, φιλεῖν ἀλλήλους κελευόμεθα καὶ ἀσπάζεσθαι ἀσπασμὸν ἅγιον.
000-00-00 Serial Number=0038037360
Contra ludos et theatra Ante [Go Back]  
 [00128]  ∆ιὰ δὲ τοῦτο προλέγω, καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ, ὅτι εἴ τις μετὰ τὴν παραίνεσιν ταύτην καὶ διδασκαλίαν ἐπὶ τὴν παράνομον τῶν θεάτρων αὐτομολήσειε λύμην, οὐ δέξομαι αὐτὸν εἴσω τουτωνὶ τῶν περιβόλων, οὐ μεταδώσω μυστηρίων, οὐκ ἀφήσω τῆς ἱερᾶς ἅψασθαι τραπέζης·
 [00131]  Εἰ γὰρ τὸ παλαιὸν ὁ λεπρὸς ἔξω τῆς παρεμβολῆς ἐκελεύετο καθῆναι, κἂν βασιλεὺς ἦν, ἐξεβάλλετο μετὰ τοῦ διαδήματος, πολλῷ μᾶλλον ἡμεῖς τὸν τὴν ψυχὴν λεπροῦντα ταύτης ἐκβαλοῦμεν τῆς ἱερᾶς παρεμβολῆς.
000-00-00 Serial Number=0355168343
Contra theatra Ante [Go Back]  
 [00010]  ὡς ὁ μετὰ πολιτείας διεφθαρμένης τοῦ ἱεροῦ τούτου μετέχων συλλόγου, κἂν τὸ σῶμα ἐνταῦθα εἰσάγῃ, ἐκβέβληται, καὶ τῶν ἀποκεκλεισμένων ἔξω καὶ μηδέπω δυναμένων τῆς ἱερᾶς μετασχεῖν τραπέζης μᾶλλον ἀπελήλαται.
000-00-00 Serial Number=0531644046
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00164]  ∆ιά τοι τοῦτο ὅλον ἑαυτὸν μεταστήσας ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ὡς ἐκείνῳ τῷ δικαστῇ παρεστὼς καὶ αὐτοῦ κελεύοντος ἀκούων τὸν ἐναγῆ καὶ μιαρὸν τῆς ἱερᾶς ἀγέλης ἐξωθεῖν, οὕτως ἐξέβαλλε καὶ τῶν λοιπῶν προβάτων ἀφώριζε καὶ πρὸς οὐδὲν ἐπεστρέφετο τῶν ὁρωμένων καὶ δοκούντων εἶναι φοβερῶν ἀλλ' ἀνδρείως αὐτὸν μάλα καὶ γενναίως ἀπωσάμενος παρέστη τυραννουμένοις τοῖς τοῦ Θεοῦ νόμοις.
000-00-00 Serial Number=0556110978
De Davide et Saule Ante [Go Back]  
 [00510]  ὡς ὁ μετὰ πολιτείας διεφθαρμένης τοῦ ἱεροῦ τούτου μετέχων συλλόγου, κἂν τὸ σῶμα ἐνταῦθα εἰσάγῃ, ἐκβέβληται, καὶ τῶν ἀποκεκλεισμένων ἔξω καὶ μηδέπω δυναμένων τῆς ἱερᾶς μετασχεῖν τραπέζης μᾶλλον ἀπελήλαται.
000-00-00 Serial Number=0008528054
De baptismo Christi Ante [Go Back]  
 [00206]  Ἔδει μὲν οὖν, ὡς καὶ πολλάκις ἔφθην εἰπὼν, μὴ ἑορτὰς παρατηρεῖν, ἡνίκα ἂν δέοι κοινωνεῖν, ἀλλὰ τὸ συνειδὸς καθαίρειν, καὶ τότε τῆς ἱερᾶς ἅπτεσθαι θυσίας.
 [00234]  ἐνταῦθα δὲ τῶν φρικτῶν τοῦ Χριστοῦ μυστηρίων ἐπιτελουμένων, τῆς ἱερᾶς τελετῆς συνεστώσης ἔτι, καταλιμπάνεις ἐν μέσῳ πάντα καὶ ἀναχωρεῖς;
 [00254]  Μετὰ πολλῆς τοίνυν τῆς σιγῆς, μετὰ πολλῆς τῆς εὐταξίας, μετὰ τῆς προσηκούσης εὐλαβείας, τῆς ἱερᾶς ταύτης ἁπτώμεθα θυσίας, ἵνα εἰς πλείονα τὴν εὔνοιαν τὸν Θεὸν ἐπισπασώμεθα, καὶ τὴν ψυχὴν ἐκκαθάρωμεν, καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν·
000-00-00 Serial Number=0511323214
De beato Philogonio Ante [Go Back]  
 [00157]  Ἂν μετὰ τούτων προσέλθῃς τῶν δώρων, μετὰ ἀδείας ἀπολαύσῃ πολλῆς τῆς ἱερᾶς ταύτης τραπέζης.
000-00-00 Serial Number=0110298574
De diabolo tentatore Ante [Go Back]  
 [00626]  Μαθόντες οὖν τὴν θεραπείαν τῶν ἡμετέρων τραυμάτων, συνεχῆ ταῦτα ἐπιθῶμεν τὰ φάρμακα, ἵνα πρὸς ὑγίειαν ἐπανελθόντες τὴν ἀληθῆ, καὶ τῆς ἱερᾶς τραπέζης μετὰ παῤῥησίας ἀπολαύσωμεν, καὶ μετὰ πολλῆς δόξης ἀπαντήσωμεν τῷ βασιλεῖ τῆς δόξης Χριστῷ, καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, ἅμα τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [00637]  τίς ἄρα αὐτοὺς ἀπέσχισε τῆς ποίμνης τῆς ἱερᾶς;
000-00-00 Serial Number=0928789973
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [01033]  ∆ιὰ τοῦτο οὐδεμίαν ἀνέμεινεν ἡμέραν ἡσυχάζων ὁ πυρὸς οὗτος σφοδρότερος, ἀλλ' ὁμοῦ τε ἀνέβη ἀπὸ τῆς ἱερᾶς τῶν ὑδάτων πηγῆς, καὶ πολλὴν ἀνῆψεν ἑαυτῷ τὴν φλόγα, καὶ οὔτε κινδύνους ἐνενόησεν, οὐ τὸν γέλωτα καὶ τὴν αἰσχύνην τὴν παρὰ Ἰουδαίων, οὐ τὸ ἀπιστεῖσθαι παρ' αὐτοῖς, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν·
000-00-00 Serial Number=0814563334
De mutatione nominum Ante [Go Back]  
 [00042]  Εἰ δὲ τοὺς παρόντας, ἐπειδὴ μὴ προσεῖχον μετὰ σπουδῆς τοῖς λεγομένοις, οὐδὲ ἀνθρώπους εἶναί φασιν οἱ προφῆται, τί ἂν εἴποιμεν ἡμεῖς περὶ τῶν οὐ μόνον οὐκ ἀκουομένων, ἀλλ' οὐδὲ ἐπιβῆναι τῶν ἱερῶν τούτων προθύρων ἀνεχομένων, περὶ τῶν ἔξω τῆς ἱερᾶς ταύτης ἀγέλης πλανωμένων, πόῤῥωθεν ὄντων τῆς μητρικῆς ταύτης οἰκίας, ἐν ἀμφόδοις καὶ στενωποῖς, καθάπερ τὰ ἄτακτα καὶ ῥᾴθυμα τῶν παιδίων;
 [01012]  Εἰ δὲ χωρὶς συνάξεως τοσοῦτον τὸ κέρδος τῆς ἐνταῦθα παρουσίας, ὅταν προφῆται πάντοθεν βοῶσιν, ὅταν ἀπόστολοι εὐαγγελίζωνται, ὅταν ὁ Χριστὸς ἐν μέσῳ εἱστήκῃ, ὅταν Πατὴρ ἀποδέχηται τὰ γινόμενα, ὅταν Πνεῦμα ἅγιον παρέχῃ τὴν οἰκείαν ἀγαλλίασιν, πόσης μὲν ὠφελείας ἐμπλησθέντες οἱ παρόντες ἀπέρχονται! οἱ ἀπόντες δὲ πόσην ζημίαν ὑπομένουσιν! Ἐβουλόμην εἰδέναι ποῦ διατρίβουσιν οἱ τῆς συνάξεως καταφρονήσαντες, τί κατέσχεν αὐτοὺς, καὶ τῆς ἱερᾶς ταύτης τραπέζης ἀπήγαγε, περὶ τίνων ἡ διάλεξις.
000-00-00 Serial Number=0571000576
De paenitentia [1] Ante [Go Back]  
 [01679]  διόρθου τὰ πλημμελήματα, καὶ οὕτω μετὰ καθαροῦ τοῦ συνειδότος τῆς ἱερᾶς ἅπτου τραπέζης, καὶ τῆς ἁγίας μέτεχε θυσίας.
 [02680]  [49.343] Περὶ μετανοίας, καὶ εἰς τοὺς ἀπολειφθέντας ἐν ταῖς συνάξεσιν, ἐν ᾧ καὶ περὶ τῆς ἱερᾶς τραπέζης καὶ περὶ κρίσεως.
000-00-00 Serial Number=0747916877
De paenitentia sermo 1 Ante [Go Back]  
 [00281]  Τῶν κτηνῶν ἀντέχεσθε, τῶν κυνῶν φροντίζετε, τῶν ἵππων ἐπιμελεῖσθε, καὶ τὰ ἐμὰ μέλη, τοὺς πτωχοὺς καὶ ἀδυνάτους φθειρομένους λιμῷ καὶ δίψει καὶ παγετῷ ὁρῶντες, γελᾶτε καὶ βδελύσσεσθε, καὶ τὰς ὄψεις ἀποστρέφεσθε, καὶ μάλιστα τοὺς ὑπὸ τῆς ἱερᾶς νόσου κατακειμένους;
000-00-00 Serial Number=0815983891
De proditione Judae Ante [Go Back]  
 [00308]  Καὶ γὰρ παρῆν Ἰούδας, καὶ μετεῖχε τῆς ἱερᾶς τραπέζης.
 [00309]  Ὥσπερ γὰρ τοὺς πόδας αὐτοῦ μετὰ τῶν ἄλλων ἔνιψε μαθητῶν, οὕτω καὶ τῆς ἱερᾶς μετέσχε τραπέζης, ἵνα μηδεμίαν ἀπολογίας ἔχῃ πρόφασιν, ἐὰν ἐπιμείνῃ τῇ πονηρίᾳ.
 [00685]  Καὶ γὰρ παρῆν καὶ Ἰούδας πρὸ τῆς προδοσίας, καὶ τῆς ἱερᾶς τραπέζης μετέσχε, καὶ τοῦ μυστικοῦ δείπνου ἀπήλαυσεν.
 [00686]  Ὥσπερ γὰρ τοὺς πόδας τῶν μαθητῶν ἔνιψεν, οὕτω καὶ τῆς ἱερᾶς τραπέζης μετέσχεν Ἰούδας, ἵνα μηδεμίαν ἔχῃ ἀπολογίαν, ἀλλὰ κρῖμα λήψηται.
000-00-00 Serial Number=0002835095
De pseudoprophetis Ante [Go Back]  
 [00559]  Εἰπάτωσαν δὲ ἡμῖν οἱ ἀπαίδευτοι, ἐκ ποίας ἱερᾶς Γραφῆς παραστῆσαι δύνανται, ὅτι χρὴ τὸν Χριστιανὸν ποιεῖν ταῦτα τὰ σχήματα;
000-00-00 Serial Number=0706624746
De sancta Droside martyre Ante [Go Back]  
 [00131]  Εἰ γὰρ τὸν Λάζαρον ἐκεῖνον τὸν ἡλκωμένον ἄγγελοι πρὸς τοὺς κόλπους ἀπήγαγον τοῦ Ἀβραὰμ, πολλῷ μᾶλλον ταύτην δορυφοροῦντες ἀπῄεσαν καθάπερ ἔκ τινος ἱερᾶς παστάδος καὶ νυμφικοῦ θαλάμου τῆς καμίνου παραλαβόντες αὐτὴν, καὶ πρὸς τὸν ἄνω νυμφῶνα ἀνάγοντες.
000-00-00 Serial Number=0489726007
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00003]  Πανταχοῦ τῆς ἱερᾶς ταύτης ἀγέλης περιφέρων τοὺς ὀφθαλμοὺς, καὶ τὴν πόλιν ἅπασαν ἐνταῦθα παροῦσαν βλέπων, οὐκ ἔχω τίνα μακαρίσω πρότερον·
000-00-00 Serial Number=0394511580
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00014]  Μηδεὶς ἀπολιμπανέσθω τῆς ἱερᾶς ταύτης πανηγύρεως·
000-00-00 Serial Number=0105386794
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01928]  Ἐβουλόμην τοίνυν εἰδέναι, ποῦ διατρίβουσιν οἱ τῆς συνάξεως καταφρονήσαντες, καὶ τῆς ἱερᾶς ταύτης ἀπολειφθέντες τραπέζης.
 [01962]  ὡς ὁ μετὰ πολιτείας διεφθαρμένης τοῦ ἱεροῦ τούτου μετέχων συλλόγου, κἂν τὸ σῶμα ἐνταῦθα εἰσάγῃ, ἐκβέβληται, καὶ τῶν ἀποκεκλεισμένων ἔξω καὶ μὴ δυναμένων τῆς ἱερᾶς μετασχεῖν τραπέζης, μᾶλλον ἀπελήλαται.
 [02002]  Εἰ γὰρ μηδὲ διηγεῖσθαι τὰ δικαιώματα τοῦ Θεοῦ ὁ τοιοῦτος ἄξιος, ἐννόησον οἷ προβήσεται τὰ τῆς κολάσεως αὐτῷ, ὅταν καὶ τῆς ἱερᾶς ἅπτηται τραπέζης·
 [02016]  Πολλοὶ τὸ βάρος τῶν πρὸς ὑμᾶς εἰρημένων ἐλέγχων οὐκ ἐνεγκόντες, μετὰ τὴν ἀναχώρησιν προσελθόντες, ἐδυσχέραινον, ἠγανάκτουν, Ἀπάγεις ἡμᾶς, λέγοντες, τῆς ἱερᾶς τραπέζης, καὶ τῆς κοινωνίας ἀποσοβεῖς;
 [02768]  ποίᾳ χειρὶ τῆς ἱερᾶς ἅψῃ τραπέζης;
 [06811]  ἐπὶ τραπέζης ὁρκίζεις ἱερᾶς, καὶ ἔνθα ὁ Χριστὸς κεῖται τεθυμένος, ἐκεῖ τὸν ἀδελφὸν καταθύεις τὸν σόν;
 [09999]  Ταῦτα λέγω, οὐχ ἵνα θορυβῆτε καὶ κράζητε, ἀλλὰ μετὰ πολλῆς σιγῆς καὶ εὐκοσμίας τῆς ἱερᾶς ταύτης [63.898] ἁψώμεθα θυσίας, ἵνα καὶ τὴν ψυχὴν ἐκκαθάρωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν.
000-00-00 Serial Number=0134565353
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00358]  Τοῦτο καὶ ἐπὶ τῆς ἀγρυπνίας σου τῆς ἱερᾶς ἔστιν ἰδεῖν·
 [01476]  Καὶ ἑτέροις δὲ ἐγκαλῶν φρικωδεστάτην ἑτέραν ἁμαρτίαν τοῖς τῆς ἱερᾶς τραπέζης ἀναξίως ἀπολαύουσι καὶ τῶν ἀπορρήτων μυστηρίων ἐκείνων καὶ εἰπὼν ὅτι ὁ τοιοῦτος «ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου», ὅρα πῶς φησι καὶ αὐτοὺς καθαίρεσθαι τῆς χαλεπῆς ταύτης κηλῖδος οὕτω λέγων·
000-00-00 Serial Number=0249117076
In Acta apostolorum Ante [Go Back]  
 [00415]  οὕτως ἅπτεται τραπέζης ἱερᾶς;
 [03149]  Μὴ τραπέζης ἱερᾶς ἅψασθαι τολμᾷς ἀμύητος ὤν;
 [03150]  Ἀλλὰ τὸ ἔτι χεῖρον, σὺ ὁ μεμυημένος τῆς ἱερᾶς ἅψασθαι τραπέζης τολμᾷς, ἧς οὐδὲ πᾶσιν ἱερεῦσιν ἅψασθαι θέμις, καὶ οὕτως ὀμνύναι.
000-00-00 Serial Number=0236699700
In Eutropium Ante [Go Back]  
 [00123]  Ὡς δὲ ἐπέκειντο πάλιν εἰς ἐκδικίαν τοῦ ὑβρισμένου βασιλέως, βοῶντες, πηδῶντες, θανάτου μεμνημένοι, καὶ τὰ δόρατα σείοντες, πηγὰς λοιπὸν ἀφεὶς δακρύων ἀπὸ τῶν ἡμερωτάτων ὀφθαλμῶν, καὶ ἀναμνήσας τῆς ἱερᾶς τραπέζης, εἰς ἣν κατέφυγεν, οὕτω τὴν ὀργὴν κατέπαυσε.
000-00-00 Serial Number=0467738450
In Heliam et viduam Ante [Go Back]  
 [00011]  Καὶ τοῦτο ἐκ τῶν [51.338.30] παρθένων δῆλον ἐκείνων, αἳ διὰ τοῦτο τῆς ἱερᾶς παστάδος ἀπεκλείσθησαν, ἐπειδὴ διηνεκὲς ἔλαιον ἐν ταῖς λαμπάσιν οὐκ εἶχον.
000-00-00 Serial Number=0630762339
In catenas sancti Petri Ante [Go Back]  
 [00018]  [5] Ἅσπερ εἰς ἑορτῆς ὑπόθεσιν ἔχοντες, καὶ ὡς αἰτίας καὶ προξένους τῆς ἐν τῷ τέλει σταυρώσεως ἐπιστάμενοι καὶ περὶ ἕνα καὶ τὸν αὐτὸν ἀπόστολον ταύτας κἀκείνην συμβεβηκυίας καὶ ἡνωμένας θεώμενοι, οὐ πόῤῥῳ τὴν παροῦσαν πανήγυριν τῆς ἱερᾶς τελειώσεως λογιούμεθα·
000-00-00 Serial Number=0260770261
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00226]  καὶ ἕως ἂν πάντες μετασχῶσι καὶ κοινωνήσωσι τῆς πνευματικῆς καὶ ἱερᾶς ταύτης τραπέζης, οὐ συστέλλεται τὰ προκείμενα, ἀλλ' ἑστήκασιν οἱ ἱερεῖς ἅπαντες, καὶ τὸν πάντων πενέστερον καὶ εὐτελέστερον ἀναμένοντες·
000-00-00 Serial Number=0951007724
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05169]  Πάλιν ἐπειδὰν εἴρξωμεν τῶν ἱερῶν περιβόλων τοὺς οὐ δυναμένους τῆς ἱερᾶς μετασχεῖν τραπέζης, ἑτέραν δεῖ γενέσθαι εὐχὴν, καὶ πάντες ὁμοίως ἐπ' ἐδάφους κείμεθα, καὶ πάντες ὁμοίως ἀνιστάμεθα.
 [05586]  Ὁ γὰρ ἐλεήμων οὐ ποδήρη ἐνδέδυται, οὐδὲ κώδωνας περιφέρει, οὐδὲ στέφανον ἀναδεῖται, ἀλλὰ ἀναβέβληται μὲν τῆς φιλανθρωπίας στολὴν, τῆς ἱερᾶς ἐσθῆτος ἁγιωτέραν οὖσαν, κέχρισται δὲ ἐλαίῳ, οὐκ ἐξ ὕλης αἰσθητῆς συγκειμένῳ, ἀλλ' ὑπὸ Πνεύματος γεωργουμένῳ, ἔχει δὲ στέφανον ἀπὸ τῶν οἰκτιρμῶν·
000-00-00 Serial Number=0327011645
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00939]  Οὐ μετὰ πλείονος μὲν ἐγὼ δαψιλείας, ὑμεῖς δὲ μετὰ ἐλάττονος μετέχομεν τῆς ἱερᾶς τραπέζης, ἀλλ' ὁμοίως ἑκάτεροι ταύτης ἐφαπτόμεθα.
000-00-00 Serial Number=0296350956
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03845]  Εἰ γάρ μοι τῆς οἰκουμένης ἔδωκέ τις κρατῆσαι πάσης, τὸν ὄνυχα μόνον Παύλου πάσης ἂν τῆς βασιλείας ἐκείνης ἰσχυρότερον εἶναι ἐνόμισα, πάσης τρυφῆς τὴν πενίαν, πάσης δόξης τὴν ἀδοξίαν, παντὸς πλούτου τὴν γύμνωσιν, πάσης ἀδείας τὸν κολαφισμὸν τῆς ἱερᾶς ἐκείνης κεφαλῆς, παντὸς διαδήματος τοὺς λίθους οὓς ἐδέξατο.
 [07108]  τὰ δὲ μετὰ ταῦτα, τῆς ἱερᾶς τραπέζης.
000-00-00 Serial Number=0783779800
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02054]  Μὴ δὴ ῥίπτωμεν ἑαυτοὺς εἰς κίνδυνον φανερὸν, ἀλλ' ἐπ' ἀσφαλοῦς βαίνωμεν, τῆς ἱερᾶς ἀγκύρας ἐξαρτήσαντες ἑαυτούς.
000-00-00 Serial Number=0072652936
In epistulam ad Philippenses Ante [Go Back]  
 [01919]  ἐπειδὴ δὲ εἶδεν ἀποσχισθέντα τῆς ἱερᾶς ἀγέλης, παντὸς λύκου σφοδρότερον ἐφήλατο, καὶ οὐ πρότερον ἀπέστη, ἕως αὐτὸν ἀνεῖλε θάνατον διπλοῦν.
000-00-00 Serial Number=0140054524
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00489]  καὶ ἐκκόψας αὐτὸν τῆς ἱερᾶς αὐλῆς, πάλιν αὐτὸν ἑτέρῳ συνάπτει τρόπῳ, τὰς τῶν ἐκτεμόντων διανοίας οἰκειῶν αὐτῷ καὶ συνάγων·
000-00-00 Serial Number=0573286772
In illud Vidi dominum Ante [Go Back]  
 [01270]  Καὶ γὰρ ἐκεῖνον τὸν τὰ ῥυπαρὰ ἱμάτια ἔχοντα διὰ τοῦτο ἐξήλασε τοῦ νυμφῶνος καὶ τῆς ἱερᾶς παστάδος ὁ τοῦ νυμφίου πατήρ, οὐκ ἐπειδὴ εἶχεν ἱμάτια ῥυπαρά, ἀλλ' ἐπειδὴ ἔχων αὐτὰ οὕτως εἰσῄει.
 [01278]  Σκοπείτω τοίνυν καὶ ἡμῶν ἕκαστος, μή πως ταύτην ἀκούσῃ τὴν φωνὴν καί, πάντα λογισμὸν ἀποβαλὼν τῆς πνευματικῆς διδασκαλίας ἀνάξιον, οὕτω τῆς ἱερᾶς μετασχέτω τραπέζης.
 [01397]  ∆ιὰ τοῦτο ἐντεῦθεν ἤδη προλέγω, ἵνα μὴ τῶν βασιλικῶν καταλαβόντων δείπνων καὶ τῆς ἱερᾶς ἑσπέρας παραγενομένης ἐκείνης, ἔχῃ τις λέγειν·
000-00-00 Serial Number=0054778993
In resurrectionem domini [3] Ante [Go Back]  
 [00056]  Οὐκέτι ἡ ἅλμη τῆς Ἐρυθρᾶς θαλάσσης, ἀλλ' ἡ γλυκύτης τῆς ἱερᾶς κολυμβήθρας διαυγάζει·
000-00-00 Serial Number=0204235435
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00040]  Οὐ γὰρ μόνον ὅτι τοσαύτης ἀρχῆς ἄξιος εἶναι ἔδοξε, θαυμάζω τὸν ἄνδρα ἐγὼ, ἀλλ' ὅτι καὶ παρὰ τῶν ἁγίων ἐκείνων τὴν ἀρχὴν ταύτην ἐνεχειρίσθη, καὶ αἱ τῶν μακαρίων ἀποστόλων χεῖρες τῆς ἱερᾶς ἥψαντο κεφαλῆς.
000-00-00 Serial Number=0161566794
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00039]  οὐ γὰρ ἔξεστιν, ἐπείπερ οὐκ ἐκκομίζεται τῆς ἱερᾶς οἰκίας τὸ θῦμα οὐδὲ εἰς κοινωνίαν τοῖς ἔξω προφέρεται.
000-00-00 Serial Number=0509970665
In sanctum pascha sermo 2 Ante [Go Back]  
 [00096]  [27] Ταῦτα περὶ τῆς σωτηρίου χρίσεως καὶ τῆς ἱερᾶς βρώσεως ἐξητακότες παυσώμεθα τοῦ λόγου, καὶ νῦν εἰς ἑτέραν ἐξέτασιν τὰ μετὰ τοῦτο καταλιπόντες, αἰτούμενοι παρὰ τοῦ κυρίου τὴν αἴτησιν, ἣν ∆αυὶδ ᾐτήσατο·
000-00-00 Serial Number=0491065204
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00015]  ∆ιὰ τοῦτο προσκυρούμενοι τοῖς τὰ καινὰ καὶ παλαιὰ μετὰ γνώσεως ἱερᾶς μεμυημένοις, ὡς μὲν οὖν διὰ βραχέων ἐπορίσαμεν εἰπεῖν τοιάδε ἡ τοῦ πάσχα
 [00084]  Ταῦτα ἡμῶν τῆς ἱερᾶς ἑορτῆς τὰ ἐδέσματα, αὕτη ἡ τράπεζα ἡ πνευματική, αὕτη ἡ ἀθάνατος τροφὴ καὶ τρυφή·
 [00188]  ἡμῶν δὲ τὸ πάσχα τέθυται Χριστὸς καὶ τὸ νέον φύραμα τῆς ἱερᾶς αὐτοῦ συγκράσεως ἀπειλήφαμεν ὅλοι δυνάμει κρείττονι ἀναζυμωθέντες καὶ ἀναφυραθέντες αὐτοῦ τῷ πνεύματι.
000-00-00 Serial Number=0406363130
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00056]  Καὶ ταῦτα οὐχ ἁπλῶς ἀποδύρομαι νῦν ἀλλ' ἐπειδὴ πολλοὶ τὸ βάρος τῶν εἰρημένων οὐκ ἐνεγκόντες, μετὰ τὴν ἀναχώρησιν προσελθόντες ἐδυσχέραινον, ἠγανάκτουν, Ἀπάγεις ἡμᾶς, λέγοντες, τῆς ἱερᾶς τραπέζης, καὶ τῆς κοινωνίας ἀποσοβεῖς.
000-00-00 Serial Number=0272224724
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00274]  Ἐκεῖνος δὲ καὶ πρὸ τούτου κληθεὶς καὶ τῶν αὐτῶν ἀπολαύσας ὧνπερ καὶ αὐτὸς καὶ μυηθεὶς τὴν ἀνωτάτω φιλοσοφίαν καὶ τραπέζης μετασχὼν ἱερᾶς καὶ τῶν φρικωδεστάτων ἐκείνων δείπνων καὶ χάριν λαβὼν τοσαύτην ὡς καὶ νεκροὺς ἐγείρειν καὶ λεπροὺς καθαίρειν καὶ δαίμονας ἐλαύνειν·
000-00-00 Serial Number=0276873827
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00064]  Τί γὰρ ἂν γένοιτο ἐλεεινότερον, εἰπέ μοι, ὅτι σκορπίοι μὲν καὶ ἔχεις καὶ δράκοντες πρὸς τὴν εὐφημίαν καλοῦνται τοῦ πεποιηκότος αὐτούς, μόνος δὲ ὁ ἁμαρτωλὸς τῆς ἱερᾶς ταύτης χοροστασίας ἀπολείπεται;
 [00068]  ∆ιὰ τοῦτο αὐτόν, ὥσπερ ἐξ ἱερᾶς πατρίδος, τῆς οἰκουμένης ἀπήλασεν ὁ προφήτης καὶ πρὸς τὴν ὑπερορίαν ἀπῴκισεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»