Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἱμάτιον [265]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἱμάτιον
Cooperatorum Veritatis Societas
Ad Demetrium de compunctione i
Ante [Go Back]
000-00-00 Serial Number=0758038759
[00126]
καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον·
Ad Theodorum lapsum i
Ante [Go Back]
000-00-00 Serial Number=0944370687
[00588]
Οὗτος τὸ μὲν πρῶτον ἐρρῶσθαι πολλὰ ταῖς ἐν τοῖς μουσείοις διατριβαῖς εἰπών, καὶ τὴν λαμπρὰν ἐκείνην ἀμφίασιν ἀφείς, καὶ τὸν τῦφον ἅπαντα τὸν βιωτικόν, ἐξαίφνης ἱμάτιον εὐτελὲς περιθέμενος, καὶ πρὸς τὴν ἐν τοῖς ὄρεσιν ἐρημίαν ἀναχωρήσας, πολλὴν ἐπεδείξατο τὴν φιλοσοφίαν, οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλ' ὅσην ἄν τις τῶν θαυμαστῶν καὶ μεγάλων ἀνδρῶν.
Ad illuminandos catecheses
Ante [Go Back]
000-00-00 Serial Number=0703917384
[00027]
Μνήσθητε οὖν, ὅταν ἔλθητε εἰς τὴν βασιλείαν ἐκείνην, ὅταν τὸ ἱμάτιον τὸ βασιλικὸν ἀπολάβητε, ὅταν τὴν πορφύραν περιβάλησθε τὴν αἵματι βαφεῖσαν ∆εσποτικῷ, ὅταν διάδημα ἀναδήσησθε τῶν ἡλιακῶν ἀκτίνων φαιδροτέρας ἔχον πανταχόθεν ἐκπηδώσας λαμπηδόνας.
[00315]
καὶ γὰρ ἔχεις ἱμάτιον μέγιστον, ἔχεις τράπεζαν πνευματικὴν, ἔχεις τὴν δόξαν τὴν ἄνω, καὶ πάντα σοι ὁ Χριστὸς γίνεται, καὶ τράπεζα, καὶ ἱμάτιον, καὶ οἶκος, καὶ κεφαλὴ, καὶ ῥίζα.
[00347]
Εἰ γὰρ εἰς γάμους αἰσθητοὺς ἄνθρωποι καλούμενοι, κἂν ἁπάντων ὦσι πενέστεροι, χρησάμενοι πολλάκις ἢ πριάμενοι ἱμάτιον καθαρὸν, οὕτω πρὸς τοὺς καλέσαντας αὐτοὺς ἀπαντῶσι·
[00348]
σὺ δὲ ὁ πρὸς γάμον κληθεὶς πνευματικὸν καὶ δεῖπνα βασιλικὰ, ἐννόησον, ἡλίκον ἂν εἴη δίκαιόν σε ἱμάτιον πρίασθαι·
[00350]
Τήρει τοίνυν ὅπερ ἔλαβες ἱμάτιον·
[00352]
οὐδαμοῦ γὰρ πωλεῖται τοιοῦτον ἱμάτιον.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0657149851
[00266]
Καθάπερ γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων οἱ σφριγῶντες τὰ σώματα καὶ εὐεκτοῦντες τῶν ἀθλητῶν οὐχ οὕτω φαίνονται, ἐπειδὰν τὸ διάβροχον ἐλαίῳ πάντοθεν ἱμάτιον ὦσι περιβεβλημένοι, ἀλλ' ὅταν αὐτὸ ῥίψαντες γυμνοὶ πρὸς τὰ σκάμματα ἕλκωνται, τότε μάλιστα τοὺς θεατὰς τῇ τῶν μελῶν ἀναλογίᾳ πάντοθεν ἐκπλήττουσιν, οὐδενὸς αὐτὴν ἐπισκιάσαι δυναμένου λοιπόν·
[00268]
ἐπειδὴ δὲ αὐτὸν, καθάπερ ἱμάτιον ἀποδυσάμενος ὁ ἀθλητὴς, ἔῤῥιψε, καὶ πρὸς τοὺς τῆς εὐσεβείας ἀγῶνας γυμνὸς εἰσῆλθεν, οὕτω γυμνωθεὶς τοὺς θεατὰς ἐξέπληξεν ἅπαντας, ὡς καὶ αὐτὸ τὸ τῶν ἀγγέλων θέατρον ἐπὶ τῇ τῆς ψυχῆς αὐτοῦ καρτερίᾳ μέγα ἀνακεκραγέναι, καὶ κροτῆσαι τὸν [49.27] στεφανίτην ἐκεῖνον.
[00269]
Ὥσπερ γὰρ ἕφθην εἰπὼν, οὐχ οὕτως ἐφαίνετο τοῖς ἀνθρώποις πάντα τὸν πλοῦτον περιβεβλημένος ἐκεῖνον, ὡς ὅτε καθάπερ ἱμάτιον ῥίψας αὐτὸν, γυμνὸς ἐδείχθη, ὥσπερ ἐν θεάτρῳ, μέσῃ τῇ οἰκουμένῃ, καὶ πάντες αὐτοῦ τὴν εὐεξίαν τῆς ψυχῆς ἐξεπλάγησαν·
[01765]
Ὅπερ ἐστὶν ἱμάτιον ἀποδύσασθαι·
[01766]
καθάπερ γὰρ ἱμάτιον, τὸ σῶμα τῇ ψυχῇ περίκειται, καὶ τοῦτο πρὸς βραχὺ διὰ τῆς τελευτῆς ἀποθέμενοι λαμπρότερον ἀποληψόμεθα πάλιν.
[02007]
Ἐπεὶ καὶ ἱμάτιον χρυσοῦν καλὸν μὲν ἔστι καὶ ὁρώμενον, πολλῷ δὲ πλέον ἡμῖν φανεῖται περικείμενον ἡμῶν τῷ σώματι·
[02311]
Καὶ καθάπερ ἱμάτιον πολλάκις κεκτημένοι, ἢ οἰκέτην ἢ σκεῦος τίμιον, ἀναμιμνησκόμεθα τῶν καιρῶν, καὶ πρὸς ἀλλήλους λέγομεν·
[02312]
Τὸν οἰκέτην τὸν δεῖνα τῇδε ἐκτησάμην τῇ ἑορτῇ, τὸ ἱμάτιον τόδε ἐπριάμην τῷδε τῷ καιρῷ·
[02583]
καίτοι πορφυρίδα εἶχεν ἐκεῖνος, ἀλλ' εἶχε μηλωτὴν οὗτος, ἱμάτιον τῆς πορφυρίδος ἐκείνης σεμνότερον.
[02934]
Πῶς γὰρ οὐκ ἄτοπον ἱμάτιον μὲν ἔχοντας τῶν λοιπῶν βέλτιον μὴ ἀνέχεσθαι συνεχῶς αὐτῷ καταχρᾶσθαι, τὸ δὲ τοῦ Θεοῦ ὄνομα πανταχοῦ περισύρειν ἁπλῶς καὶ ὡς ἔτυχε;
[03105]
καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται.
[03963]
ὁ μὲν ἀφαιρήσειν τὸ ἱμάτιον, ὁ δὲ οὐκ ἐπιτρέψειν·
[05567]
κἄν τινας τῶν ἐκείνῳ προσηκόντων, κἂν ἱμάτιον, κἂν οἰκίαν, κἂν στενωπὸν θεάσηται, ὑπὸ πάντων βασανίζεται τῶν ὁρωμένων.
Ad viduam juniorem
Ante [Go Back]
000-00-00 Serial Number=0539334774
[00104]
Τοῦτο τοίνυν ἀνάσχου καὶ νῦν, οὐχ ὑπὲρ βασιλείας τῆς ἐν τῇ γῇ, ἀλλ' ὑπὲρ τῆς ἐν τοῖς οὐρανοῖς, οὐχ ἵνα ἱμάτιον χρυσοῦν φοροῦντα ἀπολάβῃς ἀλλ' ἵνα ἀφθαρσίαν καὶ ἀθανασίαν καὶ δόξαν, ὅσην τοὺς ἐν οὐρανοῖς διάγοντας ἔχειν εἰκός.
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0354633033
[00437]
Ἡ μήτηρ ἡμῶν ἡ κοινὴ οὐχ ἱμάτιον, ἀλλ' ἀδελφὸν ἀπώλεσεν·
[02846]
Οὐ γάρ ἐστιν ἴσον, ἄρτον δοῦναι καὶ ἱμάτιον, καὶ νόσον μακρὰν ὑπομένειν, ἀλλὰ πολλῷ μεῖζον τοῦτο ἐκείνου·
Adversus catharos
Ante [Go Back]
000-00-00 Serial Number=0460679173
[00010]
Καὶ γὰρ ἀκόρεστον ὑμῶν ὁρῶ τὴν ἀκοὴν οὖσαν, καὶ χρέος οὐ τὸ τυχὸν ὀφείλομεν τῷ μακαρίῳ Θεοδοσίῳ, οὐχ ὅτι βασιλεὺς ἦν, ἀλλ' ὅτι εὐσεβὴς, οὐχ ὅτι ἁλουργίδα ἦν περιβεβλημένος, ἀλλ' ὅτι Χριστὸν ἦν ἐνδεδυμένος, ἱμάτιον μηδέποτε παλαιούμενον, καὶ τὸν θώρακα ἐνεδέδυτο τῆς δικαιοσύνης, καὶ τὰ ὑποδήματα τοῦ εὐαγγελίου τῆς εἰρήνης, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, καὶ τὴν ἀσπίδα τῆς πίστεως, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου.
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr
Ante [Go Back]
000-00-00 Serial Number=0674217999
[00183]
ἓν γὰρ παρὰ πᾶσίν ἐστιν ἱμάτιον, τὸ λουτρὸν τὸ σωτήριον·
[00244]
Ἀνέστημεν λοιπὸν τὴν μείζονα ἀνάστασιν, τὸν χαλεπὸν θάνατον τῆς ἁμαρτίας ῥίψαντες, καὶ ἀποδυσάμενοι τὸ παλαιὸν ἱμάτιον·
Adversus oppugnatores vitae monasticae
Ante [Go Back]
000-00-00 Serial Number=0876069784
[00343]
εἶτα ἐν μέσῳ τῶν ἐλπίδων τούτων προσερχέσθω τις, καὶ διαλεγέσθω περὶ ταύτης αὐτῷ τῆς φιλοσοφίας, καὶ πειθέτω πάντων ἐκείνων καταγελάσαντα περιβαλέσθαι ἱμάτιον ἁδρὸν, καὶ τὴν πόλιν ἀφέντα πρὸς τὸ ὄρος φυγεῖν, καὶ φυτεύειν ἐκεῖ καὶ ἄρδειν καὶ ὑδροφορεῖν, καὶ τὰ ἄλλα δὴ πάντα τὰ τῶν μοναχῶν ποιεῖν, τὰ δοκοῦντα εἶναι καὶ εὐτελῆ καὶ ἐπονείδιστα·
[00446]
Οὐκοῦν ἄπελθε, καὶ ἀφελοῦ αὐτοῦ τὸ ἱμάτιον, ὅπερ ἔχει μόνον, καὶ τῆς καλύβης ἐξάγαγε, καὶ κάθελε τὸ καταγώγιον, καὶ οὐδὲ οὕτως ὄψει δυσχεραίνοντα οὐδὲ ἀλγοῦντα, ἀλλά σοι καὶ χάριν εἴσεται τούτων, ὅσον πρὸς φιλοσοφίαν πλέον ὠθεῖς αὐτόν·
[00507]
Παρὰ Θηβαίοις Ἐπαμεινώνδας, ἄνθρωπος εἰς ἐκκλησίαν καλούμενος, καὶ διὰ τοῦτο μὴ δυνάμενος ἐλθεῖν, ἐπειδὴ αὐτῷ τὸ ἱμάτιον ἔτυχε πλυνόμενον, καὶ ἕτερον περιθέσθαι οὐκ εἶχε, πάντων τῶν γενομένων αὐτόθι στρατηγῶν ἐπισημότερος ἦν.
[00516]
Οὐ γὰρ ἂν οὕτως ἅπαντας ἐξέπληττε χρυσοφορῶν, μᾶλλον δὲ καὶ ἁλουργίδα, καὶ αὐτὸν τὸν στέφανον περικείμενος ἐπὶ τῆς κεφαλῆς, καὶ τοῖς σηρικοῖς ἐπικαθήμενος στρώμασι, καὶ ὑπὸ τῶν ἡμιόνων ἑλκόμενος, καὶ τοὺς χρυσοφοροῦντας δορυφόρους ἔχων, ὡς νῦν ῥυπῶν καὶ αὐχμῶν καὶ παχὺ περιβεβλημένος ἱμάτιον, καὶ μηδένα ἀκολουθοῦντα ἐπαγόμενος, καὶ ἀνυπόδετος ὤν.
[01089]
Ὅπως μὲν γὰρ οἰκέτης ἔσται, καὶ ὅπως ἵππος, καὶ ὅπως ἱμάτιον τῷ παιδὶ κάλλιστον, πάντα ποιεῖτε·
[01346]
Ἔλεγε τοίνυν οὗτος, ὅτι καὶ ἱμάτιον αὐτῷ ἀπὸ τριχῶν κατεσκεύαστο, καὶ τούτῳ τὰς νύκτας ἐγκαθεύδοι, σοφήν τινα μηχανὴν τοῦ ταχέως ἐξανίστασθαι ταύτην εὑρών.
Caritatem secundum deum rem esse deo digna
Ante [Go Back]
000-00-00 Serial Number=0430609643
[00066]
Τόκον οὐκ ἀπαιτήσεις, οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον, οὐδὲ τοῦ πένητος ἐνεχυράσεις ἱμάτιον, οὐδὲ μὴ ἐπεισελεύσῃ βιαίως λαβεῖν ἐνέχυρον.
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0224204421
[00318]
ἀποδυόμεθα μὲν τὸ παλαιὸν ἱμάτιον τὸ ὑπὸ τοῦ πλήθους τῶν ἡμαρτημένων καταρρυπωθέν, ἐνδυόμεθα δὲ τὸ καινὸν καὶ πάσης κηλῖδος ἀπηλλαγμένον.
[00376]
[2.24] Εἶτα μετὰ τοῦτο κατὰ τὸν τῆς νυκτὸς καιρὸν ὁλόκληρον ἀποδύσας τὸ ἱμάτιον καὶ καθάπερ εἰς αὐτὸν τὸν οὐρανὸν εἰσάγειν μέλλων διὰ τῶν τελουμένων οὕτως ἅπαν τὸ σῶμα ἀλείφεσθαι παρασκευάζει τῷ ἐλαίῳ ἐκείνῳ τῷ πνευματικῷ ὥστε πάντα τὰ μέλη διὰ τῆς ἀλοιφῆς τειχισθῆναι καὶ ἀχείρωτα γενέσθαι τοῖς παρὰ τοῦ ἐναντίου πεμπομένοις βέλεσι.
[00378]
Τότε λοιπὸν διὰ τῶν ῥημάτων τοῦ ἱερέως καὶ τῆς τούτου χειρὸς ἡ ἐπιφοίτησις ἐφίπταται τοῦ Πνεύματος τοῦ ἁγίου καὶ ἄλλος ἀντ' ἄλλου ἄνεισι, πάντα τὸν ῥύπον τῶν ἁμαρτημάτων ἀποσμηξάμενος καὶ ἀποδυσάμενος τὸ παλαιὸν τῆς ἁμαρτίας ἱμάτιον καὶ ἐνδυσάμενος τὴν ἐσθῆτα τὴν βασιλικήν.
[00628]
«Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά», μονονουχὶ δεικνὺς ὅτι καθάπερ ἱμάτιον παλαιὸν ἀποδυσάμενοι τῶν ἁμαρτημάτων τὸ φορτίον διὰ τῆς εἰς τὸν Χριστὸν πίστεως, τὸ καινὸν τοῦτο καὶ φαιδρὸν ἱμάτιον καὶ τὴν στολὴν τὴν βασιλικὴν περιέθεντο οἱ τῆς πλάνης ἐλευθερωθέντες καὶ τῷ φωτὶ τῆς δικαιοσύνης καταυγασθέντες·
[01000]
ἱμάτιον γάρ ἐστι καὶ ὑπὸ σητὸς ἀναλισκόμενον καὶ ὑπὸ χρόνου δαπανώμενον, ἄλλως δὲ καὶ ῥυπωθὲν εὐκόλως ὕδατι ἀποκαθαιρόμενον.
Catechesis ultima ad baptizandos
Ante [Go Back]
000-00-00 Serial Number=0659277022
[00032]
καὶ ἐλθὼν καὶ εὑρὼν τὴν μέλλουσαν αὐτῷ νυμφαγωγεῖσθαι γυμνὴν καὶ ἀσχημονοῦσαν ἱμάτιον αὐτὴν περιέβαλε καθαρὸν καὶ οὗ τὴν λαμπρότητα καὶ τὴν δόξαν οὐδεὶς οὐ λόγος οὐ νοῦς παραστῆσαι δυνήσεται.
[00034]
ὡς ἱμάτιον ἑαυτὸν ἡμῖν περιέβαλεν·
[00036]
τοῦτο τὸ ἱμάτιον ἄνωθεν ἰδὼν προφητικοῖς ὀφθαλμοῖς ὁ ∆αυὶδ ἐβόα καὶ ἔλεγε·
[00040]
ἰδοὺ καὶ τὸ ἱμάτιον εἶπέ σοι·
[00158]
τότε ἀποδύσας σε τὸ ἱμάτιον ὁ ἱερεύς, αὐτός σε κατάγει ἐπὶ τὰ νάματα.
[00161]
ἦσαν γάρ φησιν Ἀδὰμ καὶ Εὔα γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο, ἕως ἔλαβον τὸ τῆς ἁμαρτίας ἱμάτιον, τὸ πολλῆς γέμον αἰσχύνης.
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0343988419
[00604]
καὶ ὅρα, τί ἴσχυσεν ὁ διάβολος, ὥστε διαρρῆξαι αὐτὸν τὸ ἱμάτιον μόνον.
[02559]
[27c] εἰς δὲ ῥίζας ποδῶν μου ἀφίκου, [13,28a] οἳ παλαιοῦνται ἴσα ἀσκῷ [28b] ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.
[02574]
ἢ ὥσπερ ἱμάτιον, φησίν, σητόβρωτον.
[03415]
οὕτω διηνεκῶς ἦν ἐν τῷ δικαίῳ βίῳ, ὥστε καὶ περὶ θεοῦ ὅταν ἀκούσῃς, ὅτι ἱμάτιον ἔχει δικαιοσύνης, μὴ νομίσῃς ἱμάτια περὶ τὴν ἀσώματον φύσιν·
Contra Judaeos gentiles et haereticos
Ante [Go Back]
000-00-00 Serial Number=0007566631
[00212]
ἱμάτιον αὐτῶν οὐκ ἐῤῥυπώθη, ὑπόδημα αὐτῶν οὐκ ἀπετρίβη·
Contra eos qui subintroductas habent virgines
Ante [Go Back]
000-00-00 Serial Number=0801194787
[00221]
ὅταν ἱμάτιον μὲν δῷς, τὴν δὲ ὑπόληψιν τῶν γυμνῶν αἰσχροτέραν καταστήσῃς;
[00301]
ἀλλ' ὅπως αὐτὸ τὸ κιβώτιον καὶ τὸ ἱμάτιον καὶ τὴν ἄλλην ἐπιβλέποι πενίαν, ὅπως εὐτρεπίζοι τὴν τράπεζαν, καὶ τὴν εὐνὴν στρωννύοι, καὶ πῦρ ἀνακαίοι, καὶ περιπλύνοι πόδας, καὶ τὴν ἄλλην ἀνάπαυσιν παρέχοι πᾶσαν.
Contra haereticos et in sanctam deiparam
Ante [Go Back]
000-00-00 Serial Number=0254721940
[00154]
οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν καθαρῷ κατόπτρῳ, τῷ ἀσπίλῳ σώματι τῆς Παρθένου ἔλαμψε, τέλειον ἐδημιούργησεν ἄνθρωπον οὐ νόμῳ φύσεως, οὐ χρόνῳ, οὐκ ἀνθρωπίνῳ σπέρματι, ἀλλ' ὄψει μόνον, νοερᾷ τε καὶ ἁγίᾳ δυνάμει πρὸς ὠδῖνας τὴν Παρθένον ἐκίνησεν, ἀποῤῥήτως ἐν αὐτῇ τὸ βρέφος ὑφάνας, ὡς ἱμάτιον, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων.
Contra theatra
Ante [Go Back]
000-00-00 Serial Number=0828405619
[00027]
Εἰ γάρ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἐναπέκειτο πολυτελῆ καὶ διάχρυσα, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν τῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι;
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0992059171
[01064]
Καὶ καθάπερ ἐπὶ τῶν ἔξωθεν πανηγύρεων, ὁ μὲν μήτε ἱμάτιον ἔχων περιβαλέσθαι λαμπρὸν, μήτε δαψιλεστέρας ἀπολαῦσαι τραπέζης, ἀλλ' ἐν πενίᾳ καὶ λιμῷ ζῶν καὶ τοῖς ἐσχάτοις κακοῖς, οὐκ [54.670] αἰσθάνεται τοῦ καιροῦ τῆς ἑορτῆς, κἂν πᾶσαν τὴν πόλιν ἴδῃ χορεύουσαν, ἀλλὰ τοσούτῳ μᾶλλον ὀδυνᾶται καὶ δάκνεται, ὅσῳ καὶ τοὺς μὲν ἄλλους ὁρᾷ ἐν ἀπολαύσει, ἑαυτὸν δὲ ἐν ἀπορίᾳ·
De Babyla contra Julianum et gentiles
Ante [Go Back]
000-00-00 Serial Number=0784484744
[00221]
Πόσῳ γὰρ βέλτιον ἦν ἱμάτιον ἐνδύντα ἁδρὸν ἐνεργὸν εἶναι καί τι τῶν χρησίμων τὸν βασιλεύοντα τότε αἰτεῖν ἢ καθῆσθαι μετὰ τῶν ῥακίων θερμαινόμενον κατὰ τὰ μικρὰ καὶ ὑπομάζια τῶν παιδίων ἅπερ αἱ τίτθαι μετὰ τὸ λοῦσαι καὶ ἀλεῖψαι προτιθέασιν εἰς τοῦτο εἰς ὅπερ ὁ φιλόσοφος τότε ἐκάθητο γραιδίου δυστήνου χάριν αἰτῶν;
[00316]
Καὶ γὰρ ἱμάτιον μόνον πολλάκις τῶν ἀπελθόντων ὀφθὲν καὶ ῥῆμα εἰς διάνοιαν ἐλθὸν διήγειρε τὴν ψυχὴν καὶ τὴν μνήμην ἀνέστησε διαπίπτουσαν.
De Davide et Saule
Ante [Go Back]
000-00-00 Serial Number=0744549334
[00344]
οὐκ ἐξῆλθεν ἔχων πορφυρίδα βασιλικὴν, ἀλλ' ἐξῆλθε περιβεβλημένος ἐπιείκειαν ὑπερβαίνουσαν ἀνθρωπίνην φύσιν, ἱμάτιον πάσης στολῆς λαμπρότερον.
[00531]
Εἰ γάρ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἐναπέκειτο πολυτελῆ καὶ διάχρυσα, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν τῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι;
De beato Philogonio
Ante [Go Back]
000-00-00 Serial Number=0289831638
[00199]
Πῶς γὰρ οὐκ ἄτοπον τῶν μὲν σωματικῶν τοσαύτην ποιεῖσθαι τὴν ἐπιμέλειαν, ὥστε ἑορτῆς παραγούσης, πρὸ πολλῶν ἡμερῶν καὶ ἱμάτιον ἐκ τῶν κιβωτίων τὸ κάλλιστον ἀνελομένους προευτρεπίζειν, καὶ ὑποδήματα ὠνεῖσθαι, καὶ τραπέζῃ δαψιλεστέρᾳ κεχρῆσθαι, καὶ πολλοὺς πάντοθεν προσεπινοεῖν πόρους, καὶ παντὶ τρόπῳ φαιδρύνειν ἑαυτὸν καὶ καλλωπίζειν·
De consubstantiali
Ante [Go Back]
000-00-00 Serial Number=0065056503
[00320]
ἀλλ' ἐπειδὴ εὐχὴν οὐκ εἶχε, περιῄει Ἡλίαν ζητῶν, ἄνθρωπον οὐδὲ καταγώγιον ἔχοντα, οὐδὲ ἱμάτιον, ἀλλ' ἢ μηλωτὴν μόνην.
[00328]
Ὢ τοῦ θαύματος, οὐδὲ ἱμάτιον εἶχε, καὶ τὸν οὐρανὸν ἀπέκλεισε.
[00329]
∆ι' αὐτὸ μὲν οὖν τοῦτο ἀπέκλεισε τὸν οὐρανὸν, ἐπειδὴ ἱμάτιον, οὐκ εἶχεν·
De diabolo tentatore
Ante [Go Back]
000-00-00 Serial Number=0443666577
[00898]
Οὗτοι μὲν γὰρ κἂν ἱμάτιον ἔχουσι διεῤ [49.271] ῥωγὸς, ἐκεῖνος δὲ γυμνὸς ἐκάθητο, καὶ ὃ μόνον ἱμάτιον εἶχε παρὰ τῆς φύσεως, τῆς σαρκὸς τὴν περιβολὴν, χαλεπῇ σηπεδόνι καὶ τοῦτο πανταχόθεν διέφθειρεν ὁ διάβολος.
De eleemosyna [4]
Ante [Go Back]
000-00-00 Serial Number=0382482350
[00015]
δὸς ἀπότριμμον ἱμάτιον, καὶ λάβε βασιλείαν οὐρανῶν.
De eleemosyna [5]
Ante [Go Back]
000-00-00 Serial Number=0779597044
[00020]
ὅτε σὺ ἐν ταῖς ἐκκλησίαις καὶ ἐν τοῖς μαρτυρίοις ἐκαρποφόρεις, ὅτε σὺ τὰς μνήμας τῶν ἁγίων ἐπετέλεις, ὅτε σὺ τοῖς πένησιν τὸν ἄρτον ἐδάνειζες, [64.436] ὅτε σὺ τοὺς πτωχοὺς εἰς τὸν οἶκόν σου ἐδέχου, ὅτε σὺ τοὺς πτωχοὺς περιετίθεις ἱμάτιον, ὅτε σὺ τοὺς ἀσθενεῖς καὶ τοὺς ἐν φυλακῇ ἐπεσκέπτου, ὅτε σὺ ταῦτα ἐποίεις, ἐγὼ τὴν βασιλείαν ἡτοίμαζον.
[00040]
Ἐὰν ἐπιθυμῇς ἀγοράσαι ἱμάτιον ἢ βόας, ἐπαίρεις δαπάνας καὶ χρυσίον, καὶ πορεύῃ εἰς πανήγυριν, καὶ καυσούμενος ἐνίοτε πεινᾷς καὶ διψᾷς.
De inani gloria et de educandis liberis
Ante [Go Back]
000-00-00 Serial Number=0635066926
[00118]
Ἠσχημόνει δὲ καὶ Ἰωάννης οὐδὲ ἱμάτιον ἔχων, οὐδὲ ἄρτον ἕνα.
[00408]
«Κύριε, δός μοι ἄρτον καὶ ἱμάτιον καὶ διάσωσόν με.».
De jejunio et eleemosyna
Ante [Go Back]
000-00-00 Serial Number=0865715384
[00071]
ὅτι πολλάκις ὑπὸ πενίας μὴ ἔχων σπόρον, τίθησιν αὐτοῦ τὸ ἱμάτιον, καὶ λαμβάνει ὃ βούλεται, καὶ τῇ γῇ καταπιστεύει;
De jejunio sermones 1
Ante [Go Back]
000-00-00 Serial Number=0970095694
[00193]
οὕτω πλεύσας Ἰακὼβ ἄπλαστος μεμένηκε καὶ ἀχείμαστος, ἄρτον μόνον καὶ ἱμάτιον παρὰ Θεοῦ, οὐ πλοῦτον αἰτῶν·
De laudibus sancti Pauli apostoli
Ante [Go Back]
000-00-00 Serial Number=0705477715
[00509]
Καὶ τί λέγω χρήματα, ὅπου γε οὐδὲ τῆς ἀναγκαίας πολλάκις εὐπόρει τροφῆς, οὐδὲ ἱμάτιον περιβαλέσθαι εἶχεν;
[00553]
Ταὐτὸν γὰρ συνέβη, οἷον ἂν εἰ μετὰ στρατοπέδων καὶ ὅπλων καὶ παρατάξεως τοῦ βασιλεύοντος μὴ δυνηθέντος κρατῆσαι τῶν βαρβάρων, πτωχός τις γυμνὸς καὶ μόνος, καὶ μηδὲ ἀκόντιον μεταχειρίζων, μηδὲ ἱμάτιον ἔχων, εἰσελθὼν διαπράξοιτο ἃ μετὰ ὅπλων καὶ παρασκευῆς οὐκ ἴσχυσαν ἕτεροι.
De mutatione nominum
Ante [Go Back]
000-00-00 Serial Number=0041262805
[00997]
καὶ κἂν ἱμάτιον, κἂν ὑπόδημα ἴδῃ τοῦ φιλουμένου, αὐτὸν νομίζει παρεῖναι τὸν φιλούμενον.
De paenitentia [2]
Ante [Go Back]
000-00-00 Serial Number=0345614076
[00406]
Εἰ γὰρ οὐ τὸ ἱμάτιον μόνον, ἀλλὰ καὶ τοῦ ἱματίου τὸ κράσπεδον τελείαν ὑγίειαν τῇ πιστευσάσῃ χαρίζεται, καὶ ποιεῖ τῇ πιστευσάσῃ ἐπαινετὴν τὴν κλοπήν·
De paenitentia sermo 2
Ante [Go Back]
000-00-00 Serial Number=0684940636
[00090]
ἐλέησον ἡμᾶς, καὶ ἔνδυσον χιτῶνα εὐφροσύνης, καὶ σωτήριον ἱμάτιον·
[00226]
ἐδώκατέ μοι ἱμάτιον παλαιὸν, ἐνδύω ὑμᾶς τὸ ἄδυτον φῶς·
De petitione matris filiorum Zebedaei
Ante [Go Back]
000-00-00 Serial Number=0347319841
[00071]
δίδως ἱμάτιον, καὶ λαμβάνεις ἀφθαρσίας περιβόλαιον·
De pseudoprophetis
Ante [Go Back]
000-00-00 Serial Number=0006605566
[00672]
Οὐκ ἔχεις ἄρτον, οὐκ ἔχεις ἱμάτιον.
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0026978374
[00618]
καὶ τῶν ἀνθρώπων οἱ μὲν τὸν ἰδιωτικὸν τοῦτον καὶ ἀπράγμονα βιοῦντες βίον ἔχουσι παραπέτασμα τῶν ἰδίων ἁμαρτημάτων τὴν μόνωσιν, εἰς δὲ τὸ μέσον ἀχθέντες καθάπερ ἱμάτιον τὴν ἠρεμίαν ἀποδῦναι ἀναγκάζονται καὶ πᾶσι γυμνὰς ἐπιδεῖξαι τὰς ψυχὰς διὰ τῶν ἔξωθεν κινημάτων.
De sancta Droside martyre
Ante [Go Back]
000-00-00 Serial Number=0158670008
[00130]
Καθάπερ γὰρ ἐν τῇ πηγῇ ἱμάτιον ἀποδυσαμένη, καὶ τὸ σῶμα φαιδρύνουσα, οὕτως ἐν ἐκείνῃ τῇ φλογὶ τὴν σάρκα τὴν ἑαυτῆς ἱματίου παντὸς εὐκολώτερον ἀποθεμένη καὶ τὴν ψυχὴν λαμπρύνουσα, πρὸς τὸν νυμφίον ἠπείγετο δᾳδουχούντων ἀγγέλων αὐτήν.
De sancta Pelagia virgine et martyre
Ante [Go Back]
000-00-00 Serial Number=0622664928
[00056]
Ὁ μὲν οὖν Ἰωσὴφ, ἡνίκα ὑπὸ τῆς αὐτοῦ δεσποίνης ἐπεβουλεύετο, τὸ ἱμάτιον τὸ κατασχεθὲν ὑπὸ τῶν μιαρῶν χειρῶν παρὰ τῇ βαρβάρῳ γυναικὶ τότε ἀφεὶς, ἐξῄει γυμνός·
De sancta pentecoste
Ante [Go Back]
000-00-00 Serial Number=0340970695
[00005]
Ἀλλὰ τί τῆς φιλοτεκνίας ὄφελος, ὅταν ἑορταῖς μόνον, ἀλλὰ μὴ διηνεκῶς βλέπῃ τὰ ποθούμενα πρόσωπα τῶν παιδίων, ὥσπερ ἂν εἴ τις ἱμάτιον ἔχων καλὸν μὴ συγχωροῖτο αὐτῷ χρῆσθαι διηνεκῶς;
[00009]
οὕτω καὶ ἡ Ἐκκλησία φαιδροτέρα σήμερον δείκνυται τὰ πλήθη τῶν ὑμετέρων σωμάτων περιβαλλομένη, καὶ κατεσταλμένον ἔχουσα τὸ ἱμάτιον.
De sanctis Bernice et Prosdoce
Ante [Go Back]
000-00-00 Serial Number=0792681813
[00102]
Ἂν δῴη μοι Κύριος ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, ἀρκεῖ ἡμῖν.
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0805163205
[00121]
Πῶς γὰρ οὐκ ἄτοπον εἰ τὸν μὲν φιλόσοφον οὐκ ἀπὸ τῆς κόμης οὐδὲ ἀπὸ τῆς βακτηρίας οὐδὲ ἀπὸ τῆς ἐξωμίδος δοκιμάσομεν ἀλλ' ἀπὸ τῶν τρόπων καὶ τῆς ψυχῆς, καὶ τὸν στρατιώτην οὐκ ἀπὸ τῆς χλανίδος οὐδὲ ἀπὸ τῆς ζώνης ἀλλ' ἀπὸ τῆς ῥώμης καὶ τῆς ἀνδρείας, τὴν δὲ παρθένον πρᾶγμα οὕτω θαυμαστὸν καὶ πάντα ὑπερβαῖνον τὰ ἐν ἀνθρώποις διὰ τὸν τῶν τριχῶν αὐχμὸν καὶ τὴν τοῦ προσώπου κατήφειαν καὶ τὸ φαιὸν ἱμάτιον ἁπλῶς οὕτως καὶ παρέργως εἰς τὴν τοῦ πράγματος καταλέξομεν ἀρετήν, οὐκ ἀποδύσαντες αὐτῆς τὴν ψυχὴν καὶ τὴν ἕξιν αὐτῆς ἐντεῦθεν καταμαθόντες ἀκριβῶς;
[00318]
Ἐπειδὴ δὲ αἰχμάλωτοι γενόμενοι τὴν βασιλικὴν ταύτην ἀπεδύσαντο στολὴν καὶ τὸν οὐράνιον ἀπέθεντο κόσμον, ἐδέξαντο δὲ τὴν ἀπὸ τοῦ θανάτου φθορὰν καὶ τὴν ἀρὰν καὶ τὴν ὀδύνην καὶ τὸν ἐπίπονον βίον, τότε καὶ ὁ γάμος ἐπεισέρχεται μετὰ τούτων τὸ θνητὸν τοῦτο καὶ δουλικὸν ἱμάτιον.
[00840]
Ὅτι οὐδὲ πρὸς τὸν ἀθλητὴν εἴποι τις ἂν μετὰ τὸ ῥῖψαι τὸ ἱμάτιον καὶ ἀλείψασθαι καὶ εἰς τὸ στάδιον εἰσελθεῖν καὶ καταπάσασθαι τὴν κόνιν·
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0102374792
[02388]
Ἄν τε γὰρ οἰκοδομεῖν δέῃ, ἄν τε σίδηρον χαλκεύειν, ἄν τε ἱμάτιον ὑφαίνειν, οὐ χρυσοῦ καὶ ἀργύρου δεῖ καὶ μαργαριτῶν, ἀλλὰ τέχνης καὶ χειρῶν.
[02442]
Ὁ γὰρ μηδὲν ὅλως κεκτημένος, μήτε οἰκίαν, μήτε τράπεζαν, μήτε περιττὸν ἱμάτιον, ἀλλὰ διὰ τὸν Θεὸν πάντων ἀπεστερημένος, ὡς ἰδίοις κέχρηται τοῖς κοινοῖς, καὶ παρὰ πάντων, ἅπερ ἂν θέλῃ λήψεται, καὶ οὕτω τὰ πάντων ὁ μηδὲν ἔχων κατέχει.
[02755]
Οὐ γάρ ἐστιν [63.654] ἴσον δοῦναι ἄρτον καὶ ἱμάτιον, καὶ νόσον μακρὰν ὑπομένειν, ἀλλὰ πολλῷ μεῖζον τοῦτο ἐκείνου·
[03169]
Εἰπὲ γάρ μοι, εἴ τινας εἶδες δύο, τὸν μὲν γυμνὸν, τὸν δὲ ἱμάτιον ἔχοντα·
[03170]
εἶτα τὸν ἔχοντα τὸ ἱμάτιον ἀποδύσας περιέβαλες τὸν γυμνὸν, ἆρ' οὐκ ἠδίκησας;
[04062]
Εἶτα ἔνθα μέν σοι ἱμάτιον διαῤῥήγνυται, ὁ ποιήσας τοῦ παθόντος χαλεπώτερα πέπονθεν·
[04444]
Οὗτοι μὲν γὰρ κἂν ἱμάτιον ἔχουσι διεῤῥωγός·
[04445]
ἐκεῖνος δὲ γυμνὸς ἐκάθητο, καὶ ὃ μόνον ἱμάτιον εἶχε παρὰ τῆς φύσεως, τῆς σαρκὸς τὴν περιβολὴν, χαλεπῇ σηπεδόνι καὶ τοῦτο διέφθειρεν ὁ διάβολος.
[05468]
Οὐ λέγω, Λῦσόν μου τὴν πενίαν, οὐδὲ, Χάρισαί μοι πλοῦτον, ἀλλ' ἄρτον αἰτῶ καὶ ἱμάτιον καὶ λιμοῦ παραμυθίαν μικράν·
[05640]
Εἴ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἀπέκειντο, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι;
[06737]
Πῶς γὰρ οὐκ ἄτοπον, ἱμάτιον μὲν ἔχοντες τῶν λοιπῶν βέλτιον, μὴ ἀνέχεσθαι συνεχῶς αὐτῷ καταχρᾶσθαι, τὸ δὲ τοῦ Θεοῦ ὄνομα πανταχοῦ περισύρειν ἁπλῶς καὶ ὡς ἔτυχεν;
[08688]
Καίτοι γε οὐδέν ἐστιν ἕτερον τὸ ἱμάτιον, ἢ σκωλήκων νήματα καὶ σητῶν·
[09999]
καὶ μετὰ τοσαύτης εὐκολίας τὸ σῶμα ἀποδυώμεθα, μεθ' ὅσης ἂν καὶ τὸ ἱμάτιον.
Epistula ad Cyriacum
Ante [Go Back]
000-00-00 Serial Number=0894272745
[00029]
ὀνειδισμὸν ἀνθρώπων μὴ φοβεῖσθε καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε, ὅτι ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡς ἔριον ὑπὸ σητὸς οὕτω βρωθήσονται.
[00239]
Ὥσπερ γὰρ ἔριον ὑπὸ σητὸς οὕτω βρωθήσονται καὶ ὡς ἱμάτιον παλαιωθήσονται.
[00302]
ὀνειδισμὸν ἀνθρώπων μὴ φοβεῖσθε καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε, ὅτι ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ ἔριον ὑπὸ σητὸς οὕτω βρωθήσονται.
[00721]
Εἰς λάκκον μὲν γὰρ αὐτὸν ἐμβληθῆναι συνεχώρησε καὶ τὸ ἱμάτιον αἱμαχθῆναι, εἰς δὲ σφαγὴν αὐτὸν ἐλθεῖν οὐκ ἀφῆκεν, ἀλλὰ συνεβούλευσε μὲν τοῦτο ὁ ἀδελφός, τὸ δὲ πᾶν τῆς τοῦ Θεοῦ προνοίας ἐγένετο.
Epistula ad abbatem
Ante [Go Back]
000-00-00 Serial Number=0405480742
[00097]
Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα, ἀλλὰ γυμνοὶ ἔχομεν ἀναστῆναι μόνας τὰς πράξεις καὶ τὰ ἔργα ἐνδεδυμένοι, εἴτε καλὰ εἴτε φαῦλα, ὥσπερ ἱμάτιον.
Epistulae
Ante [Go Back]
000-00-00 Serial Number=0398651183
[02304]
ὥσπερ γὰρ ἔριον ὑπὸ σητὸς, οὕτω βρωθήσονται, καὶ ὡς ἱμάτιον παλαιωθήσονται.
Epistulae ad Olympiadem
Ante [Go Back]
000-00-00 Serial Number=0276256561
[00143]
«Ὀνειδισμὸν ἀνθρώπων μὴ φοβεῖσθε καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε, ὅτι ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡς ἔριον ὑπὸ σητός, οὕτω βρωθήσονται.».
[01087]
Εἰς λάκκον μὲν γὰρ αὐτὸν ἐμβληθῆναι συνεχώρησε καὶ τὸ ἱμάτιον αἱμαχθῆναι, εἰς δὲ σφαγὴν αὐτοὺς ἐλθεῖν οὐκ ἀφῆκεν·
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0759590328
[00822]
Καὶ τὸ δὴ θαυμαστὸν καὶ ἐκπλήξεως γέμον, ὅτι καὶ κοσμήσας τοῦτον τὸν τρόπον αὐτὴν, οὐκ ἦλθε τὴν δόξαν αὐτοῦ ἐπιδεικνύμενος, ἵνα μὴ τῇ ὑπερβολῇ τοῦ κάλλους ἐκπλήξῃ αὐτὴν, καὶ παράφρονα ἐργάσηται, ἀλλ' ἔρχεται ἱμάτιον περιβεβλημένος, οἷον ἡ νύμφη·
[00831]
Ἐλθὼν τοίνυν εἰς τὸ καταγώγιον αὐτῆς, καὶ εὑρὼν ῥυπῶσαν, αὐχμῶσαν, γυμνὴν, πεφυρμένην αἵματι, ἔλουσεν, ἤλειψεν, ἔθρεψεν, ἐνέδυσεν ἱμάτιον, οἷον εὑρεθῆναι ἕτερον οὐκ ἔνι.
[01816]
Εἰ δὲ δοκεῖ σοι ταῦτα δύσκολα εἶναι, ἐννόησον, ὅτι εἰ μαινόμενός σού τις τὸ ἱμάτιον περιέῤῥηξε, τίνα ἂν ἔφης πάσχειν κακῶς, σὲ τὸν παθόντα, ἢ ἐκεῖνον τὸν ποιήσαντα;
[01818]
Εἶτα, ἔνθα μὲν τὸ ἱμάτιον διαῤῥήγνυται, ὁ ποιήσας τοῦ παθόντος χαλεπώτερα πέπονθεν·
[01820]
Μὴ γὰρ δὴ τοῦτο εἴπῃς, ὅτι τὸ ἱμάτιον τὸ σὸν, ἀλλ' ὅτι πρότερον τὴν ἑαυτοῦ καρδίαν διέῤῥηξεν.
[06312]
Ὁ δὲ φιλῶν, κἂν ἔργον ἴδῃ τοῦ φιλουμένου, κἂν ὑπόδημα, κἂν ἱμάτιον, κἂν ὁτιοῦν ἕτερον, διαθερμαίνεται.
[06628]
Ἐπεὶ ποῖον ἱμάτιον, εἰπέ μοι, τότε τὸν γυμνὸν ἑστῶτα ἐπὶ τοῦ φοβεροῦ βήματος ἐκείνου περιβαλεῖν δυνήσεται;
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0898639321
[03438]
Τουτέστιν, ἄνευ σιδήρου τὰ τείχη ἔχει, καὶ εἰ ἱμάτιον χαλκοῦν, οὐδὲ ἐπιγνώσεται ἴσ.
[05537]
Καὶ ἀποικιεῖ αὐτοὺς, καὶ φθερεῖ γῆν Αἰγύπτου, ὡς φθερίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ.
Fragmenta in Job
Ante [Go Back]
000-00-00 Serial Number=0901841462
[01152]
Οὖτοι μὲν γὰρ κἂν ἱμάτιον ἔχουσι διεῤῥωγὸς, ἐκεῖνος δὲ γυμνὸς ἐκάθητο, καὶ ὃ μόνον ἱμάτιον εἶχε παρὰ τῆς φύσεως, τῆς σαρκὸς τὴν περιβολὴν, χαλεπῇ σηπεδόνι καὶ τοῦτο πανταχόθεν διέφθειρεν ὁ διάβολος·
[01470]
«Ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.».
Fragmenta in Proverbia
Ante [Go Back]
000-00-00 Serial Number=0068687677
[01961]
Ὅτι δὲ ἱμάτιον λέγει τὴν πολιτείαν, Ὁ ἐν τῷ ἀγρῷ, φησὶ, μὴ ἐπιστρεψάτω ἆραι τὸ ἱμάτιον αὑτοῦ, ἤγουν τὴν προτέραν πολιτείαν, ὁ τὸν πνευματικὸν ἀγρὸν ἐργαζόμενος.
Homilia de capto Eutropio
Ante [Go Back]
000-00-00 Serial Number=0726291120
[00326]
Ταῦτα μελέτα καθ' ἑκάστην ἡμέραν, καὶ μὴ πάλιν ἰδὼν μετὰ δύο ἡμέρας ἄλλον ὀχήματι φερόμενον, σηρικὸν περιβεβλημένον ἱμάτιον, κορυφούμενον, θορυβηθῇς, ταραχθῇς.
[00430]
∆ιὰ τί ἐκλήθη ἱμάτιον;
[00816]
Οὐχ ἱμάτιον λέγει, ἀλλ' ἀρετήν.
[00822]
Ἀλλὰ τὸ ἱμάτιον τοῦτο τοῦ βασιλέως ἦν·
[00823]
αὐτὸς αὐτῇ καὶ ἱμάτιον ἔδωκεν·
[00834]
∆ιὰ τί οὖν μὴ χρυσοῦν ἱμάτιον εἶπε φορεῖν τὴν νύμφην, ἀλλὰ διάχρυσον;
[00838]
ἱμάτιον τῆς Ἐκκλησίας ἡ πολιτεία τῆς Ἐκκλησίας.
[00853]
∆ιὰ τοῦτο οὐκ ἔδειξε τὸ ἱμάτιον χρυσοῦν, ἀλλὰ διάχρυσον.
[00876]
∆ιάχρυσον τὸ ἱμάτιον, ποικίλον τὸ ἱμάτιον.
[00880]
Ποικίλον ἐστὶν αὐτῆς τὸ ἱμάτιον·
[00881]
καὶ εἰ βούλει, ἀνάπτυξον τὸ βάθος τοῦ λόγου τοῦ εἰρημένου, καὶ βλέπε τὸ ἱμάτιον τὸ διάχρυσον.
Homilia dicta postquam reliquiae martyrum
Ante [Go Back]
000-00-00 Serial Number=0216554523
[00049]
οὐ γὰρ τὸ σῶμα Ἑλισσαίου μόνον, ἀλλὰ καὶ τὸ ἱμάτιον ἐκεῖνο τῆς χάριτος ἦν ἐμπεπλησμένον.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0544043124
[00124]
Ἔλεγε, Τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.
[02608]
Καθάπερ γὰρ ὁ φορῶν ἱμάτιον καλὸν αἰσχύνεται βορβόρῳ ἐγκυ [60.73] λίσαι ἑαυτόν·
[05387]
Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι.
[08307]
ἂν ἱμάτιον ἁπλῶς ἐῤῥιμμένον, κἂν μὴ ἔχῃς τὴν φροντίδα, κἂν ἐχθρὸς ᾖς τοῦ προστεταχότος, διὰ τὴν εἰς τὸν δεσπότην εὔνοιαν, οὐ θήσεις τοῦτο καλῶς;
[08636]
Τί γάρ ἐστιν ἱμάτιον ψυχῆς, Ἀρετὴ δηλονότι.
[09999]
Ἀπὸ γὰρ ταύτης ἱμάτιον γίνεται βασιλικὸν, ἀπὸ ταύτης οἰκία γίνεται βασιλικὴ, ἀπὸ ταύτης μέλη γίνεται βασιλικά·
[09999]
Ἐνέδυσας ἱμάτιον, καὶ ἐνδύῃ ἱμάτιον σωτηρίου·
[09999]
∆ιὰ τί γὰρ, εἰπέ μοι, ἂν μὲν ἱμάτιον μέλλῃς πρίασθαι, καίτοι γε ὑφαντικῆς ἄπειρος ὢν τέχνης, οὐ λέγεις ταῦτα τὰ ῥήματα, ὅτι Οὐκ οἶδα ἀγοράσαι, ἐμπαίζουσί μοι·
[09999]
ἂν ἱμάτιον λάβῃς καλὸν, τὸ τοῦ σώματος, οὐ τὸ σόν·
[09999]
Ἐνέδυσας ἱμάτιον, καὶ ἐνδύῃ ἱμάτιον σωτηρίου·
[09999]
ἄρτον δὸς πεινῶντι, ἱμάτιον γυμνῷ, σκέπην τῷ ξένῳ.
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0604240894
[00007]
Γηπόνοις μὲν γὰρ ἡδὺ τὸ ἔαρ, ὅτι τοῖς ἄνθεσι τότε στεφανουμένην ὁρῶσι τὴν γῆν, καὶ καθάπερ ἱμάτιον ποικίλον ἐφαπλούμενον αὐτῇ πάντοθεν, τὴν βλάστησιν τὴν ἀπὸ τῶν βοτανῶν·
In Heliam et viduam
Ante [Go Back]
000-00-00 Serial Number=0983156860
[00214]
Καὶ οἶδα μὲν ἀκούσας πολλάκις λεγόντων πολλῶν, ὅτι Ὁ δεῖνα πτωχὸν ἰδὼν, τὸν χιτωνίσκον, ὃν περιεβέβλητο μόνον, τοῦτον ἀποδυσάμενος, τὸν γυμνὸν περιέβαλεν, αὐτὸς δὲ παρ' ἑτέρου δανεισάμενος ἱμάτιον, οὕτως ἀπῆλθε·
[00218]
Ἐκεῖνος μὲν γὰρ ἑαυτὸν γυμνώσας, καὶ τὸν γυμνὸν περιβαλὼν, ἔσχε παρ' ἑτέρου λαβεῖν ἱμάτιον·
In Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0105381131
[01074]
ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω.
[01077]
οὐ γάρ ἐστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0149291813
[00693]
Ἀνανήψωμεν τοίνυν, ἀγαπητοὶ, καὶ τὸ πονηρὸν ἀποδυσώμεθα τοῦτο ἱμάτιον, καὶ διαῤῥήξωμεν καὶ ἀποτέμωμεν, καὶ γενώμεθά ποτε ἐλεύθεροι τὴν ἐλευθερίαν τὴν ἀληθῆ, καὶ λάβωμεν αἴσθησιν τῆς εὐγενείας τῆς παρὰ τοῦ Θεοῦ δεδομένης ἡμῖν·
[01244]
Ἡμεῖς δὲ οὕτως ἐσμὲν ἐλεεινοὶ καὶ ταλαίπωροι, ὡς ἱμάτιον μὲν μὴ ἂν ὑπομεῖναι ἁπλῶς περιβαλέσθαι καὶ διεστραμμένως, ἀλλὰ κἂν ἕτερον ἴδωμεν τοῦτο πάσχοντα, διορθούμεθα·
[01793]
Εἰ γὰρ εἴασε τοὺς ἐκεῖνο ἠμφιεσμένους τὸ ἱμάτιον, αὐτὸς ἂν ἔδοξε καὶ τοὺς ἄλλους ὑβρίζειν.
[01861]
Πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται.
In Juventinum et Maximum martyres
Ante [Go Back]
000-00-00 Serial Number=0223309278
[00070]
κἂν γὰρ αὐτὸ τὸ ἔσχατον ἱμάτιον τὴν σάρκα ἀποδύσασθαι δέῃ διὰ τὸν Χριστὸν, οὐδὲ ταύτης ἀνθεξόμεθα, ἀλλὰ καὶ αὐτὴν παραχωρήσομεν.
In Psalmos 101-107
Ante [Go Back]
000-00-00 Serial Number=0071508348
[00198]
Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται.
[00284]
ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με, ὡς νυμφίῳ περιέθηκέ με μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ·
[00476]
Ὁ ἀναβαλλόμενος φῶς, ὡς ἱμάτιον.
[00477]
Περιβάλλεται φῶς, ὡς ἱμάτιον, ὡς γνώσεως πανταχόθεν πεπληρωμένος, ὡς ἀκατάληπτον ἔχων οὐ σίαν.
[00487]
Ἔστι μὲν οὖν καὶ αὐτὸς φῶς ἀληθινὸν, ἀναβάλλεται δὲ καὶ φῶς ὡς ἱμάτιον, καὶ φῶς οἰκεῖ ἀπρόσιτον, καὶ Νεφέλη καὶ γνό φος κύκλῳ αὐτοῦ, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐ τοῦ.
[00537]
Ἄβυσσος, ὡς ἱμάτιον, τὸ περιβό λαιον αὐτοῦ.
[00543]
Ἐπειδὴ τοίνυν ἡ γῆ πανταχόθεν ὕδατι περι έχεται, καὶ τὰ μεγάλα μὲν καὶ ἄπλωτα πελάγη ταύτης ἐστὶ τέρματα, μέσην δὲ αὐτὴν διατέμνει ἕτερα πλεόμενα, εἰκότως ἔφη τὴν ἄβυσσον καθάπερ ἱμάτιον ἐπικεῖσθαι τῇ γῇ.
In Psalmum 050 homilia 1
Ante [Go Back]
000-00-00 Serial Number=0253656745
[00399]
κρύπτει ἔνδον, οὐχ ὑπὸ τὸ ἱμάτιον.
In Psalmum 050 homilia 2
Ante [Go Back]
000-00-00 Serial Number=0714474738
[00683]
Καὶ καθάπερ ὁ φιλῶν, κἂν μὴ ἴδῃ τὸν φιλούμενον, ἱμάτιον δὲ αὐτοῦ ἴδῃ ἢ ὑποδήματα, ἀγάλλεται καὶ σκιρτᾷ, καὶ ὥσπερ τινὰ λαμβάνει παρα μυθίαν τοῦ ἔρωτος·
In ascensionem Sermo 2
Ante [Go Back]
000-00-00 Serial Number=0747731209
[00028]
Καθάπερ δὲ δεσπότης φιλάνθρωπος ἀγαπήσας τὸν ἴδιον οἰκέτην, διὰ τὸ περὶ αὐτὸν φίλτρον οὐ παραιτεῖται τὸ ἱμάτιον αὐτοῦ περιβάλλεσθαι·
In catenas sancti Petri
Ante [Go Back]
000-00-00 Serial Number=0088330448
[00088]
Ἐπειδὴ γὰρ ἔτι σε, φησὶν, ὁ βασιλικὸς ἅμα καὶ ἰουδαϊκὸς φόβος, καὶ ἡ τῶν φυλασσόντων ἐν κύκλῳ περιοχὴ καὶ συντήρησις ὀρρωδοῦντα καὶ τεθηπότα πεποιήκασι, καὶ διὰ τοῦτο οὐκ εὐχερῶς τοῖς παρ' ἐμοῦ λεγομένοις πιστεύειν ἐθέλεις, τοσαύτης σε βοηθείας καὶ συμμαχίας ἐμπιπλῶ, καὶ πάντα φόβον τῆς σῆς ἀπορραπίζω διανοίας, ὡς καὶ αὐτὸ τὸ ἱμάτιον δίχα παντὸς δέους περιβαλέσθαι, καὶ τὰ σανδάλια ὑποδύσασθαι.
In decem virgines
Ante [Go Back]
000-00-00 Serial Number=0682926774
[00175]
Ἀναβάλλομαι τὸ φῶς ὡς ἱμάτιον·
In dictum Pauli Nolo vos ignorare
Ante [Go Back]
000-00-00 Serial Number=0237455666
[00244]
Οὐδὲ γὰρ οἰκίαν εἶχον, οὐ τράπεζαν, οὐ κλίνην, οὐχ ἱμάτιον δεύτερον, οὐχ ὑποδήματα, τοῦ Θεοῦ οὕτως οἰκονομήσαντος.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0996415377
[02097]
Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι·
[04467]
Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι.
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0139397085
[02574]
Φελόνην ἐνταῦθα τὸ ἱμάτιον λέγει·
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0388369441
[02360]
Οὕτω καὶ ἱμάτιον ἀρχὴν λαβὸν ῥήγνυσθαι καὶ ἀμεληθὲν, διόλου τὸ σχίσμα προήγαγε·
[03134]
Κἂν γὰρ εἰς εἰκόνα βλέψωσι βασιλικὴν, οὐ θαυμάζουσι τῶν λίθων τὸ κάλλος οὐδὲ τὸν χρυσὸν οὐδὲ τὸ ἁλουργὲς ἱμάτιον, ἀλλὰ τήκονται.
[04544]
Ὁ μηδὲν ὅλως κεκτημένος, μήτε οἰκίαν μήτε τράπεζαν μήτε περιττὸν ἱμάτιον, ἀλλὰ διὰ τὸν Θεὸν πάντων ἀπεστερημένος, ὡς ἰδίοις κέχρηται τοῖς κοινοῖς, καὶ παρὰ πάντων ἅπερ ἂν θέλῃ, λήψεται·
[04826]
Ἂν γάρ τίς σοι, φησὶ, θέλῃ κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἀφήσεις αὐτῷ καὶ τὸ ἱμάτιον·
[04842]
ἀλλὰ, Μετ' ἐκείνου καὶ τὸ ἱμάτιον δός.
[07559]
καίτοι γε οὐδὲν ἕτερόν ἐστι τὸ ἱμάτιον, ἢ σκωλήκων νήματα.
[08072]
Εἰ γὰρ ἱμάτιον ἐναλλάττειν οὐ θέμις, οὐδὲ ταύτην μὲν χλανίδα περικεῖσθαι, ἐκεῖνον δὲ φάρος ἢ καλύπτραν·
[08173]
Καὶ ταυτὸν ποιεῖς, ὡς ἂν εἰ διάδημα λαβὼν, ῥίψῃς τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς, ἀντὶ δὲ τοῦ διαδήματος δουλικὸν λάβῃς ἱμάτιον.
[09999]
ἄν τε ὑφαίνειν πάλιν ἱμάτιον, οὐ χρυ-σοῦ πάλιν ἡμῖν δὲ καὶ ἀργύρου, ἀλλὰ χειρῶν πάλιν καὶ τέχνης καὶ γυναικῶν ἐργαζομένων.
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0795199931
[01549]
Ὅτι ἱμάτιον μὲν, ὅπερ ὁ δοῦλος ἔχει, οὐκ ἂν ἕλοιό ποτε φορέσαι βδελυττόμενος διὰ τὸν ῥύπον, ἀλλ' ἕλοιο ἂν γυμνὸς εἶναι, ἢ ἐκείνῳ χρήσασθαι·
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0550965786
[00464]
Κτῆσαι ἱμάτιον, εἰ βούλει, τὸ ἐκ τῶν ἄνωθεν ὑφαντὸν, τὴν περιβολὴν τὴν θαυμασίαν καὶ λαμπρὰν, τὸν ἱματισμὸν τὸν διάχρυσον ὄντως.
[00471]
Ὥσπερ γὰρ ἐπὶ τῶν ἱματίων τῶν λιτῶν οὐ τὸ ξύλον, ἐν ᾧ ἐντέταται τὸ ἱμάτιον ἐπὶ τὸ κναφεῖον, θαυμάζομεν, ἀλλὰ τὸν ἐργαζόμενον, καίτοι ξύλον αὐτὰ φορεῖ, καὶ ξύλῳ ἐνδέδεται.
[01700]
Μή μοι εἴπῃς, Οἴμοι, ἱμάτιον ἐκτετριμμένον φορῶ, ὑπόδημα εὐτελὲς, κάλυμμα οὐδαμινόν·
[01720]
ἀλλὰ ταῦτα πάντα ἀφέντες, ἱμάτιον ἐλαίῳ διάβροχον ἀναβαλλόμενοι, πρὸς ἓν μόνον ὁρῶσι, τὸ πλῆξαι, καὶ μὴ πληγῆναι.
[02930]
Ὥσπερ γὰρ τοῦ σώματος κειμένου νεκροῦ, εὐανθὲς ἱμάτιον περιβεβλημένον οὐδὲν ὀνίνησιν, οὕτω καὶ σῶμα περικείμενον εὐανθὲς νεκρᾷ ψυχῇ οὐδὲν ὠφελεῖ.
[03945]
τοῦτο δὲ καὶ τὸ τυχὸν ποιῆσαι δύναται ἱμάτιον.
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0042396247
[03429]
ὅτε δὲ τὸ τῆς ἁμαρτίας ἱμάτιον ἐνεδύσατο, τότε ἦν αἰσχρά.
[03430]
Καὶ σὺ τῆς φιλοκοσμίας ἐνδυομένη τὸ ἱμάτιον, τότε αἰσχροτέρα φαίνῃ.
[03438]
Εἰπέ μοι, εἴ τίς σοι βασιλικὸν ἔδωκεν ἱμάτιον, σὺ δὲ ἐπάνω ἐκείνου τὸ τοῦ εἵλωτος λαβοῦσα περιέθου, ἆρα οὐκ ἂν μετὰ τοῦ ἀσχημονεῖν καὶ ἐκολάσθης;
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0229420781
[00714]
ἱμάτιον αὐτοῦ ἐποίησεν, καὶ οὐχ ἁπλῶς, ἀλλ' ὑπὸ τοὺς πόδας αὐτοῦ πάντα ὑπέταξε.
[03723]
Ἡμῶν τοίνυν ἐστὶ μὴ ἀποδύσασθαι τὸ τῆς δικαιοσύνης ἱμάτιον, ὃ καὶ ὁ Προφήτης ἱμάτιον σωτηρίου καλεῖ, ἵνα τῷ Θεῷ ὁμοιωθῶμεν·
[03725]
Τοῦτο ἐνδυσώμεθα τὸ ἱμάτιον.
[03728]
Ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ ἥξει αὐτῷ.
[03729]
Καὶ πάλιν, Ὁ περιβαλλόμενος φῶς ὡς ἱμάτιον.
[03740]
Πῶς οὖν ἡμῖν ὁ Θεὸς συγγνώσεται τὸ ἱμάτιον τοῦτο ἀπολέσασιν;
[03743]
ἡ τῶν χρημάτων περιβολὴ τοῦτο λυμαίνεται τὸ ἱμάτιον·
[06896]
Γενηθήτω αὐτῷ, ὡς ἱμάτιον ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διαπαντὸς περιζώννυται.
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0871899426
[00819]
καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται·
[00828]
Ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται.
[01839]
καὶ μετὰ τοσαύτης εὐκολίας τὴν σάρκα ἀποδυώμεθα, μεθ' ὅσης ἂν καὶ τὸ ἱμάτιον.
[04534]
οὐκ ἔστιν ἄμεμπτον τὸ ἱμάτιον, τουτέστι, λοιπὸν διαῤῥεῖ.
[05076]
οὐκ εἰσόμεθα τί μὲν χρυσὸς, τί δὲ ἄργυρος, τί δὲ ἱμάτιον σηρικὸν, ἢ πορφυροῦν·
[05565]
Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι;
[05985]
Εἶχέ τις γυνὴ πολλάκις ἀπὸ χρυσίου ὑφασμένον ἱμάτιον, καὶ τοῦτο τινάσσει, περιβάλλει λίνοις, τηρεῖ μετὰ ἀσφαλείας, τρέμει ὑπὲρ αὐτοῦ, καὶ οὐκ ἀπολαύει αὐτοῦ·
[06594]
Ὥσπερ οὖν τὸ παρὰ ἀνθρώπων βληθὲν, ἢ τὸ καθ' οὗ πέμπεται βάλλει, ἢ ὄρνεον, ἢ τοῖχον, ἢ ἱμάτιον, ἢ ξύλον, ἢ αὐτὸν τὸν ἀέρα διατέμνει·
[06985]
οὐχὶ ἄρτον ἐζήτει μόνον καὶ ἱμάτιον, ἃ ξένων ἐστὶν ὄντως αἰτήματα τῶν εἰς πενίαν ἐλθόντων πολλήν;
[07610]
Ὁ ἀναβαλλόμενος γὰρ, φησὶ, τὴν γῆν, ὡς ἱμάτιον·
[07958]
Οὐδὲ ἱμάτιον εἶχον, φησὶ, περιβαλέσθαι τῇ ὑπερβολῇ τῶν θλίψεων, οὐ πόλιν, οὐκ οἰκίαν, οὐ καταγώγιον·
[08271]
Τοιοῦτον ἔστω τὸ ἱμάτιον, φησὶν, ὥστε σκέπειν μόνον.
[08273]
τοῦτο δὲ οἱονδήποτε ἱμάτιον ποιῆσαι δύναται εὐτελοῦς ὃν τιμῆς.
[08297]
Εἰπὲ γάρ μοι, ἐὰν ἡ πόρνη γυνὴ ἀφεῖσα τὰ χρυσία καὶ τὰ ἱμάτια καὶ τὸν γέλωτα καὶ τὰ ῥήματα τὰ ἀστεῖα καὶ τὰ αἰσχρὰ, εὐτελὲς ἱμάτιον περιβάληται, καὶ ἀνεπιτηδεύτως συνθεῖσα ἑαυτὴν εἰσέλθῃ, καὶ θεοσεβῆ φθέγγηται ῥήματα, καὶ περὶ σωφροσύνης διαλέγηται, καὶ μηδὲν αἰσχρὸν λέγῃ, οὐχὶ ἀναστήσονται πάντες;
[08343]
Εἰ δὲ καὶ δόξης βούλει τῆς παρὰ ἀνθρώπων ἐπιτυχεῖν, οὕτως ἐπιτεύξῃ Τὴν γὰρ ἀνδρὸς πλουτοῦντος οὖσαν γυναῖκα οὐχ οὕτω θαυμασόμεθα χρυσία φοροῦσαν καὶ σηρικὰ (τοῦτο γὰρ κοινὸν ἁπασῶν), ὡς ὅταν λιτὸν ἱμάτιον καὶ ἁπλοῦν, καὶ ἐξ ἐρίου εἰργασμένον μόνον περικειμένη τυγχάνῃ·
[08605]
Τὸ γὰρ μαλακὸν ἱμάτιον καὶ τὴν αὐστηρὰν ἐκλύει ψυχὴν καὶ διακλᾷ καὶ διαχεῖ·
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0771306753
[02684]
ἐκεῖνος δὲ αἴθριος διανυκτερεύων ἐπὶ τῆς κοπρίας γυμνὸς, οὐδὲ ἱμάτιον περιβαλέσθαι ἠδύνατο.
[03003]
ἂν δέ τις τῶν ἱερέων λαμπρότερον ἱμάτιον περιβάληται, ἢ τῆς ἀναγκαίας εὐπορήσῃ τροφῆς, ἢ τὸν διακονούμενον ἔχῃ, ἵνα μὴ ἀναγκάζηται αὐτὸς ἀσχημονεῖν, πλοῦτον τὸ πρᾶγμα τίθενται.
[03109]
πῶς γὰρ οὒ, ὁ καὶ ζώνην ἔχων καὶ ἱμάτιον καὶ ὑποδήματα;
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0280054986
[02410]
οὐ γὰρ τραφῆναι βούλεται, ἀλλὰ θρέψαι, οὐκ ἐνδυθῆναι, ἀλλ' ἐνδῦσαι καὶ τὸ ἱμάτιον ἐκεῖνό σοι κατασκευάσαι τὸ χρυσοῦν, τὴν στολὴν τὴν βασιλικήν.
[05280]
Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται.
[05282]
Ἐμβλέψατε εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοικοῦντες αὐτὴν, ὥσπερ ταῦτα ἀπολοῦνται.
[05285]
Ὡς ἱμάτιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται·
[05519]
ἵνα ὥσπερ τὸ ἱμάτιον ἀεὶ μεθ' ἡμῶν ἐστιν, οὕτω καὶ ἡ ἐλεημοσύνη.
[05550]
Τούτοις μὲν γὰρ ἀργύριον διδόαμεν καὶ ἄρτον καὶ ἱμάτιον, ἡμῖν δὲ αὐτοῖς μεγίστην προαποτιθέμεθα δόξαν, καὶ ἣν οὐκ ἔνι παραστῆσαι λόγῳ.
[05895]
ἀλλ' ὅμως ἄρτον αἰτῶ καὶ ἱμάτιον καὶ λιμοῦ παραμυθίαν μικράν.
[08907]
Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλ' ἐπὶ τὸ μεῖζον ἄγων τὸν λόγον, ὃ πολλῷ φρικωδέστερον ἦν, αὐτὸν τὸν ∆εσπότην δίδωσιν ἡμῖν ἱμάτιον, αὐτὸν τὸν βασιλέα.
[08912]
Καὶ γὰρ οἰκίαν αὐτῷ βούλεται εἶναι τὴν ψυχὴν τὴν ἡμετέραν, καὶ ὡς ἱμάτιον ἡμῖν αὐτὸν περικεῖσθαι, ἵνα πάντα αὐτὸς ἡμῖν ᾖ ἔσωθεν καὶ ἔξωθεν.
[09915]
Κεφαλὴν ἔχει τὸν Χριστὸν, καὶ τράπεζαν καὶ ἱμάτιον καὶ ζωὴν καὶ φῶς καὶ νυμφίον, καὶ πάντα ἐστὶν ἐκεῖνος αὐτῷ, καὶ τολμᾷς εἰπεῖν, ὅτι ∆ιαπτύω τοῦτον;
[09999]
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτῆς·
[09999]
Κἂν περὶ οὐρανοῦ θέλῃς μαθεῖν, πότερον μένει τοιοῦτος ἢ μεταβάλλεται, σαφῶς ἀποκρινεῖταί σοι καὶ ἐρεῖ, ὅτι Οἱ οὐρανοὶ ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, ὁ Θεὸς, καὶ ἀλλαγήσονται.
[09999]
διὰ τοῦτο ἔφευγον δαίμονες, οὐχὶ φθεγγομένου μόνον ἀκούοντες, ἀλλὰ καὶ πόῤῥωθεν ὄντος ἱμάτιον ὁρῶντες.
In illud Apparuit gratia dei omnibus hominibus
Ante [Go Back]
000-00-00 Serial Number=0070399642
[00090]
Καὶ καθάπερ δεσπότης, σφόδρα φιλῶν οἰκέτην, τὸ ἱμάτιον αὐτοῦ περιβάλλεται, οὕτω καὶ ὁ Χριστός, φιλῶν τὴν φύσιν τὴν ἡμετέραν, τὸ ἱμάτιον αὐτῆς περιεβάλετο.
In illud Habentes eundem spiritum
Ante [Go Back]
000-00-00 Serial Number=0937097609
[00201]
Εἰ γὰρ τραύματα ἔχοντες, καὶ νοσήματα σωματικὰ ἀποκρούσασθαι βουλόμενοι, οὐδενὸς τῶν ὄντων φειδώμεθα, κἂν αὐτὸ τὸ ἱμάτιον ἀποδόσθαι δέοι, ὥστε τῆς ἀῤῥωστίας ἀπαλλαγῆναι ἐκείνης·
[00443]
παρέχεις ἄρτον καὶ ἱμάτιον, καὶ ἀντὶ τούτων σοι ἡ τῶν οὐρανῶν εὐτρεπίζεται βασιλεία, καὶ τὰ μυρία ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη·
In illud Ne timueritis
Ante [Go Back]
000-00-00 Serial Number=0061307907
[00592]
Θαυμαστὸν τὸ ἱμάτιον.
In illud Salutate Priscillam et Aquilam
Ante [Go Back]
000-00-00 Serial Number=0203264415
[00261]
Τὸν τοίνυν οὐκ ἔχοντα χαλκὸν, οὐδὲ ὑποδήματα, ἀλλ' ἓν ἱμάτιον μόνον, πῶς δυνατὸν ἦν ἕτερον διαθρέψαι, πῶς γυμνὸν περιβαλεῖν, πῶς ἄστεγον εἰς τὴν οἰκίαν εἰσαγαγεῖν;
[00280]
Εἰ γὰρ καὶ αὐτοῖς τοῦτο νενομοθέτηται μόνοις, τίνος ἕνεκεν ἐπιταγέντες μηδὲ ὑποδήματα ἔχειν, μηδὲ διπλοῦν ἱμάτιον, εὑρίσκονται, ὁ μὲν σανδάλια κεκτημένος, ὁ δὲ καὶ φελόνην ἔχων;
[00291]
καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγοράσει μάχαιραν.
[00332]
Καὶ ὁ μὴ ἔχων, πωλήσει τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγοράσει μάχαιραν.
[00375]
Ἐζητοῦμεν γὰρ, τίνος ἕνεκεν, τοῦ Χριστοῦ ἀπαγορεύοντος μηδὲν ὅλως ἔχειν, εἰ μὴ μόνον ἱμάτιον, ἐφαίνοντο καὶ ὑποδήματα καὶ φελόνην ἔχοντες.
In illud Sufficit tibi gratia mea
Ante [Go Back]
000-00-00 Serial Number=0171132684
[00361]
καὶ ἦλθε τὸ ἱμάτιον τὸ ἐμὸν περιβεβλημένος, [59.514] ἵνα μὴ γυμνῇ τῇ θεότητι παραγενόμενος σοβήσῃ τὴν θήραν·
In lacum Genesareth et in sanctum Petrum apostolum
Ante [Go Back]
000-00-00 Serial Number=0273814499
[00243]
ἀπόδος κἀμοὶ τὸ τῆς φύσεως ἱμάτιον, ὅπως τὸν μὲν νόμον ὡς φορτικὸν ἐκκλίνω, τὴν δὲ χάριν ὡς φιλάνθρωπον δοξάσω, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
In natale domini et in sanctam Mariam genitricem
Ante [Go Back]
000-00-00 Serial Number=0384409189
[00077]
Ἐν τῷ τῆς γαστρὸς ἱστῷ ἐξυφάνας τὸ τῆς θεότητος ἔνδυμα, ἐνέδυσεν τὸν κόσμον ἀφθαρσίας ἱμάτιον.
In pentecosten Sermo 1
Ante [Go Back]
000-00-00 Serial Number=0484204710
[00078]
ἐγένετό σοι ἱμάτιον·
In principium Actorum
Ante [Go Back]
000-00-00 Serial Number=0827579379
[00322]
Ἀπεδύσασθε τὸ παλαιὸν καὶ διεῤῥωγὸς ἱμάτιον, ἠλείψασθε τὸ μύρον τὸ πνευματικὸν, ἐλεύθεροι πάντες ἐγένεσθε·
In principium indictionis [1]
Ante [Go Back]
000-00-00 Serial Number=0056671679
[00115]
καὶ τὸ τοῦ Χριστοῦ ἱμάτιον οὐκ ἰάσεται;
In ramos palmarum [2]
Ante [Go Back]
000-00-00 Serial Number=0029245853
[00046]
ἐθεώρουν γὰρ αὐτὸν ἀναβαλλόμενον φῶς, ὡς ἱμάτιον·
In resurrectionem domini B
Ante [Go Back]
000-00-00 Serial Number=0819470108
[00057]
Καὶ τί διάχρυσον ἱμάτιον;
In resurrectionem domini [3]
Ante [Go Back]
000-00-00 Serial Number=0262457013
[00100]
Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ μοι.
[00101]
Ποῖον ἱμάτιον;
In sanctum Ignatium martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0680017292
[00028]
καὶ μετὰ τοσαύτης εὐκολίας τὴν σάρκα ἀπέθετο, μεθ' ὅσης ἄν τις ἱμάτιον ἀποδύσαιτο.
In sanctum pascha [1]
Ante [Go Back]
000-00-00 Serial Number=0625273466
[00135]
ἓν γὰρ ἅπασίν ἐστιν ἱμάτιον τὸ ἔνδυμα τὸ σω τήριον·
In sanctum pascha [2]
Ante [Go Back]
000-00-00 Serial Number=0883193910
[00095]
Ὁ γὰρ τὸ ἱμάτιον σχίσας, τὸν ἐνδεδυμένον ὑβρίζει·
Laus Diodori episcopi
Ante [Go Back]
000-00-00 Serial Number=0765865684
[00043]
καὶ ὁ μὲν μηλωτὴν, ὁ δὲ τρί χινον ἱμάτιον περιεβέβλητο·
Prooemia in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0336051047
[00068]
Σαφῶς ἀποκρίνεταί σοι καὶ ἐρεῖ, ὅτι Οἱ οὐρανοὶ ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, ὁ Θεὸς, καὶ ἀλλαγήσονται.
[00118]
Πῶς ἡ θάλασσα περίκειται τῇ γῇ Ἄβυσσος ὡς ἱμάτιον, τὸ περιβόλαιον αὐτῆς.
Quod frequenter conveniendum sit
Ante [Go Back]
000-00-00 Serial Number=0408392906
[00093]
καὶ σπήλαιον ἦν αὐτῷ τὸ οἴκημα, καὶ δέρμα τὸ ἱμάτιον, καὶ ἡ τράπεζα γῆ, καὶ πρόγονοι ἄσημοί τε καὶ ἀνώνυμοι, καὶ πατρὶς εὐτελὴς, καὶ βίος ἀγροικώδης.
Quod regulares feminae viris cohabitare non debeant
Ante [Go Back]
000-00-00 Serial Number=0530173481
[00181]
[5] Ἀλλ' ἱμάτιον πλῦναι, καὶ πῦρ ἀνακαῦσαι, καὶ χύτραν ἕψειν;
Synopsis scripturae sacrae
Ante [Go Back]
[01246]
Ἔρχεται πρὸς τὸν ἹεροβοὰμἈχιᾶ ὁ προφήτης, καὶ δίδωσιν αὐτῷ διαῤῥῆξαι ἱμάτιον τελαμῶνας δέκα, προμηνύων αὐτῷ, ὅτι καθέξει τὰ δέκα σκῆπτρα.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»