Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὀφθαλμὸν [76]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὀφθαλμὸν


000-00-00 Serial Number=0867455244
Ad populum Antiochenum Ante [Go Back]  
 [03280]  Ἀλλ' ὅμως ἴσχυσεν ὁ ἀριστοτέχνης Θεὸς ἀπὸ τῆς ὕλης ἐξ ἧς γίνεται κέραμος καὶ πλίνθος μόνον, ὀφθαλμὸν οὕτω ποιῆσαι καλὸν, ὡς ἅπαντας ἐκπλήττειν τοὺς ὁρῶντας, καὶ τοσαύτην ἐνθεῖναι τούτῳ δύναμιν, ὡς ἀέρος τοσοῦτον ὕψος καθορᾷν, καὶ μικρᾶς κόρης ἀντιλήψει τοσαῦτα περιλαμβάνειν σώματα, καὶ ὄρη, καὶ νάπας, καὶ βουνοὺς, καὶ πελάγη, καὶ οὐρανὸν δι' ἐκείνης τῆς μικρᾶς.
000-00-00 Serial Number=0182039201
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00475]  Τίνα γὰρ οἴει μᾶλλον τρυφᾷν, τὸν ἐπὶ βαθείας κατακεκλιμένον πόας, παρὰ πηγὴν καθαρὰν, ὑπὸ σκιὰν δένδρων ἀμφιλαφῶν, καὶ τὸν ὀφθαλμὸν ἑστιῶντα τῇ θέᾳ, καὶ καθαρωτέραν ἔχοντα τοῦ οὐρανοῦ τὴν ψυχὴν, καὶ ταραχῆς καὶ θορύβου πόῤῥω καθήμενον, ἢ τὸν ἐν οἰκίσκῳ κατακεκλεισμένον;
 [01061]  Τὸν ὀφθαλμὸν πολλάκις ἐξορύττειν ἐκέλευσεν, ὅταν βλάπτῃ·
000-00-00 Serial Number=0793157935
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00135]  ἧς διὰ τοῦτο καὶ τὸν κόσμον ἀφεῖλε τὸν διὰ χρυσοῦ καὶ τριχῶν ἐμπλοκῆς καὶ ἐσθῆτος πολυτελοῦς, ἵνα μὴ καταστίλβῃ τοῖς περικειμένοις κοσμήμασι, καὶ φαιδρύνῃ τὸν ὀφθαλμὸν τῶν ὁρώντων, καὶ προκαλῆται εἰς σκάνδαλον·
000-00-00 Serial Number=0482689917
Commentarius in Job Ante [Go Back]  
 [03611]  [31,16a] ἀδύνατοι δέ, ἥν ποτε εἶχον χρείαν, οὐκ ἀπέτυχον, [16b] καὶ χήρας τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα.
 [03622]  χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα, ὑπερορῶν καὶ παρατρέχων καὶ ἐν θρήνοις ἐῶν εἶναι.
000-00-00 Serial Number=0282929420
Contra theatra Ante [Go Back]  
 [00060]  Καὶ καθάπερ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, σπογγιὰς, καὶ ἱματίων ῥάκη κυανιζόντων κατέχοντες, καὶ συνεχῶς εἰς αὐτὰ βλέποντες, καρποῦνταί τινα τοῦ νοσήματος παραμυθίαν ἀπὸ τοῦ χρώματος ἐκείνου, οὕτω καὶ σὺ, ἂν τὴν εἰκόνα τοῦ πατριάρχου Ἀβραὰμ πρὸ ὀφθαλμῶν ἔχῃς τῶν ἑαυτοῦ, καὶ συνεχῶς εἰς αὐτὸν ἀτενίζῃς, κἂν μυριάκις θυμὸς, ἢ ἕτερόν τι τῶν ἀτόπων ἐνοχλῇ καὶ συγχέη τὸν ὀφθαλμὸν τῆς διανοίας, ὁρῶν εἰς ἐκεῖνον τὸν χαρακτῆρα τῆς ἀρετῆς, ὁλόκληρον δέξῃ τὴν ὑγίειαν, καὶ καθαρὰν τὴν φιλοσοφίαν.
 [00063]  Ὁ μακάριος Μωϋσῆς, ἀγαπητὲ, ὁ τοῖς κατ' εὐσέβειαν ἔργοις οἰκειωθεὶς τῷ Θεῷ, ὁ παρὰ πάντας τοὺς μετ' αὐτὸν προφήτας ἰδικωτέρας ἀξιωθεὶς τῆς τοῦ κτίσαντος [56.545] ὁμιλίας, ὡς καὶ στόμα κατὰ στόμα λαλήσαντος αὐτῷ τοῦ Θεοῦ ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, ὁ θείῳ πυρὶ, φωτίζειν μόνον, οὐ καίειν εἰδότι, πρὸς τὴν τοῦ Θεοῦ μυσταγωγηθεὶς θεωρίαν, ὁ θείᾳ βουλῇ θεὸς εἶναι Φαραὼ χρηματίσας, καὶ μετοχῇ σεβασμίου προσηγορίας παρὰ πάντας ἐξαιρέτως τοὺς τότε κοσμούμενος, ὁ τῶν ἐν Αἰγύπτῳ γεγενημένων θεηλάτων πληγῶν διάκονος προχειρισθεὶς φοβερώτατος, καὶ τῆς τοῦ Θεοῦ δραστηρίου δυνάμεως φανεὶς ὑπηρέτης ὀξύτατος, ὁ δᾳδουχίᾳ Πνεύματος ἁγίου τὸν νοητὸν τῆς ψυχῆς φωτισθεὶς ὀφθαλμὸν, καὶ τῶν ἀρχαίων τοῦ Παντοκράτορος ἔργων ἐξηγητὴς γενόμενος ὄψιμος, οὗτος ὁ μακάριος μετὰ τὴν εὔτακτον καὶ καλὴν τῆς κοσμοποιίας διήγησιν, ἐπὶ τὴν τῶν παλαιῶν ἀνδρῶν ἱστορίαν ἐχώρησεν, ἰδίᾳ μὲν τῶν ἀγαθῶν, ἰδίᾳ δὲ τῶν πονηρῶν, καὶ τῶν μὲν ἀγαθῶν τρισμακάριον ὄντως τὸ τέλος, τῶν δὲ ἐναντίων τούτοις ἐπάρατον ἀνεγράψατο, ἵνα ἔχοντες ἐκ μὲν τῆς κοσμοποιίας τὰ περὶ τῆς θεοσεβείας παιδεύεσθαι δόγματα, ἐκ δὲ τῶν προλαβόντων τοῦ βίου καὶ μισεῖν πονηρίαν, καὶ τιμᾷν ἀρετὴν, ῥᾳδίως τὸν θεοφιλῆ καὶ μακάριον διανύωμεν βίον.
000-00-00 Serial Number=0963204563
De Anna i Ante [Go Back]  
 [00423]  ἀλλ' ἑώρα τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ ᾔδει ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι.
000-00-00 Serial Number=0616898179
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00191]  Αὐτίκα γοῦν ὅταν τινὰ συμβῇ μὴ τὰ ἐκείνων φρονοῦντα ἐπὶ ταύτην ἐλθεῖν τὴν ἀρχὴν, εἰσιών τις εἰς τοὺς τῶν εἰδώλων ναοὺς πανταχοῦ τῶν τοίχων ὄψεται διατεταμένα τὰ τῶν ἀραχνίων ὑφάσματα καὶ τοσαύτην ἐπικειμένην τῷ ξοάνῳ τὴν κόνιν ὡς μήτε ῥῖνα μήτε ὀφθαλμὸν μήτε ἄλλο τι τοῦ προσώπου φαίνεσθαι μέρος, τῶν δὲ βωμῶν τῶν μὲν τὰ λείψανα μόνον ἕστηκε τοῦ πλείονος ἀποθραυσθέντος μέρους τοὺς δὲ οὕτω βαθεῖα πάντοθεν περιβάλλει πόα ὡς τὸν ἀγνοοῦντα κοπρίας τινὸς σωρείαν εἶναι νομίζειν τὸ φαινόμενον.
000-00-00 Serial Number=0759760201
De Christi divinitate Ante [Go Back]  
 [00052]  Καθάπερ οὖν ἐν ἰατρείῳ πολλοὺς ἔστιν ἰδεῖν τὸν ὀφθαλμὸν ἐκκεκομμένους, πεπηρωμένους τὸ σκέλος, ἄλλο μέλος ἀῤῥωστοῦντας, εἶτα κοινῇ πάντας συγκαθημένους, καὶ τὸν ἰατρὸν ἀναμένοντας·
000-00-00 Serial Number=0456845522
De Davide et Saule Ante [Go Back]  
 [00026]  τὸ δὲ ἐπὶ τῆς Παλαιᾶς, ἡνίκα ὁ νόμος συνεχώρει ὀφθαλμὸν ἐξορύττειν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τοῖς ἴσοις ἀμύνεσθαι τὸν ἀδικήσαντα, φανῆναί τινα [54.678] ὑπερβάντα τὰ μέτρα τῶν προσταγμάτων, καὶ πρὸς τὴν ἀποστολικὴν φθάσαντα φιλοσοφίαν, τίνα μὲν οὐκ ἂν ἐκπλήξειε τῶν ἀκουόντων;
 [00129]  Ἐκεῖνος μὲν γὰρ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ἐξορύττειν ἐκέλευεν·
 [00564]  οὕτω καὶ σὺ, ἂν τὴν εἰκόνα τοῦ ∆αυῒδ πρὸ ὀφθαλμῶν ἔχῃς τῶν ἑαυτοῦ, καὶ συνεχῶς εἰς αὐτὴν ἀτενίζῃς, κἂν μυριάκις θυμὸς ἐνοχλῇ καὶ συγχέῃ τὸν ὀφθαλμὸν τῆς διανοίας, ὁρῶν εἰς ἐκεῖνον τὸν χαρακτῆρα τῆς ἀρετῆς, ὁλόκληρον δέξῃ τὴν ὑγίειαν, καὶ καθαρὰν τὴν φιλοσοφίαν.
000-00-00 Serial Number=0676075399
De Joseph et de castitate Ante [Go Back]  
 [00094]  Ἀγνοεῖς τὸν τοῦ Θεοῦ ἀκοίμητον ὀφθαλμὸν, τὸν πάντα τὰ ἐν τῷ σκότει γινόμενα ἐφορῶντα πράγματα;
000-00-00 Serial Number=0024428248
De Lazaro Ante [Go Back]  
 [02065]  ὀφθαλμὸν ἔχει, καὶ κεφαλὴν ἔχει.
000-00-00 Serial Number=0148742259
De Susanna Ante [Go Back]  
 [00135]  Ὅτε λοιπὸν εἶδε τὴν ἀνθρώπων ἀντίληψιν μὴ ὑπάρχουσαν, ἀνατρέχει τῇ διανοίᾳ πρὸς τὸν ἐν οὐρανῷ πιστὸν μάρτυρα, πρὸς τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ λέγει μετὰ φωνῆς·
000-00-00 Serial Number=0705182552
De cruce et latrone i Ante [Go Back]  
 [00293]  Τοῦτο γάρ ἐστι μάλιστα τὸ θαυμαστὸν, ὅτι ὅπου οὐκ ἐκελεύοντο τοὺς ἐχθροὺς φιλεῖν, ἀλλ' ὀφθαλμὸν ἐκκόπτειν ἀντ' ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τοῖς ἴσοις ἀμείψασθαι κακοῖς, πρὸς ἀποστολικὴν ἔφθασαν φιλοσοφίαν.
000-00-00 Serial Number=0935214698
De cruce et latrone ii Ante [Go Back]  
 [00365]  Τοῦτο γὰρ μάλιστά ἐστι τὸ θαυμαστὸν, ὅταν οἱ μὴ κελευσθέντες τοὺς ἐχθροὺς φιλεῖν, ἀλλ' ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκβάλλειν, καὶ τοῖς ἴσοις ἀμύνεσθαι, οὗτοι πρὸς τὴν ἀποστολικὴν φθάσωσι κορυφήν.
000-00-00 Serial Number=0484559178
De futurae vitae deliciis Ante [Go Back]  
 [00067]  Τοῦ γὰρ νόμου κελεύοντος ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, αὐτός φησιν·
000-00-00 Serial Number=0305702984
De incomprehensibili dei natura Ante [Go Back]  
 [00251]  Ἀλλὰ ἵνα μάθῃς ὅτι οὐ περὶ ὀφθαλμοῦ ὁ λόγος, προσέθηκε τὸν δεξιόν, δεικνὺς ὅτι κἂν ὡς δεξιὸν ὀφθαλμὸν ἔχῃς τινὰ φίλον, καὶ τοῦτον ἔκβαλε καὶ ἀπότεμε τῆς πρὸς σὲ φιλίας, ἐάν σε σκανδαλίζῃ.
 [00252]  Τί γὰρ ὄφελος ἔχειν ὀφθαλμὸν ἐπὶ λύμῃ τοῦ λοιποῦ σώματος;
000-00-00 Serial Number=0872239828
De mansuetudine sermo Ante [Go Back]  
 [00094]  ἀναχωροῦσιν ἐκ τῆς μάχης, οἱ μὲν ὀφθαλμὸν ἐκκοπέντες, οἱ δὲ χείλη, οἱ δὲ ἄλλο τι τοῦ σώματος μέρος·
000-00-00 Serial Number=0770224512
De prophetiarum obscuritate Ante [Go Back]  
 [00706]  Ὅταν οὖν ἴδῃς γυναῖκα εὔμορφον, λάμποντα ἔχουσαν ὀφθαλμὸν, φαιδρὸν, στίλβουσαν ἀπὸ τῆς παρειᾶς, ἀμήχανόν τινα ὥραν ἐπὶ τῆς ὄψεως φέρουσαν, φλέγουσάν σου τὸν λογισμὸν, καὶ τὴν ἐπιθυμίαν αὔξουσαν, ἐννόησον ὅτι γῆ τὸ θαυμαζόμενον, ὅτι σποδὸς τὸ ἐκκαῖον, καὶ παύσεται λυττῶσα ἡ ψυχή·
000-00-00 Serial Number=0220984817
De sacerdotio Ante [Go Back]  
 [01509]  Καταλεγέτω δὲ καὶ τὰς τοῦ πολέμου συμφοράς, τῶν ἀκοντίων τὸ νέφος, τῶν βελῶν τὰς νιφάδας, τὴν πολλὴν ἀχλὺν ἐκείνην καὶ τὴν ἀορασίαν, τὴν ζοφωδεστάτην νύκτα ἣν τὸ τῶν τοξευμάτων συνίστησι πλῆθος, ἀποστρέφον τῇ πυκνότητι τὰς ἀκτῖνας, τὴν κόνιν οὐχ ἧττον τοῦ σκότους τοὺς ὀφθαλμοὺς ἀμαυροῦσαν, τοὺς τῶν αἱμάτων χειμάρρους, τῶν πιπτόντων τὰς οἰμωγάς, τῶν ἑστώτων τοὺς ἀλαλαγμούς, τῶν κειμένων τοὺς σωρούς, τροχοὺς αἵματι βαπτιζομένους, ἵππους αὐτοῖς ἀναβάταις πρηνεῖς φερομένους ἀπὸ τοῦ πλήθους τῶν κειμένων νεκρῶν, τὴν γῆν φύρδην ἅπαντα ἔχουσαν, αἷμα καὶ τόξα καὶ βέλη, ἵππων ὁπλὰς καὶ ἀνθρώπων κεφαλὰς ὁμοῦ κειμένας καὶ βραχίονας καὶ τράχηλον καὶ κνημῖδα καὶ στῆθος διακοπέν, ἐγκεφάλους ξίφεσι προσπεπλασμένους, ἀκίδα βέλους ἐκκεκλασμένην καὶ ὀφθαλμὸν ἔχουσαν ἐμπεπερονημένον.
000-00-00 Serial Number=0622060835
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00123]  Μάλιστα μὲν γὰρ εἰ καὶ μηδεὶς ἄλλος παρῆν, ἀλλὰ μόνοι κατὰ τὴν ὁδὸν ἐβαδίζομεν, οὐδὲ οὕτως ἀσχημονεῖν ἐχρῆν, διὰ τὸν ἀκοίμητον ὀφθαλμὸν τὸν πανταχοῦ παρόντα καὶ πάντα βλέποντα·
000-00-00 Serial Number=0596261978
De virginitate Ante [Go Back]  
 [00223]  ταῖς δὲ τῆς ἐκκλησίας παρθένοις ἀπαντήσεται τὰ πολλὰ καὶ μεγάλα ἀγαθά, καὶ ὀφθαλμὸν καὶ ἀκοὴν καὶ διάνοιαν ὑπερβαίνοντα τὴν ἀνθρωπίνην.
 [01028]  Τὸ μὲν γὰρ παλαιὸν ἡμῖν οὐ τοσοῦτον ἀρετῆς προύκειτο μέτρον ἀλλὰ καὶ ἀμύνασθαι τὸν ἀδικοῦντα καὶ ἀντιλοιδορήσασθαι τῷ λοιδορουμένῳ καὶ χρημάτων ἐπιμελήσασθαι ἐξῆν καὶ εὐορκοῦντα ὀμνύναι καὶ ὀφθαλμὸν ἐξορύξαι ἀντὶ ὀφθαλμοῦ καὶ μισῆσαι τὸν ἐχθρὸν καὶ οὔτε τρυφᾶν οὔτε ὀργίζεσθαι οὔτε γυναῖκα τὴν μὲν ἐκβάλλειν, τὴν δὲ ἀντεισάγειν κεκώλυτο.
 [01501]  καὶ καθάπερ μύρον βαρύτιμον κἂν εἰς ἄγγος ἀποκλείηται τὸν ἀέρα τῆς οἰκείας ἀναχρῶσαν εὐωδίας, οὐ τοὺς ἔνδον καὶ πλησίον ἑστῶτας μόνον ἀλλὰ καὶ τοὺς ἔξω πάντας ἐμπίπλησι τῆς ἡδονῆς, οὕτω καὶ ἡ τῆς παρθενικῆς ψυχῆς εὐωδία ταῖς αἰσθήσεσι περιρρέουσα ἐνδείκνυται τὴν ἔνδον ἀποκειμένην ἀρετήν, καὶ τὰς χρυσᾶς τῆς εὐκοσμίας ἐπιβάλλουσα πᾶσιν ἡνίας ἐν πολλῇ τῶν ἵππων ἕκαστον εὐρυθμίᾳ διατηρεῖ, καὶ οὔτε τὴν γλῶτταν ἀφίησιν ἀπηχές τι καὶ ἀνάρμοστον φθέγξασθαι οὔτε τὸν ὀφθαλμὸν μόνον ἀναισχύντως καὶ ὑπόπτως ἐνιδεῖν οὔτε τὴν ἀκοὴν δέξασθαί τι τῶν οὐ προσηκόντων μελῶν.
000-00-00 Serial Number=0828870952
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01596]  Ἔδωκεν αὐτῷ ὀφθαλμὸν, τὴν μικρὰν ἐκείνην κέγχρον, καὶ δι' αὐτῆς καθορᾷ πᾶσαν τὴν κτίσιν.
 [02856]  Ὅταν οὖν ἴδῃς γυναῖκα εὔμορφον, λάμποντα ἔχουσαν ὀφθαλμὸν, φαιδρὸν στίλβουσαν ἀπὸ τῆς ὄψεως, ἀμήχανόν τινα ὥραν ἐπὶ τῆς ὄψεως φέρουσαν, φλέγουσάν σου τὸν λογισμὸν, καὶ τὴν ἐπιθυμίαν αὔξουσαν·
 [05807]  ποῖον ἐνθύμημα τὸν ὀφθαλμὸν εἰς ἀκολασίαν ἐκίνησε·
 [06070]  Καὶ γὰρ βέλτιον μυρίους ὑπομεῖναι κεραυνοὺς, ἢ τὸ πρόσωπον ἐκεῖνο τὸ ἥμερον ἰδεῖν ἀποστρεφόμενον ἡμᾶς, καὶ τὸν γλυκὺν ὀφθαλμὸν οὐκ ἀνεχόμενον εἰς ἡμᾶς βλέπειν.
 [06482]  Καὶ ἐπὶ τοῦ σώματος δὲ τοῦ ἡμετέρου, ἔστω ἡ χεὶρ μὴ πλήττουσα τὴν κεφαλὴν, μηδὲ ἐκκόπτουσα τὴν γλῶτταν, μηδὲ ἐξορύττουσα τὸν ὀφθαλμὸν, μηδὲ ἄλλο τι τοιοῦτον ἐργαζομένη κακὸν, μόνον δὲ ἀργὴ μενέτω, καὶ τὴν παρ' ἑαυτῆς λειτουργίαν μὴ πληρούτω τῷ παντὶ σώματι·
 [07148]  Καίτοι γε ὁ νόμος τοῦτο παρεῖχε τότε τὸ μέτρον, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ κελεύων, καὶ [63.786] ὀδόντα ἀντὶ ὀδόντος ἐκκόπτειν, καὶ οὐκ ἦν παράβασις τὸ γινόμενον·
 [07928]  Πολλοῖς γὰρ πολλάκις ἀπὸ τοῦ ὀρόφου κατενεχθὲν μικρὸν ζωΰφιον, ἢ τὸν ὀφθαλμὸν ἐξεῖλεν, ἢ ἑτέρου τινὸς κινδύνου παραίτιον γέγονε.
 [09999]  Τὸ δὲ κρίνειν καὶ διορθοῦσθαι ἐν ἀγάπῃ, καὶ ἐξελέσθαι ἀδικούμενον ἐκ χειρὸς τοῦ ἀδικοῦντος αὐτὸν, καὶ γενέσθαι ἀδυνάτων πατέρα, καὶ ὀφθαλμὸν ἕνα τῶν τυφλῶν, καὶ πόδα τῶν χωλῶν, κατὰ τὸ εἰρημένον, εὐσεβὲς καὶ δίκαιον μετὰ τῆς προσηκούσης νουθεσίας καὶ παραινέσεως γενόμενον·
000-00-00 Serial Number=0602906823
Expositiones in Psalmos Ante [Go Back]  
 [01716]  Καίτοι γε ὁ νόμος τοῦτο παρεῖχεν, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ κελεύων, καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκκόπτειν·
000-00-00 Serial Number=0052710831
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01970]  καὶ πῶς τὸν ἀκοίμητον ὀφθαλμὸν κρύψαι δύναιντο;
000-00-00 Serial Number=0825063944
Fragmenta in Job Ante [Go Back]  
 [00842]  Ἔδειξε διὰ τοῦ βλέμματος, τὸν κατὰ τῆς ἁμαρτίας μέγιστον ζῆλον (ὀφθαλμὸν γὰρ κατήγορον τῶν κρυπτομένων ἡ φύσις ἐγνώριζε), καὶ ὁ τὴν τοιαύτην ἔφοδον τοῦ πονηροῦ πράως καὶ φιλοσόφως διενεγκὼν, τὴν πρὸς κακίαν παράκλησιν οὐχ ὑπέμεινε, μείζονα τῶν τοῦ σώματος βελῶν τὴν πονηρὰν ἀκοὴν ἡγησάμενος, καὶ τῇ γυναικὶ ἐπετίμησεν.
 [01787]  Καὶ ἐπειδὴ ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν, ἐπαιδαγώγει τὸν ὀφθαλμὸν εἰς τὸ μὴ τὰς ὥρας τῶν παρθένων περιεργάζεσθαι.
 [01986]  καὶ γὰρ ἀπὸ γῆς, τῆς ὕλης ἧς γίνεται κέραμος καὶ πλίνθος μόνον, ἴσχυσεν ὀφθαλμὸν οὕτω ποιῆσαι καλὸν, καὶ τοσαύτην ἐκθεῖναι τούτῳ δύναμιν, ὡς μικρᾶς κόρης ἀντιλήψει τοσαῦτα ὁρᾷν καὶ περιλαμβάνειν σώματα.
000-00-00 Serial Number=0830209196
Fragmenta in Proverbia Ante [Go Back]  
 [01139]  Τοῦτο γὰρ μάλιστα διώρθουν, οἱ τό τε τῇ διανοίᾳ καὶ τοῖς κρύφα γινομένοις ἐπιστῆσαί τινα ὀφθαλμὸν, προνοητικὸν, δικαστὴν, καὶ ἐξεταστὴν φάσκοντες.
000-00-00 Serial Number=0785659671
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00095]  ὄμμα προσηνὲς ἔχουσα, ὀφθαλμὸν ἥμερον·
000-00-00 Serial Number=0194149554
Homilia de capto Eutropio Ante [Go Back]  
 [01083]  Εἶτα ἵνα μάθῃς, ὅτι οὐδὲν λέγει αἰσθητὸν, ἀκούων τὸ κάλλος, μὴ ὀφθαλμὸν νομίσῃς.
000-00-00 Serial Number=0581655979
In Acta apostolorum Ante [Go Back]  
 [02703]  οὐχ ὁρᾶτε, ὅτι βέλτιον τὸν ὀφθαλμὸν ὑγιαίνοντα ἔχειν, ἢ τούτου πεπηρωμένου πολυσαρκίᾳ βαρύνεσθαι;
000-00-00 Serial Number=0267708480
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00111]  ἀλλ' ὥσπερ ἡ Αἰγυπτία τότε γυνὴ τοῦ Ἰωσὴφ ἐπιλαβομένη ἐν θαλάμῳ καὶ ἐρημίᾳ πολλῇ προσεδόκησε λήσεσθαι πάντας ἀνθρώπους, οὐκ ἔλαθε δὲ τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ οὐ μόνον ἐκεῖνον, ἀλλ' οὐδὲ ἀνθρώπους τοὺς μετὰ ταῦτα, ἀλλ' ὅπερ ἐκείνη πρὸς τὸν Ἰωσὴφ εἶπεν, οὐδενὸς παρόντος, τοῦτο πανταχοῦ τῆς οἰκουμένης ᾄδεται·
000-00-00 Serial Number=0601335645
In Kalendas Ante [Go Back]  
 [00194]  Ὅταν μὴ πρὸς πονηρίαν τρέχῃς, ὅταν μὴ περιεργάζῃ τὰ ἀλλότρια κάλλη, ὅταν ἰδὼν γυναῖκα ἀπαντῶσαν, χαλινώσῃς τὸν ὀφθαλμὸν, τειχίσῃς τὴν ὄψιν τῷ τοῦ Θεοῦ φόβῳ, διὰ τὸν Θεὸν τοῦτ' ἐποίησας·
000-00-00 Serial Number=0612600148
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02526]  Σὺ δέ μοι τὸν καλὸν τοῦτον ὀφθαλμὸν ἐννόησον νοσοῦντα, γηρῶντα, ὑπὸ ἀθυμίας μαραινόμενον, ὑπὸ ὀργῆς οἰδοῦντα, πῶς εἰδεχθὴς, πῶς ταχέως ἀπόλλυται, καὶ τῶν γεγραμμένων τάχιον ἀφανίζεται.
000-00-00 Serial Number=0979868650
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00128]  Πολλοῖς γὰρ πολλάκις ἀπὸ τοῦ ὀρόφου κατενεχθὲν μικρὸν ζωΰφιον ἢ τὸν ὀφθαλμὸν ἐξεῖλεν, ἢ ἑτέρου τινὸς κινδύνου αἴτιον γέγονε.
000-00-00 Serial Number=0362377107
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00175]  Ὥσπερ γὰρ οἱ τὰ μέρη τῶν σωμάτων ἀλγοῦντες, νομίζουσι τοὺς πλησίον πλεονεκτεῖν ταῖς ἀλγηδόσι, καὶ ὁ τὸν ὀφθαλμὸν νοσῶν, οὐδὲν ἕτερον ἡγεῖται τοιοῦτον εἶναι πάθος, οἷον τὸ ἑαυτοῦ·
000-00-00 Serial Number=0699409842
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03445]  Εἰ μεῖζον αὐτῶν φρόνημα λάβοι, εἰ τὴν τῶν πραγμάτων ἐπισκέψαιτο φύσιν, εἰ καταγνοίη τῆς τῶν πολλῶν ψήφου, εἰ πρὸ τῶν ἄλλων ἁπάντων ἐν τοῖς ὄντως αἰσχροῖς παιδεύσει ἑαυτὸν μὴ ἀνθρώπους, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν δεδοικέναι, καὶ ἐν τοῖς ἀγαθοῖς πάλιν τοὺς παρ' ἐκείνου στεφάνους ζητεῖν.
 [03635]  καὶ πῶς οὐκ ἐσχάτης ταῦτα ἀνοίας, ἀνθρώπων οὕτω διεφθαρμένων τὰς γνώμας, καὶ πάντα ὡς ἔτυχε ποιούντων, τὴν δόξαν ἐπιζητεῖν, δέον ἐπὶ τὸν ἀκοίμητον ἀεὶ καταφεύγειν ὀφθαλμὸν, καὶ πρὸς τὴν ἐκείνου ψῆφον βλέποντας, πάντα ποιεῖν καὶ λέγειν;
 [09365]  Καὶ γὰρ τὸ πάντων τιμιώτερον τέθεικε, τὸν ὀφθαλμὸν, καὶ τὸ πάντων εὐτελέστερον, τοὺς πόδας.
 [09727]  Καὶ γὰρ ὁ τὸν ὀφθαλμὸν ἐξ-ορύττων, παραφροσύνης μέγιστον δεῖγμα ἐξήνεγκε·
000-00-00 Serial Number=0422137320
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01311]  Ἐνῆν καὶ ὀφθαλμὸν ἰδεῖν τότε μάλιστα λάμποντα·
000-00-00 Serial Number=0489977837
In epistulam ad Colossenses Ante [Go Back]  
 [01348]  Τοιοῦτόν τι καὶ ὁ Θεὸς ἐποίησεν, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ δοὺς ἐκκόπτειν, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ Αἰγυπτίους ἀναιρῶν καὶ Ἀμαληκίτας τοὺς λελυπηκότας αὐτούς.
 [03165]  Κἂν γὰρ μὴ ὁρῶντος ἐκείνου πράττῃς τὰ δέοντα καὶ τὰ πρὸς τιμὴν τοῦ δεσπότου, δηλονότι διὰ τὸν ἀκοίμητον ὀφθαλμὸν ποιεῖς.
 [03965]  ἀλλ' εἴ τις ἀπὸ τοῦ θεάτρου καὶ τῆς σκηνῆς ἀποσπάσας τινὰ τῶν ἀκολάστων ἐκκαιόμενον καὶ βακχευόμενον τῷ τῶν σωμάτων ἔρωτι, ἐδείκνυ κόρην παρθένον ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει τά τε ἄλλα νικῶσαν τὰς ὁμήλικας, καὶ τῇ ὄψει ὑπὲρ τὰ λοιπὰ μέλη, ὀφθαλμὸν ἔχουσαν ἁπαλὸν καὶ μαλακὸν ἐγκαθήμενον ἠρέμα, περιστρεφόμενον ἠρέμα, ὑγρὸν, ἥμερον, γαληνὸν μειδιῶντα, καὶ πολλῇ μὲν περιεσταλμένον τῇ αἰδοῖ, πολλῇ δὲ τῇ χάριτι, βλεφαρίσι κυαναῖς κάτωθεν καὶ ἄνωθεν ἐστεφανωμένην, τὴν κόρην ἔμψυχον, ὡς εἰπεῖν, ἔχουσαν, λάμπον τὸ μέτωπον, κάτωθεν πάλιν τὴν παρειὰν εἰς ἀκριβῆ ἐρυθρότητα ἀφικνουμένην, μαρμάρου δίκην λείαν ὑποκειμένην, ὁμαλήν·
000-00-00 Serial Number=0265887439
In epistulam ad Ephesios Ante [Go Back]  
 [04393]  Οὐκοῦν ἡ χεὶρ μὴ πληττέτω τὴν κεφαλὴν, μηδὲ ἐκκοπτέτω τὴν γλῶσσαν, μηδὲ ἐξορυττέτω τὸν ὀφθαλμὸν, μηδὲ ἄλλο τι τοιοῦτον ἐργαζέσθω κακόν·
 [04483]  Εἰ δὲ ἔνθα ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ πηροῦν ἐξῆν, τοσαύτη κεῖται τιμωρία τοῖς μνησικάκοις, πόσῳ μᾶλλον τοῖς καὶ παρέχειν ἑαυτοὺς πρὸς τὸ παθεῖν κακῶς κελευσθεῖσι;
000-00-00 Serial Number=0937365174
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01150]  Ὅταν δὲ φθόνον ἀκούσῃς ἐνταῦθα, καὶ ἐν τῷ Εὐαγγελίῳ ὀφθαλμὸν πονηρὸν τὸ αὐτὸ δηλοῦντα, μὴ τοῦτο νομίσῃς, ὅτι ἡ τῶν ὀφθαλμῶν βολὴ τοὺς ὁρῶντας βλάπτειν πέφυκεν·
 [01155]  διὰ τοῦτο πονηρὸν ὀφθαλμὸν ἐκάλεσεν, οὐ τὸν ὁρῶντα, ἀλλὰ τὸν μετὰ βασκανίας ὁρῶντα ἀπὸ τῆς κατὰ ψυχὴν πονηρίας.
000-00-00 Serial Number=0112812340
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05393]  Τοῦτον ἡμεῖς κύριοι δημιουργῆσαι τὸν ὀφθαλμὸν, καὶ ὀξυδερκῆ ποιῆσαι καὶ καλόν.
 [05401]  Οὐδὲν γὰρ οὕτω ταράττει ὀφθαλμὸν, ὡς συνειδὸς πονηρόν·
 [09306]  Καθάπερ γὰρ περιστερά τις χρυσῆ καὶ ζῶσα, πέταται, ὄμμα προσηνὲς ἔχουσα, ὀφθαλμὸν ἥμερον.
000-00-00 Serial Number=0454329729
In epistulam ad Philippenses Ante [Go Back]  
 [04876]  καὶ ὁ υἱὸς αὐτῷ τὸν ὀφθαλμὸν ἐξωρύττετο φόβῳ τῶν μελλόντων, οὐδὲν ἠδικηκώς.
000-00-00 Serial Number=0513700902
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00252]  Κἂν γὰρ τὴν γυναῖκα λάθῃς τὴν ἠδικημένην, ἀλλὰ τὸν ἀκοί μητον ὀφθαλμὸν οὐ λήσῃ ποτέ·
000-00-00 Serial Number=0021317363
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00322]  Τί γένοιτ' ἂν οὖν ἴσον τῆς μεγάλης καὶ γενναίας ἐκείνης ψυχῆς, ὃς, τοῦ νόμου κελεύοντος ἐξορύττειν ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τοῖς ἴσοις ἀμύνεσθαι, οὐ μόνον τοῦτο οὐκ εἰργάσατο, ἀλλὰ καὶ πολλῷ πλείονα φιλοσοφίαν ἐπεδείξατο;
000-00-00 Serial Number=0628778040
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00355]  ῥίψατε πάντες ὁμοίως ἐπὶ γόνατα, καὶ τὰς χεῖρας ἀνατείναντες εἰς τὸν οὐρανὸν, ὅπου κάθηται βασιλικῶς ὁ πάντων ἡμῶν βασιλεὺς, καὶ τοὺς ὀφθαλμοὺς εὐθύναντες πρὸς τὸν ἀκοί μητον ὀφθαλμὸν, τοιούτοις πρὸς τὸν φιλάνθρωπον χρή σασθε ῥήμασιν·
000-00-00 Serial Number=0852965832
In natalem Christi diem Ante [Go Back]  
 [00071]  Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι τὸν ὀφθαλμὸν τῆς ἀκοῆς πιστότερον ποιοῦσιν, ὃ δὲ μὴ βλέπουσιν ἀμφιβάλλουσι, διὰ τοῦτο ἠνείχετο καὶ ὀφθαλμοῖς τὴν ἑαυτοῦ θέαν διὰ τοῦ σώματος παρασχεῖν, ἵνα λύσῃ τὴν ἀμφισβήτησιν.
000-00-00 Serial Number=0728192985
In pharisaeum et meretricem Ante [Go Back]  
 [00187]  οὐδὲν γὰρ λανθάνει τὸν τῆς θεότητος ὀφθαλμὸν, οὐ πλεονέκτης, οὐ πονήρευμα·
000-00-00 Serial Number=0396639943
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00229]  ποῖον ἐνθύμημα τὸν ὀφθαλμὸν εἰς ἀκολασίαν ἐκίνησε·
000-00-00 Serial Number=0696413815
Quales ducendae sint uxores Ante [Go Back]  
 [00089]  ἀλλὰ καὶ πόδα διεστραμμένον ἔχοντες πολλοὶ πολλάκις, καὶ σκέλος χωλὸν, καὶ χεῖρα ξηρὰν καὶ νενεκρωμένην, καὶ ὀφθαλμὸν ἐσβεσμένον, οὔτε τὸν ὀφθαλμὸν ἐξορύττουσιν, οὔτε τὸ σκέλος ἐκκόπτουσιν, οὔτε τὴν χεῖρα ἀποτέμνουσιν, ἀλλ' ὁρῶντες οὔτε κέρδος ἐγγινόμενον ἐξ αὐτῶν τι τῷ σώματι, καὶ πολλὴν τοῖς λοιποῖς μέλεσιν αἰσχύνην, μένουσιν αὐτὰ ἔχοντες διὰ τὴν πρὸς τὰ λοιπὰ συμπάθειαν.
000-00-00 Serial Number=0319247961
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00406]  Ἐπειδὴ γὰρ οὐ δεδοίκασι τὸν ἀκοίμητον ὀφθαλμὸν, ἀλλ' οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων τοῦτο φόβος αὐτοῖς, φέρε καὶ ταύτης αὐτοὺς ἀποστερήσωμεν τῆς παραμυθίας, ἃ κρύπτουσι τοῖχοι καὶ συσκιάζουσι, ταῦτα εἰς μέσον ἀγαγόντες, καὶ τὰς θύρας ἀναπετάσαντες τοῖς βουλομένοις ὁρᾶν, ἀπὸ τῆς εὐνῆς αὐτοὺς πρῶτον ἐγείραντες·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»