Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὅπλοις [74]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὅπλοις


000-00-00 Serial Number=0833997548
Ad Innocentium papam i Ante [Go Back]  
 [00053]  Ἡμῶν γὰρ αὐτὰ, καθάπερ ἔμπροσθεν εἶπον, προτεινόντων, ἀθρόον στρατιωτῶν πλῆθος αὐτῷ τῷ μεγάλῳ σαββάτῳ, πρὸς ἑσπέραν λοιπὸν τῆς ἡμέρας ἐπειγομένης, ταῖς ἐκκλησίαις ἐπεισελθόντες, τὸν κλῆρον ἅπαντα τὸν σὺν ἡμῖν πρὸς βίαν ἐξέβαλον, καὶ ὅπλοις τὸ βῆμα περιεστοίχιστο.
000-00-00 Serial Number=0901613951
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01887]  Ἂν οὖν τούτοις καὶ αὐτὸς θέλῃς χρῆσθαι τοῖς ὅπλοις, καὶ περιφράξῃς σεαυτὸν πανταχόθεν καλῶς, τοῖς μὲν λογισμοῖς ἀποτειχίζων τῆς ἀθυμίας τὴν ἔφοδον, ταῖς δὲ εὐχαῖς καὶ ταῖς σαυτοῦ καὶ ταῖς ἑτέρων τοῦτο ἰσχυρὸν τὸ τεῖχος ποιῶν, ταχέως αἰσθήσῃ τῶν καρπῶν τῆς παιδείας.
000-00-00 Serial Number=0839328706
Ad populum Antiochenum Ante [Go Back]  
 [01445]  Σὺ δέ μοι σκόπει πανταχοῦ, πῶς ὁ διάβολος δι' ὧν πολεμεῖ τοῖς τοῦ Θεοῦ δούλοις, διὰ τούτων τὴν οἰκείαν δύναμιν καθαιρεῖ, οὐχ ἑκὼν, ἀλλὰ τοῦ Θεοῦ τοῦ σοφοῦ καὶ εὐμηχάνου τοῖς ὅπλοις τοῖς ἐκείνου καὶ ταῖς μεθοδείαις κατὰ τῆς ἐκείνου κεχρημένου κεφαλῆς.
 [02040]  Εἰ γὰρ ἀρχόντων ὄντων, καὶ στρατιωτῶν ζώντων ἐν ὅπλοις, μανία ἀνθρώπων εὐαριθμήτων, μιγάδων καὶ ἐπηλύδων, ἐν βραχείᾳ καιροῦ ῥοπῇ τοσαύτην ἡμῖν ἀνῆψε πυρὰν, καὶ χειμῶνα τοσοῦτον ἤγειρε, καὶ περὶ ναυαγίας δεδοικέναι ἐποίησεν ἅπαντας·
 [04057]  Τοῦτο γοῦν ποτε συνιδόντες οἱ Μαδιηναῖοι, καὶ γνόντες ὡς ἀκαταμάχητόν ἐστι τὸ ἔθνος ἐκεῖνο, καὶ μηχανήμασι μὲν καὶ ὅπλοις ἀμήχανον αὐτὸ καταγωνίσασθαι, ἁμαρτίᾳ δὲ μόνον δυνατὸν αὐτοὺς ἑλεῖν, παρθένους καλλωπίσαντες εὐμόρφους καὶ στήσαντες ἐπὶ τῆς παρατάξεως, εἰς ἀσέλγειαν ἐξεκαλοῦντο τοὺς στρατιώτας, διὰ τῆς πορνείας ἀποστῆσαι τοῦ Θεοῦ τὴν συμμαχίαν σπουδάζοντες·
000-00-00 Serial Number=0541992545
Catecheses ad illuminandos Ante [Go Back]  
 [00122]  ∆ιὸ προσήκει ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων φεύγειν αὐτῶν τὰς τοιαύτας διαλέξεις καὶ μάλιστα μέχρις ἂν δυνηθῆτε τοῦ χρόνου προϊόντος, καλῶς φραξάμενοι καθάπερ ὅπλοις τισὶ πνευματικοῖς ταῖς παρὰ τῆς θείας γραφῆς μαρτυρίαις, ἐπιστομίζειν αὐτῶν τὴν ἀναίσχυντον γλῶτταν.
000-00-00 Serial Number=0074076712
Comparatio regis et monachi Ante [Go Back]  
 [00025]  μετὰ γὰρ τῆς θείας ῥοπῆς ἐπὶ τὸν πόλεμον ἔρχεται, οὐρανίοις πεφραγμένος ὅπλοις, ὥστε ἀνάγκη τούτου γενέσθαι τὸ κράτος·
000-00-00 Serial Number=0995097160
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00354]  Οὐ διὰ τοῦτο ἡμᾶς ὥπλισεν τοῖς ὅπλοις τοῖς πνευματικοῖς, ἵνα κορῶν τριωβολιμαίων ἀναδεξώμεθα ὑπηρεσίαν, ἵνα περὶ ἔρια καὶ ἱστοὺς καὶ τὰς τοιαύτας στρεφώμεθα διακονίας, ἵνα νηθούσαις καὶ ὑφαινούσαις παρακαθώμεθα γυναιξὶν, ἵνα διατελῶμεν πᾶσαν ἡμέραν καὶ ἤθη καὶ ῥήματα γυναικεῖα εἰς τὴν ἑαυτῶν ἐναποματτόμενοι ψυχήν·
000-00-00 Serial Number=0367716968
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00581]  Πῶς γὰρ οὐ μανία πρόδηλος καὶ σαφὴς προσδοκᾶν τι τοῖς ὅπλοις τούτοις ἀνύειν ἃ τὸν κεκτημένον οὐδὲν ὤνησεν;
000-00-00 Serial Number=0780314088
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00085]  Εἰ δὲ οὐκ ἀνέχοιτο τῶν ῥημάτων τούτων ὁ Ἰουδαῖος, φέρε δὴ τοῖς οἰκείοις αὐτὸν ὅπλοις ἕλωμεν, οὐδὲν ἀπὸ Παύλου καὶ Πέτρου καὶ Ἰωάννου, ἀλλ' ἀπὸ τῶν προφητῶν αὐτῷ διαλεγόμενοι, ἵνα μάθῃ ὅτι τὰ πράγματα παρ' αὐτῷ, τὰ δὲ νοήματα παρ' ἡμῖν.
000-00-00 Serial Number=0138653100
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00065]  οὐ γὰρ οὕτω δεδοίκαμεν τοὺς μυρίοις πεφραγμένους ὅπλοις ἀνθρωπίνοις, καὶ ἐπὶ ἀνδρείᾳ τοσαύτῃ τετειχισμένους, ὡς τοῦτον ἐπ' ἐλευθερίᾳ.
000-00-00 Serial Number=0712744951
De paenitentia [1] Ante [Go Back]  
 [01314]  Καθάπερ γὰρ οἱ θηρίοις πυκτεύειν μέλλοντες, πολλοῖς ὅπλοις καὶ ἀσφαλίσμασι τὰ καίρια τῶν μελῶν περιφράξαντες, τὴν πρὸς ἐκεῖνα ἀναδέχονται μάχην·
000-00-00 Serial Number=0730642736
De precatione [1] Ante [Go Back]  
 [00066]  ἐπεὶ καὶ ∆αυῒδ ὁ θαυμάσιος τὸν Γολιὰθ ἐκεῖνον, ὥσπερ δαίμονά τινα φοβερὸν ἐπερχόμενον, οὐχ ὅπλοις οὐδὲ ξίφεσιν, ἀλλ' εὐχαῖς κατήνεγκεν.
000-00-00 Serial Number=0393929362
De prophetiarum obscuritate Ante [Go Back]  
 [00478]  Εἰ γὰρ εἰς Ἀθήνας εἰσελθὼν ὁ Παῦλος ἐπιγράμματος ἐδεήθη ἐγκεκολαμμένου βωμῷ, καὶ τὴν διδασκαλίαν ἐξ ἐκείνου πρὸς αὐτοὺς ἐποιήσατο, τοῖς οἰκείοις αὐτῶν ὅπλοις εὐκολώτερον αἱρήσειν προσδοκῶν, ὅπερ καὶ ἐγένετο·
000-00-00 Serial Number=0440629542
De sacerdotio Ante [Go Back]  
 [00150]  ὁ ταύτης δὲ ἀδελφὸς τὸν ὑπ' ἐκείνης διασωθέντα σῶσαι βουλόμενος κινδυνεύοντα πάλιν τοῖς αὐτοῖς ὅπλοις ἐχρῆτο οἷσπερ καὶ ἡ γυνή.
 [00626]  Καὶ δεῖ τὸν ἱερέα καθάπερ τισὶν ἀδαμαντίνοις ὅπλοις πεφράχθαι τῇ τε συντόνῳ σπουδῇ καὶ τῇ διηνεκεῖ περὶ τὸν βίον νήψει, πάντοθεν περισκοπεῖν μή πού τις γυμνὸν εὑρὼν τόπον καὶ παρημελημένον πλήξῃ καιρίαν πληγήν·
 [00990]  οὔτε γὰρ ὅπλοις ἅπαντες χρῶνται τοῖς αὐτοῖς, οὔτε ἑνὶ προσβάλλειν ἡμῖν μεμελετήκασι τρόπῳ.
 [01505]  Εἶτα ἁρπάσας τις ἐξαίφνης μειράκιον τῶν ἐν ἀγρῷ τραφέντων καὶ τῆς πηκτίδος καὶ τῆς καλαύροπος πλέον εἰδότων οὐδέν, καθοπλιζέτω μὲν αὐτὸ ὅπλοις χαλκοῖς·
000-00-00 Serial Number=0628348827
De sanctis martyribus [2] Ante [Go Back]  
 [00039]  Στρατόπεδα ἕστηκεν ἑκατέρωθεν [50.708] περιπεφραγμένα, ἀπολάμποντα τοῖς ὅπλοις, καὶ τὴν γῆν καταυγάζοντα, νέφη βελῶν ἀφίεται πανταχόθεν ἀποκρύπτοντα τὸν ἀέρα τῷ πλήθει, ῥύακες αἱμάτων ἐπὶ τῆς γῆς φέρονται, καὶ πολλὰ πανταχοῦ τὰ πτώματα καθάπερ ἐν ἀμητῷ ἀσταχύων, οὕτω τῶν στρατιωτῶν ἐπαλλήλων καταφερομένων.
000-00-00 Serial Number=0769231498
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00228]  τοῖς γὰρ ὅπλοις σοῖς σε χειροῦμαι, καὶ τοῖς σοῖς πτεροῖς περιγίνομαί σου.
000-00-00 Serial Number=0171961904
De virginitate Ante [Go Back]  
 [00517]  Τὸν γὰρ δυνάμενον γυμνὸν μάχεσθαι καὶ νικᾶν ὁ περιφράττων ὅπλοις οὐ μόνον οὐκ ὤνησεν ἀλλὰ καὶ τὴν ἐσχάτην ἀδικίαν ἠδίκησε τοῦ θαύματος ἀποστερήσας αὐτὸν καὶ τῶν λαμπρῶν στεφάνων.
 [01319]  Οὔτε γὰρ τοῖς αὐτοῖς ὅπλοις χρήσασθαι ἐπὶ τὸν ὑποπτευθέντα δυνήσεται.
000-00-00 Serial Number=0675135434
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00510]  Ἂν γὰρ ἀπολαύσῃς εὐχῶν πνευματικῶν, ἂν μετάσχῃς εὐχῆς κοινῆς, ἂν ἐπισπάσῃ τοῦ Θεοῦ τὴν βοήθειαν, ἂν αὐτοῦ τοῖς ὅπλοις φραξάμενος οὕτως ἐξέλθῃς, οὐδὲ αὐτὸς ὁ διάβολος ἀντιβλέψαι δυνήσεταί σοι λοιπὸν, μήτι γε ἄνθρωποι πονηροὶ σπουδάζοντες ἐπηρεάζειν καὶ συκοφαντεῖν·
 [08002]  Τοῦτο δὲ ἐγίνετο, ἵνα δειχθῇ γυμνὴ ἡ τοῦ Θεοῦ δύναμις ἡ δι' αὐτοῦ ἐνεργοῦσα, καὶ μὴ τοῖς ὅπλοις λογίσωνται τὰ γινόμενα.
 [08049]  Ἐκεῖνος ὅπλοις ἐπολιόρκει, καὶ αὕτη τῇ προθυμίᾳ περιεγένετο·
 [08705]  μετὰ ταύτης ἀπελθόντες ἐκεῖ τῆς θυσίας, ἐν παῤῥησίᾳ πολλῇ τῶν ἱερῶν ἐπιβησόμεθα προθύρων, ὥσπερ τισὶν ὅπλοις χρυσοῖς πεφραγμένοι πάντοθεν.
 [09999]  Σὺ μὲν γὰρ οὕτω παρεσκεύασο, ὡς στρατιώτης γενναῖος ἐν τοῖς ὅπλοις, ἔσο διηνεκῶς νήφων, ἐγρηγορὼς, ἀεὶ τὸν πολέμιον προσδοκῶν.
000-00-00 Serial Number=0469020605
Expositiones in Psalmos Ante [Go Back]  
 [01133]  Τότε δὴ μάλιστα ἀσφαλίζεσθαι δεῖ, φράττεσθαι τῷ θώρακι, τῇ ἀσπίδι, τῷ κράνει, τοῖς ἄλλοις ὅπλοις, καὶ διηνεκῶς εὐχαριστεῖν τῷ Θεῷ.
 [03282]  Οὕτω γὰρ ὁ δίκαιος ἐπολέμει, οὕτω κατέβαλλε τοὺς ἐναντίους, οὐχ ὅπλοις καὶ δόρασι κεχρημένος, ἀλλὰ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἔχων.
 [03539]  Τοῖς οἰκείοις ὅπλοις ἁλίσκεται, ὥσπερ ὁ σίδηρος ὑπὸ τοῦ ἰοῦ, καὶ τὸ ἔριον ὑπὸ τοῦ σητός·
 [03929]  Εἶτα τὸν μὲν στρατόπεδον ἔχοντα, καὶ τείχεσι πεφραγμένον καὶ ὅπλοις, οὐκ ἂν ἐκέλευσας καταφυγεῖν ἐπὶ τὴν ἔρημον, ἀλλὰ καταγέλαστος ἂν ἐφάνης ταῦτα συμβουλεύων·
 [03949]  Οὐ δεῖται τοῖς ἑτέρων ὅπλοις ἁλῶναι, ἀλλ' ὑπὸ τῆς οἰκείας πίπτει χειρὸς, καὶ τῷ ἑαυτοῦ περιτρέπεται δόλῳ.
 [05045]  Οὕτω γὰρ ὁ δίκαιος ἐπολέμει, οὕτω κατέβαλλε τοὺς ἐναντίους, οὐχ ὅπλοις καὶ δόρασι κεχρημένος, ἀλλὰ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἔχων.
 [05302]  Τοῖς οἰκείοις ὅπλοις ἁλίσκεται, ὥσπερ ὁ σίδηρος ὑπὸ τοῦ ἰοῦ, καὶ τὸ ἔριον ὑπὸ τοῦ σητός·
 [05692]  Εἶτα τὸν μὲν στρατόπεδον ἔχοντα, καὶ τείχεσι πεφραγμένον καὶ ὅπλοις, οὐκ ἂν ἐκέλευσας καταφυγεῖν ἐπὶ τὴν ἔρημον, ἀλλὰ καταγέλαστος ἂν ἐφάνης ταῦτα συμβουλεύων·
 [05712]  Οὐ δεῖται τοῖς ἑτέρων ὅπλοις ἁλῶναι, ἀλλ' ὑπὸ τῆς οἰκείας πίπτει χειρὸς, καὶ τῷ ἑαυτοῦ περιτρέπεται δόλῳ.
 [06528]  Παραταξάμενοι τοίνυν, καὶ τὰς ψυχὰς αὐτῶν ἐπιδιδόντες, κατέλυον τοὺς ἐναντίους, οὐχ ὅπλοις θαῤῥοῦντες, ἀλλ' ἀντὶ πάσης παντευχίας ἀρκοῦσαν ἔχοντες τὴν τῆς μάχης ὑπόθεσιν.
 [06666]  Κεκοσμημένοι γὰρ ὅπλοις οὐχ ὡς ἐν μάχαις, ἀλλ' ὡς ἐν πανηγύρει καὶ χορείᾳ ἐξῄεσαν, ἀντὶ καλλωπισμοῦ μᾶλλον ἢ ἀσφαλείας τὰ ὅπλα περιθέμενοι, καὶ τὰς ἱερὰς στολὰς περικείμενοι, καὶ προηγουμένους ἔχοντες τοῦ στρα [55.172] τοπέδου τοὺς Λευΐτας, ἐκύκλουν τὸ τεῖχος.
 [06686]  Εἰ μὲν γὰρ πρὸς ἀνθρώπους ὁ πόλεμος ἦν, εἶχέ τίς τινα ῥοπὴν καὶ τοῖς ὅπλοις λογίζεσθαι·
 [06827]  Καὶ σὺ ὁ αὐτὸς, φησὶ, καὶ ἡ πρόνοια ἡ αὐτὴ, καὶ ἡμεῖς σὲ ἐπιγραφόμεθα, καὶ τοῖς αὐτοῖς ὅπλοις κεχρήμεθα.
 [06846]  Οὐ τοῖς ὅπλοις μου θαῤῥῶ·
 [07419]  Τίς οὖν κοινωνία ὅπλοις καὶ μύροις, χρίσματι καὶ ῥομφαίᾳ, διδασκαλίᾳ καὶ πολέμῳ, τόξοις καὶ ὡραϊσμῷ;
 [07422]  ὁ μύρον στάζων, καὶ ὅπλοις φραττόμενος;
000-00-00 Serial Number=0864647806
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04049]  Ἐγὼ τὸν Ναβουχοδονόσορ οὐχ οὕτως ἡγοῦμαι τοῖς ὅπλοις θαῤῥεῖν, ὡς τῇ εὐνοίᾳ τῇ παρὰ Θεοῦ.
000-00-00 Serial Number=0283418059
Homilia de capto Eutropio Ante [Go Back]  
 [00502]  διὰ τοῦτο ποτὲ μὲν παλαιὸς φαίνεται, ποτὲ δὲ νέος, ποτὲ δὲ ἐν πυρὶ, ποτὲ δὲ ἐν αὔρᾳ, ποτὲ δὲ ἐν ὕδατι, ποτὲ δὲ ἐν ὅπλοις, οὐ μεταβάλλων τὴν οὐσίαν, ἀλλὰ σχηματίζων τὴν ὄψιν πρὸς τὴν ποικιλίαν τῶν ὑποκειμένων.
000-00-00 Serial Number=0397651732
In Acta apostolorum Ante [Go Back]  
 [08180]  σοὶ πολλὴν ἔδωκεν ἐξουσίαν ὁ Θεὸς χρήσασθαι τοῖς ὅπλοις εἰς δέον, καὶ λαβεῖν αὐτῶν ἐντεῦθεν τὴν πεῖραν.
 [09999]  Ὅρα πῶς τοῖς ὅπλοις καθ' ἑαυτῶν ἐχρήσαντο Καὶ διελέγετο, φησὶν, ἐν τῇ σχολῇ Τυράννου τινὸς ἐπὶ ἔτη δύο.
000-00-00 Serial Number=0380817413
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00192]  Ποίοις ὅπλοις θαῤῥεῖς, ὦ ∆αυΐδ;
000-00-00 Serial Number=0141220272
In Psalmum 705 Ante [Go Back]  
 [00020]  Ἐζεκίας δὲ ὁ βασιλεὺς πιστὸς ἀνὴρ ὑπάρχων, καὶ πίστει μᾶλλον καὶ εὐχῇ, ἢ ὅπλοις [ὃς] καὶ στρατιωτικῇ δυνάμει ὑπερειδόμενος, παρ' ἐλπίδα ἐποίει τὰ τῶν πολεμίων νικήματα.
000-00-00 Serial Number=0667811990
In annuntiationem deiparae Ante [Go Back]  
 [00010]  οὕτω καὶ τῆς ἡμετέρας παρατάξεως ὁ νέος ∆αυῒδ, τοῖς ὅπλοις τοῦ Ἀρείου τὸν Ἄρειον κατεκέντησεν.
000-00-00 Serial Number=0852135956
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01486]  Ὅταν οὖν καὶ [61.425] ἐντεῦθεν δύνηται λαμβάνειν, σκόπησον πῶς ἡ ἧττα αἰσχρὰ, πῶς ὡς ἀσθενῶν καὶ ταλαιπώρων καταγελάσεται καὶ καταδραμεῖται, εἴ γε τοῖς ἡμετέροις ὅπλοις ἡμᾶς μέλλει χειροῦσθαι.
 [05717]  τουτέστι, Πόλεμον ἀνεδεξάμεθα καὶ μάχην, ἀλλ' οὐχὶ σαρκικοῖς πολεμοῦμεν ὅπλοις, οὐ διά τινος ἀνθρωπίνης συμμαχίας.
 [05746]  Κἂν γὰρ ὀχυρώματα ᾖ, φησὶ, κἂν πυργώματα, κἂν ὁτιοῦν ἕτερον, εἴκει καὶ παραχωρεῖ τοῖς ὅπλοις τούτοις.
000-00-00 Serial Number=0444366693
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02855]  Οὐκ ἐλεημοσύνῃ περιφράττομεν ἑαυτοὺς, οὐ τὰς ἀναπτομένας λαμπάδας ἑαυτοῖς εὐτρεπίζομεν, οὐ συμφραττόμεθα ὅπλοις πνευματικοῖς οὐ τὴν ὁδὸν μανθάνομεν τὴν ἐκεῖ φέρουσαν, οὐ νήφομεν, οὐ διεγηγέρμεθα·
000-00-00 Serial Number=0919566572
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00703]  Πόθεν οἱ ἀσθενεῖς τῶν ἰσχυρῶν περιεγένοντο, οἱ δώδεκα τῆς οἰκουμένης, οὐχὶ τοῖς αὐτοῖς ὅπλοις κεχρημένοι, ἀλλὰ γυμνοὶ πρὸς ἐνόπλους μαχόμενοι;
 [00705]  Εἰπὲ γὰρ, εἰ δώδεκα ἄνδρες πολεμικῶν ἄπειροι πραγμάτων εἰς παράταξιν στρατιωτῶν ἄπειρον καὶ ὡπλισμένην εἰσπηδήσαντες, οὐκ ἄοπλοι μόνον, ἀλλὰ καὶ ἀσθενεῖς τὸ σῶμα, ὑπὸ μὲν ἐκείνων οὐδὲν ἔπαθον, μηδὲ μυρίοις βαλλόμενοι βέλεσιν ἐτρώθησαν, ἔχοντες δὲ ἐμπεπερονημένα τὰ βέλη γυμνῷ τῷ σώματι πάντας κατέβαλλον, οὐχ ὅπλοις κεχρημένοι, ἀλλὰ τῇ χειρὶ παίοντες, εἶτα τοὺς μὲν ἀνεῖλον, τοὺς δὲ αἰχμαλώτους λαβόντες ἀπήγαγον, μηδὲ τραύματα αὐτοὶ δεξάμενοι, ἆρά τις τὸ γινόμενον ἀνθρώπινον εἶναι ἔφησε;
 [02755]  Τῇ πανουργίᾳ, τουτέστιν, ἐν τοῖς οἰκείοις ὅπλοις αὐτοὺς χειρούμενος.
 [03630]  Μὴ ταῦτα, μὴ, ἀδελφοὶ, ἀλλ' ἐκ πρώτης ἡλικίας πνευματικοῖς αὐτὰ περιφράττετε ὅπλοις, καὶ τῇ χειρὶ παιδεύετε σφραγίζειν τὸ μέτωπον·
 [07621]  Μετὰ ταύτης ἀπελθόντες ἐκεῖ τῆς θυσίας, ἐν παῤῥησίᾳ πολλῇ τῶν ἱερῶν ἐπιβησόμεθα προθύρων, ὥσπερ τισὶν ὅπλοις χρυσοῖς περιπεφραγμένοι πάντοθεν.
 [09999]  Καὶ ὥσπερ στρατιώτης βελτίων ὁ τῷ σώματι θαῤῥῶν καὶ τῇ τέχνῃ τοῦ πολεμεῖν, τοῦ τὴν ἰσχὺν ἐν τοῖς ὅπλοις ἔχοντος μόνον·
000-00-00 Serial Number=0675790668
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02570]  τὸν γὰρ τούτοις πεφραγμένον τοῖς ὅπλοις οὐκ ἔνι ποτὲ πεσεῖν.
000-00-00 Serial Number=0049147189
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01832]  Σὺ μὲν οὖν οὕτω παρεσκεύασο ὡς στρατιώτης γενναῖος, ἐν τοῖς ὅπλοις ἔσο διηνεκῶς, νήφων, ἐγρηγορὼς, ἀεὶ τὸν πολέμιον προσδοκῶν·
000-00-00 Serial Number=0440491199
In epistulam ad Romanos Ante [Go Back]  
 [02854]  Ὅταν δὲ φράττωνται ὅπλοις, καὶ φυλακαὶ καὶ προφυλακαὶ καὶ ἄγρυπνοι νύκτες, καὶ πυρὰ καίεται διηνεκὴς, οὐκέτι [60.465] εἰρήνη τὸ τοιοῦτον, ἀλλὰ πόλεμος.
 [03537]  Φυλάττου τοίνυν, καὶ πανταχόθεν φράττου τοῖς ὅπλοις τοῖς πνευματικοῖς, καὶ καταμάνθανε τὰς ἐκείνου μηχανὰς μετὰ ἀκριβείας, ἵνα καὶ ἀνάλωτος ᾖς καὶ ἕλῃς αὐτὸν εὐκόλως·
 [03666]  ὥσπερ ἂν εἰ καὶ στρατιώτης ὑπὲρ τῆς πατρίδος ἀγωνιζόμενος, καὶ λῃστὴς κατὰ τῶν ἐνοικούντων ὁπλιζόμενος, τοῖς αὐτοῖς φράττοιντο ὅπλοις·
 [08881]  Καὶ καθάπερ νυμφίος καλλωπιζόμενος ἀπὸ τῆς παστάδος πρόεισιν, οὕτω καὶ ὁ τούτοις φραττόμενος τοῖς ὅπλοις·
000-00-00 Serial Number=0419718444
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00049]  Ἀλλ' ἀναμείνατε, καὶ ὄψεσθε τοῖς οἰκείοις αὐτοὺς ἀναλισκομένους ὅπλοις.
000-00-00 Serial Number=0959758878
In illud Ignem veni mittere in terram Ante [Go Back]  
 [00049]  Προφήτας προαπέστειλας, πατριάρχας προέπεμψας, ὅπλοις δικαιοσύνης αὐτοὺς ἐθώρηξας πρὸς τὸ ἀντιστῆ [62.741] ναι τῇ μάχῃ τοῦ διαβόλου, καὶ συντρίψαντας τὸν πόλεμον εἰρήνην τῷ κόσμῳ βραβεῦσαι, ὡς εἷς αὐτῶν εὐχαριστῶν ἔλεγεν·
000-00-00 Serial Number=0093971074
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00134]  Ἂν ἀπολαύσῃς εὐχῶν πατρικῶν, ἂν μετάσχῃς κοινῆς εὐχῆς, ἂν ἀκούσῃς θείων λογίων, ἂν ἐπισπάσῃ τοῦ Θεοῦ τὴν βοήθειαν, ἂν τούτοις τοῖς ὅπλοις φραξάμενος οὕτως ἐξέλθῃς, οὐδὲ αὐτὸς ὁ διάβολος ἀντιβλέψαι δυνήσεταί σοι λοιπὸν, μήτι γε ἄνθρωποι πονηροὶ, σπουδάζοντες ἐπηρεάζειν καὶ συκοφαντεῖν.
000-00-00 Serial Number=0865833998
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00186]  Καὶ γὰρ ἐκεῖ νος ἔτη τοσαῦτα προστὰς τοῦ δήμου τῶν Ἰουδαίων οὕτως, ὡς ὁ Θεὸς ἤθελε, καὶ μηδὲν μηδέποτε μέγα περὶ ἑαυτοῦ φθεγξάμενος, καίτοι πολλὰ ἔχων, εἴπερ ἐβούλετο, λέγειν, τὴν ἐκ πρώτης ἡλικίας ἀνατροφὴν, τὴν ἐν τῷ ναῷ διατριβὴν, τὴν ἐκ σπαργάνων αὐτοῦ προφητείαν, τοὺς μετὰ ταῦτα πολέμους, τὰς νίκας ἃς ἐνίκησεν, οὐχ ὅπλοις χρώμενος, ἀλλὰ μετὰ τῆς εὐ νοίας τοῦ Θεοῦ παραταττόμενος, ἐν τοῖς ἔμπροσθεν χρόνοις οὐδὲν τούτων εἶπεν.
000-00-00 Serial Number=0714246690
In illud Vidi dominum Ante [Go Back]  
 [00804]  Ἐκεῖνος ὅπλοις ἐπολιόρκει καὶ αὕτη προθυμίᾳ περιεγένετο·
000-00-00 Serial Number=0614504218
In principium Actorum Ante [Go Back]  
 [00204]  Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ τοῖς οἰκείοις αὐτοῦ ὅπλοις ἐχειρώσατο·
000-00-00 Serial Number=0764744818
In ramos palmarum [2] Ante [Go Back]  
 [00061]  Οὐκ ἐζήτουν ἐπὶ τοῦ Κυρίου ὄχημα λιθοκόλλητον, πορφυρόστρωτον, βασιλικοῖς ὅπλοις διηθυσμένον·
000-00-00 Serial Number=0198483467
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00182]  μύροις καὶ ὅπλοις;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»