Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὕπνον [93]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὕπνον


000-00-00 Serial Number=0335449755
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00246]  ∆εδοικότες αὐτοῦ τὴν ὠμότητα καὶ τὰς συνεχεῖς ἐπιβουλὰς, καὶ τὰς ἐπαλλήλους μηχανὰς, τὸν πολὺν ὕπνον ἀποκρουόμεθα, νήφομεν, μεμνήμεθα τοῦ Κυρίου διαπαντός.
 [00562]  Ἵν' οὖν μήτε οὗτος διαπιστῆται, μήτε ὁ πολὺς καὶ χυδαῖος λαὸς φαυλότερος γίνηται καταφρονῶν, ἐπεξέρχεται καὶ ἐνταῦθα τῶν ἁμαρτανόντων πολλοὺς, καὶ ἀμείβεται τῶν κατορθούντων ἐνίους, τῷ μὲν μὴ εἰς πάντας τοῦτο ποιεῖν, τὸν τῆς κρίσεως πιστούμενος λόγον, τῷ δὲ καὶ πρὸ τῆς κρίσεως κολάζειν τινὰς, τοὺς πολὺν ὕπνον καθεύδοντας διεγείρων.
000-00-00 Serial Number=0161661625
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00010]  Σὺ δὲ παρακάλει τὸν ἰώμενον τοὺς συντετριμμένους τὴν καρδίαν, τὸν διδόντα τοῖς ὀλιγοψύχοις μακροθυμίαν, τὸν ἐγείροντα ἀπὸ τῆς γῆς πτωχὸν, ἀνάψαι τὸ πῦρ ἐκεῖνο παρ' ἡμῖν, ὃ πᾶσαν μὲν ἀνθρωπίνην ἀσθένειαν ἀναλίσκειν εἴωθε, πάντα δὲ ὕπνον καὶ ἀκηδίαν καὶ βαρύτητα σαρκικὴν περικόψαι, μετεωρίζει μὲν τῆς ψυχῆς τὸ πτερὸν πρὸς οὐρανὸν, δείκνυσι δὲ ἀπὸ τῆς ἁψῖδος ἐκείνης, καθάπερ ἔκ τινος ἀπόπτου κορυφῆς, ἅπασαν τοῦ παρόντος βίου τὴν φαντασίαν καὶ τὴν ὑπόκρισιν.
 [00012]  Ἐπεὶ γὰρ πολλὰ μὲν τὰ ἐπισκοτοῦντα τῇ ὄψει, πολλὰ δὲ τὰ θορυβοῦντα τὴν ἀκοὴν, καὶ τὴν γλῶτταν ὑποσκελίζοντα, δεῖ πάσης ἑαυτὸν ὑπεξαγαγόντα τῆς ταραχῆς καὶ τοῦ καπνοῦ, πρὸς ἐκείνην ἀναχωρῆσαι τὴν ἐρημίαν, ἔνθα πολλὴ μὲν ἡ γαλήνη, λαμπρὰ δὲ ἡ αἰθρία, θόρυβος δὲ οὐδεὶς, ἀλλὰ πεπήγασι μὲν ἀκλινεῖς οἱ ὀφθαλμοὶ πρὸς τὸν τοῦ Θεοῦ πόθον ἐνορῶντες ἀτενὲς, ἑστήκασι δὲ ἀτρεμεῖς αἱ ἀκοαὶ, πρὸς ἓν μόνον ἠσχολημέναι, τὴν τῶν θείων λογίων ἀκρόασιν, καὶ τῆς παναρμονίου καὶ πνευματικῆς ἐπακούουσαι συμφωνίας, ἧς ἡ τυραννὶς οὕτω κρατεῖ τῆς ἅπαξ ἁλούσης ψυχῆς, ὡς μήτε σῖτα, μήτε ποτὸν, μήτε ὕπνον αἱρεῖσθαι μεθ' ἡδονῆς τὸν ὑπ' ἐκείνης ἐφελκυσθέντα τῆς μελῳδίας.
000-00-00 Serial Number=0515972793
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00380]  Καὶ γὰρ καὶ ἄνεμοι διὰ σὲ ἐπὶ γὰρ τὴν ἀρχὴν τὸν λόγον ἐπανάξομεν πάλιν ἵνα τὰ σώματα πεπονηκότα ῥιπίζωσιν, ἵνα τὸν ἀπὸ τοῦ βορβόρου μολυσμὸν καὶ τὴν γινομένην βαρύτητα ἀπὸ τοῦ καπνοῦ καὶ τῶν καμίνων καὶ ἑτέρων ἀναθυμιάσεων διακαθαίρωσιν, ἵνα τὴν ἐκ τῆς ἀκτῖνος θερμότητα παραμυθῶνται, ἵνα κοῦφον ποιῶσι τὸ πνῖγος, ἵνα τὰ σπέρματα τρέφωσιν, ἵνα τὰ φυτὰ αὔξωσιν, ἵνα σοι καὶ ἐν θαλάσσῃ συνοδοιπορῶσι καὶ ἐν γῇ τῆς γεωργίας ὑπηρέται γένωνται, ἐκεῖ μὲν βέλους ὀξύτερον τὰ πλοῖα παραπέμποντες, οὕτω τὸν πλοῦν κοῦφον καὶ εὐμαρῆ κατασκευάζοντες, [7.23] ἐνταῦθα δὲ μετὰ σοῦ τὰς ἅλωνας ἀνακαθαίροντες καὶ τὰ ἄχυρα τοῦ καρποῦ διαχωρίζοντες καὶ τὴν ἐκ τῆς ἐργασίας ταλαιπωρίαν ἐπικουφίζοντες, ἵνα σοι τὸν ἀέρα κοῦφον καὶ προσηνῆ κατασκευάσωσιν, ἵνα σε καὶ ἑτέρωθεν τέρπωσι, νῦν μὲν γλυκὺ καὶ προσηνὲς συρίζοντες, νῦν δὲ ἠρέμα φυτοῖς προσβάλλοντες καὶ πέταλα δένδρων σείοντες, [7.24] ἵνα σοι τὸν ὕπνον καὶ θέρους καὶ ἔαρος ὥρᾳ ἡδίω καὶ μέλιτος γλυκύτερον ἐργάσωνται, ἵν', ὅπερ ἐπὶ τῶν δένδρων ποιοῦσι, τοῦτο καὶ ἐπὶ τῶν θαλαττίων νώτων ἐργαζόμενοι, ἐπί τε τῶν ποταμίων ναμάτων καὶ τὴν ἐπιφάνειαν αὐτῶν μετεωρίζοντες, πολλήν σοι ἐντεῦθεν παρέχωσι τὴν ἀπὸ τῆς θέας τέρψιν καὶ πρὸ τῆς τέρψεως δὲ ταύτης καὶ ὠφέλειαν μεγίστην.
 [00385]  πολλάκις δὲ καὶ νοσοῦντος πυρετὸν ἔσβεσεν, ἀντιφάρμακον ὕπνον ἐπάξασα καὶ τὴν τῶν ἰατρῶν ἀπορουμένην τέχνην εἰς εὔδιον ὁρμίσασα λιμένα καὶ πολλῶν ἀπαλλάξασα πόνων.
000-00-00 Serial Number=0891698956
Ad populum Antiochenum Ante [Go Back]  
 [00824]  Οὐ γὰρ ἁπαλὴ στρωμνὴ, οὐδὲ ἀργυρένδετος κλίνη, οὐδὲ ἡσυχία κατὰ τὸ δωμάτιον γινομένη, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδὲν τὸν ὕπνον γλυκὺν καὶ προσηνῆ ποιεῖν εἴωθεν, ὡς τὸ πονεῖσθαι καὶ κάμνειν καὶ δεομένους ὕπνου σφόδρα καὶ νυστάζοντας κατακλίνεσθαι·
 [00837]  Ὁ δὲ πένης ἐκ τῶν μεθημερινῶν ἀναστὰς πόνων κεκμηκότα ἔχων τὰ μέλη, πρὶν ἢ καταπεσεῖν, ἀθρόον καὶ ἡδὺν καὶ γνήσιον τὸν ὕπνον ἐδέξατο, οὐ μικρὸν καὶ τοῦτο τῶν δικαίων πόνων λαμβάνων μισθόν.
 [01769]  ὥστε εἰ δέδοικας θάνατον, φοβοῦ καὶ ὕπνον·
 [02962]  τῇ παρελθούσῃ συνάξει, ὅτε μετὰ τὴν τράπεζαν ἐπὶ ὕπνον ἐτρέπεσθε, ἢ νῦν, ὅτε μετὰ τὴν τράπεζαν πρὸς τὴν ἀκρόασιν τῶν θείων ἀπηντήκατε νόμων;
 [02966]  Οἴκοι μὲν γὰρ μένων ἀργότερος ἔσῃ καὶ νωθέστερος, ἐνταῦθα δὲ ἐλθὼν πάντα ὕπνον καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτινάξεις·
000-00-00 Serial Number=0636041462
Adversus catharos Ante [Go Back]  
 [00024]  οὐ γὰρ ἂν εἴποιμι τοῦτον θάνατον εἶναι, ἀλλὰ ὕπνον τινὰ καὶ ἀποδημίαν.
000-00-00 Serial Number=0225950956
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01529]  οἱ δὲ τὸν θάνατον ὕπνον ἡγούμενοι, καὶ παιδευόμενοι τῶν ἐνταῦθα πάντων καταφρονεῖν, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι θρηνοῦντες ὑπὲρ τούτων, καὶ παῖδας ἐπιζητοῦντες ἰδεῖν καὶ καταλιπεῖν ἐνθάδε, ὅθεν ἀποπηδᾷν ἐπειγόμεθα, καὶ ἐνταῦθα ὄντες στενάζομεν;
000-00-00 Serial Number=0674911439
Comparatio regis et monachi Ante [Go Back]  
 [00042]  Καὶ ἐκεῖνος μὲν γὰρ τοσούτοις τρέφεται σιτίοις, ὅσα οὐκ ἂν ἀπαιτήσειε τὸν μοναχὸν ὕπνον βαθύν·
000-00-00 Serial Number=0609463096
De Lazaro Ante [Go Back]  
 [00271]  Μὴ γὰρ ἡδίω καὶ γλυκύτερον ἡμῖν τὸν ὕπνον ἐργάζεται τῆς κλίνης τὸ κάλλος;
 [00339]  Ὅτι γὰρ μετὰ τροφὴν καὶ τράπεζαν οὐχ ὕπνον οὐδὲ εὐνὴν, ἀλλ' εὐχὰς καὶ θείων Γραφῶν ἀνάγνωσιν διαδέχεσθαι χρὴ, τοῦτο σαφέστερον ἐδήλωσεν ὁ Χριστός.
 [00340]  Τὰ γοῦν ἄπειρα πλήθη τότε ἑστιάσας ἐπὶ τῆς ἐρήμου, οὐκ ἐπὶ κλίνην καὶ ὕπνον αὐτοὺς ἔπεμψεν, ἀλλ' ἐπὶ θείων ἀκρόασιν ἐκάλεσε λογίων.
 [01678]  ὁρῶ νεκρὸν ἐγὼ, καὶ ὕπνον ἀντὶ θανάτου βλέπω.
000-00-00 Serial Number=0149008811
De Lazaro et divite Ante [Go Back]  
 [00057]  θάνατον ἐν τοῖς ὕπνοις ἐμελέτα, θάνατον μετὰ τὸν ὕπνον περιεβλέπετο, καὶ οὐδαμοῦ εὕρισκεν.
000-00-00 Serial Number=0938269615
De futurae vitae deliciis Ante [Go Back]  
 [00008]  ὥσπερ οὖν τὸν ὕπτιον καὶ ἀναπεπτωκότα οὐκ ἀέρων εὐκρασίαι, οὐ σχολὴ καὶ ἄδεια, οὐ ῥᾳστώνη καὶ ἄνεσις διεγείρειεν ἂν, ἀλλὰ μένει καθεύδων ὕπνον τινὰ πολλῆς κατηγορίας ἄξιον.
000-00-00 Serial Number=0034293354
De incomprehensibili dei natura Ante [Go Back]  
 [01092]  ∆ιὰ τοῦτο καὶ ἐγρήγορσις καὶ ὕπνος ἐναντία ὄντα ἀλλήλοις, ἀπὸ τῆς συμμετρίας ὁμοίως ἀλλήλοις ἥδιστα γίνεται καὶ γλυκὺ καλοῦντες τὸ φῶς, γλυκὺν ὁμοίως καλοῦμεν καὶ τὸν ὕπνον τὸν ἀπάγοντα ἡμᾶς τοῦ φωτός.
000-00-00 Serial Number=0292303681
De jejunio sermones 1 Ante [Go Back]  
 [00233]  Νηστεία παρθένων συνόμιλος, νηστεία οἴκων αὔξησις, νηστεία μετανοούντων συνήγορος, νηστεία προσευχῆς ὁμόζυγος, νηστεία πλούτου ἀρχὴ, νηστεία πενήτων παράκλησις, νηστεία καταπονουμένων βοηθὸς, νηστεία ὕπνον ἐλαύνουσα, καὶ ὕμνον ἐπάγουσα, νηστεία ὕδωρ ἡμᾶς ποτίζουσα, καὶ ἀθανασίας πηγὴν ἡμῖν καταρτίζουσα.
000-00-00 Serial Number=0067528069
De paenitentia sermo 1 Ante [Go Back]  
 [00102]  τὸν γὰρ ἀγγελικὸν ὕμνον καὶ τὰ θεῖα ῥήματα ἀποβαλόντες καὶ λῆρον ἡγησάμενοι, ἠγάπησαν ἀργολογίαν, καὶ προσελάβοντο ὕπνον.
 [00555]  καὶ μάλιστα ἐπιθυμηταὶ τῶν ἀγαθῶν ἐκείνων, περὶ ὧν πολλάκις ἠκούσατε, μὴ ὀκνήσωμεν, μὴ δῶμεν ὕπνον τοῖς ὀφθαλμοῖς ἡμῶν, μὴ νικηθῶμεν ὑπὸ τοῦ δεινοῦ κοσμοκράτορος, μήποτε εἴπῃ, ὅτι Ἴσχυσα πρὸς αὐτόν.
000-00-00 Serial Number=0531588793
De paenitentia sermo 2 Ante [Go Back]  
 [00050]  Μετανοήσωμεν τοῦ λοιποῦ, ἐξυπνίσωμεν, γρηγορήσωμεν, παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, ἀποτινάξωμεν τὸν βαθὺν ὕπνον τῆς ἁμαρτίας.
000-00-00 Serial Number=0457704961
De precatione [1] Ante [Go Back]  
 [00097]  ποίοις προσδοκᾷς ὀνείρασιν ὁμιλῆσαι, μὴ τειχίσας σαυτὸν προσευχαῖς, ἀλλ' ἀφύλακτος ἐπὶ τὸν ὕπνον ἐλθών;
000-00-00 Serial Number=0661961436
De profectu evangelii Ante [Go Back]  
 [00079]  οὕτω δὴ καὶ Νέρων ὁ Καῖσαρ τότε, ὥσπερ τις λῃστὴς καὶ τοιχωρύχος, καθευδόντων ἁπάντων βαθύν τινα καὶ ἀναίσθητον ὕπνον, τὰ πάντων ἁρπάζων, γάμους διορύττων, οἰκίας ἀνατρέπων, ἅπαν κακίας εἶδος ἐπιδεικνύμενος, ἐπειδὴ τὸν Παῦλον εἶδε λύχνον ἅψαντα κατὰ τὴν οἰκουμένην, τὸν τῆς διδασκαλίας λόγον, καὶ ἐλέγχοντα αὐτοῦ τὴν πονηρίαν, ἐσπούδαζε καὶ τὸ κήρυγμα σβέσαι, καὶ τὸν διδάσκαλον ἀνελεῖν, ἵνα μετ' ἐξουσίας αὐτῷ πάντα ποιεῖν ἐξῇ, καὶ δήσας τὸν ἅγιον ἐκεῖνον ἐνέβαλεν εἰς δεσμωτήριον.
000-00-00 Serial Number=0288877070
De sacerdotio Ante [Go Back]  
 [00763]  Εἰ γὰρ «πατρὶ θυγάτηρ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον», ὅπου περὶ τοῦ στειρωθῆναι ἢ παρακμάσαι ἢ μισηθῆναι τοσοῦτον δέος, τί πείσεται ὁ τούτων μὲν οὐδέν, ἕτερα δὲ τούτων πολλῷ μείζονα μεριμνῶν;
 [01240]  τὸ γὰρ πολλὰ μοχθοῦντα ἐλάττονα καρποῦσθαι ἐγκώμια ἱκανὸν καταβαλεῖν καὶ τρέψαι πρὸς ὕπνον βαθὺν τὸν οὐ δυνάμενον ἐγκωμίων καταφρονεῖν, ἐπεὶ καὶ γεωργός, ὅταν εἰς λεπτόγειον κάμνῃ χωρίον καὶ πέτρας ἀναγκάζηται γεωργεῖν, ταχέως ἀφίσταται τοῦ πονεῖν, ἢν μὴ πολλὴν περὶ τὸ πρᾶγμα κεκτημένος ᾖ τὴν προθυμίαν ἢ λιμοῦ δέος ἐπικείμενον ἔχῃ.
 [01533]  Ἐπὶ δὲ τοῦ πονηροῦ οὐκ ἔστι τὰ ὅπλα καταθέσθαι ποτέ, οὐκ ἔστιν ὕπνον ἄρασθαι τὸν βουλόμενον ἄτρωτον μένειν διαπαντός·
000-00-00 Serial Number=0126574993
De virginitate Ante [Go Back]  
 [00368]  Οἱ μὲν οὖν ἔτι νωθρότερον διακείμενοι καὶ τὸν βαθὺν ὕπνον καθεύδοντες ἐμφιλοχωροῦσιν ἔτι τῇ καλιᾷ τοῖς τοῦ κόσμου προσηλωμένοι πράγμασιν.
 [01602]  ∆ιὰ τί γάρ, εἰπέ μοι, καὶ ὁ Σολομὼν τὸν ὕπνον τοῦ δούλου φησὶν εἶναι ἡδὺν οὑτωσὶ λέγων·
 [01609]  Τί ποτ' οὖν ἐστι τὸ ποιοῦν τὸν ὕπνον ἡδύν;
000-00-00 Serial Number=0145646751
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00484]  Ἀνέστησαν, φησὶ, πάντες ἀπὸ τῆς τραπέζης, καὶ ἐκείνη εὐθέως, οὐ πρὸς ὕπνον ἐτρέπετο, οὐ πρὸς ἀνάπαυσιν·
 [02097]  τῷ μὲν μὴ εἰς πάντας τοῦτο ποιεῖν τὸν τῆς κρίσεως πιστούμενος λόγον, τῷ δὲ καὶ πρὸ τῆς κρίσεως κολάζειν τινὰς τοὺς πολὺν ὕπνον καθεύδοντας διεγείρων.
 [02526]  τὰς τραπέζας τῶν πλουτούντων ἐξετάσωμεν καὶ τῶν πενομένων, καὶ ἐρώμεθα τοὺς ἑστιωμένους, τίνες μάλιστά εἰσιν οἱ καθαρὰν καὶ γνησίαν καρπούμενοι ἡδονὴν, οἱ πρὸς διαμεμετρημένην τὴν ἡμέραν ἐπὶ τῶν στιβάδων κατακείμενοι, καὶ τὰ δεῖπνα τοῖς ἀρίστοις συνάπτοντες, καὶ τὴν γαστέρα διαῤῥηγνύντες, καὶ τὰς αἰσθήσεις πληροῦντες, καὶ τῷ ὑπερόγκῳ τῶν ἐδεσμάτων φορτίῳ τὸ πλοῖον καταποντίζοντες, καὶ ὑπέραντλον ποιοῦντες τὴν ναῦν, καθάπερ ἐν ναυαγίῳ τοῦ σώματος καταποντίζοντες αὐτὴν, καὶ πέδας καὶ χειροπέδας καὶ γλωσσοπέδας [63.646] ἐπινοοῦντες, καὶ ἅπαν καταδεσμοῦντες τὸ σῶμα ἁλύσεως σιδηρᾶς χαλεπωτέρῳ δεσμῷ, τῷ τῆς μέθης καὶ τρυφῆς, καὶ μήτε ὕπνον αἱρούμενοι γνήσιον καὶ εἰλικρινῆ, μήτε ὀνειράτων ἀπηλλαγμένοι φοβερῶν, τῶν τε μαινομένων ὄντες ἀθλιώτεροι, καὶ αὐθαίρετον τὸν δαίμονα ἐπεισάγοντες τῇ ψυχῇ.
 [02596]  Οἱ γὰρ μέθῃ καὶ ἀδηφαγίᾳ δεδουλωμένοι, οὔτε ὕπνον αἱροῦνται γνήσιον καὶ εἰλικρινῆ, οὔτε ὀνειράτων ἀπαλλάττονται φοβερῶν.
 [09281]  Ἐβουλόμην τὴν κόνιν ἰδεῖν τῶν ὀφθαλμῶν τῶν πηρωθέντων καλῶς, τῶν ἀναβλεψάντων ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης, τῶν καὶ ἐν σώματι Χριστὸν ἰδεῖν ἀξιωθέντων, τῶν ὁρώντων τὰ γήϊνα καὶ οὐχ ὁρώντων, τῶν βλεπόντων τὰ μὴ βλεπόμενα, τῶν μὴ εἰδότων ὕπνον, τῶν ἐν μέσαις νυξὶν ἀγρυπνούντων, τῶν οὐ πασχόντων τὰ τῶν ὀφθαλμῶν.
 [09999]  Ἀνανήψωμέν ποτε, διαβλέψωμεν, γρηγορήσωμεν, ἐπιλαβώμεθα τῆς αἰωνίου ζωῆς, τὸν πολὺν ὕπνον ἀποτιναξώμεθα.
000-00-00 Serial Number=0429434896
Epistula ad monachos Ante [Go Back]  
 [00039]  Ἀνέστησαν, φησί, πάντες ἀπὸ τῆς τραπέζης καὶ εὐθέως ἐκείνη οὐ πρὸς ὕπνον ἐτρέπετο, οὐ πρὸς ἀνάπαυσιν.
000-00-00 Serial Number=0742560208
Expositiones in Psalmos Ante [Go Back]  
 [00439]  Ἐν τῷ καιρῷ τῷ μετὰ τὰ δεῖπνα, φησὶν, ἡνίκα ἂν πρὸς ὕπνον ἀπίητε, ἡνίκα ἂν μέλλητε κατακλίνεσθαι, καὶ μηδενὸς παρόντος πολλὴ ἡ ἡσυχία, βαθεῖα ἡ γαλήνη μηδενὸς διενοχλοῦντος, τὸ δικαστήριον ἔγειρον τοῦ συνειδότος, εὐθύνας ἀπαίτησον αὐτὸ, καὶ ἃ μεθ' ἡμέραν ἐβουλεύσω πονηρὰ, ἢ δόλους ῥάπτων, ἢ τὸν πλησίον ὑποσκελίζων, ἢ ἐπιθυμίας δεχόμενος διεφθαρμένας, ταῦτα ἐν τῷ καιρῷ τῆς ἡσυχίας ἐκείνης εἰς μέσον ἀγαγὼν, καὶ τὸ συνειδὸς ἐπιστήσας τοῖς ἀτόποις τούτοις λογισμοῖς, κατάξαινε αὐτοὺς, καὶ δίκην ἀπαίτει, κατάτεινε τὴν ἁμαρτοῦσαν διάνοιαν.
 [00655]  ἀλλὰ καὶ ἐγρηγορὼς τρυφᾷ, καὶ ἐν καιρῷ τῆς νυκτὸς μετὰ πολλῆς τῆς ἡδονῆς τὸν ὕπνον δέχεται.
 [06125]  Ἄφελε τὸν βαθὺν ὕπνον ἐπὶ ταῖς ἐμαῖς ἁμαρτίαις, ὃν ὑπνώσας παρὰ βραχὺ πρὸς τὸν τῆς ψυχῆς ἀπενύσταξα θάνατον.
000-00-00 Serial Number=0747215033
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04940]  Ταῦτα, φησὶν, ἀπεκαλύφθη μοι καθεύδοντι, καὶ ἡδὺν τὸν ὕπνον ἔχοντι.
000-00-00 Serial Number=0588658273
In Acta apostolorum Ante [Go Back]  
 [02075]  Ἔστι καὶ ἑτέρα τις ἠχὴ, ὅταν ὕδωρ ἀπὸ τῆς ἀκρωρείας διὰ χαραδρῶν αὐτομάτως φερόμενον, καὶ ταῖς ὑποκειμέναις ψηφῖσιν ἠρέμα ἐπιψοφοῦν ἡσύχῳ κτύπῳ, οὕτως ἐκλύῃ τὰ μέλη ἡμῶν τῇ ἡδονῇ, ὥστε καὶ ταχέως τὸν λυσιμελῆ τοῖς ὀφθαλμοῖς ὕπνον ἐπάγειν.
 [08814]  καὶ ἵνα ἀποτινάξηται τὸν ὕπνον, καὶ γνῷ, ὅτι ἀληθές ἐστι.
 [09999]  οὗ τοῖς εἰδόσι καὶ τὸ ὄνομα μόνον ἀρκεῖ πρὸς διέγερσιν ψυχῆς πρὸς νῆψιν, πρὸς τὸ πάντα ὕπνον ἀποτινάξασθαι.
000-00-00 Serial Number=0435605407
In Genesim sermo 3 Ante [Go Back]  
 [00444]  ἐν ἀργίᾳ διαγούσας ἐν ἑορταῖς καὶ κυριακαῖς, καὶ οὐδέποτε αὐτὰς ἀνισταμένας, οὔτε ἐπὶ βρῶσιν, οὔτε ἐπὶ πόσιν, οὔτε ἐπὶ ὕπνον·
000-00-00 Serial Number=0968433440
In Genesim sermones Ante [Go Back]  
 [00777]  ἀλλὰ καὶ ἐμπλησθέντες, καὶ πρὸς ὕπνον βαδίζοντες, καὶ ἐν ἐκείνῳ πάλιν τῷ καιρῷ μεγάλα κάτωθεν ὀδυρομένων ἀκούοντες, ὥσπερ κυνὸς λυττῶντος, ἀλλ' οὐκ ἀνθρωπίνης ἀκούοντες φωνῆς οὕτω παρατρέχομεν·
 [00785]  Πῶς πρὸς ὕπνον, εἰπέ μοι, βαδίζομεν καὶ ἀνάπαυσιν, καὶ οὐ δεδοίκαμεν μὴ κατ' ὄναρ αὐτὸς οὗτος ὑμῖν ὁ πένης ἐπιστὰς, αὐχμῶν, ῥυπῶν ῥάκια περιβεβλημένος, ὀδύρηται καὶ θρηνήσῃ, τὴν ὠμότητα ἐγκαλῶν;
000-00-00 Serial Number=0586441040
In Joannem Ante [Go Back]  
 [00334]  ὅταν δὲ πολλοῖς ἐπιθολωθεῖσα πάθεσιν, ἀπολέσῃ τὴν ἑαυτῆς ἀρετὴν, πρὸς οὐδὲν τῶν ὑψηλῶν ἀρκέσαι δύναται ῥᾳδίως, ἀλλὰ ἀποκάμνει ταχέως καὶ ἀναπίπτει, καὶ πρὸς ὕπνον ἀποκλίνασα καὶ ῥᾳθυμίαν, τὰ πρὸς ἀρετὴν καὶ ζωὴν τὴν ἐκ ταύτης αὐτῇ διαφέροντα παραπέμπεται, καὶ οὐ προσίεται μετὰ προθυμίας πολλῆς.
 [01230]  Καὶ γὰρ δοκοῦσι πλουτεῖν οὐ πλουτοῦντες, καὶ νομίζουσι τρυφᾷν οὐ τρυφῶντες, καὶ οὐ πρότερον αἰσθάνονται τῆς ἀπάτης ὡς χρὴ ταύτης, ἕως ἂν τῆς μανίας ἀπαλλαγῶσιν, ἕως ἂν τὸν ὕπνον ἀποτινάξωνται.
 [03066]  Ἀρκεῖ γὰρ καὶ τὰ εἰρημένα πρὸς τὸ [59.113] ἀποτινάξαι ὑμῶν τὸν ὕπνον.
 [03107]  ἐπειδὴ δὲ οὐ πολλοὶ τοῖς λεγομένοις προσεῖχον ἐξ ἀρ [59.114] χῆς διὰ τὸν πολὺν ὕπνον, καὶ δευτέρᾳ πάλιν αὐτοὺς ἀφυπνίζει φωνῇ.
000-00-00 Serial Number=0770443141
In Lazarum i Ante [Go Back]  
 [00069]  ὁ θάνατος εἰς ὕπνον μετεβλήθη, ἡ ἀπώλεια εἰς σωτηρίαν μετηνέχθη λόγῳ.
000-00-00 Serial Number=0041862130
In Psalmos 101-107 Ante [Go Back]  
 [00047]  Τό τε γὰρ στρουθίον ὑπ' ἀγωνίας ἐξελαύ νει τὸν ὕπνον, καὶ ὁ νυκτικόραξ τὰς οἰκουμένας φεύγων τῶν οἰκιῶν, ταῖς ἐρήμοις καὶ καταλελυμέναις προσ τρέχει.
000-00-00 Serial Number=0944829285
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00451]  Ὅταν ἀναπέσῃς εἰς τὴν κλίνην σου, καὶ μηδείς σου διενοχλῇ, πρὸ τοῦ ἐπελθεῖν τὸν ὕπνον, ἄγαγε τὸ βιβλίον ἐν τῷ μέσῳ, καὶ ἀναλόγισαί σου τὰ ἁμαρτήματα, λέγων ἐν ἑαυτῷ·
000-00-00 Serial Number=0521755457
In Psalmum 118 Ante [Go Back]  
 [00328]  χαυνουμένη δὲ ἡ ψυχὴ τὸν ὕπνον εἰσδέχεται, ὁ δὲ ὕπνος ἐπάγει τὸν θάνατον.
 [01635]  πάλιν δὲ, ὅταν πρὸς τὸν ὕπνον ὑπάγωμεν.
000-00-00 Serial Number=0620994031
In Romanum martyrem Ante [Go Back]  
 [00092]  Τῆς εἰδωλικῆς θαλάττης βλάσφημα μυκωμένης, καὶ κατὰ τοῦ ἐκκλησιαστικοῦ σκάφους λυττώσης, καὶ ἀφρὸν αἱμάτων κατὰ τῶν θυσιαστηρίων ἐρευγομένης, μόνος ἀνθοπλίζεται τῇ μαινομένῃ θαλάττῃ, καὶ εἰς ἄκρον ὁρῶν τὸ σκάφος σφαλλόμενον, ἀφυπνίζει τὸν ἐν τῷ πλοίῳ ∆εσπότην, ἀφυπνίζει δὲ αὐτὸν τὸν τῆς μακροθυμίας ὕπνον καθεύδοντα.
000-00-00 Serial Number=0770727038
In ascensionem Sermo 1 Ante [Go Back]  
 [00048]  Καὶ ὡς αὐτὸς ἀνέβη ἐν ἀλαλαγμῷ καὶ φωνῇ σάλπιγγος, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς διὰ τῆς ἀρχαγγελικῆς σάλπιγγος, τοῦ θανάτου τὸ νέφος ὥσπερ ὕπνον ἀποσεισάμενοι, τῷ ἀρχηγῷ τῆς ζωῆς συνεσόμεθα·
000-00-00 Serial Number=0166681826
In decem virgines Ante [Go Back]  
 [00051]  Ἐξανέστησαν πᾶσαι αἱ παρθένοι, ἀπετινάξαντο τὸν ὕπνον, ἐπελάβοντο τῶν λαμπάδων·
000-00-00 Serial Number=0880856037
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02428]  μέχρι τίνος εἰς ὕπνον καταφερόμεθα βαθύν;
000-00-00 Serial Number=0719717681
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02531]  Τοὺς γὰρ τῆς ψυχῆς ὀφθαλμοὺς κλεῖσαι, καὶ τὸν ἀπὸ τῆς κακίας ὕπνον ἐπαγαγεῖν, οὐκ ἔστι φύσεως, ἀλλὰ προαιρέσεως.
 [02539]  ∆ιὰ τί δὲ ὕπνον τὴν κακίαν ἐκάλεσεν;
 [02593]  Ἀλλ' ἕτερον ἐκεῖ τὸν ὕπνον φησὶ, καὶ ἕτερον ἐνταῦθα·
 [02706]  Ἀνανήψωμέν ποτε, διαβλέψωμεν, γρηγορήσωμεν, ἐπιλαβώμεθα τῆς αἰωνίου ζωῆς, τὸν πολὺν ὕπνον ἀποτιναξώμεθα.
000-00-00 Serial Number=0196479917
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03210]  Οὐδὲν τοιοῦτον ἐκεῖ, ἀλλ' εὐθέως ἅπαντες μετὰ εὐλαβείας τὸν ὕπνον ἀποθέμενοι διανίστανται, τοῦ προεστῶτος αὐτοὺς διεγείροντος, καὶ ἑστήκασι τὸν ἅγιον στησάμενοι χορὸν, καὶ τὰς χεῖρας εὐθέως ἀνατείναντες, τοὺς ἱεροὺς ᾄδουσιν ὕμνους.
 [03211]  Οὐ γὰρ δὴ, ὥσπερ ἡμεῖς, πολλῶν ὡρῶν δέονται πρὸς τὸ τὸν ὕπνον ἀποτινάξασθαι καὶ τὴν καρηβαρίαν.
 [03218]  οὐ δεῖται ἱματίων πολλῶν, οὐ δεῖται τοῦ τὸν ὕπνον ἀποτινάξασθαι, ἀλλ' ἅμα τοὺς ὀφθαλμοὺς ἀνέῳξε, καὶ τῷ πολὺν ἐγρηγορότι χρόνον προσέοικε τῆς νήψεως ἕνεκεν.
 [03222]  Οὐδεὶς ἀκούει ῥεγχόντων ἐκεῖ, οὐδεὶς ἀσθμαινόντων, οὐδὲ ῥιπταζόμενον ὁρᾷ κατὰ τὸν ὕπνον, οὐδὲ γυμνούμενον, ἀλλὰ καθεύδουσι τῶν ἐγρηγορότων εὐσχημονέστερον κείμενοι.
000-00-00 Serial Number=0973651707
In epistulam ad Ephesios Ante [Go Back]  
 [02908]  ἀλλὰ τῆς οἰκίας τῆς πατρῴας καιομένης, [62.78] καθεύδομεν ὕπνον τινὰ βαθὺν καὶ ἀναίσθητον.
 [06994]  Ἀνέστησαν, φησὶ, πάντες ἀπὸ τῆς τραπέζης, καὶ ἐκείνη εὐθέως οὐ πρὸς ὕπνον ἐτρέπετο, οὐ πρὸς ἀνάπαυσιν.
000-00-00 Serial Number=0457260847
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08020]  Τουτέστι, τὸν ὕπνον, τὴν ὀλιγωρίαν, τοὺς λογισμοὺς τοὺς εὐτελεῖς, πάντα τὰ ἀνθρώπινα.
 [08639]  τῆς γὰρ τραπέζης ἀρθείσης, ἢ τοῦ σιτίου καταποθέντος, ὅμοιος ἔσῃ τῷ μὴ μετεσχηκότι, μᾶλλον δὲ πολλῷ χείρων, βάρη φέρων ἐκεῖθεν καὶ διάτασιν καὶ καρηβαρίαν καὶ ὕπνον ἐοικότα θανάτῳ, πολλάκις δὲ καὶ ἀγρυπνίαν ἀπὸ πλησμονῆς, καὶ πνεύματος ἐμφράξεως, καὶ ἐρυγῆς·
000-00-00 Serial Number=0248559892
In epistulam ad Philemonem Ante [Go Back]  
 [00189]  Οἴμοι! πόσης μὲν ἀπολαύομεν φιλανθρωπίας! πόσην δὲ ἐπιδεικνύμεθα κακίαν, πόσον ὕπνον, πόσην νωθείαν! πῶς εὔκολον ἡ ἀρετὴ καὶ πολλὴν ἔχον ὠφέλειαν! πῶς ἐργῶδες ἡ κακία! ἡμεῖς δὲ τὸ οὕτως ἐλαφρὸν ἀποφυγόντες διώκομεν τὸ μολύβδου βαρύτερον.
000-00-00 Serial Number=0085783362
In epistulam ad Philippenses Ante [Go Back]  
 [00636]  Μέριμνα γὰρ, φησὶ, πλούτου, ἀφιστᾷ ὕπνον.
000-00-00 Serial Number=0128251135
In epistulam ad Romanos Ante [Go Back]  
 [00127]  Τοῦτον οὖν ἀποτιναξάμενοι τὸν ὕπνον, μετὰ πάσης σπουδῆς ἀντεχώμεθα τῶν οἰκείων μελῶν, ἵνα καὶ ἐνταῦθα πολλῆς ἀπολαύσωμεν τῆς γαλήνης, κατὰ τὸν τοῦ Θεοῦ φόβον τοὺς ἡμῖν ἐπιτηδείους ῥυθμίζοντες, καὶ ἐκεῖ μυρίων μετάσχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [04946]  κἂν μέχρι τῆς ἑσπέρας μείνω [60.521] μεν, πλείονα τὸν θάνατον τοῦτον ἐπιόντα αὐτῷ θεασόμεθα, κἀκεῖθεν πάλιν ὕπνον διαδεχόμενον·
 [08864]  ἀλλ' ἐπειδὴ λοιπὸν ἄπεισιν, ἐπειγόμεθα λοιπὸν λέγοντες ἀλλήλοις, ὅτι Ἡμέρα γέγονε, καὶ τὰ τῆς ἡμέρας ἅπαντα πράττομεν, ἐνδυόμενοι καὶ ὀνείρων ἀπαλλαττόμενοι καὶ ὕπνον διακρουόμενοι, ἵνα παρεσκευασμένους ἡ ἡμέρα εὕρῃ, καὶ μὴ ἀνισχούσης ἀκτῖνος τότε ἀρξώμεθα ἀνίστασθαι καὶ διατείνεσθαι.
 [08866]  ἀποδυσώμεθα τὰς φαντασίας, ἀπαλλαγῶμεν τῶν ὀνειράτων τοῦ παρόντος βίου, ἀποθώμεθα τὸν βαθὺν ὕπνον, καὶ ἐνδυσώμεθα ἀντὶ ἱματίων τὴν ἀρετήν·
 [08944]  Ἀποτιναξώμεθα τοίνυν τὸν πονηρὸν τοῦτον ὕπνον.
 [09999]  Εἰ δὲ περὶ ἄλογα τοσαύτη σπουδὴ, τίνα ἂν ἔχοιμεν ἀπολογίαν οἱ ψυχὰς λογικὰς ἐμπιστευθέντες, καὶ τὸν βαθὺν τοῦτον καθεύδοντες ὕπνον;
 [09999]  Ἐβουλόμην τὴν κόνιν ἰδεῖν τῶν ὀφθαλμῶν τῶν πηρωθέντων καλῶς, τῶν ἀναβλεψάντων ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης, τῶν καὶ ἐν σώματι Χριστὸν ἰδεῖν καταξιωθέντων, τῶν ὁρώντων τὰ γήϊνα καὶ οὐχ ὁρώντων, τῶν βλεπόντων τὰ μὴ βλεπόμενα, τῶν μὴ εἰδότων ὕπνον, τῶν ἐν μέσαις ταῖς νυξὶν ἀγρυπνούντων, τῶν οὐ πασχόντων τὰ τῶν ὀφθαλμιώντων.
000-00-00 Serial Number=0775933266
In illud Memor fui dei Ante [Go Back]  
 [00359]  Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν.
000-00-00 Serial Number=0195130527
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00046]  Τὸν γὰρ θάνατον αὐτοῦ κοίμησιν ἐκάλεσε καὶ ὕπνον, καὶ τῷ θανάτῳ συνῆψε τὴν ἀνάστασιν, λέγων·
000-00-00 Serial Number=0788307786
In pharisaeum et meretricem Ante [Go Back]  
 [00340]  μὴ κοιμηθῇς τῆς ἡδυπαθείας τὸν ὕπνον, ἵνα μὴ κινήσῃς καθ' ἑαυτῆς τὸν δίκαιόν μου θυμόν·
000-00-00 Serial Number=0643968880
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00082]  Νὺξ ἐπιοῦσα, καὶ τὸν φόβον αὔξουσα τὸν μὲν ὕπνον ἐδίωκε, σπουδαιότερον δὲ τὸν ὕμνον ἀνέπεμπεν.
000-00-00 Serial Number=0608906984
In principium Actorum Ante [Go Back]  
 [00615]  Ὅτε ἕτεροι ἀπὸ ἀρίστου καὶ μέθης καθεύδουσιν ὕπνον βαθὺν, τότε ἐκεῖνοι νήφοντες, καὶ διεγηγερμένοι, καὶ πολλῷ τῷ πόθῳ ζέοντες, ἐπὶ τὴν προσευχὴν ἔσπευδον.
000-00-00 Serial Number=0805828512
In sancta et magna parasceve Ante [Go Back]  
 [00223]  Μείνωμεν τοίνυν νήφοντες, ἵνα τὸν βαθὺν ὕπνον τῶν Ἰουδαίων ἴδωμεν, καὶ ταῖς ἐπουρανίαις στρατιαῖς συνεορτάσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0877356410
In sanctum pascha [1] Ante [Go Back]  
 [00048]  Εἶδες πανταχοῦ λοιπὸν κοίμησιν καὶ ὕπνον τὸν θά νατον καλούμενον;
000-00-00 Serial Number=0863395274
In venerandum crucem Ante [Go Back]  
 [00071]  Οὐχ ὁρᾷς, ὅτι καὶ ἥλιος φαιδρότερος μετὰ τὴν νύκτα, καὶ ἐγρήγορσις ἡδίων μετὰ τὸν ὕπνον, καὶ ὑγίεια ποθεινοτέρα μετὰ τὴν πεῖραν τῶν ἐναντίων;
000-00-00 Serial Number=0740911007
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00200]  οἱ πρὸς διαμεμετρημένην τὴν ἡμέραν ἐπὶ τῶν στιβάδων κατακείμενοι καὶ τὰ δεῖπνα τοῖς ἀρίστοις συνάπτοντες καὶ τὴν γαστέρα διαρρηγνύντες καὶ τὰς αἰσθήσεις πηροῦντες καὶ τῷ ὑπερόγκῳ τῶν ἐδεσμάτων φορτίῳ τὸ πλοῖον καταποντίζοντες καὶ ὑπέραντλον ποιοῦντες τὴν ναῦν καὶ, καθάπερ ἐν ναυαγίῳ τῷ τοῦ σώματος, κατακλύζοντες αὐτὴν καὶ πέδας καὶ χειροπέδας καὶ γλωσσοπέδας ἐπινοοῦντες καὶ ἅπαν αὐτῶν καταδεσμοῦντες τὸ σῶμα, ἁλύσεως σιδηρᾶς χαλεπωτέρῳ δεσμῷ τῷ τῆς μέθης καὶ τῆς τρυφῆς καὶ μήτε ὕπνον αἱρούμενοι γνήσιον καὶ εἰλικρινῆ, μήτε ὀνειράτων ἀπηλλαγμένοι φοβερῶν, τῶν τε μαινομένων ὄντες ἀθλιώτεροι καὶ αὐθαίρετον τὸν δαίμονα ἐπεισάγοντες τῇ ψυχῇ καὶ γέλως προκείμενοι τῷ θεάτρῳ τῶν οἰκετῶν, μᾶλλον δὲ τραγῳδία καὶ δακρύων ὑπόθεσις τοῖς ἐπιεικεστέροις αὐτῶν, καὶ μηδένα εἰδότες τῶν παρόντων, μήτε εἰπεῖν τι καὶ ἀκοῦσαι δυνάμενοι, ἀλλὰ φοράδην ἀπὸ τῶν στιβάδων ἐπὶ τὴν κλίνην ἀγόμενοι;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»