Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ᾖς [256]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ᾖς


000-00-00 Serial Number=0278465807
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00792]  κἂν οὕτω δὲ διακείμενος ᾖς, ταχέως καὶ τὸν κολοφῶνα τούτων, ὡς λέγεις, ἀποκρούσῃ τῶν κακῶν.
000-00-00 Serial Number=0856050968
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00199]  Οὐδὲ γὰρ δυνήσῃ τοὺς λόγους ἅπαντας ἑκάστου τῶν γεγενημένων εὑρεῖν, ἀλλὰ καὶ τῶν δοκούντων εἶναι σοι νῦν καλῶν πολλὰ διαβαλεῖς, ἐὰν ἀγνώμονι κεχρημένος ᾖς τῇ γνώμῃ.
000-00-00 Serial Number=0862492263
Ad illuminandos catecheses Ante [Go Back]  
 [00395]  κἂν δεσμώτης ᾖς, οὐδὲ τοῦτό σοι γίνεται ἐμπόδιον πρὸς ἀρετήν·
 [00578]  Καὶ ταῦτα σαυτὸν ἐντεῦθεν ἤδη παίδευσον, ἵνα ὅταν τὴν σφραγῖδα λάβῃς, ἐμπαράσκευος ᾖς στρατιώτης, καὶ τὸ κατὰ τοῦ διαβόλου τρόπαιον στήσας, δέξῃ τὸν τῆς δικαιοσύνης στέφανον·
000-00-00 Serial Number=0563078046
Ad populum Antiochenum Ante [Go Back]  
 [01505]  ὥσπερ ἂν ὀργίζηται, κἂν ἐν παραδείσῳ ᾖς, μὴ θαῤῥήσῃς.
 [02608]  ὥσπερ ἂν ἀμελήσῃς τῆς κατὰ ψυχὴν ἀρετῆς, κἂν ἁπάντων δυνατώτερος ᾖς, εὐχείρωτος ἔσῃ τοῖς ἐπιβουλεύουσιν ἅπασι.
 [02719]  Ὅταν γὰρ ᾖς σαυτὸν πεπεικὼς, ὅτι [49.104] μετὰ τὸ φαγεῖν καὶ πιεῖν ἀνάγκη καὶ πρὸς σύναξιν ἀπαντῆσαι, πάντως καὶ ἄκων πολλάκις ἐπιμελήσῃ τῆς σωφροσύνης, καὶ οὔτε εἰς μέθην, οὔτε εἰς ἀδηφαγίαν κατενεχθήσῃ ποτέ·
 [03423]  κἂν μεγάλα ᾖς ἡμαρτηκὼς, χρηστὰς ἕξεις ἐντεῦθεν τὰς ἐλπίδας μεταβαλλόμενος·
 [05447]  Καὶ σὺ τοίνυν εἰ καὶ πάντοθεν σαυτὸν ἐτείχισας, μικρὸν δὲ ὑπολείπεται μέρος λοιπὸν, καὶ τοῦτο ἀπόφραξον τῷ διαβόλῳ, ἵνα ἐστηριγμένος ᾖς πάντοθεν.
000-00-00 Serial Number=0489091694
Ad viduam juniorem Ante [Go Back]  
 [00195]  Ἕως μὲν γὰρ αὐτὰ περικειμένη ᾖς, ἴσως ἔσονταί τινες οἱ ἐπιτεθησόμενοι·
000-00-00 Serial Number=0065237761
Admonitiones spirituales Ante [Go Back]  
 [00060]  Ἐὰν ἐν τούτοις ᾖς, ἐν τοῖς ἐναντίοις οὐχ εὑρίσκῃ ποτέ·
000-00-00 Serial Number=0961738527
Adversus Judaeos Ante [Go Back]  
 [00198]  Ἐπὶ τῆς ἀγορᾶς εἴ τινα εἶδες ἀπαγόμενον, εἰπέ μοι, δικαίᾳ ψήφῳ καταδικασθέντα, εἶτα κύριος ᾖς ἀφαρπάσαι τῶν τοῦ δημίου χειρῶν, οὐκ ἂν ἅπαντα ἔπραξας, ὥστε αὐτὸν ἀπαλλάξαι τῆς ἀπαγωγῆς;
000-00-00 Serial Number=0334919333
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00232]  κἂν ἐν ἀθυμίᾳ ᾖς, πρὸς αὐτὸν κατάφευγε, κἂν ἐν πλούτῳ, τὸ φάρμακον ἐντεῦθεν λάμβανε, ὥστε μήτε πτωχείᾳ βαπτισθῆναι, μήτε πλούτῳ φυσηθῆναι·
000-00-00 Serial Number=0214827597
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01757]  Ὥστε, ἐπειδὴ μάλιστα ᾔδεις ὅτι πεσεῖται, διὰ τοῦτο μάλιστα τιμωρίας ἂν ᾖς ἄξιος.
000-00-00 Serial Number=0014250755
Commentarius in Job Ante [Go Back]  
 [00320]  εἰ γὰρ ἐχθρὸν οὕτως ἔχων νήφοντα οὐδὲ οὕτω διανίστασαι, εἰ καὶ ταύτης ἀπηλλάγης τῆς φροντίδος καὶ τῆς μερίμνης, τίνος οὐκ ἂν ᾖς ὑπνωδέστερος;
 [03104]  [22,3a] τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ᾖς ἄμεμπτος τοῖς ἔργοις;
 [03111]  «μάλιστα μὲν οὖν, εἰ καὶ δίκαιος ᾖς, οὐδὲν αὐτῷ μέλει οὐδ' ἔχει σου λόγον.».
000-00-00 Serial Number=0986037433
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00124]  Ὅσῳ γὰρ ἂν ἰσχυρότερος ᾖς, τοσούτῳ δικαιότερος ἂν εἴης τὸν ἀσθενέστερον διαβαστάξαι.
 [00125]  Ἂν μὲν οὖν ἀσθενὴς ᾖς, διὰ σαυτὸν ἀπόστηθι·
 [00238]  κἂν ἰσχυρὸς ᾖς, ἐνταῦθα τὴν ἀπὸ τοῦ σώματος ὑπηρεσίαν εἰσένεγκε·
000-00-00 Serial Number=0898008943
Contra theatra Ante [Go Back]  
 [00045]  Τί γὰρ ὄφελος τῆς προσκαίρου ταύτης ἡδονῆς, ὅταν διηνεκὴς ἐντεῦθεν ὀδύνη τίκτηται, καὶ ἡμέρᾳ, καὶ ἐν νυκτὶ κεντούμενος ὑπὸ τῆς ἐπιθυμίας πᾶσιν ᾖς δυσχερὴς καὶ δυσάρεστος;
 [00059]  Ἐναποθέμενος γὰρ αὐτὴν τοῖς τῆς διανοίας ταμιείοις, ὅπουπερ ἂν ᾖς, συνεχῶς εἰς αὐτὴν ὁρᾷν δυνήσῃ, καὶ πολλὴν παρ' αὐτῆς καρποῦσθαι τὴν ὠφέλειαν.
000-00-00 Serial Number=0867599785
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00090]  Ἂν γὰρ οὕτω διακείμενος ᾖς, τόν τε πλοῦτον μετὰ πολλῆς διοικήσεις τῆς σωφροσύνης, τήν τε πενίαν ἐπελθοῦσαν μετὰ πολλῆς οἴσεις τῆς ἀνδρείας.
000-00-00 Serial Number=0279811144
De Anna i Ante [Go Back]  
 [00436]  Ὅτι δὲ κἂν εἰδὼς ᾖς ἀκριβῶς, οὐκ ἔχεις ἀπολογίαν, οὐδὲ συγγνώμην, καταφρονῶν τῶν προεστώτων, καὶ παρακούων τῶν λεγομένων, ἄκουσον πῶς καὶ ταύτην ἡμῶν ἀνεῖλε τὴν πρόφασιν ὁ Χριστὸς, δι' ὧν φησιν ἐν Εὐαγγελίοις, Ἐπὶ τῆς καθέδρας Μωϋσέως ἐκάθισαν οἱ γραμματεῖς, καὶ οἱ Φαρισαῖοι·
 [00732]  Καὶ σὺ τοίνυν, ὦ γύναι, ταύτην ζήλωσον, κἂν μὲν στεῖρα ᾖς, εὐχήν τε ἐπίδειξαι τοιαύτην, καὶ τὸν ἱερέα παρακάλεσον συνεφάψασθαί σοι τῆς πρεσβείας.
 [01020]  ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ' ὅπουπερ ἂν ᾖς, τὸ θυσιαστήριον ἔχεις μετὰ σαυτοῦ, καὶ τὴν μάχαιραν, καὶ τὸ ἱερεῖον, αὐτὸς ὢν σὺ καὶ ἱερεὺς, καὶ θυσιαστήριον, καὶ ἱερεῖον.
 [01021]  Ὅπου γὰρ ἂν ᾖς, δύνασαι στῆσαι τὸν βωμὸν, προαίρεσιν νήφουσαν ἐπιδειξάμενος μόνον, καὶ οὐδὲν κωλύει τόπος, οὐδὲ ἐμποδίζει καιρὸς, ἀλλὰ κἂν γόνατα μὴ κλίνῃς, κἂν μὴ στῆθος τύψῃ, καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνῃς, διά [54.668] νοιαν δὲ μόνον ἐπιδείξῃς θερμὴν, τὸ πᾶν ἀπήρτισας τῆς εὐχῆς.
000-00-00 Serial Number=0767725408
De Chananaea Ante [Go Back]  
 [00521]  Κἂν ἔξω ᾖς, κράζε καὶ λέγε, Ἐλέησόν με, μὴ κινῶν τὰ χείλη, ἀλλὰ τῇ διανοίᾳ βοῶν·
 [00530]  Κἂν ἐν βαλανείῳ ᾖς, εὔχου, κἂν ἐν ὁδῷ, κἂν ἐπὶ κλίνης·
 [00531]  ὅπου ἐὰν ᾖς, εὔχου.
000-00-00 Serial Number=0067837596
De Christi precibus Ante [Go Back]  
 [00026]  Ἀλλ' ἐλαττοῦσθαί σοι τὰ τῆς δόξης νομίζεις, ὅταν μετὰ πολλῶν ᾖς εἰδὼς, ἃ μόνος οἶδας αὐτός.
000-00-00 Serial Number=0063436091
De Davide et Saule Ante [Go Back]  
 [00549]  Τί γὰρ ὄφελος τῆς προσκαίρου ταύτης ἡδονῆς, ὅταν διηνεκὴς ἐντεῦθεν ἡ ὀδύνη τίκτηται, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ κεντούμενος ὑπὸ τῆς ἐπιθυμίας, πᾶσιν ᾖς δυσχερὴς καὶ δυσάρεστος;
 [00562]  Ἐναποθέμενος γὰρ αὐτὴν τοῖς τῆς διανοίας ταμιείοις, ὅπουπερ ἂν ᾖς, συνεχῶς εἰς αὐτὴν ὁρᾷν δυνήσῃ, καὶ πολλὴν παρ' αὐτῆς καρποῦσθαι τὴν ὠφέλειαν.
 [00871]  Κἂν μυρία πεπλημμεληκὼς ᾖς, τὴν εὐχὴν ἐκείνην προτεινόμενος τὴν λέγουσαν, Ἄφετε τοῖς ἐχθροῖς ὑμῶν, καὶ ὁ Πατὴρ ὑμῶν ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν, μετὰ πολλῆς τῆς παῤῥησίας τὴν ἄφεσιν λήψῃ τῶν ἡμαρτημένων ἁπάντων, καὶ ἐνταῦθα δὲ μετὰ χρηστῆς βιώσῃ τῆς ἐλπίδος, καὶ πάντας ἕξεις εὐνοϊκῶς πρὸς σὲ διακειμένους.
000-00-00 Serial Number=0826335430
De Lazaro Ante [Go Back]  
 [00277]  Κἂν γὰρ φιλοτιμότατος ᾖς πάντων, εὖ οἶδα ὅτι τῆς τοῦ βασιλέως κλίνης οὐκ ἐθελήσεις ἔχειν εὐπρεπεστέραν·
 [00304]  κἂν ἁπάντων μᾶλλον λίθινος ᾖς, εὖ οἶδα, ὅτι καταγνώσῃ σαυτοῦ, σὺ μὲν ὑπὲρ τὴν χρείαν τρυφῶν, ἐκεῖνον δὲ μηδὲ τῶν κατὰ χρείαν ἀπολαύειν ἀφείς.
 [00733]  κἂν εὔπορος ᾖς, πλέον δέ τι τῆς χρείας ἀναλίσκῃς, λόγον δώσεις τῶν ἐμπιστευθέντων σοι χρημάτων.
 [01443]  Βούλεται δέ σε μαθεῖν τῆς χάριτος τὸ μέγεθος, ἵνα εὐχαριστῶν διατελῇς, ἵνα ὀκνηρότερος πρὸς ἁμαρτίαν ᾖς, ἵνα προθυμότερος εἰς ἀρετήν.
 [02070]  κἂν ταχὺς ᾖς, κἂν παρεσκευασμένος πρὸς ἀκρόασιν, μὴ ἔχῃς δὲ παρακολουθοῦντα τὸν ἀδελφὸν τοῖς καταβαλλομένοις, καταβήτω ὁ ὀφθαλμός σου πρὸς τὴν πτέρναν·
 [02182]  ἐμοὶ ἔργα δὸς, κἂν δοῦλος ᾖς, τοῦ ἐλευθέρου ἀμείνων, κἂν γυνὴ ᾖς, τοῦ ἀνδρὸς ἀνδρειοτέρα·
000-00-00 Serial Number=0976052940
De cruce et latrone ii Ante [Go Back]  
 [00100]  Ἐπειδὴ γὰρ τὸ πρᾶγμα σκυθρωπόν ἐστιν, ἵνα μὴ κατηφὴς γένῃ τῇ φύσει τοῦ σταυροῦ προσέχων, ἀλλὰ πρὸς τὴν τοῦ σταυρουμένου δύναμιν ἀποβλέψας, φαιδρὸς ᾖς καὶ γεγανωμένος, διὰ τοῦτο ἐκεῖ ἐπιδείκνυσί σοι τὴν ἰσχὺν τὴν ἑαυτοῦ.
000-00-00 Serial Number=0149153829
De decem millium talentorum debitore Ante [Go Back]  
 [00101]  σύ τε αὖ ἐὰν ᾖς παρεσκευασμένος τοσαυτάκις καταφρονεῖν τῶν εἰς σὲ γινομένων ἁμαρτημάτων, ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης συγχωρήσεως γυμνασάμενος, οὐδὲ πόνον ἕξεις λοιπὸν ἐν τῇ τοιαύτῃ φιλοσοφίᾳ, μελετήσας καθάπαξ τῇ πυκνότητι τῆς συγχωρήσεως μηδὲ πλήττεσθαι παρὰ τῶν τοῦ πέλας ἁμαρτημάτων.
 [00135]  Κἂν πλούσιος ᾖς, ἐννόησον ὅτι δώσεις λόγον, πότερον εἰς πόρνας, ἢ εἰς πένητας τὰ χρήματα κατηνάλωσας, πότερον εἰς παρασίτους καὶ κόλακας, ἢ εἰς τοὺς δεομένους, πότερον εἰς ἀσέλγειαν ἢ εἰς φιλανθρωπίαν, πότερον εἰς τρυφὴν καὶ ἀσωτίαν καὶ μέθην, ἢ εἰς τὴν τῶν ἐπηρεαζομένων βοήθειαν.
000-00-00 Serial Number=0950590909
De fato et providentia Ante [Go Back]  
 [00248]  Ὅταν οὖν ἴδῃς τινὰ τῶν ἔξωθεν βουλόμενον ὑφελέσθαι τι τῶν σκευῶν, κἂν αὐτὸς ἀνάλωτος ᾖς, ὡς μέλλων κινδυνεύειν, εἰ παρίδοις, καὶ μὴ προσελθὼν εἴποις τοῖς διορθῶσαι κυρίοις, ἔνοχος γέγονας τῆς ἐκείνου ψυχῆς, ὁ τὸν κλέπτην ὁρῶν διορύττοντα, καὶ μὴ κωλύων ἢ διὰ σαυτοῦ ἢ δι' ἑτέρου.
000-00-00 Serial Number=0021560431
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00575]  Ὅρα τοίνυν μὴ τῶν δούλων ᾖς δοῦλος.
000-00-00 Serial Number=0070309579
De jejunio et eleemosyna Ante [Go Back]  
 [00085]  κἂν πένης ᾖς, οὐ προσέχει τῇ δυνάμει τῶν προσώπων, ἀλλὰ τῷ ἰδίῳ κέρδει.
000-00-00 Serial Number=0076588988
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00425]  ὡς ἐὰν ἀγνώμων ᾖς καὶ διεστραμμένος, οὐδὲ τὸ ἐνεχθῆναί σοι φωνὴν ἄνωθεν ἀρκέσει εἰς σωτηρίαν.
000-00-00 Serial Number=0787670195
De mutatione nominum Ante [Go Back]  
 [00626]  Βούλει μαθεῖν ὅτι κἂν σφόδρα συνετὸς ᾖς, κἂν σφόδρα ἀπηρτισμένος, κἂν πρὸς αὐτὴν τὴν ἄκραν κορυφὴν ἔλθῃς τῆς ἀρετῆς, χρείαν ἔχεις συμβούλου, καὶ διορθοῦντος καὶ ἐλέγχοντος;
000-00-00 Serial Number=0902168274
De paenitentia [1] Ante [Go Back]  
 [00293]  Κἂν ἁμαρτωλὸς ᾖς, εἴσελθε εἰς τὴν ἐκκλησίαν, ἵνα λέγῃς τὰς ἁμαρτίας σου·
 [00294]  κἂν δίκαιος ᾖς, εἴσελθε, ἵνα μὴ ἐκπέσῃς τῆς δικαιοσύνης·
 [00373]  ἀλλ' οὐκ ᾔδει, οὔτε ἠλέγχετο ὑπό τινος, καὶ τοῦτο ἐν ἐσχάτῃ πολιᾷ, ἵνα μάθῃς ὅτι, ἐὰν ᾖς ῥᾴθυμος, οὔτε ἡ πολιά σε ὠφελεῖ, οὔτε πάλιν, ἐὰν σπουδαῖος ᾖς, ἡ νεότης παραβλάψαι σε δύναται.
 [00850]  κἂν ἐν ἐσχάτῃ πολιᾷ ᾖς καὶ ἁμάρτῃς, εἴσελθε, μετανόησον·
 [01159]  Ἵνα καὶ τὴν τῶν βαρβάρων μάθῃς ἀρετὴν, βαρβάρων λέγω τῶν Νινευϊτῶν ἐν τρισὶν ἡμέραις δυνηθέντων τοσαύτην ἁμαρτημάτων ὀργὴν καταλῦσαι, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν θαυμάσῃς μετανοίᾳ τριῶν ἡμερῶν ἀρκεσθέντος ὑπὲρ τοσούτων πλημμελημάτων, καὶ αὐτὸς μὴ καταπέσῃς εἰς ἀπόγνωσιν, κἂν μυρία ἡμαρτηκὼς ᾖς.
 [02757]  κἂν σοφὸς ᾖς, ἐπίσκεψαι, κἂν φρόνιμος, εἰπέ μοι, τίς ἐκεῖ ὁ βασιλεὺς καὶ τίς ὁ ἰδιώτης, τίς ὁ εὐγενὴς καὶ τίς ὁ δοῦλος, τίς ὁ σοφὸς καὶ τίς ὁ ἄσοφος.
000-00-00 Serial Number=0502948940
De perfecta caritate Ante [Go Back]  
 [00166]  Ἂν ὠμὸς καὶ ἀνελεήμων ᾖς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ, τῶν λαμπάδων αὐτῶν σβεσθεισῶν διὰ τὸ μὴ ἔχειν ἔλαιον, τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος.
000-00-00 Serial Number=0805282235
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00075]  Μάλιστα ὅταν πένης ᾖς, τότε δύνασαι ἐλεεῖν.
 [00293]  ὅταν τὴν διακονίαν τῶν πολλῶν μεταδιώξῃς καὶ τὴν θεραπείαν καὶ τὴν κηδεμονίαν, καὶ ὑπὲρ τούτου πάντα καὶ ποιῆσαι καὶ παθεῖν ᾖς παρεσκευασμένος.
000-00-00 Serial Number=0771756470
De profectu evangelii Ante [Go Back]  
 [00273]  ἀλλὰ κἂν ἔρημος ᾖς, κἂν ἀπροστάτευτος, αὐτὸς διὰ σαυτοῦ παρακαλέσας τὸν Θεὸν ἐπιτεύξῃ πάντως.
000-00-00 Serial Number=0689411402
De resurrectione mortuorum Ante [Go Back]  
 [00035]  μηδὲ τὸν δίκαιον ταλανίσῃς διὰ τὴν ἐνταῦθα πενίαν, ἀλλὰ μακάρισον διὰ τὸν μέλλοντα τῶν ἀγαθῶν πλοῦτον, καὶ τὸν περὶ τῆς ἀναστάσεως λόγον ἐν τῇ σαυτοῦ διανοίᾳ ῥίζωσον, ἵνα, κἂν ἀγαθὸς ᾖς καὶ πειράζῃ, δοκιμώτερος γίνῃ, ταῖς μελλούσαις ἐλπίσι προθυμίαν μείζονα προσλαμβάνων·
 [00036]  κἂν κακὸς ᾖς, ἀποστῇς τῆς πονηρίας, τῷ φόβῳ τῆς μελλούσης κολάσεως σωφρονέστερον σεαυτὸν κατασκευάζων.
000-00-00 Serial Number=0172713697
De sancta Droside martyre Ante [Go Back]  
 [00093]  Ὅταν γὰρ ἴδῃς τούτους ἁπάσης καταφρονοῦντας τῆς ζωῆς, κἂν ἁπάντων ἀναισθητότερος ᾖς καὶ νωθρότατος, ὑψηλότατον δέξῃ φρόνημα, καὶ καταγελάσῃ τρυφῆς, ὑπερόψει χρημάτων, καὶ ἐπιθυμήσεις τῆς ἐκεῖ διατριβῆς·
 [00094]  κἂν ἐν ἀῤῥωστίαις ᾖς, εἰς ὑπομονὴν ἀφορμὴν λήψῃ μεγίστην, τὰ τῶν μαρτύρων παθήματα·
000-00-00 Serial Number=0951505542
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00131]  Ἐγὼ καταβάλλω τὰ σπέρματα ἐὰν γῆ λιπαρὰ ᾖς δεχομένη τὰ σπέρματα, καὶ τὸν στάχυν ἀποδίδως·
 [00132]  ἐὰν δὲ ᾖς πέτρα ἄγονος, οὐδὲν παρ' ἐμέ·
000-00-00 Serial Number=0116533816
De virginitate Ante [Go Back]  
 [00698]  Ἂν οὕτως ᾖς δοῦλος τῶν ἡδονῶν, φησίν, ἂν οὕτω χαῦνος ὡς διὰ παντὸς ἐκκεχύσθαι πρὸς τὴν μίξιν καὶ κεχηνέναι, συνέρχου τῇ γυναικί.
000-00-00 Serial Number=0554737568
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00425]  ἀλλὰ κἂν ἔρημος ᾖς, κἂν ἀπροστάτευτος, αὐτὸς διὰ σαυτοῦ παρακαλέσας τὸν Θεὸν ἐπιτεύξῃ πάντως.
 [00521]  Ὅπου γὰρ ἂν ᾖς, δύνασαι στῆσαί σου τὸ θυσιαστήριον·
 [00545]  Κἂν ἔξω ἐκκλησίας ᾖς, κράζε καὶ λέγε, Ἐλέησόν με, εἰ καὶ μὴ κινῶν τὰ χείλη, ἀλλὰ τῇ διανοίᾳ βοῶν·
 [00551]  Κἂν ἐν βαλανείῳ ᾖς, εὔχου·
 [00552]  ὅπου ἐὰν ᾖς, εὔχου.
 [00563]  Ἂν γὰρ τὴν διάνοιαν ἔχῃς καθαρεύουσαν τῶν ἀτόπων παθῶν, κἂν ἐν ἀγορᾷ ᾖς, κἂν ἐν ὁδῷ, κἂν ἐν δικαστηρίῳ παρεστὼς, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πανδοχείῳ, κἂν ἐπ' ἐργαστη [63.586] ρίῳ ἑστηκὼς, κἂν ὅπουπερ ἂν ᾖς, δυνήσῃ τὸν Θεὸν καλέσας ἐπιτυχεῖν τῆς αἰτήσεως.
 [00805]  Ὥστε κἂν μὴ φίλος ᾖς, κἂν μὴ τὰ ὀφειλόμενα ἀπαιτῇς, κἂν τὰ πατρῷα κατεδηδοκὼς ᾖς καὶ καταναλωκὼς, καὶ πολὺν χρόνον ἐξ ὄψεως γενόμενος·
 [01069]  Καὶ σὺ τοίνυν ὅταν ἐν συμφοραῖς ᾖς, ἄνθρωπε, μὴ λέγε, ὅτι Ἐπελάθετό μου ὁ Θεὸς, ἀλλ' ὅταν ἐν ἁμαρτίαις ᾖς, κἂν πάντα σοι κατὰ ῥοῦν φέρηται, τότε μᾶλλον.
 [01395]  Εἰπὲ δή μοι, εἴ τινα εἶδες ἀπαγόμενον δικαίᾳ ψήφῳ καταδικασθέντα, εἶτα κύριος ᾖς ἐξαρπάσαι τῶν τοῦ δημίου χειρῶν·
 [01722]  Ἂν μὲν γὰρ εἴπῃς σαυτὸν εὐδόκιμον, γέγονας ἄχρηστος, κἂν εὐδόκιμος ᾖς·
 [01723]  ἂν δὲ ἀχρεῖον ὀνομάσῃς, γέγονας [63.622] εὔχρηστος, κἂν ἀδόκιμος ᾖς.
 [01756]  ψυχὴν δὲ ἂν ἀπολέσῃς, ἑτέραν ἐπιδοῦναι ψυχὴν οὐ δυνήσῃ, ἀλλὰ κἂν τὸν κόσμον ἔχῃς ἅπαντα, κἂν βασιλεὺς τῆς οἰκουμένης ᾖς, οὐχ οἷός τε ἔσῃ τὰ τῆς οἰκουμένης ἅπαντα καταβαλὼν μετὰ τῆς οἰκουμένης αὐτῆς ψυχὴν ἀγοράσαι μίαν.
 [01757]  Εἰ γὰρ ἐπὶ σώματος, κἂν μυρία διαδήματα περικείμενος ᾖς, σῶμα δὲ ἔχῃς ἐπίνοσον φύσει καὶ ἀνιάτως ἔχον, οὐ δυνήσῃ κἂν τὴν βασιλείαν ἅπασαν ἐπιδῷς, τὸ σῶμα διορθῶσαι τοῦτο, κἂν μυρία σώματα προσθῇς καὶ πόλεις καὶ χρήματα·
 [01802]  Ἂν δὲ τῇ γῇ προσηλωμένος ᾖς, τῶν οὐρανίων προκειμένων, ἐννόησον ὅση γίνεται εἰς τὸν δωρούμενον ὕβρις, ὅταν ἐκεῖνος μὲν τὰ ἄνω σοι προτείνῃ, σὺ δὲ οὐ πολὺν αὐτῶν ποιούμενος λόγον, τὴν γῆν ἀνταλλάσσῃ τῶν οὐρανίων.
 [03384]  καὶ τί τούτου τὸ ὄφελος, ὅταν ἀνθρώπων μὲν ἄρχῃς, τῶν δὲ παθῶν αἰχμάλωτος ᾖς καὶ δοῦλος;
 [03838]  ∆ιὰ γὰρ τοῦτο εἰς τὸν παρόντα βίον ἐξηνέχθης, ἄνθρωπε, οὐχ ἵνα ἀργῶν τρέφῃ, οὐδ' ἵνα μὴ πάσχῃς μηδὲν δεινὸν, ἀλλ' ἵνα παθὼν λαμπρότερος ᾖς.
 [05144]  τότε γὰρ μόνον ἀπολογήσῃ, ὅταν μὴ ἔχῃς, ὅταν μηδὲν κεκτημένος ᾖς·
 [05145]  ἕως δ' ἂν ἔχῃς, κἂν μυρίοις ᾖς δεδωκὼς, ὦσι δὲ καὶ ἕτεροι πεινῶντες, οὐδεμία σοι ἀπολογία ἐστί.
 [05345]  Τοιγαροῦν, ὅταν ἴδῃς πένητα, μὴ παραδράμῃς, ἀλλ' εὐθέως ἐννόησον τίς ἂν ᾖς, εἰ σὺ ἦς ἐκεῖνος·
 [05731]  ἐὰν ἔχῃς ἁμαρτίαν, κἂν ἐν παραδείσῳ ᾖς, ἐκπίπτεις.
 [05866]  Ἂν ὠμὸς καὶ ἀνελεήμων ᾖς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ τῶν λαμπάδων αὐτῶν σβεσθεισῶν, διὰ τὸ μὴ ἔχειν ἔλαιον, τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος.
 [07211]  ἐὰν γὰρ ᾖς παρεσκευασμένος τοσαυτάκις καταφρονεῖν τῶν εἰς σὲ ἁμαρτημάτων, ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης συγχωρήσεως γυμνασθεὶς, οὐδὲ πόνον ἕξεις λοιπὸν τῆς τοιαύτης φιλοσοφίας, καθάπαξ ἐμμελετήσας τῇ πυκνότητι τῆς συγχωρήσεως, μηδὲ πλήττεσθαι παρὰ τῶν τοῦ πέλας ἁμαρτημάτων.
 [09964]  κἂν σφόδρα ᾖς ἁμαρτωλὸς, δυνήσῃ καὶ τῆς βασιλείας ἐπιτυχεῖν, διὰ τούτων αὐτὰ ἐκκαθαίρων τὰ ἁμαρτήματα, καὶ ἀποσμήχων τὴν κηλῖδα.
000-00-00 Serial Number=0127760589
Epistula ad monachos Ante [Go Back]  
 [00045]  Κἂν γὰρ ἔξω ἐκκλησίας ᾖς, κράζε καὶ λέγε·
 [00049]  Κἂν ὅπουπερ ἂν ᾖς, εὔχου.
 [00060]  Ἐὰν γὰρ τὴν διάνοιαν ἔχῃς καθαρεύουσαν τῶν ἀτόπων παθῶν, κἂν ἐν ἀγορᾷ ᾖς, κἂν ἐν ὁδῷ, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πανδοχείῳ, κἂν ὅπουπερ ἂν ᾖς, δυνήσει τὸν Θεὸν καλέσας ἐπιτυχεῖν τῆς αἰτήσεως.
000-00-00 Serial Number=0683288693
Epistulae Ante [Go Back]  
 [00713]  Ἐννοῶν τοίνυν ἡλίκον τοῦ κατορθώματος τούτου τὸ μέγεθος καὶ τὸ μὴ συναπαχθῆναι τοῖς πονηρευομένοις, καὶ ὅτι ὁδὸς ἔσται καὶ προοίμια τῆς τῶν κακῶν διορθώσεως ἡ ἀπερίτρεπτος ὑμῶν αὕτη γνώμη καὶ ἀκλινὴς, αὐτός τε ὥς σοι πρέπον ἐστὶν στῆναι γενναίως παρακλήθητι, τούς τε ἄλλους οὓς ἂν οἷός τε ᾖς ἀλείφειν.
 [01671]  Ἐννοῶν τοίνυν ἡλίκον τοῦ κατορθώματος τούτου τὸ μέγεθος καὶ τὸ μὴ συναπαχθῆναι τοῖς πονηρευομένοις, καὶ ὅτι ὁδὸς ἔσται καὶ προοίμια τῆς τῶν κακῶν διορθώσεως ἡ ἀπερίτρεπτος ὑμῶν αὕτη γνώμη καὶ ἀκλινὴς, αὐτός τε ὥς σοι πρέπον ἐστὶν στῆναι γενναίως παρακλήθητι, τούς τε ἄλλους οὓς ἂν οἷός τε ᾖς ἀλείφειν.
 [03215]  Τέως μέντοι, ὅπερ καὶ ἔμπροσθεν ἐπέσταλκα, πάντα ποιήσατε, ὥστε ἀναβολήν τινα γενέσθαι τῷ πράγματι, καὶ γράφε ἡμῖν συνεχῶς, ἕως ἂν ᾖς αὐτόθι.
000-00-00 Serial Number=0380412877
Expositiones in Psalmos Ante [Go Back]  
 [00021]  Ὥσπερ ἂν μὴ ἔχῃς, οὐδ' ἂν ∆αυῒδ ᾖς, πεῖσαι δυνήσῃ τὸν Θεόν.
 [00491]  ἀλλ' ὅπου περ ἂν ᾖς, θύειν αὐτὴν δυνήσῃ, αὐτὸς καὶ ἱερεὺς, καὶ θυσιαστήριον, καὶ μάχαιρα, καὶ ἱερεῖον γινόμενος.
 [01006]  Ἂν γὰρ ᾖς ἀκάθαρτος, οὐ κατέχει σε ἡ χεὶρ ἐκείνη·
 [01007]  ἂν ᾖς πλεονέκτης, ἂν ἑτέραν τινὰ κηλῖδα ἔχων.
 [04049]  [55.144] ἁμαρτωλὸς ᾖς.
 [05812]  [55.144] ἁμαρτωλὸς ᾖς.
 [06067]  Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν ἐν συμφοραῖς ᾖς, μὴ λέγε, ὅτι Ἐπελάθετό μου ὁ Θεός·
 [06068]  ἀλλ' ὅταν ἐν ἁμαρτίαις ᾖς, καὶ πάντα σοι κατὰ ῥοῦν φέρηται.
 [06069]  Ἂν γὰρ τοῦτο ᾖς εἰδὼς, ταχέως ἀποστήσῃ τῶν πονηρῶν πραγμάτων.
 [06276]  Κἂν γὰρ ἐν ἀγορᾷ βαδίζῃς, κἂν ἐν ὁδοῖς ᾖς, κἂν φίλοις συνεδρεύῃς, ἔξεστι διεγεῖραι τὴν ψυχὴν, ἔξεστι σιγῶντα βοᾷν.
 [06278]  Κἂν χειροτέχνης ᾖς, ἐν ἐργαστηρίῳ καθήμενος καὶ ἐργαζόμενος, δυνήσῃ ψάλλειν.
 [06279]  Κἂν στρατιώτης ᾖς, ἐν δικαστηρίῳ προσεδρεύων, δυνήσῃ τὸ αὐτὸ τοῦτο ποιεῖν.
 [06481]  Κἂν γὰρ πένης ᾖς, καὶ διὰ τὴν πενίαν ἀπορῇς βιβλίων, ἢ βιβλία μὲν ἔχῃς, σχολῆς δὲ μὴ ἀπολαύσῃς, τὰς ὑπακοὰς μόνον διατήρησόν μοι τῶν ψαλμῶν, ἃς ἐνταῦθα ὑποψάλλεις οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ καὶ πολλάκις, καὶ μεγάλην ἀπελθὼν λήψῃ τὴν παραμυθίαν.
000-00-00 Serial Number=0635414839
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05633]  Ὅπου δ' ἂν ᾖς, οὐ μὴ πείσῃ δεινόν.
000-00-00 Serial Number=0518785417
Fragmenta in Job Ante [Go Back]  
 [00027]  κἂν ἐν ἀθυμίᾳ ᾖς, πρὸς αὐτὴν κατάφευγε·
000-00-00 Serial Number=0861044288
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00241]  ἐὰν ᾖς ἁμαρτωλός·
000-00-00 Serial Number=0044655859
Homilia de capto Eutropio Ante [Go Back]  
 [00047]  Ἐὰν μὲν γὰρ ᾖς ἔσω, ὁ λύκος οὐκ εἰσέρχεται·
 [00206]  ἐὰν δὲ ἔχῃς ἁμαρτίαν καὶ ἐν παραδείσῳ ᾖς, ἐκπίπτεις.
 [00984]  Καὶ σὺ εἰσένεγκε τί ποτε, ἵνα μὴ ᾖς ἄπροικος;
000-00-00 Serial Number=0300156593
Homilia in martyres Ante [Go Back]  
 [00038]  μὴ ἐν καπηλείῳ, ἵνα μὴ κοινὸν ᾖς θέατρον τοῖς παροῦσι καὶ σκάνδαλον ἑτέροις.
000-00-00 Serial Number=0802148044
In Acta apostolorum Ante [Go Back]  
 [05817]  Οὐκ ἔτι θυμὸς λοιπὸν τοῦτό ἐστιν, ὅταν τῆς οἰκείας συμπαθείας ἀπηλλαγμένος ᾖς.
 [06924]  Κἂν δοῦλος ᾖς, κἂν δραπέτης, δυνήσῃ τὰ παρὰ σαυτοῦ πληρῶσαι·
 [06952]  ἂν γὰρ ᾖς Χριστιανὸς, ἀδύνατον τὸ μὴ οὕτω γενέσθαι.
 [08306]  Εἰπὲ δή μοι, ἂν ἴδῃς ἐν οἰκίᾳ τὸ ἀργύρεον σκεῦος ἔξω ἐῤῥιμμένον, κἂν μὴ ᾖς ἐπιτεταγμένος, ἆρ' οὐ λήψῃ τοῦτο καὶ εἰσοίσεις ἐν τῇ οἰκίᾳ;
 [08307]  ἂν ἱμάτιον ἁπλῶς ἐῤῥιμμένον, κἂν μὴ ἔχῃς τὴν φροντίδα, κἂν ἐχθρὸς ᾖς τοῦ προστεταχότος, διὰ τὴν εἰς τὸν δεσπότην εὔνοιαν, οὐ θήσεις τοῦτο καλῶς;
 [08936]  Ὅσον ἂν ᾖς τρυφηλὸς, οὐκ εἶ τρυφηλότερος ἐκείνου·
 [08937]  ὅσον ἂν ᾖς πλούσιος, οὐκ εἶ πλουσιώτερος τοῦ ∆αυΐδ.
 [09730]  Τί γὰρ ὄφελος, ἂν μὴ πορνεύῃς μὲν, φιλοχρήματος δὲ ᾖς;
 [09999]  κἂν ὑπὲρ μεγάλου ἀξιοῖς, κἂν ἀνάξιος ᾖς, ἀπὸ τῆς προαιρέσεως ἀκουσθήσῃ, μὴ φοβοῦ.
 [09999]  Πᾶς ὅστις ἂν ᾖς, μὴ λέγε, ὅτι Ἁμαρτωλός εἰμι, μόνον, ἀλλὰ καὶ σπούδαζε ἀπαλλάξαι σαυτὸν ταύτης τῆς δόξης·
 [09999]  Κἂν ἁμαρτωλὸς ᾖς, μετὰ παῤῥησίας αὐτὸν ἀπαιτήσεις τὴν συγχώρησιν τῶν ἁμαρτημάτων, ἔχων δεῖξαι παρὰ σαυτῷ τοῦτο γεγενημένον·
 [09999]  ἂν δὲ δίκαιος ᾖς, καὶ τοῦτο μὴ ἔχῃς τὸ ἀμνησικακεῖν, οὐδὲν ὤνησας.
000-00-00 Serial Number=0428192735
In Genesim sermones Ante [Go Back]  
 [00945]  Κἂν γὰρ ἰδιώτης ᾖς, κἂν ἀμαθὴς, κἂν ἓν τάλαντον πιστευθῇς, ἐργάζου τὸ ἐγχειρισθὲν, καὶ τὸν αὐτὸν τῷ διδάσκοντι λήψῃ μισθόν.
000-00-00 Serial Number=0341501534
In Isaiam Ante [Go Back]  
 [00292]  ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονε.
000-00-00 Serial Number=0664746523
In Joannem Ante [Go Back]  
 [05802]  Ἂν δὲ τῇ γῇ προσηλωμένος ᾖς τῶν οὐρανίων προκειμένων, ἐννόησον ὅση γίνεται ὕβρις εἰς τὸν δωρούμενον.
000-00-00 Serial Number=0192997396
In Kalendas Ante [Go Back]  
 [00047]  Ἂν ταῦτα φιλοσοφῇς, καὶ οὕτω διακείμενος ᾖς, ἅπαντα δεξιὸν ἕξεις τὸν ἐνιαυτὸν, εὐχὰς, ἐλεημοσύνας καθ' ἑκάστην ἐργαζόμενος τὴν ἡμέραν·
 [00071]  ὥσπερ οὖν ἂν ἀπαῤῥησίαστον ἔχῃς, καὶ ἁμαρτημάτων πολλῶν ὑπεύθυνος ᾖς, κἂν μυρίαι ὦσιν ἑορταὶ καὶ πανηγύρεις, τῶν πενθούντων οὐδὲν ἄμεινον διακείσῃ.
000-00-00 Serial Number=0051787257
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00117]  κἂν ᾖς νηφάλιος, οὐδέν σε καταβλάπτει τὸ ἄωρον τῆς ἡλικίας·
 [00118]  κἂν ᾖς ῥᾴθυμος, οὐδέ[ν] σε ὠφελήσει τὸ γῆρας.
000-00-00 Serial Number=0332290232
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00220]  Ἕως ὅτε ἐμπνέεις, ἐν ἐσχάτῃ ἡμέρᾳ, ἐπ' αὐτῆς τῆς κλίνης, ἐὰν ᾖς κείμενος ψυχοῤῥαγῶν, μέλλων ἐξιέναι τοῦ θεάτρου τούτου καὶ τοῦ βίου, τότε μετανόησον.
 [00389]  Ἐὰν γὰρ ἀεὶ μεμνημένος ᾖς τοῦ ὄγκου τῆς ἁμαρτίας, ἀεὶ καὶ τοῦ μεγέθους τῆς εὐεργεσίας μεμνημένος ἔσῃ.
 [00464]  Ἐὰν ᾖς ἐν τῇ κλίνῃ, καὶ ἀναμνησθῇς σου τὰ ἁμαρτή [55.582] ματα, δάκρυσον, καὶ δύνασαι ἐν τῇ κλίνῃ ἐξαλεῖψαι αὐτά.
000-00-00 Serial Number=0357663631
In Psalmum 100 Ante [Go Back]  
 [00069]  Τέκνον, ἐὰν ἀγαθὸς ᾖς, σεαυτῷ σοφὸς ἔσῃ καὶ τοῖς πλησίον σου·
000-00-00 Serial Number=0368396461
In Samaritanam Ante [Go Back]  
 [00375]  Ἐὰν δὲ τῇ γῇ προσηλωμένος ᾖς, τῶν οὐρανίων προκειμένων, ἐννόησον, ὅση γίνεται ὕβρις εἰς τὸν δωρούμενον, ὅταν ἐκεῖνος τὰ ἄνω σοι προτείνῃ, σὺ δὲ οὐ πολὺν αὐτῶν ποιούμενος λόγον, τὴν γῆν αὐτῶν ἀνταλλάσσῃ.
000-00-00 Serial Number=0013138890
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00051]  ἐὰν ᾖς δόκιμος, φανερώτερος ἔσῃ μᾶλλον.
000-00-00 Serial Number=0235588849
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01553]  Κἂν σοφὸς ᾖς, κἂν πλούσιος, κἂν δυνάστης, διάῤῥηξον τὴν καρδίαν, μὴ ἀφῇς αὐτὴν μέγα φρονεῖν μηδὲ φυσᾶσθαι.
 [02035]  Πόθεν οὖν δυνήσομαι μαθεῖν, ὅτι ψυχὴν ἔχεις ἀνθρώπου, ὅταν λακτίζῃς ὡς οἱ ὄνοι, ὅταν μνησικακῇς ὡς αἱ κάμηλοι, ὅταν δάκνῃς ὡς αἱ ἄρκτοι, ὅταν ἁρπάζῃς ὡς οἱ λύκοι, ὅταν κλέπτῃς ὡς αἱ ἀλώπεκες, ὅταν δολερὸς ᾖς ὡς οἱ ὄφεις, ὅταν ἀναισχυντῇς ὡς ὁ κύων;
 [04942]  Κἂν γὰρ πλούσιος ᾖς, ἐν πλειόνων καταστήσῃ χρείᾳ, καὶ πλειόνων καὶ εὐτελεστέρων.
 [04985]  Τότε γὰρ μόνον ἀπολογήσῃ, ὅταν μὴ ἔχῃς, ὅταν μηδὲν κεκτημένος ᾖς·
 [04986]  ἕως δ' ἂν ἔχῃς, κἂν μυρίοις ᾖς δεδωκὼς, ὦσι δὲ ἕτεροι πεινῶντες, οὐδεμία σοι ἀπολογία.
 [05410]  ἕως δ' ἂν φειδωλὸς ᾖς, καὶ ὀλίγα ἐκ τῶν ὄντων παρέχῃς, τί μοι προβάλλῃ σκήψεις καὶ προφάσεις;
000-00-00 Serial Number=0535707235
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00473]  Καὶ σὺ μὲν, ἂν εἴπῃ τις, ὅτι ὁ δεῖνα πορφύραν ἔχει, κἂν εἰδὼς ᾖς, ἀποφράττεις τὰ ὦτα, κἂν ἐλέγξαι δυνάμενος ᾖς, ἀποπηδᾷς εὐθέως καὶ προσποιῇ μὴ εἰδέναι, περιττὸν κίνδυνον μὴ θέλων ἀναδέξασθαι·
 [00478]  Οὐκοῦν ἀπώλεσας σαυτὸν, κἂν βελτίων ᾖς.
 [01598]  ἀλλότριά ἐστι, κἂν μυριάκις αὐτῶν κύριος ᾖς.
 [01845]  Ὅταν γὰρ τοῦ ἀνδρὸς τελευτήσαντος ᾖς πλούτου περιβεβλημένη πολὺν ὄγκον, εἰκότως οὐ φέρεις τὴν χηρείαν.
 [02351]  κἂν ἐν τοῖς κινδύνοις, κἂν ἐν δεσμωτηρίῳ ᾖς, κἂν ἅλυσιν περικείμενος, κἂν μέλλῃς ἐξιέναι ἐπὶ θάνατον καὶ παρ' αὐτὸν τὸν καιρὸν ἔλεγξον, μὴ ὑποσταλῇς ἐπιτιμῆσαι.
 [02774]  Ἐκεῖθεν ἂν ᾖς φοβερὸς, οὐχὶ ἀνθρώποις μόνον, ἀλλὰ καὶ δαίμοσι καὶ αὐτῷ τῷ διαβόλῳ ἔσῃ φοβερός·
 [02865]  Ἀλλ' ἐὰν ᾖς ἰσχυρὸς, ἐὰν ᾖς διεγηγερμένος, τὸν μὲν ἐλάκτισας, τὸν δὲ ἀπώσω, πάντας διέφυγες ὡς πτηνός·
000-00-00 Serial Number=0420447290
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03462]  Ἂν μὲν τοιοῦτος ᾖς, μηδόλως χαυνωθῇς ὑπὸ τῆς δόξης·
 [03463]  ἂν δὲ μὴ ᾖς τοιοῦτος, πλέον καταφρόνησον, καὶ χλευασίαν τὸ πρᾶγμα εἶναι νόμιζε.
 [04991]  Οὐδὲ γὰρ ἔχεις ἐξουσίαν τῆς γαστρὸς, ἕως ἂν ἄσωτος ᾖς, ἀλλ' αὐτὴ σοῦ τὴν ἐξουσίαν ἔχει.
 [05722]  Κἂν κύριος ᾖς τοῦ ἐλευθερωθῆναι, μένε δουλεύων μᾶλλον.
 [05760]  Ἂν δὲ περαιτέρω προΐῃς, κἂν ἐλεύθερος ᾖς, ἐγένου δοῦλος.
 [05785]  Κἂν ταύτην μὴ ᾖς τὴν δουλείαν δοῦλος, θάῤῥει καὶ εὐφραίνου·
 [05787]  ἂν δὲ ταύτης ᾖς δοῦλος, κἂν μυριάκις ἐλεύθερος ᾖς, οὐδὲν ὄφελός σοι τῆς ἐλευθερίας.
 [05819]  Κἂν ταύτην μὴ ᾖς τὴν δουλείαν δοῦλος, θάῤῥει καὶ εὐφραίνου·
 [05821]  ἂν δὲ ταύτης ᾖς δοῦλος, κἂν μυριάκις ἐλεύθερος ᾖς, οὐδὲν ὄφελός σοι τῆς ἐλευθερίας.
 [06907]  Μὴ τοίνυν ἀπογνῶμεν, ἀλλὰ, κἂν λοίδορος ᾖς, κἂν πλεονέκτης, κἂν ὁτιοῦν, ἐννόησον ὅτι Παῦλος βλάσφημος ἦν καὶ διώκτης καὶ ὑβριστὴς, καὶ τῶν ἁμαρτωλῶν πρῶτος, καὶ ἐξαίφνης πρὸς αὐτὴν ἀνέβη τὴν κορυφὴν τῆς ἀρετῆς, καὶ οὐδὲν αὐτῷ κώλυμα τὰ πρότερα γέγονε·
 [09127]  οὐ δήπου μετὰ τῶν ἀνθρώπων καὶ τὸ Πνεῦμα ἀριθμεῖ, κἂν μυριάκις ᾖς παραπαίων, κἂν μυριάκις μαινόμενος.
 [09234]  Κἂν πένης ᾖς, δύνασαι μετὰ εὐθυμίας ζῇν φιλοσοφῶν·
 [09235]  κἂν πλούσιος ᾖς, πάντων ἀθλιώτερος εἶ φεύγων ἀρετήν.
 [09428]  Ὥστε κἂν ἐλάττων ᾖς, τούτῳ πλεονεκτεῖς·
 [09999]  ἀλλὰ τοῦτο πάλιν κεῖται ἐν σοὶ, καὶ διὰ τοῦτο ἀναγκάζομαί σε καταδιώκειν, ἵνα σὺ ᾖς βελτίων, καὶ τὸ ἐμοὶ συμφέρον παρὰ σοῦ λαμβάνω.
000-00-00 Serial Number=0348441482
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00992]  ἂν γὰρ ᾖς οὕτω κοσμουμένη, ταχέως ὑπὸ τῆς ἡταιρηκυίας, μελετήσας ἐν τῇ ὄψει τῇ σῇ, ἁλίσκεται·
 [00998]  ἐπεὶ ἐὰν ἐπτερωμένη καὶ ἄσωτος ᾖς, πῶς δυνήσῃ προσενεγκεῖν ῥῆμα σεμνόν;
 [02724]  Κατὰ τοῦτον τὸν κανόνα ἐὰν ᾖς ἐλεήμων, ὅσῳ ἂν ᾖς πλέον, τοσούτῳ ἀγαθὸς καὶ εἶ καὶ νομίζῃ·
 [02725]  ἂν δὲ πλούσιος ᾖς, οὐκέτι.
 [03709]  Τουτέστιν, ἵνα κοινὸς ᾖς καὶ ἴσος τοῖς δικαζομένοις, τοῖς ἐπὶ σοῦ κρινομένοις, ἵνα σε μηδεὶς προκαταλάβῃ, μηδὲ προοικειώσηται.
 [04255]  κἂν εὐηργετημένος ᾖς, ἀπόκτεινον.
000-00-00 Serial Number=0005315840
In epistulam ad Colossenses Ante [Go Back]  
 [02014]  Εἰ γὰρ οἱ ἠλειμμένοι ὑπὸ ἀνθρώπων, οὐδὲν πάσχουσιν ὑπὸ ὄφεων, οὐδὲ σὺ [62.343] πείσῃ τι, ἕως ἂν ᾖς ἠλειμμένος, ἵνα δυνηθῇς κατέχειν τὸν ὄφιν καὶ ἀποπνίγειν, πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων.
 [03004]  Κἂν ἐν ἀγορᾷ ᾖς, δύνασαι συστρέψαι σαυτὸν καὶ ᾄδειν τῷ Θεῷ, μηδενὸς ἀκούοντος.
 [03576]  Ἐν γὰρ τοῖς ἀδελφοῖς ὅταν ᾖς, εἰκότως θαῤῥεῖς·
 [03689]  σὺ κύριος ποιῆσαι αὐτὴν μείζονα, ἂν μὴ κατηφὴς ᾖς, ἀλλ' ἡσθῇς, ἂν φαιδρὸς γένῃ, ἂν γεγανωμένος.
000-00-00 Serial Number=0149621964
In epistulam ad Ephesios Ante [Go Back]  
 [02623]  Ἂν ταπεινὸς ᾖς, καὶ ἐννοήσῃς τίς ὢν πῶς ἐσώθης, ἀφορμὴν πρὸς ἀρετὴν λαμβάνεις τὴν μνήμην, οὔτε τοῖς δεσμοῖς [62.72] ἐπαίρῃ, οὔτε αὐτοῖς τούτοις οἷς εἶπον, ἀλλ' εἰδὼς ὅτι τὸ πᾶν τῆς χάριτός ἐστι, συστέλλεις σαυτόν.
 [03801]  Ἂν ᾖς εὐσταλὴς, οὐδὲν δείσεις, οὐ φθόνον, οὐ λῃστὰς, οὐκ ἐπιβούλους.
 [04303]  Ἐὰν ἐν οἰκίᾳ ταῦτα παιδευθῇς ἐπὶ τῆς θεραπαινίδος, καὶ προσηνὴς ᾖς καὶ μὴ χαλεπὴ, πολλῷ μᾶλλον ἐπὶ τοῦ ἀνδρὸς ἔσῃ τοιαύτη.
 [05264]  Ἂν ᾖς σοφὸς, εἰπέ μοι ταῦτα·
 [05884]  καὶ τὰ παιδία μοι ποθεινὰ τότε ἔσται, ἕως ἂν εὐνοϊκῶς πρὸς ἡμᾶς διακειμένη ᾖς.
000-00-00 Serial Number=0059415996
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00816]  ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονε·
000-00-00 Serial Number=0239396691
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08380]  Ἐὰν ἐκεῖνο ᾖς τὸ κάλλος καλὴ, ὁ Θεὸς ἐπιθυμήσει τοῦ κάλλους σου·
 [09036]  Οὐ τοῦτο δὲ λέγω, ἐὰν ᾖς πεπεισμένος σαυτὸν ἁμαρτωλὸν εἶναι·
 [09047]  Νῦν, ἐὰν ᾖς αὐτῶν μεμνημένος, καὶ συνεχῶς αὐτὰς προσφέρῃς τῷ Θεῷ, καὶ ὑπὲρ αὐτῶν δέῃ, ταχέως ἐξαλείψεις αὐτάς·
 [09092]  Ἀλλὰ ψυχροῦ ποτήριον ἔχεις, ὅσον ἂν ᾖς πένης·
 [09093]  ἀλλὰ δύο λεπτὰ ἔχεις, ὡς ἂν ᾖς ἐν πενίᾳ·
000-00-00 Serial Number=0158866227
In epistulam ad Philemonem Ante [Go Back]  
 [00215]  κἂν σφόδρα ᾖς ἁμαρτωλὸς, δυνήσῃ καὶ τῆς βασιλείας ἐπιτυχεῖν, διὰ τούτων αὐτὰ ἐκκαθαίρων τὰ ἁμαρτήματα, καὶ ἀποσμήχων τὴν κηλῖδα.
000-00-00 Serial Number=0459722757
In epistulam ad Philippenses Ante [Go Back]  
 [01459]  Μὴ σὺ μὲν ἀπόλαυε τῆς πολλῆς, ἐλάττονα δὲ τοῖς ἄλλοις πάρεχε, ἵνα καὶ ἐν τούτῳ ᾖς πλεονέκτης.
 [02497]  ὅταν γὰρ λόγον ἔχων ἀλογώτερος ἐκείνων ᾖς, κρεῖττον ἦν εἰ μηδὲ τὴν ἀρχὴν ἐγένου λογικός.
 [03463]  ἔδωκέ σοι νοῦν, οὐχ ἵνα αὐτὸν βλασφημῇς, οὐχ ἵνα λοίδορος ᾖς, ἀλλ' ἵνα εὐφημῇς·
000-00-00 Serial Number=0066857755
In epistulam ad Romanos Ante [Go Back]  
 [00654]  Κἂν γὰρ Ἕλλην ᾖς, κἂν πᾶσαν ἐπελθὼν κακίαν, κἂν Σκύθης, κἂν βάρβαρος, κἂν αὐτοθηρίον, κἂν πάσης ἀλογίας γέμων, καὶ μυρία ἁμαρτημάτων ἐπιφερόμενος φορτία, ἅμα τὸν περὶ σταυροῦ λόγον κατεδέξω καὶ ἐβαπτίσθης, καὶ πάντα ἐκεῖνα ἐξήλειψας.
 [01169]  Σαυτοῦ ἀφαιρῇ τὴν ἀπολογίαν πᾶς ὅστις ἂν ᾖς·
 [01596]  ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονε.
 [01641]  Ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν.
 [01650]  Εἰπὼν γὰρ, Ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἐπήγαγεν·
 [01717]  καὶ πάλιν, Ἐὰν δὲ παραβάτης νόμου ᾖς, οὐκ εἶπεν, Οὐδὲν ὠφελῇ σὺ ὁ ἐμπερίτομος, ἀλλ', Ἡ περιτομή σου ἀκροβυστία γέγονε·
 [02576]  Ἂν γὰρ μὴ τοῖς ἴχνεσιν ἀκολουθήσῃς τῆς πίστεως, κἂν μυριάκις ᾖς ἐμπερίτομος, οὐκ ἔσῃ τοῦ Ἀβραὰμ ἔκγονος·
 [03077]  νῦν δὲ τὸ θερμὸν αὐτοῦ τῆς ἀγάπης δείκνυται ἐντεῦθεν, ὅτι οὐκ ἠρέμα καὶ κατὰ μικρὸν ἡμᾶς ἐτίμησεν, ἀλλ' ἀθρόον τὴν πηγὴν τῶν ἀγαθῶν ἐξέχεε, καὶ ταῦτα πρὸ τῶν ἀγώνων, Ὥστε κἂν μὴ σφόδρα ᾖς ἄξιος, μὴ ἀπογίνωσκε, ἔχων μεγάλην συνήγορον τοῦ δικάζοντος τὴν ἀγάπην.
 [03537]  Φυλάττου τοίνυν, καὶ πανταχόθεν φράττου τοῖς ὅπλοις τοῖς πνευματικοῖς, καὶ καταμάνθανε τὰς ἐκείνου μηχανὰς μετὰ ἀκριβείας, ἵνα καὶ ἀνάλωτος ᾖς καὶ ἕλῃς αὐτὸν εὐκόλως·
 [08241]  κἂν γὰρ ἐπιστάμενος ᾖς σαφῶς, ὅτι μυρίων οὗτος γέμει κακῶν, οὐδὲ οὕτως ἀπολογίαν ἕξεις τῆς ἐφημέρας τροφῆς αὐτὸν ἀποστερῶν.
 [08405]  Κἂν γὰρ φρόνιμος ᾖς, ἑτέρου δεήσῃ·
 [08547]  κἂν ἀπόστολος ᾖς, κἂν εὐαγγελιστὴς, κἂν προφήτης, κἂν ὁστισοῦν·
 [08850]  Ἂν μὲν οὖν ᾖς παρεσκευασμένος, καὶ πάντα πεποιηκὼς ὅσα ἐπέταξε, σωτηρίας γίνεται ἡ ἡμέρα·
 [09041]  Ἂν δὲ τῆς χρείας ᾖς ἐντὸς, οὐδέποτε τοῦτον δέξῃ τὸν πυρετὸν, ἀλλὰ πάντα ἐκεῖνα οἰχήσεται, καὶ μέθαι καὶ ἀσέλγειαι.
 [09774]  Ὥστε κἂν πλουτῇς, κἂν ἐν δυναστείᾳ ᾖς, μὴ σαυτῷ, ἀλλὰ τῷ πένητι καὶ τῷ δεομένῳ ἄρεσκε·
 [09999]  κἂν δίκαιος ᾖς, πολλὴν ἀσφάλειαν ἐκεῖθεν καρπώσῃ·
 [09999]  Ἄν τε γὰρ δίκαιος ᾖς, καὶ πάσχῃς δεινὰ, ἀκούσῃ λέγοντος, ὅτι Ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
 [09999]  Ἐὰν πλούσιος ᾖς καὶ ἐπίδοξος, πάλιν ἀκούσῃ Ψάλλοντος·
 [09999]  ἁμαρτωλὸς ᾖς, πολλὴν τὴν [60.653] παραμυθίαν.
 [09999]  Κἂν ἁμαρτωλὸς ᾖς, καὶ ἀπεγνωκὼς ἑαυτοῦ, ἀκούσῃ συνεχῶς ἐπᾴδοντος·
 [09999]  Οὐκ εἶ σὺ τῆς Σάῤῥας βελτίων οὐδὲ εὐγενεστέρα οὐδὲ εὐπορωτέρα, κἂν βασίλισσα ᾖς.
000-00-00 Serial Number=0653838992
In epistulam ad Titum Ante [Go Back]  
 [00185]  Κατὰ σαυτὸν ἂν ᾖς καὶ ἀγνὼς καὶ ἄσημος, κἂν μυρία ἁμάρτῃς, ἀλλὰ μιᾶς ψυχῆς δώσεις λόγον, καὶ ταύτης εὐθύνας ὑφέξεις μόνον·
 [00431]  Ἂν μὲν ὄντως ᾖς εὐλαβὴς, καὶ μηδὲν ἑαυτῷ σύνοιδας πονηρὸν, χαίρειν δεῖ, οὐκ ἐπειδὴ δοκεῖς, ἀλλ' ἐπειδὴ εἶ·
000-00-00 Serial Number=0855236590
In illud Apparuit gratia dei omnibus hominibus Ante [Go Back]  
 [00150]  κἂν τετυφωμένος ᾖς, κἂν εὐθυμῇς, παιδεύσει σε ἡ χάρις μετριάζειν.
000-00-00 Serial Number=0801519871
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00200]  κἂν ἁπάντων ἀνθρώπων ἀπηνέστερος ᾖς, πάντως ὑπὸ τοῦ φόβου τῶν ἡμαρτημένων σοι παρὰ πάντα τὸν χρόνον ὠθούμενος, καὶ διὰ τῆς ἐλεημοσύνης ἄφεσίν σοι προσδοκῶν γενέσθαι τούτων, καὶ τὸ σῶμα ἐπιδώσεις σαυτοῦ, μήτι γε χρήματα.
000-00-00 Serial Number=0998741806
In illud Ne timueritis Ante [Go Back]  
 [00294]  ἕως ἂν ᾖς τοιοῦτος, καταφρονῶ σου, ὑπερορῶ σε, καταφρονῶ σου τοῦ πάθους.
 [00460]  Ἐὰν γὰρ φιλῇ σε ὁ ἀνήρ σου, κἂν ἄμορφος ᾖς, ποθεινὴ αὐτῷ φαίνῃ·
 [00461]  ἐὰν δὲ μισήσῃ σε, κἂν εὔμορφος ᾖς, οὐ θέλει σε ὁρᾷν.
000-00-00 Serial Number=0236360669
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00126]  Ἐὰν ἔχῃς προαίρεσιν φιλόξενον, ἅπασαν τῆς φιλοξενίας ἔχεις τὴν θήκην, κἂν ὀβολὸν ᾖς κεκτημένος μόνον·
 [00127]  ἂν δὲ μισάνθρωπος ᾖς καὶ μισόξενος, κἂν τὰ πάντα ᾖς περιβεβλημένος πράγματα, ἐστενοχώρηταί σοι τοῖς ξένοις ἡ οἰκία.
000-00-00 Serial Number=0223150074
In illud Vidua eligatur Ante [Go Back]  
 [00080]  Σὺ μὴ καταλέξῃς αὐτὴν, ἵνα, κἂν πέσῃ, τῶν ἐγκλημάτων ᾖς ἀπηλλαγμένος·
 [00425]  Ὅσον γὰρ ἂν ᾖς πλουσία καὶ εὔπορος, τοσοῦτον ἐπαινέσονταί σε πάντες, ὅταν πρὸς τοὺς πτωχοὺς καὶ εὐτελεῖς καταβαίνῃς, οὐκ ἄνθρωποι δὲ μόνον, ἀλλὰ καὶ ἄγγελοι, καὶ ὁ τῶν ἀγγέλων ∆εσπότης·
000-00-00 Serial Number=0601343870
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00414]  Ὅταν γὰρ ἀκούσῃς τοῦ Ἰὼβ μετὰ τὴν τῶν χρημάτων ἀποβολὴν, μετὰ τὴν τῶν βουκολίων ἀπώλειαν, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς, ἀλλ' ὁλόκληρον χορὸν ἀποβαλόντα παίδων ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, μετὰ τοσαύτην ψυχῆς ἀρετὴν, κἂν ἁπάντων ἀσθενέστερος ᾖς, δυνήσῃ ῥᾳδίως ἑαυτὸν ἀνακτήσασθαι καὶ ἀνενεγκεῖν.
000-00-00 Serial Number=0138576448
In principium Actorum Ante [Go Back]  
 [00263]  ἂν μὲν νήφῃς καὶ ἐγρήγορος ᾖς, καὶ ἐν ἀλλοτρίοις εὑρίσκεις τι χρήσιμον·
000-00-00 Serial Number=0448936820
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00329]  βλέπω τὴν γῆν, ἣν ἐποίησα, ἀφανιζομένην, καὶ θέλω φιλανθρωπεύσασθαι, ἀλλ' οὐ θέλω σε ὑβρίσαι, καὶ ἄνευ γνώμης σῆς ὑετὸν πέμψαι, ἵνα μὴ τῶν κακῶν μὲν σὺ αἴτιος ᾖς, τῶν δὲ καλῶν ξένος, ἀλλὰ τιμῶ σε.
 [00379]  κἂν δίκαιος ᾖς, μὴ ἀπολειφθῇς, ἵνα ἔναυλον ἔχων τῶν Γραφῶν τὴν γνῶσιν δίκαιος διαμένῃς, μεμνημένος τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τῶν ἀγαθῶν ἐκείνων ὧν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν·
000-00-00 Serial Number=0939181387
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00179]  Ἄν τε γὰρ πλούσιος ᾖς, καὶ μεγαλοφρονῇς, καὶ φλεγμαίνου σαν ἔχῃς τὴν ψυχὴν, ἐλθὼν ἐνταῦθα, καὶ ἰδὼν τὸν μάρτυρα, καὶ τὸ μέσον λογισάμενος τοῦ σοῦ πλούτου, καὶ τῆς τούτου περιουσίας, καταστελεῖς εὐθέως τὸ φύση μα, καὶ τὴν φλεγμονὴν ἀποθέμενος ἀπελεύσῃ πολλὴν ἔχων ὑγίειαν ἐν τῇ ψυχῇ·
000-00-00 Serial Number=0641970634
In sanctum pascha [1] Ante [Go Back]  
 [00116]  Κἂν πλούσιος ᾖς, οὐδὲν πλεονάζεις τοῦ πένητος·
 [00117]  κἂν πέ νης ᾖς, οὐδὲν ἔλαττον ἕξεις τοῦ πλουσίου, οὐδὲ διὰ τὴν πενίαν ἐλαττοῦταί σου τὰ τῆς εὐωχίας τῆς πνευ ματικῆς·
000-00-00 Serial Number=0700534046
Non esse desperandum Ante [Go Back]  
 [00070]  ἵνα, κἂν ἁμαρτωλὸς ᾖς,
 [00071]  [51.367] μὴ ἀπογνῷς, κἂν δίκαιος ᾖς, μὴ ἐπαρθῇς.
 [00228]  ὥστε κἂν ἐχθρὸς ᾖς, τῇ προσεδρείᾳ γενήσῃ φίλος.
000-00-00 Serial Number=0961550355
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00301]  κἂν μυρία ᾖς κατωρθωκὼς, τὴν ἐπὶ θάνατον εὐθέως ἀπαχθήσῃ πάντως.
000-00-00 Serial Number=0055881798
Prooemia in Psalmos Ante [Go Back]  
 [00125]  Κἂν δίκαιος ᾖς, πολλὴν ὠφέλειαν ἐκεῖθεν καρπώσῃ·
 [00127]  Ἄν τε γὰρ δίκαιος ᾖς καὶ πάσχῃς δεινὰ, ἀκούσῃ, ὅτι Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν·
 [00133]  Ἂν ἁμαρτωλὸς ᾖς καὶ ἀπεγνωκὼς ἑαυτοῦ, ἀκούσῃ συνεχῶς ἐπᾴδοντος·
 [00138]  Ἐὰν πλούσιος ᾖς καὶ ἐπίδοξος, πάλιν ἀκούσῃ·
 [00196]  Κἂν ἐν ἀγορᾷ βαδίζῃς, κἂν ἐν ὁδοῖς ᾖς, κἂν φίλοις συνεδρεύῃς, ἔξεστι διεγεῖραι τὴν ψυχὴν, ἔξεστι σιγῶντα βοᾷν.
 [00198]  Κἂν χειροτέχνης ᾖς, ἐν ἐργαστηρίῳ καθήμενος καὶ ἐργαζόμενος, δυνήσῃ ψάλλειν.
 [00199]  Κἂν στρατιώτης ᾖς, ἐν δικαστηρίῳ προσεδρεύων, δυνήσῃ τὸ αὐτὸ τοῦτο ποιεῖν.
000-00-00 Serial Number=0578246355
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00150]  Κἂν γὰρ μυριάκις ᾖς πένης, οὐκ εἶ πενέστερος τῆς δράκα ἀλεύρου μόνον κεκτημένης καὶ τῆς δύο μόνον ἐχούσης ὀβολούς, ὧν ἑκατέρα τὴν οὐσίαν ἅπασαν εἰς τοὺς δεομένους κενώσασα ἐθαυμάσθη, καὶ ἡ τοσαύτη πενία τῇ τοσαύτῃ φιλανθρωπίᾳ οὐ γέγονε κώλυμα, ἀλλ' οὕτω δαψιλὴς καὶ φιλότιμος ἡ ἐκ τῶν δύο λεπτῶν γέγονεν ἐλεημοσύνη ὡς τοὺς πλουτοῦντας ἅπαντας ἀποκρύψαι καὶ τοὺς πολλοὺς στατῆρας καταβαλόντας ὑπερακοντίσαι τῷ πλούτῳ τῆς γνώμης καὶ τῇ περιουσίᾳ τῆς προθυμίας.
000-00-00 Serial Number=0282576025
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00108]  Κἂν γένει προσήκουσα ᾖς, κἂν θυγάτηρ, κἂν ἀδελφὴ, κἂν ἱκετηρίαν θῇς, καθάπερ ὁ πλούσιος ἐκεῖνος, πάντα εἰκῆ καὶ μάτην ἐργάσῃ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»