Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum αἰσχύνην [157]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum αἰσχύνην


000-00-00 Serial Number=0775297344
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00729]  Νῦν δὲ ἐπὶ μὲν τοῖς οὐδεμίαν ἔχουσιν αἰσχύνην καταδυόμεθα, τὰ δὲ ὄντως αἰσχρὰ καὶ πολλοῦ γέμοντα γέλωτος καὶ κολάσεως ἐσχάτης, ταῦτα δρῶντες οὐδὲν ἡγούμεθα πάσχειν δεινόν·
 [00745]  εἰ δὲ μετὰ εὐχαριστίας ἅπαντα φέρεις, καὶ εἰς προσευχὰς εὐθέως τρέπεις σαυτὸν, τί ποτ' οὖν ἐστι τὸ ποιοῦν τὴν αἰσχύνην;
 [00750]  Μὴ τοίνυν μηδὲ σὺ τῶν ἐξεστηκότων ἐκείνων ἀκούων, αἰσχύνην καὶ ὕβριν τὸ πρᾶγμα εἶναι νόμιζε, ἵνα μή ποτε ἀληθῶς ἐπονείδιστον καταστήσῃς σαυτὸν παροξύνων τὸν Θεόν.
 [00802]  Καθάπερ γὰρ ἐπὶ τῶν ἀθλητῶν ὁ μὲν ἐπὶ τοῦ καιροῦ τῶν ἀγώνων ἄνεσιν ἐπιζητῶν αἰσχύνην καὶ ἀδοξίαν διὰ παντὸς τοῦ χρόνου ἑαυτῷ προξενεῖ, ὁ δὲ ἐν τῷ σταδίῳ πάντα πόνον γενναίως ἐνεγκὼν στεφάνους καὶ δόξαν καὶ ἔπαινον, καὶ ἐν αὐτοῖς τοῖς ἀγῶσι, καὶ λυθέντων αὐτῶν καρποῦται παρὰ τῶν θεατῶν·
 [01432]  Ὁ δὲ Μωσῆς τὴν τοσαύτην ὁρῶν αἰσχύνην καὶ τὸν γέλωτα, πάλιν αὐτοὺς ἀλλήλους κατακόπτειν ἐκέλευσε
000-00-00 Serial Number=0154252648
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00609]  Μετὰ γὰρ τὴν ἐπιβουλὴν τῶν ἀδελφῶν καὶ τὴν σφαγὴν καὶ τὴν δουλείαν καὶ τὴν προτέραν καὶ τὴν δευτέραν, πάλιν μοι θάνατος ἐμελετήθη καὶ συκοφαντία τῆς προτέρας χαλεπωτέρα καὶ ἐπιβουλὴ καὶ ἔφοδος καὶ δικαστήριον διεφθαρμένον καὶ κατηγορία αἰσχύνην ἔχουσα πολλὴν καὶ σφαγὴν ἡμῖν ὠδίνουσα.
000-00-00 Serial Number=0226798356
Ad populum Antiochenum Ante [Go Back]  
 [00070]  ἀλλ' ὅτι οὐκ ἐνόμιζεν αἰσχύνην εἶναι τὸ μὴ δύνασθαι χωρὶς τῆς ἐκείνου βοηθείας διορθώσασθαι νενοσηκὸς ἓν μέλος.
 [00498]  Εἰ γὰρ μὴ παροξυνθείη βασιλεὺς, μηδὲ ὀργισθείη, μηδὲ κολάσειε καὶ τιμωρήσαιτο πῶς οἴσομεν, εἰπέ μοι, τὴν αἰσχύνην τὴν ἀπὸ τῶν γεγενημένων;
 [05427]  Τί γὰρ ἂν γένοιτο δυσκολώτερον, εἰπέ μοι, ἀλλ' ἢ ὅταν τις νέος τοῖς βουλομένοις καταμαλάττειν αὐτὸν καὶ λυγίζειν αὐτοῦ τὰ μέλη παραδοὺς ἑαυτὸν, φιλονεικοίη πρὸς ἀκρίβειαν τροχοῦ δίκην τὸ σῶμα ἅπαν κάμπτειν καὶ στρέφεσθαι ἐπὶ τοῦ ἐδάφους, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς τῶν χειρῶν περιαγωγῆς καὶ τῆς ἄλλης δινήσεως εἰς τὸ θῆλυ γένος ἐκβῆναι βιάζηται, καὶ μήτε τὴν δυσκολίαν τῶν γινομένων, μήτε τὴν αἰσχύνην τὴν ἀπὸ τούτων λογίζηται;
 [05552]  Ἀλλὰ τὴν τοσαύτην αἰσχύνην, τὰ τοσαῦτα ἁμαρτήματα, τὴν τοσαύτην κόλασιν ἔστιν ἀπονίψασθαι διὰ τῆς εἰς τὸν πλησίον συγχωρήσεως·
 [05590]  Τίνος οὖν οὐκ ἂν εἴημεν ἄξιοι κολάσεως, εἰ βιωτικῶν μὲν ἕνεκεν πραγμάτων καὶ δουλοπρεπεῖς ὑπομένομεν διακονίας, καὶ ἀναξίους ἡμῶν ἐπιδεικνύμεθα θεραπείας, καὶ χρήματα ἀναλίσκομεν, καὶ πυλωροῖς διαλεγόμεθα, ἵνα μιαροὺς ἀνθρώπους κολακεύσωμεν, καὶ πάντα ποιοῦμεν καὶ λέγομεν ὥστε κατορθωθῆναι ἡμῖν τὸ προκείμενον, ὑπὲρ [49.202] δὲ τῶν τοῦ Θεοῦ νόμων τὸν λελυπηκότα ἀδελφὸν οὐχ ὑπομένομεν παρακαλέσαι, ἀλλὰ καὶ αἰσχύνην εἶναι νομίζομεν τὸ πρότεροι προσδραμεῖν;
 [05596]  ἂν δὲ μηδενὸς παρακαλοῦντος, μήτε αὐτοῦ τοῦ λελυπηκότος πρὸς σὲ παραγενομένου καὶ δεηθέντος, αὐτὸς πᾶσαν αἰσχύνην καὶ πάντα ὄκνον ῥίψας ἀπὸ τῆς διανοίας, προσδράμῃς τῷ ἠδικηκότι καὶ καταλύσῃς τὴν ὀργὴν, ὁλόκληρόν σου γίνεται τὸ κατόρθωμα, καὶ τὸν πάντα λήψῃ μισθόν.
000-00-00 Serial Number=0818426371
Admonitiones spirituales Ante [Go Back]  
 [00088]  Τίς οὖν ἄφρων αἱρεῖται αἰσχύνην καὶ ὄνειδος μετὰ κολάσεων αἰωνίων, ἀντὶ δόξης καὶ ἐπαίνων καὶ ἀθανάτου τρυφῆς;
000-00-00 Serial Number=0303246915
Adversus Judaeos Ante [Go Back]  
 [02911]  Οὐκ ἐννοεῖς, ὅσον σου καταχέουσι γέλωτα, ὅσα σκώμματα, ὅσην χλευασίαν, ὅσην αἰσχύνην, ὅσον ὄνειδος, εἰ καὶ μὴ φανερῶς, ἀλλὰ κατὰ τὸ συνειδὸς τὸ ἑαυτῶν;
000-00-00 Serial Number=0007171512
Catecheses ad illuminandos Ante [Go Back]  
 [00356]  ἐνενόησα γὰρ τὴν ἡμέραν ἐκείνην καθ' ἣν καὶ αὐτὸς κατηξιώθην ταύτην ἀφεῖναι τὴν φωνὴν καὶ λογισάμενος τὸ φορτίον τῶν ἁμαρτημάτων ὃ ἐξ ἐκείνου μέχρι τοῦ νῦν συνέλεξα, συγχέομαι τὴν διάνοιαν καὶ δάκνομαι τὸν λογισμὸν ὁρῶν ὅσην ἐμαυτοῦ τὴν αἰσχύνην κατεσκέδασα διὰ τῆς μετὰ ταῦτα ῥᾳθυμίας.
000-00-00 Serial Number=0607739031
Commentarius in Job Ante [Go Back]  
 [01829]  [6,19a] ἴδετε ὁδοὺς Θαιμανῶν [19b] καὶ ἀτραποὺς Σαβῶν, οἱ διορῶντες, [6,20a] αἰσχύνθητε αἰσχύνην, οἱ ὁρῶντες.
 [02099]  [8,22a] οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, [22b] καὶ δίαιτα ἀσεβοῦς οὐκ ἔσται.
 [02823]  αἰσχύνην ἡγοῦνται καὶ ἀλογίαν ἐσχάτην τὸ σιγᾶν.
000-00-00 Serial Number=0106512547
Contra Anomoeos Ante [Go Back]  
 [00150]  Οὐ γὰρ δὴ τοῦτο καρπούμεθα μόνον, ὅτι τὴν ψυχὴν τοῖς θείοις λόγοις ἄρδομεν, ἀλλ' ὅτι πολλὴν μὲν τῶν ἐχθρῶν κατασκεδάννυμεν τὴν αἰσχύνην, πολλὴν δὲ τοῖς ἀδελφοῖς τοῖς ἡμετέροις παρέχομεν τὴν παράκλησιν, Τοῦτο γὰρ τῆς παρατάξεως τὸ κέρδος ἐστὶ, τὸ σπεύδειν ἐπὶ τὸ πονοῦν τοῦ πολέμου μέρος, τὸ κινδύνου γέμον.
 [00154]  Τοῦ γὰρ σώματος ἡ παρουσία προσθήκη τῆς ποίμνης γίνεται, καὶ πολλὴν τοῖς ἀδελφοῖς σου δίδωσι τὴν προθυμίαν, καὶ τοῖς ἐχθροῖς σου περιβάλλει τὴν αἰσχύνην.
000-00-00 Serial Number=0396263778
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00293]  οἰστέον δὲ ὅμως τὴν αἰσχύνην διὰ τὸ λυσιτελοῦν τοῖς οὐκ αἰσχυνομένοις.
 [00294]  Καὶ γὰρ ἄτοπον ἐγκαλοῦντας αὐτοῖς τὴν τῶν σκανδαλιζομένων ἀδελφῶν ὑπεροψίαν αὐτοὺς δι' αἰσχύνην τὴν τούτων ὑπερορᾶν θεραπείαν.
 [00338]  Ἐπὶ δὲ τῆς ἐκκλησίας οὐδὲ ἔστιν εἰπεῖν τὴν αἰσχύνην.
 [00427]  Ὥστε εἰ καὶ μικρά τίς ἐστιν ἡδονὴ, ταῦτα πάντα ἀντιθέντες ἐκείνῃ, τὸν γέλωτα, τὴν αἰσχύνην, τὴν τῶν πολλῶν ὑποψίαν, τὰς κατηγορίας, τὰ σκώμματα, τὰ ὀνείδη, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸ σκότος τὸ ἐξώτερον, τὸ πῦρ τὸ ἄσβεστον, τὴν θλῖψιν, τὴν στενοχωρίαν, τὸν βρυγμὸν τῶν ὀδόντων, τὰ δεσμὰ τὰ ἄλυτα, καὶ καθάπερ ἐν πλάστιγγι καταθέντες καὶ ἀντιστήσαντες, ἀποπηδήσωμεν ὀψὲ γοῦν ποτε τῆς χαλεπωτάτης καὶ ὀλεθρίας νόσου, ἵνα μετὰ λαμπρῶν ἐκεῖ τε ἀπέλθωμεν στεφάνων, καὶ δυνηθῶμεν ἐλευθέροις στόμασι πρὸς τὸν Χριστὸν εἰπεῖν ὅτι.
000-00-00 Serial Number=0106294751
Contra theatra Ante [Go Back]  
 [00386]  Τί τοίνυν, δέσποτα, θεοσεβεῖ καὶ θαυμαστῷ βίῳ αἰσχύνην ἐπάγεις ἀθάνατον, οὐ χρόνῳ δυναμένην ἐξαλειφθῆναι, οὐχ ὕδασι.
000-00-00 Serial Number=0425847828
De Anna i Ante [Go Back]  
 [00283]  μετὰ γὰρ τούτων προσελθοῦσα τῷ Θεῷ τῶν δώρων, πάντα ὅσα ἠθέλησεν ἤνυσε, καὶ φύσιν πεπηρωμένην διώρθωσε, καὶ μήτραν κεκλεισμένην ἀνέῳξε, καὶ αἰσχύνην ἀνεῖλε, καὶ τὰ ὀνείδη τῆς ἀντιζήλου κατέλυσε, καὶ πρὸς παῤῥησίαν ἑαυτὴν πολλὴν ἐπανήγαγεν, ἐκ πέτρας ἀγόνου στάχυν κομῶντα θερίσασα.
 [00917]  οὗτοι τῆς κολάσεως μὲν ἀπηλλάγησαν, τὰ δὲ ὀνείδη οὐκ ἀπετρίψαντο, ἀλλ' ἔχουσι τὴν αἰσχύνην ἑπομένην αὐτοῖς.
 [01050]  Καὶ γὰρ τοῦ τὴν οὐσίαν κατεδηδοκότος υἱοῦ, καὶ πρὸς τὴν πατρικὴν οἰκίαν ἐπανελθόντος ἀνεμνήσαμεν, καὶ τὴν ταλαιπωρίαν ἅπασαν, καὶ τὸν λιμὸν, καὶ τὴν αἰσχύνην, καὶ τὰ ὀνείδη καὶ τὰ ἄλλα, ὅσα ἐπὶ τῆς ἀλλοτρίας ὑπέμεινε, προσεθήκαμεν, τῷ παραδείγματι τούτῳ σωφρονεστέρους ποιῆσαι βουλόμενοι καὶ οὐδὲ ἐνταῦθα τὸν λόγον ἐστήσαμεν, ἀλλὰ καὶ τὴν τοῦ πατρὸς φιλοστοργίαν περὶ αὐτοὺς ἐπεδειξάμεθα, οὐκ ἀπαιτήσαντες αὐτοὺς τῆς ῥᾳθυμίας εὐθύνας, ἀλλ' ὑπτίαις τούτους δεξάμενοι ταῖς χερσὶ, καὶ συγγνώμην δόντες ὑπὲρ τῶν πεπλημμελημένων, καὶ τὴν οἰκίαν ἀνοίξαντες, καὶ τὴν τράπεζαν παραθέντες, καὶ στολὴν αὐτοὺς περιβαλόντες τὴν ἀπὸ τῆς διδασκαλίας, καὶ τὴν ἄλλην ἅπασαν παρασχόντες αὐτοῖς θεραπείαν.
 [01107]  Νῦν ἀπεκρουσάμην τὴν αἰσχύνην, πρὸς παῤῥησίαν ἐπανῆλθον.
000-00-00 Serial Number=0555750608
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00189]  Τῆς γὰρ ἀρχῆς τῆς ὑπὸ τῷ τυράννῳ κειμένης αὕτη δὲ ἦν τὸ πλεῖστον τῆς οἰκουμένης μέρος ὅσοιπερ ἂν ἦσαν ἄπιστοι κατεπλάγησαν καὶ ἐθαύμασαν μαθόντες ὅσης τοῖς ἑαυτοῦ δούλοις ὁ Χριστὸς τῆς παρρησίας μετέδωκε, κατεγέλασαν τῆς παρ' αὐτοῖς δουλοπρεπείας καὶ ἀνελευθερίας καὶ ταπεινότητος, εἶδον ὅσον τῆς Χριστιανῶν εὐγενείας πρὸς τὴν Ἑλλήνων αἰσχύνην τὸ μέσον.
 [00482]  Εἰ γὰρ μήτε θυμὸς αὐτὸν μήτε ἀθυμία ταῦτα ὁρῶντα εἰσῄει τὴν γοῦν αἰσχύνην οὐκ ἂν ἤνεγκε καὶ τὸν πολὺν γέλωτα, ἀλλ' ἐξέτεινεν ἂν τὰς ἀνόμους χεῖρας καὶ ἐπὶ τοῦ μακαρίου μαρτύριον εἰ μὴ τοῦτο ὅπερ εἶπον κατεῖχεν αὐτόν.
 [00499]  Ἐνταῦθα γὰρ εἰς τὰς τοῦ μακαρίου Βαβύλα ἀνδραγαθίας ἐμπεσὼν καὶ διανήξασθαι τὴν αἰσχύνην οὐκ ἔχων ἐγκαλυψάμενος ἁπλῶς παρέδραμεν ὅτι μὲν ὑπὸ τοῦ μάρτυρος ἠνωχλεῖτο καὶ ἐθλίβετο ὁ δαίμων εἰπὼν οὐκέτι δὲ προσθεὶς πῶς τὴν ἧτταν συσκιάσαι σπουδάσας ὁ δαίμων, μᾶλλον αὐτὴν ἐξεκάλυψεν ἀλλ' ἁπλῶς πονηροῦ γειτονήματος φησιν, ἀπαλλαγείς.
 [00706]  Καὶ νῦν ἑστᾶσιν οἱ τοῖχοι τοῦ νεὼ πᾶσι κηρύττοντες τοῦ δαίμονος τὴν αἰσχύνην, τὸν γέλωτα, τὴν ἀσθένειαν, τοῦ μάρτυρος τοὺς στεφάνους, τὴν νίκην, τὴν δύναμιν.
000-00-00 Serial Number=0587856233
De Chananaea Ante [Go Back]  
 [00439]  Ὄντως εἰς αἰσχύνην Ἰουδαίων ταῦτα εἴρηκεν ὁ Κύριος·
000-00-00 Serial Number=0163597465
De Christi divinitate Ante [Go Back]  
 [00195]  Ὁ παραλυτικὸς εὐαγγελιστὴς γίνεται, διδάσκαλος τῶν ἀπίστων, ἰατρὸς καὶ κήρυξ εἰς ἐκείνων αἰσχύνην καὶ κατάκριμα·
000-00-00 Serial Number=0607699454
De Christi precibus Ante [Go Back]  
 [00309]  Καὶ οὔπω λέγω τὸν γέλωτα καὶ τὴν αἰσχύνην.
000-00-00 Serial Number=0198916435
De Lazaro Ante [Go Back]  
 [02570]  καὶ οὐδαμοῦ ἔννοια οὐδὲ ὑπόμνησις τῶν ἡμετέρων λόγων, οὐδὲ τῶν πνευματικῶν καὶ φρικτῶν μυστηρίων τῶν ἐνταῦθα τελουμένων, ἀλλὰ καθάπερ αἰχμάλωτοι γενόμενοι ὑπὸ τῶν τοῦ διαβόλου παγίδων, ἐκεῖ διημερεύουσι, τῇ σατανικῇ θεωρίᾳ ἑαυτοὺς ἐκδεδωκότες, καὶ εἰς αἰσχύνην προκείμενοι καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τοῖς τὰ ἡμέτερα διασύρειν βουλομένοις;
000-00-00 Serial Number=0342196643
De Susanna Ante [Go Back]  
 [00102]  καλοῦσι τὴν Σουσάνναν, ὡς μὲν ἐκεῖνοι ἐνόμιζον, πρὸς αἰσχύνην καὶ θάνατον·
000-00-00 Serial Number=0099062562
De eleemosyna [5] Ante [Go Back]  
 [00092]  Καὶ βλέπε τὴν ἀπανθρωπίαν καὶ τὴν αἰσχύνην.
000-00-00 Serial Number=0455845177
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00643]  Οὐδὲν ἀλλ' ἢ αἰσχύνην καὶ ὄνειδος καὶ κατάγνωσιν.».
000-00-00 Serial Number=0940856218
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [01033]  ∆ιὰ τοῦτο οὐδεμίαν ἀνέμεινεν ἡμέραν ἡσυχάζων ὁ πυρὸς οὗτος σφοδρότερος, ἀλλ' ὁμοῦ τε ἀνέβη ἀπὸ τῆς ἱερᾶς τῶν ὑδάτων πηγῆς, καὶ πολλὴν ἀνῆψεν ἑαυτῷ τὴν φλόγα, καὶ οὔτε κινδύνους ἐνενόησεν, οὐ τὸν γέλωτα καὶ τὴν αἰσχύνην τὴν παρὰ Ἰουδαίων, οὐ τὸ ἀπιστεῖσθαι παρ' αὐτοῖς, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν·
000-00-00 Serial Number=0507246435
De paenitentia [1] Ante [Go Back]  
 [00210]  ὁ δὲ πάντα τὰ δοθέντα καταφαγὼν, εἰς τὴν ὑπερορίαν μετέστη, τὴν ἀπὸ τῆς πενίας οὐ φέρων αἰσχύνην.
 [02351]  ἀλλ' ἡ ἁμαρτία τὴν αἰσχύνην ἔχει, ἡ δὲ μετάνοια τὴν παῤῥησίαν κέκτηται.
 [02361]  Τὴν τάξιν ὁ Σατανᾶς ἀντέστρεψε, καὶ ἔδωκε τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ, καὶ τὴν αἰσχύνην τῇ μετανοίᾳ.
 [02373]  Ἡ ἁμαρτία τὴν αἰσχύνην ἔχει, ἡ ἁμαρτία τὸ ὄνειδος ἔχει, καὶ τὴν ἀτιμίαν συγκεκληρωμένην·
 [02377]  Εἰδὼς οὖν ὁ Σατανᾶς, ὅτι ἡ μὲν ἁμαρτία ἔχει τὴν αἰσχύνην, πρᾶγμα ἱκανῶς ἀποκροῦσαι τὸν ἁμαρτάνοντα δυνάμενον, ἡ δὲ μετάνοια ἔχει τὴν παῤῥησίαν, πρᾶγμα ἱκανὸν ἐπισπάσασθαι τὸν μετανοοῦντα, ἐνήλλαξε τὴν τάξιν, καὶ ἔδωκε τὴν αἰσχύνην τῇ μετανοίᾳ, καὶ τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ.
000-00-00 Serial Number=0681305766
De paenitentia [2] Ante [Go Back]  
 [00189]  Ἄλλος γελωτοποιὸς εἴσεισιν, εἰς αἰσχύνην ἑαυτοῦ διαπλάσασθαι μέλη, γέλωτι μισθώσας τὴν κεφαλὴν, αἰσχυνόμενος ἐὰν μὴ δημοσίᾳ ῥαπίζηται, καὶ τοῖς κτύποις τῶν πυλῶν προευτρεπίζων τὰς παρειὰς, καὶ ξυρῷ τὰς τρίχας περιαιρῶν, ἵνα μηδὲ θρὶξ μεσιτεύηται ταῖς ὕβρεσι.
 [00290]  Ἔοικεν γὰρ οὐ παρέργως τὴν αἰσχύνην κατωρθωκέναι.
 [00301]  ὁρᾶτε τῶν φιλοθεαμόνων τὴν αἰσχύνην;
000-00-00 Serial Number=0726937830
De paenitentia sermo 1 Ante [Go Back]  
 [00046]  εἶτα τῶν ἐξ εὐωνύμων πάλιν τὸν ὀνειδισμὸν, τὴν αἰσχύνην, τὴν ἐντροπὴν, καὶ τέλος καὶ ἐπώδυνον ἀπόφασιν, τὸ, Πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι.
000-00-00 Serial Number=0324111462
De sacerdotio Ante [Go Back]  
 [00080]  τὴν δὲ λοιπὴν πῶς οἴσομεν τὴν αἰσχύνην;
 [01000]  ὅταν μὲν αὐτὴν πανταχόθεν ἀντὶ τείχους ἡ τοῦ ποιμένος ἀγχίνοιά τε καὶ σύνεσις περιβάλλῃ, πάντα εἰς αἰσχύνην καὶ γέλωτα τοῖς ἐχθροῖς τὰ μηχανήματα τελευτᾷ καὶ μένουσιν οἱ κατοικοῦντες ἔνδον ἀσινεῖς, ὅταν δέ τις αὐτὴν ἐκ μέρους καταλῦσαι δυνηθῇ, κἂν μὴ πᾶσαν καταβάλῃ, διὰ τοῦ μέρους ἅπαν, ὡς εἰπεῖν, λυμαίνεται τὸ λοιπόν.
 [01248]  Πῶς οὖν ἄν τις ἐνέγκοι τοσαύτην αἰσχύνην, ὅταν αὐτοῦ μὲν φθεγγομένου πάντες σιγῶσι καὶ διενοχλεῖσθαι νομίζωσι καὶ τοῦ λόγου τὸ τέλος ὥσπερ τινα πόνων ἀνάπαυσιν περιμένωσι, θατέρου δὲ καὶ μακρὰ λέγοντος μετὰ μακροθυμίας ἀκούωσι καὶ παύσεσθαι μέλλοντος δυσχεραίνωσι καὶ σιγᾶν βουλομένου παροξύνωνται;
 [01482]  τί τηλικοῦτο παρώξυνε τὸν αὐτῆς δεσπότην ὡς τῷ πάντων ἀτιμοτάτῳ παραδοθῆναι ἐμοὶ καὶ τοσαύτην ὑπομεῖναι αἰσχύνην;
000-00-00 Serial Number=0017881095
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00051]  εἶτα ἐκεῖθεν αὐτοὺς εἰσορῶσα κεναῖς ἀναχωροῦντας χερσὶν, ἔχαιρε πολλὴν τῶν ἀπίστων θεωμένη κατασκευαζομένην αἰσχύνην.
 [00054]  Πόσην μὲν αἰσχύνην, πόσην δὲ ὀδύνην καὶ ὄνειδος τῶν ἀπίστων κατασκεδασθῆναι εἰκὸς ἁπάντων ἦν;
000-00-00 Serial Number=0418200612
De virginitate Ante [Go Back]  
 [01768]  Οὐ γὰρ οὕτω δεινὸν τὸ πρᾶγμα δι' ἀνάγκην κωλύειν ὡς δι' αἰσχύνην.
000-00-00 Serial Number=0959856808
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00753]  ἡ ἁμαρτία τὴν αἰσχύνην ἔχει, ἡ μετάνοια τὴν παῤῥησίαν κέκτηται.
 [00754]  Εἰδὼς οὖν ὁ Σατανᾶς, ὅτι ἡ μὲν ἁμαρτία ἔχει τὴν αἰσχύνην, πρᾶγμα ἱκανῶς ἀποκροῦσαι τὸν ἁμαρτάνοντα δυνάμενον·
 [00755]  ἡ δὲ μετάνοια ἔχει τὴν παῤῥησίαν, πρᾶγμα ἱκανὸν ἐπισπάσασθαι τὸν μετανοοῦντα, ἐνήλλαξε τὴν τάξιν, καὶ ἔδωκε τὴν αἰσχύνην τῇ μετανοίᾳ, καὶ τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ·
 [02668]  Οἱ μὲν γὰρ φίλοι, οἰκείαν τὴν αἰσχύνην λογιζόμενοι, ἐγκαλύπτονται, καὶ αἰσχύνονται·
 [02906]  Ποῖος δὲ λόγος τοιαύτην αἰσχύνην παραστῆσαι δυνήσεται, ὅταν ὀλολυγαὶ καὶ κωκυτοὶ κατὰ τοὺς στενωποὺς φέρωνται, καὶ δρόμος ἐπὶ τὴν οἰκίαν τοῦ ταῦτα ἀσχημονοῦντος καὶ τῶν γειτόνων καὶ τῶν παριόντων, καθάπερ θηρίου τινὸς τὰ ἔνδον λυμαινομένου;
 [03784]  Ἀλλὰ τὴν τοσαύτην σου αἰσχύνην, τὰ τοσαῦτα ἁμαρτήματα ἔστιν ἀπονίψασθαι διὰ τῆς εἰς τὸν πλησίον συγχωρήσεως.
 [08836]  Ἀλλ' ὁ Σατανᾶς τὴν τάξιν ἀντέστρεψε, καὶ ἔδωκε τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ, τὴν δὲ αἰσχύνην τῇ μετανοίᾳ.
 [08845]  ἡ ἁμαρτία τὴν αἰσχύνην ἔχει, ἡ ἁμαρτία τὸ ὄνειδος ἔχει καὶ τὴν ἀτιμίαν συγκεκληρωμένην·
 [08849]  Εἰδὼς οὖν ὁ διάβολος, ὅτι ἡ μὲν ἁμαρτία ἔχει τὴν αἰσχύνην, πρᾶγμα ἱκανῶς ἀποκροῦσαι τὸν ἁμαρτάνοντα δυνάμενον·
 [08851]  ἐνήλλαξε τὴν τάξιν, καὶ ἔδωκε τὴν αἰσχύνην τῇ μετανοίᾳ, καὶ τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ.
000-00-00 Serial Number=0544543982
Epistula ad monachos Ante [Go Back]  
 [00111]  Τὸ γὰρ ἁπλοῦν τῆς ἡλικίας καὶ ἄδολον καὶ πρὸς τὸ ψεῦδος ἀνεπιτήδειον ἐξαγορεύει μὲν εὐκόλως τὰ ἀπόρρητα τῆς ψυχῆς, ὑπὲρ δὲ τοῦ μὴ συνεχῶς ἐγκαταλαμβάνεσθαι τοῖς ἀπηγορευμένοις ὁ τοιοῦτος φεύγοι ἂν τὰς τῶν ἀτόπων ἐννοίας, τὴν ἐκ τῶν ἐλέγχων αἰσχύνην φοβούμενος.
000-00-00 Serial Number=0849015176
Expositiones in Psalmos Ante [Go Back]  
 [02493]  Καὶ πρὸ τῆς γεέννης ἐνταῦθα ὀδύνην, καὶ αἰσχύνην, καὶ γέλωτα ἐπάγων καὶ μυρίας κολάσεις, πολλοὺς ἔχει τοὺς προστρέχοντας.
 [03932]  Ὅταν γὰρ καὶ ὁ Θεὸς βοηθῇ, καὶ ἁμαρτωλοὶ οἱ πολεμοῦντες, πῶς οὐ τὴν ἐσχάτην ὀφλισκάνει αἰσχύνην ὁ συμβουλεύων τῶν ὀρνίθων μιμεῖσθαι τὸ ψοφοδεές;
 [05695]  Ὅταν γὰρ καὶ ὁ Θεὸς βοηθῇ, καὶ ἁμαρτωλοὶ οἱ πολεμοῦντες, πῶς οὐ τὴν ἐσχάτην ὀφλισκάνει αἰσχύνην ὁ συμβουλεύων τῶν ὀρνίθων μιμεῖσθαι τὸ ψοφοδεές;
000-00-00 Serial Number=0697503448
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02934]  Κἂν ἀνέλῃς τὴν αἰσχύνην, πᾶσαν ἐλπίδα σωτηρίας ἀνεῖλες.
 [04881]  Καὶ γὰρ πρὸς αἰσχύνην, καὶ πρὸς ἕτερα πολλὰ ἁμαρτήματα μᾶλλον αἴσθησιν παρέχει τιμωρίας τιμωρία.
000-00-00 Serial Number=0053833067
Fragmenta in Job Ante [Go Back]  
 [00841]  Ταῦτα ὁ Ἰὼβ λέγων, ἀπεκρούσατο καὶ ταύτην τοῦ διαβόλου τὴν προσβολὴν, καὶ τελείαν αὐτῷ τὴν τῆς ἥττης αἰσχύνην ἐπήγαγεν.
000-00-00 Serial Number=0716960907
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00013]  τοῦ διαβόλου τὴν αἰσχύνην;
000-00-00 Serial Number=0218727291
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00029]  Μὴ τοίνυν αἰσχύνην τις ἡγείσθω τῆς Ἐκκλησίας, ὅτι βαρβάρους εἰς μέσον ἀναστῆναι καὶ εἰπεῖν παρεσκευάσαμεν·
 [00073]  Μὴ τοίνυν αἰσχύνην νομίζωμεν τὸ βαρβάρους ἐντῇ Ἐκκλησίᾳ εἶναι, ἀλλὰ καὶ πολὺν κόσμον·
 [00165]  Ἄλλως δὲ καὶ εἰς αἰσχύνην Ἰουδαίων τοῦτο γίνεται, ὅτι ἐκεῖνοι μὲν ἐστασίαζον [ἐδίσταζον] προσελθεῖν, οὗτοι δὲ καὶ μακρὰν ἀποδημίαν ἐστείλαντο, ὥστε αὐτὸν ἰδεῖν καὶ προσκυνῆσαι, καὶ περιιόντες λέγουσι·
000-00-00 Serial Number=0177478433
In Acta apostolorum Ante [Go Back]  
 [00402]  Ὁρᾷς, οἷα ὁ διάβολος κατασκευάζει μηχανήματα, ὅσην τὴν αἰσχύνην, ὅσον τὸν γέλωτα;
 [01513]  οἱ δὲ μετ' ἐκείνους τοῦτο αἰσχυνθέντες, εἰς ἑτέραν αἰσχύνην κατέπεσον, πάσης λογικῆς ἐπιστήμης μεταδόντες τοῖς ἀλόγοις, καὶ πανταχοῦ δείξαντες ἡμῶν τὰ δι' ἡμᾶς γενόμενα ἐντιμότερα.
 [03212]  Ἡ γὰρ ἁμαρτία, ἕως μὲν ἂν ὠδίνηται, ἔχει τινὰ αἰσχύνην·
 [09410]  Πόσοι δι' αἰσχύνην προήκαντο χρήματα;
 [09999]  ἀλλ' ὡς δῆθεν ἐξουσίαν λαβόντες αὐτοὶ τύπτουσιν, ἔργον ἀκρίτου θυμοῦ διὰ τὴν αἰσχύνην ποιοῦντες.
 [09999]  Ὅρα καὶ τί ἀποκρίνεται εἰς αἰσχύνην αὐτῶν·
000-00-00 Serial Number=0096574128
In Isaiam Ante [Go Back]  
 [01484]  Ἐπειδὴ γὰρ οὐδὲν οὕτω χρήσιμον, ὡς τὸ πλημμελημάτων μεμνῆσθαι διηνεκῶς, μνήμην δὲ οὐδὲν οὕτω μόνιμον ὡς μελῳδία ποιεῖ, ἵνα μὴ διὰ τὴν ὑπερβολὴν τῶν κατηγοριῶν ὀκνοῦντες καὶ ἀναδυόμενοι φεύγωσι τὸ συνεχῶς μεμνῆσθαι τῶν οἰκείων ἁμαρτημάτων, τῷ μέλει τῆς ᾠδῆς ὑποκλέπτων τὴν ἀπὸ τῆς μνήμης αἰσχύνην καὶ τὴν ἀφόρητον ἀθυμίαν παραμυθούμενος, ᾄσματα αὐτὰ πεποίηκεν, ἵνα τῷ πόθῳ τῆς μελῳδίας ἀναγκαζόμενοι συνεχῶς αὐτὰ φθέγγεσθαι, συνεχῶς αὐτῶν ὦσι μεμνημένοι, καὶ μεμνημένοι διηνεκῶς ἔχωσί τινα διδάσκαλον ἀρετῆς τὴν διηνεκῆ τῶν ἁμαρτημάτων μνήμην.
 [01855]  Οὐ γὰρ δὴ μόνον ἱερωσύνην οὐ προσέλαβεν, ἀλλὰ καὶ γενόμενος ἀκάθαρτος, τῶν βασιλείων ἐξεβάλλετο καὶ τὸν ἅπαντα χρόνον ἐν οἴκῳ τινὶ κεκρυμμένος κατῴκει, τὴν αἰσχύνην οὐ φέρων.
000-00-00 Serial Number=0390739679
In Joannem Ante [Go Back]  
 [00942]  τῶν μὲν, ὡς καταγνωσομένων καὶ μείζονα ποιησόντων τὴν αἰσχύνην·
 [03036]  Ὅταν γὰρ αὐτοὶ μὲν τῷ ψεύδει συνιστάμενοι, πάντα πράττωσιν ὥστε συσκιάσαι τῶν δογμάτων τὴν αἰσχύνην, ἡμεῖς δὲ οἱ τῆς ἀληθείας θεραπευταὶ μηδὲ διᾶραι τὸ στόμα δυνώμεθα, πῶς οὐ πολλὴν τοῦ δόγματος καταγνώσονται τὴν ἀσθένειαν;
 [06005]  ἀλλὰ μὴ ἐκείνας, ὧν ὁ ζῆλος αἰσχύνην φέρει τῷ μιμουμένῳ.
000-00-00 Serial Number=0041385114
In Martham Mariam et Lazarum Ante [Go Back]  
 [00249]  θέατρόν μοι περιέστησεν, αἰσχύνην μοι περιέθηκε, θλίψιν μοι πολλὴν ἐπήγαγε.
000-00-00 Serial Number=0427522540
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00345]  Ἐν ἀπορίᾳ ἦν ὁ βασιλεὺς, οὐκ ᾔσθετο τῆς νίκης τοῦ πολέμου διὰ τὴν αἰσχύνην τῆς ἥττης, ἧς αὐτὸς ἡτ τήθη.
 [00488]  Οὐ φοβοῦμαι τὴν αἰσχύνην, ἐπειδὴ ἐπιθυμῶ τῆς ἐμαυ τοῦ σωτηρίας.
 [00502]  οὕτω κἀκεῖνο ὑμᾶς μαθεῖν ἀναγκαῖον, ὅτι καὶ ὁ πολλὰς ἁμαρτίας περιβεβλημένος, πολλὴν αἰσχύνην κέκτηται, καὶ οὐ μό νον ἀρκεῖται τῇ μετανοίᾳ, ἀλλὰ δέδοικε καὶ τρέμει τὸ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν.
000-00-00 Serial Number=0442389071
In Psalmum 118 Ante [Go Back]  
 [00088]  Ὅταν, κατὰ τὸν προφήτην ∆ανιὴλ, Οἱ δίκαιοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, οἱ δὲ ἁμαρτωλοὶ εἰς αἰσχύνην αἰώνιον.
 [00323]  Καὶ γὰρ θείας ἡμῖν συνέσεως δεῖ, ὥστε κατὰ τὸν θεῖον νόμον τὴν ἀρετὴν μετελθεῖν, καὶ τὸν φιλαν θρωπίᾳ χρώμενον μὴ πρὸς κενοδοξίαν ἰδεῖν, καὶ τὸν ἀσκητικὸν μὴ θηρᾶσθαι τὸν ἀνθρώπινον ἔπαινον, τὸν σώφρονα μὴ διὰ τὴν τῆς ἀκολασίας αἰσχύνην, ἀλλὰ διὰ τὸν πόθον τῆς ἀρετῆς εἶναι τὴν σωφροσύνην.
 [00843]  Πότε οὖν ἐστιν ἄμωμος ἡ καρδία ἡμῶν, ἢ ὅτε ἀνεγεν νήθημεν δι' ὕδατος καὶ Πνεύματος, καὶ καθαροὶ γεγόνα μεν ψυχῇ καὶ σώματι, καὶ διὰ τοῦ ἁγίου βαπτίσματος ἐν τοῖς δικαιώμασι τοῦ Θεοῦ πολιτευόμεθα, ἵνα μὴ αἰσχυνθῶμεν, ὅτε οἱ δίκαιοι εἰς τιμὴν ἑαυτῶν καὶ δόξαν ἀναστήσονται, οἱ δὲ ἁμαρτωλοὶ εἰς αἰσχύνην αἰώνιον;
000-00-00 Serial Number=0315453053
In Samaritanam Ante [Go Back]  
 [00363]  τὸν μὲν γὰρ μέλλοντα κρίνειν ἡμᾶς οὐ δεδοίκαμεν, τοὺς δὲ οὐδὲν ἡμᾶς παραβλάπτοντας, τούτους φρίττομεν, καὶ τὴν παρ' αὐτῶν αἰσχύνην δεδοίκαμεν·
000-00-00 Serial Number=0630770385
In adorationem venerandae crucis Ante [Go Back]  
 [00110]  βλέπει τὴν σύμπασαν κτίσιν ἑορτάζουσαν, καὶ ἑαυτὸν ὡς διπλοΐδα αἰσχύνην ἐνδεδυμένον·
000-00-00 Serial Number=0818790555
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03438]  Οὐδὲ γὰρ κόλασιν εἶχε μόνον τὸ πρᾶγμα, ἀλλὰ καὶ αἰσχύνην.
 [04294]  Ἂν οὕτω καὶ ἡμῶν αὐτῶν καὶ τῶν λοιπῶν ἐπιμελώμεθα, καὶ μὴ πρὸς ἀνθρώπων βλέπωμεν δόξαν καὶ αἰσχύνην, ἀλλὰ τὴν ἐκεῖ κόλασιν καὶ τὸ ὄνειδος ἐννοοῦντες, καὶ πρὸ πάντων τὸ τὸν Θεὸν παροξύνεσθαι, σφόδρα τῆς μετανοίας ἐπιτιθῶμεν τὰ φάρμακα·
 [06835]  Τὰ μὲν γὰρ πόνον εἶχε, τὰ δὲ ἀθυμίαν, τὰ δὲ φόβον, τὰ δὲ ὀδύνην, τὰ δὲ φροντίδα, τὰ δὲ αἰσχύνην, τὰ δὲ πάντα ὁμοῦ·
 [07110]  Εἰ δὲ μὴ δακρύει μηδὲ πενθεῖ, δι' αἰσχύνην καὶ ἀναισθησίαν·
 [07334]  ἐγὼ δὲ ἂν δείξω πολλοὺς ὄντας τοιούτους, πῶς οἴσομεν λοιπὸν τὴν αἰσχύνην;
 [07357]  ἀλλ' εἰ μὲν ἡ σιγὴ καὶ τὴν ἀπὸ τῶν πραγμάτων αἰσχύνην ἀφῄρει, κέρδος ἦν τὸ μηδὲν εἰπεῖν·
 [07547]  Οὕτως ὁ Ἡρώδης, οὐ φέρων τὴν ἀπὸ τῶν ἐλέγχων αἰσχύνην (καὶ γὰρ ἔδειξε σαφέστερον, λάμψασα μέγα καὶ διαυγὲς ἡ τῆς προφητικῆς γλώττης φωνὴ), ἐνέβαλεν εἰς τὸ δεσμωτήριον τὸν Ἰωάννην·
000-00-00 Serial Number=0040313542
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00608]  Θέα πῶς πανταχοῦ τὴν αἰσχύνην λέγει, οὐ τὸν κίνδυνον, ὥστε μὴ φοβηθῆναι τὸν Τιμόθεον, καίτοι κινδύνων τὸ πρᾶγμα ἔγεμε·
000-00-00 Serial Number=0456494093
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00593]  Ἐκεῖνο μὲν γὰρ οὔτε κίνδυνον εἶχεν, οὔτε αἰσχύνην ἔφερε·
 [03858]  ἐὰν δὲ λιπαίνωμεν τὸ σῶμα καὶ χοίρων βίον ζῶμεν, καὶ ἐν εἰρήνῃ πολλὰ ἁμαρτησόμεθα καὶ αἰσχύνην οἴσομεν.
 [08309]  Τὴν δὲ αἰσχύνην, εἰπέ μοι, τίς οἴσει;
 [08961]  ὥστε δὲ σαφέστερον αὐτῶν μαθεῖν τὴν αἰσχύνην, ἀναγκαῖον εἰπεῖν, ἵνα κἀντεῦθεν μάθητε τὴν παράνοιαν, καὶ τὸν πολὺν γέλωτα τῶν τοῖς μάντεσι κεχρημένων·
 [09999]  Εἰ γὰρ καὶ ἁμαρτάνοντες ἄνθρωποι, οὐδὲ οὕτως ἀπ-έχονται τοῦ ταῦτα ἐγκαλεῖν, καίτοι γε αἰσχύνην τοῦ πράγματος φέροντος, πῶς οὐκ ἄξιον θαυμάσοι ἐκεῖ-νον, ὅτι καὶ καθαρὸς ὢν οὐκ εἶπε τὸν ἔρωτα τῆς γυ-61.275 ναικὸς, οὐδὲ ἐξεπόμπευσε τὴν ἁμαρτίαν, οὐδὲ ἡνίκα ἐπὶ τὸν θρόνον ἀνέβη καὶ τῆς Αἰγύπτου πάσης ἐγέ-νετο βασιλεὺς, ἐμνησικάκησε τῇ γυναικὶ, οὐδὲ ἀπῄτησε δίκην;
 [09999]  Οὐκ εἶπε πάλιν, ὅτι ἀσχημονεῖ μὲν, φέρει δὲ τὴν αἰσχύνην γενναίως, ἀλλ' ὅτι οὐδὲ αἴσθησίν τινα λαμβάνει τῆς αἰσχύνης.
000-00-00 Serial Number=0653203905
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02753]  Κἂν κολάσω ῥᾳθυμοῦντα, ἢ τῆς ἐκκλησίας ἀπαγάγω, ἢ τῆς κοινῆς εὐχῆς ἀπείρξω, ἀλγεῖ, οὐ διὰ τὸ τούτων ἐκπεσεῖν, ἀλλὰ διὰ τὴν κοινὴν αἰσχύνην.
 [02754]  Καὶ τοῦτο γὰρ τῆς νόσου ἐπίτασις, ὅτι τῶν πνευματικῶν κωλυόμενοι, οὐ διὰ τὴν στέρησιν τῶν τοσούτων ἀγαθῶν ἀλγοῦμεν, ἀλλὰ διὰ τὴν τῶν ὁρώντων αἰσχύνην·
 [02935]  Καίτοι τὸ μὲν πεινῇν οὐδὲ αἰσχύνην ἔχει, οὐδὲ ἔγκλημα·
 [02936]  τὸ δὲ ἑτέρους περιβάλλειν [62.459] τούτοις, οὐκ αἰσχύνην μόνον, ἀλλὰ καὶ κόλασιν ἐπιφέρει τὴν ἐσχάτην.
 [03018]  ὁ δὲ φανερῶς καὶ δημοσίᾳ, μετὰ τῆς ζημίας καὶ αἰσχύνην ἐπήγαγε.
000-00-00 Serial Number=0664820075
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00531]  Ἐκείνη γὰρ καὶ αἰσχύνην ἔχει καὶ κατάγνωσιν, ἐκείνη καὶ λάθρα γίνεται, καὶ μυρίων ἐμπέπλησται [62.515] ἀηδιῶν·
 [04241]  Ὥσπερ ἂν εἰ παρὰ βαρβάροις βασιλεύς τις γενόμενος ἐδούλευεν, εἶτα ἐκεῖνοι βουλόμενοι μείζονα δεῖξαι τὴν ἀρχὴν, μήτε τὴν ἁλουργίδα, μήτε τὸ διάδημα ἀφέλοιντο, ἀλλὰ μετ' ἐκείνων καὶ ὑδροφορεῖν, καὶ μαγειρεύειν, καὶ τὰ ἄλλα πάντα διακονεῖσθαι προστάττοιεν, ὥστε αὐτοῖς μὲν μείζονα τὴν τιμὴν, ἐκείνῳ δὲ τὴν αἰσχύνην γενέσθαι·
000-00-00 Serial Number=0012234747
In epistulam ad Ephesios Ante [Go Back]  
 [05243]  ἆρα ἐκράτησά ποτε ὀργῆς, ἢ δι' αἰσχύνην, ἢ διὰ φόβον ἀνθρώπινον;
 [05852]  Πῶς δὲ τὴν αἰσχύνην οὐ λύσεις;
 [05856]  εἰς τὴν καλλίστην ἕξιν αὐτὴν κατάστησον, τὴν αἰσχύνην λέγω.
000-00-00 Serial Number=0260701180
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06947]  Πολλοὶ δὲ καὶ προληφθέντες, τὴν αἰσχύνην οὐ φέροντες, καὶ ἀπήγξαντο·
 [08260]  Ὁρᾷς ὅτι οὐ δι' αἰσχύνην, ἀλλὰ διὰ κενοδοξίαν πάντα πράττομεν;
 [08262]  Ἁμαρτία μόνη αἰσχύνη ἐστὶν, ἣν οὐδεὶς εἶναι νομίζει αἰσχύνην, ἀλλὰ πάντα μᾶλλον ἢ ταύτην.
000-00-00 Serial Number=0330670536
In epistulam ad Philippenses Ante [Go Back]  
 [00814]  Τὸ δὲ, Ἐν οὐδενὶ αἰσχυνθήσομαι, τοῦτό ἐστιν, Οὐ φέρει μοι αἰσχύνην τὸ ἀποθανεῖν, ἀλλὰ καὶ μέγα κέρδος.
 [00833]  Μὴ γὰρ, ἐπειδὴ δεσμὰ εἶπον, αἰσχύνην τὸ πρᾶγμα νομίσητε.
 [03041]  Ἀλλ' ὁ μὲν πατὴρ ὁ σαρκικὸς ἂν τοῦτο ποιῇ, αἰσχύνην τὸ πρᾶγμα ἡγῇ·
000-00-00 Serial Number=0612156510
In epistulam ad Romanos Ante [Go Back]  
 [00691]  ἐὰν δὲ περὶ τοῦ Μονογενοῦς γίνηταί τις λόγος, δι' αἰσχύνην εἰς βάραθρον ἑαυτὸν ἐμβάλλεις ἀπωλείας, ἀνάξιον σεαυτῷ νομίζων τὸ μὴ πάντα εἰδέναι;
 [00884]  Ἐλείπετο δὲ ἀφεῖναι, ὅπερ καὶ ἐποίησεν, ἵνα κἂν οὕτω τῇ πείρᾳ μαθόντες, ὧν ἐπεθύμησαν, φύγωσι τὴν αἰσχύνην.
 [03727]  Οὔπω λέγω τὴν γέενναν, φησὶν, οὐδὲ τὴν πολλὴν ἐκείνην κόλασιν, ἀλλὰ τὴν ἐνταῦθα αἰσχύνην, ὅταν δοῦλοι γίνησθε, καὶ ἑκόντες δοῦλοι, καὶ ἁμαρτίας δοῦλοι, καὶ ἐπὶ τοιούτῳ μισθῷ, ὥστε πάλιν ἀποθανεῖν.
 [03928]  Καὶ οὔπω λέγει τὴν βλάβην τὴν ἀπὸ τοῦ πράγματος γινομένην, ἀλλὰ τέως τὴν αἰσχύνην.
 [03930]  Τοιαύτη γὰρ ἦν ἡ δουλεία, ὡς καὶ τὴν ἀνάμνησιν αὐτὴν νῦν αἰσχύνην φέρειν.
 [03951]  πρῶτον τὸ ἀπαλλαγῆναι τῆς πονηρίας καὶ τοιούτων κακῶν, ὧν καὶ ἡ μνήμη αἰσχύνην φέρει·
 [04395]  Ἂν μὲν γὰρ ἀνθυβρίσῃς, ἐπέτεινες τὴν αἰσχύνην·
 [05589]  Οὐ γὰρ ἔστιν εἰπεῖν, ὅτι ἠγνοήσαμεν τοῦ παρόντος βίου τὸ ἐπίκηρον, τῶν πραγμάτων καθ' ἑκάστην ἡμέραν βοώντων σάλπιγγος λαμπρότερον τὴν παροῦσαν εὐτέλειαν, τὸν γέλωτα, τὴν αἰσχύνην, τοὺς κινδύνους, τὰ βάραθρα.
 [05595]  Αὕτη μὲν γὰρ παῤῥησίαν πρὸς τὸν Θεὸν ἡμῖν δίδωσιν, ἐκεῖνο δὲ πολλὴν ἡμῖν καταχέει τὴν αἰσχύνην, καὶ σφοδρὸν ποιεῖ πνεῖν τὸν διάβολον καθ' ἡμῶν.
 [05709]  καὶ ὅπερ ἐνόμιζες αἰσχύνην εἶναι, τὸν σταυρὸν, τὰς μάστιγας, τὰ δεσμὰ, ταῦτά ἐστιν ἃ τὴν οἰκουμένην κατώρθωσεν ἅπασαν.
 [08993]  Τί σπείρεις ὅπου θερίσαι οὐκ ἔνι, μᾶλλον δὲ, κἂν θερίσῃς, πολλήν σοι φέρει τὴν αἰσχύνην ὁ καρπός;
 [09787]  καὶ ὅτε περὶ τοῦ φέρειν αἰσχύνην καὶ κινδύνους συνεβούλευεν, ἐπ' αὐτὸν κατέφυγε, λέγων·
000-00-00 Serial Number=0481016457
In epistulam ad Titum Ante [Go Back]  
 [00305]  καὶ οὐχ ἡγῇ τὸ πρᾶγμα αἰσχρὸν οὐδὲ αἰσχύνην σοι φέρειν;
000-00-00 Serial Number=0171983004
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00114]  ἡμεῖς τὴν αὐτῶν αἰσχύνην πανταχῆ στηλιτεύσωμεν.
000-00-00 Serial Number=0893944204
In ingressum sanctorum jejuniorum Ante [Go Back]  
 [00024]  ∆ιὸ, ἀγαπητοὶ, φύγωμεν τὴν τοιαύτην αἰσχύνην, καὶ προθύμως νηστεύσωμεν μετὰ φόβου τοῦ Θεοῦ, πίστει βεβαιούμενοι, νόμῳ στηριζόμενοι, σωφροσύνῃ κοσμούμενοι, ἁγνείᾳ καλλωπιζόμενοι, ὄμμα σωφρονίζοντες, λογισμὸν ἁγιάζοντες, ἐν ὑπομονῇ πολλῇ καὶ καθαρᾷ καρδίᾳ προσευχόμενοι, τὰ πρόσκαιρα ἀποκτώμενοι, καὶ τὰ αἰώνια ἀντικτώμενοι.
000-00-00 Serial Number=0280978084
In parabolam de ficu Ante [Go Back]  
 [00080]  ἢ γὰρ οὐχὶ φύλλα συκῆς λαβὼν τὴν σεαυτοῦ αἰσχύνην ἐκάλυπτες;
000-00-00 Serial Number=0648624003
In parabolam de filio prodigo Ante [Go Back]  
 [00151]  ἵνα τοῖς θείοις νάμασιν ἐπαντλούμενος, ἀποσμήξω τὴν αἰσχύνην τῶν αἰσχρῶν ᾀσμάτων, τὸν ῥύπον τὸν ἐγκείμενον ταῖς ἐμαῖς ἀκοαῖς ἵνα θεωρῶν τοὺς σοὺς μαργαρίτας ἁρπαζομένους παρὰ τῶν εὐσεβῶν ἀνδρῶν, ἐπιθυμήσω κἀγὼ κτήσασθαι χεῖρας ἀξίας τῆς τούτων ὑποδοχῆς.
000-00-00 Serial Number=0396943569
In principium indictionis [1] Ante [Go Back]  
 [00043]  παρῃτεῖτο γὰρ τὸ φῶς, μὴ αἱ τῶν αἱμάτων κατιοῦσαι σταγόνες ἀτραπὸν [59.576] ἐργασάμεναι, στηλιτεύσωσι τὴν λανθάνουσαν τῆς βαδιζούσης αἰσχύνην.
000-00-00 Serial Number=0285712898
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00121]  Ἠρέσθη Χριστὸς σὺν τῇ μετανοίᾳ τοῦ τελώνου θεωρήσας αἰσχύνην συμπεπλεγμένην ἐν αὐτῷ, καὶ στεναγμὸν ἐκ βάθους καρδίας εἰς οὐρανὸν εὐθέως ἀναπεμπόμενον, καὶ βαδί ζοντα δάκρυα·
 [00122]  ἠρέσθη Χριστὸς, μᾶλλον ᾐδέσθη τὸν τελώνην, τῇ αἰσχύνῃ τὴν αἰσχύνην ἀποτιναξάμενον.
000-00-00 Serial Number=0155720830
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00124]  Ἀλλὰ πανταχοῦ αἰδοῦνται τὰ σώματα τῶν ἁγίων οἱ θῆρες, εἰς αἰσχύνην καὶ κατηγορίαν τῶν λόγῳ τετιμημένων, καὶ ἀνθρώπων μὲν εἶναι καταξιωθέντων, τὴν δὲ ἐκείνων ἀγριότητα τῇ τῆς οἰκείας ὑπερβολῇ θηριωδίας ἀποκρυπτόντων·
000-00-00 Serial Number=0124249279
In sanctum Romanum Ante [Go Back]  
 [00075]  Ταῦτα δὴ καὶ τὰ τούτοις ἐοικότα παραινῶν ἀνώρθωσε τὰς παρειμένας χεῖρας, ἐστήριξε τὰ παραλελυμένα γόνατα, τοὺς φυγάδας ἐπανήγαγε, τὴν δειλίαν ἐξέβαλε, τὴν ἀγωνίαν ἀπήλασε, θάρσος ἐνέθηκεν, ἀντὶ δειλῶν προθύμους ἐποίησεν, ἀντὶ δορκάδων καὶ ἐλάφων λέοντας ἀπειργάσατο πολλῆς πνέοντας τῆς ἰσχύος, συνεκρότησε τοῦ Χριστοῦ τὸ στρατόπεδον, τὴν αἰσχύνην τὴν παρ' ἡμῖν εἰς τὰς τῶν πολεμίων μετήνεγκε κεφαλάς.
 [00107]  Καὶ γὰρ ἦν ὄντως θαυμαστὸν καὶ παράδοξον στόμα ἄνευ γλώττης φθεγγόμενον, πολλὴν μὲν τῷ διαβόλῳ φέρον αἰσχύνην, πολλὴν δὲ τῷ μάρτυρι δόξαν, μεγάλην δὲ τοῖς μαθηταῖς παράκλησιν καὶ ὑπομονῆς ὑπόθεσιν.
 [00124]  Εἰ γὰρ καὶ θνητὴ ἦν ἡ γλῶττα, ἀλλ' ἐπειδὴ ἀθάνατα τραύματα δέδωκε τῷ διαβόλῳ, διὰ τοῦτο κατ' ἐκείνης ἔπνευσεν ὅλος, ἑαυτὸν μὲν εἰς μείζονα καθιστῶν αἰσχύνην, τῷ δὲ μάρτυρι λαμπρότερον ποιῶν τὸν στέφανον.
000-00-00 Serial Number=0920507193
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00216]  οὐδέποτέ με σύλλογος τῶν συνδούλων εἰς αἰσχύνην ἤγαγε.
000-00-00 Serial Number=0113703668
Quales ducendae sint uxores Ante [Go Back]  
 [00089]  ἀλλὰ καὶ πόδα διεστραμμένον ἔχοντες πολλοὶ πολλάκις, καὶ σκέλος χωλὸν, καὶ χεῖρα ξηρὰν καὶ νενεκρωμένην, καὶ ὀφθαλμὸν ἐσβεσμένον, οὔτε τὸν ὀφθαλμὸν ἐξορύττουσιν, οὔτε τὸ σκέλος ἐκκόπτουσιν, οὔτε τὴν χεῖρα ἀποτέμνουσιν, ἀλλ' ὁρῶντες οὔτε κέρδος ἐγγινόμενον ἐξ αὐτῶν τι τῷ σώματι, καὶ πολλὴν τοῖς λοιποῖς μέλεσιν αἰσχύνην, μένουσιν αὐτὰ ἔχοντες διὰ τὴν πρὸς τὰ λοιπὰ συμπάθειαν.
000-00-00 Serial Number=0725703597
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00007]  καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ πολέμιοί τινες οὐδὲ ἐχθροὶ, ἀλλ' αἱ μάλιστα δοκοῦσαι θεραπεύειν αὐτὴν οὕτως αὐτὴν διέθηκαν, καὶ αἱ παρέχουσαι μάλιστα πάντων ἡμῖν πρὸς τοὺς ἀπίστους ἐλευθεροστομεῖν, αὗται μάλιστα πάντων ἡμῖν ἀπέρραψαν τὰ στόματα, καὶ πολλὴν ἡμῶν κατεσκέδασαν αἰσχύνην.
 [00384]  Καὶ γὰρ τὰ ἱμάτια οὐχ ἵνα καλλωπιζώμεθα δέδοται, ἀλλ' ἵνα τὴν ἀπὸ τῆς γυμνότητος αἰσχύνην κρύπτωμεν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»