Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum αἰτίας [206]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum αἰτίας


000-00-00 Serial Number=0175457954
Ad Innocentium papam i Ante [Go Back]  
 [00020]  Καὶ ταῦτα ποιήσας ἔπεμπε, καὶ ἐκάλει ἡμᾶς εἰς δικαστήριον, μηδέπω τὰς καθ' ἑαυτοῦ ἀποδυσάμενος αἰτίας, ὃ μάλιστα καὶ παρὰ κανόνας καὶ παρὰ πάντας τοὺς νόμους ἦν.
 [00025]  Οὐδὲ γὰρ ἀκόλουθόν ἐστι τὸν ἐξ Αἰγύπτου τοὺς ἐν Θρᾴκῃ δικάζειν, καὶ τοῦτον ὑπεύθυνον αἰτίας ὄντα, καὶ ἐχθρὸν καὶ πολέμιον.
 [00081]  Οὐδὲ ἐν τοῖς ἔξω μὲν οὖν δικαστηρίοις τοιαῦτα ἐτολμήθη ποτὲ, μᾶλλον δὲ οὐδὲ ἐν βαρβαρικῷ δικαστηρίῳ, οὐδὲ Σκύθαι, οὐδὲ Σαυρομάται οὕτως ἄν ποτε ἐδίκασαν ἐκ μιᾶς μοίρας κρίναντες, ἀπόντος τοῦ αἰτιωμένου, παραιτουμένου οὐ κρίσιν, ἀλλ' ἀπέχθειαν, καλοῦντος δικαστὰς μυρίους, ἀνεύθυνον ἑαυτὸν εἶναι λέγοντος, καὶ τῆς οἰκουμένης παρούσης ἀποδύσασθαι τὰς αἰτίας, καὶ δεῖξαι ἑαυτὸν ἐν ἅπασιν ἀθῶον ὄντα.
000-00-00 Serial Number=0172337711
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00009]  Ὁ γὰρ ἅπαντα ἀναπληρώσας, ὅσαπερ ἂν οἴηται πρὸς λύσιν φέρειν τῶν κατεχόντων ἀνιαρῶν, κἂν μηδὲν περάνῃ, τῆς γοῦν ἀπὸ τῶν λογισμῶν αἰτίας ἀφεῖται, καὶ τὸ τῶν ἐγκλημάτων ἄχθος ἀποθέμενος, τὸ τῆς ἀθυμίας φέρειν ἀναγκάζεται μόνον.
 [00505]  Εἰ μὲν γὰρ ἐπιστάμενοι τὰς αἰτίας τῶν γινομένων οὕτως ἐπειθόμεθα τῷ Θεῷ, οὐκ ἦν ἡμῖν πολὺς ὁ μισθὸς, οὐδὲ πίστεως τὸ πρᾶγμα ὑπῆρξεν ἐπίδειξις·
 [00671]  Εἰ μὲν γὰρ μὴ πολλὴν ἐποιήσω σπουδὴν, μηδὲ ἀποδημίας ἐστείλω μακρὰς, ὥστε συγγενέσθαι ἀνδράσιν ἁγίοις καὶ ἱκανοῖς τὰ τοιαῦτα λύειν δεσμὰ, ἴσως ἄν τις ἠπόρησε τῶν πολλῶν, οὐ σφόδρα τῆς αἰτίας οὔσης ἐναργοῦς, δι' ἣν τοσοῦτον εἴασε χρόνον·
000-00-00 Serial Number=0329342484
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00034]  Ἡ πολυπράγμων καὶ περίεργος γνώμη, καὶ τὸ βούλεσθαι πάντων τῶν γινομένων εἰδέναι τὰς αἰτίας ἁπάσας, καὶ φιλονεικεῖν τὴν ἀκατάληπτον καὶ ἄρρητον τοῦ Θεοῦ πρόνοιαν, τὴν ἀπέραντον καὶ ἀνεξιχνίαστον περιεργάζεσθαι ἀναισχύντως καὶ πολυπραγμονεῖν.
 [00404]  [7.38] Μαθὼν τοίνυν καὶ ἐκ τῶν εἰρημένων καὶ ἐξ ἑτέρων πλειόνων τοῦ φωτὸς τούτου φανερώτερον διαλάμπουσαν τὴν τοῦ Θεοῦ πρόνοιαν, μὴ περιεργάζου τὰ περιττά, μηδὲ ἀκίχητα δίωκε, τὰς αἰτίας πάντων ἐξετάζων.
 [00446]  [8.14] Λέγω δὲ καταγέλαστον εἶναι νομίζειν, τὸ τὸν ἰδιώτην καὶ ἄπειρον ἀπαιτεῖν τὰς αἰτίας τῶν γινομένων ἁπάντων τὸν τεχνίτην, τὴν δὲ ἄφατον σοφίαν ἐκείνην, τὴν ἄφραστον, τὴν ἄρρητον, τὴν ἀκατάληπτον περιεργάζεσθαι καὶ ζητεῖν διὰ τί τὸ καὶ τὸ γέγονε καὶ ταῦτα εἰδότας σαφῶς, ὅτι ἀδιάπτωτος ἡ σοφία αὕτη, ὅτι πολλὴ ἀγαθότης αὐτοῦ, ὅτι ἄρρητος ἡ πρόνοια, ὅτι πάντα πρὸς τὸ τέλος ἀπαντᾷ χρηστὸν τὰ παρ' αὐτοῦ γινόμενα εἰς ἡμᾶς·
 [00544]  [10.16] Παράβαλε τοίνυν ταῦτα πρὸς τὰ νῦν γεγενημένα καὶ ὄψει σου τὴν μικροψυχίαν καὶ ὄψει τὴν εὐτέλειαν τῶν σκανδαλιζομένων καὶ μαθήσῃ σαφῶς ὅτι οὐδαμόθεν ἑτέρωθέν σοι τὸ σκάνδαλον γίνεται ἢ ἐκ τοῦ μὴ παραχωρεῖν τῇ ἀκαταλήπτῳ τοῦ Θεοῦ προνοίᾳ, ἀλλ' ἐπιζητεῖν οἰκονομιῶν τρόπον πανταχοῦ καὶ αἰτίας τῶν γινομένων ἀπαιτεῖν καὶ ἕκαστα περιεργάζεσθαι.
 [01097]  [21.5] Ταύτης ἕνεκεν τῆς αἰτίας καὶ τὸν Ἰὼβ ἀφῆκε παθεῖν ἅπερ ἔπαθεν, ὥστε καὶ δοκιμώτερον φανῆναι καὶ ἐμφράξαι τοῦ διαβόλου τὸ στόμα·
000-00-00 Serial Number=0602896035
Ad populum Antiochenum Ante [Go Back]  
 [00181]  Τῆς γὰρ τῶν ἁγίων κακώσεως τῆς ποικίλης καὶ παντοδαπῆς ὀκτὼ τὸν ἀριθμὸν αἰτίας ἔχω πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν.
 [00334]  Τοσαύτας τοίνυν αἰτίας ἔχοντες εἰπεῖν τῆς τῶν ἁγίων κακώσεως, μὴ δυσχεραίνωμεν ἐν τοῖς πειρασμοῖς, μηδὲ ἀπορῶμεν, μηδὲ θορυβώμεθα, ἀλλὰ καὶ αὐτοὶ τὰς ἑαυτῶν παιδαγωγῶμεν ψυχὰς, καὶ ἑτέρους ταῦτα διδάσκωμεν·
 [01862]  εἰ δὲ μεταβαλομένων αὐτῶν, καὶ τῆς αἰτίας ἀποστάντων, ἀπέστη καὶ τῆς ὀργῆς ὁ Θεὸς, τίς δυνήσεται λοιπὸν ἐπιλαβέσθαι τῆς προφητείας, καὶ καταγνῶναι ψεῦδος τῶν εἰρημένων;
000-00-00 Serial Number=0986031771
Adversus Judaeos Ante [Go Back]  
 [01616]  Εἰπὼν δὲ δι' ἑτέρων πλειόνων ὁ ∆ανιὴλ, ὅσα κακὰ ἐργάσεται τὴν Αἴγυπτον καὶ τὴν Παλαιστίνην, πῶς ἐπανήξει, καὶ τίνος καλοῦντος, καὶ ποίας αἰτίας καταναγκαζούσης, λέγει λοιπὸν, καὶ τὴν τῶν καιρῶν μεταβολὴν, καὶ ὅτι διελθόντες οἱ Ἰουδαῖοι διὰ τούτων ἁπάντων, τεύξονταί τινος ἀντιλήψεως, ἀγγέλου πεμφθέντος εἰς τὴν αὐτῶν βοήθειαν.
000-00-00 Serial Number=0912735403
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00031]  καὶ διὰ τί, καὶ ἐκ [47.321] ποίας αἰτίας, καὶ πρὸς τί βλέποντες τοὺς λίθους εἰς τὸ ὕψος βάλλουσι, καὶ πρὸς τὸν οὐρανὸν ἀκοντίζουσι τὰ βέλη, καὶ τῷ τῆς εἰρήνης πολεμοῦσι Θεῷ;
000-00-00 Serial Number=0841791987
Catecheses ad illuminandos Ante [Go Back]  
 [00227]  ταῦτα γὰρ Ἑλλήνων ἐστὶ καὶ τῶν ἔτι τῇ πλάνῃ προκατειλημμένων ληρήματα, τὸ τοῦ κόρακος τὴν φωνὴν περιεργάζεσθαι καὶ τοῦ μυὸς τὸν ψόφον καὶ τῆς δοκοῦ τὸν τρισμόν, τὸ τὰς ὑπαντήσεις τῶν μὲν αἰσχρῶς βεβιωκότων μεθ' ἡδονῆς δέχεσθαι τὰς δὲ τῶν ἐν εὐλαβείᾳ καὶ σεμνότητι ὡς αἰτίας μυρίων κακῶν φεύγειν.
 [00323]  καθὼς οἷόν τε τὰς αἰτίας ἵνα εἰδέναι ἔχητε καὶ πλείονα τὴν πληροφορίαν δεξάμενοι οὕτως ἐντεῦθεν ἀναχωρήσητε.
000-00-00 Serial Number=0114619792
Commentarius in Job Ante [Go Back]  
 [01480]  εἰ γὰρ ἐκεῖνος κατ' ἐκείνους τοὺς καιροὺς τοιαῦτα εἰπὼν οὐκ ἔτυχε συγγνώμης, πολλῷ μᾶλλον ἡμεῖς οἱ μετὰ τὴν πεῖραν τῶν πραγμάτων τοιαῦτα λέγοντες καὶ πολλὰς ἔχοντες αἰτίας τῶν γενομένων εἰπεῖν † ὥσπερ δοκοῦσι † καιρὸν εὑρηκέναι τοῦ ὀνειδίσαι καὶ ἐπεμβῆναι αὐτῷ τὴν ἀπὸ τῶν πραγμάτων πεῖραν οὐκ ἀναμένοντες.
000-00-00 Serial Number=0553643703
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00109]  ὁ δὲ ἐπὶ τούτοις, πολλὰς ἂν σχοίη δικαίας καὶ εὐλόγους αἰτίας εἰπεῖν·
000-00-00 Serial Number=0151549995
De Anna i Ante [Go Back]  
 [00066]  Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ ἄνευ αἰτίας τινὸς, ἀλλὰ καὶ δικαίως, καὶ ἐπὶ χρησίμῳ, καὶ γῆρας καὶ νόσους ὑπομένομεν·
000-00-00 Serial Number=0550397038
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00264]  Ἐπειδὴ καὶ μετὰ πλείονος αὐτὸ τῆς ἐπιδείξεως καὶ παρασκευῆς ὁ διάβολος πάλιν εἰς τὸ τοῦ βίου θέατρον εἰσήγαγεν ἀντὶ τετράρχου βασιλέα κατασκευάσας καὶ ἀντὶ μιᾶς αἰτίας διπλῆν ὑπόθεσιν τῷ πράγματι δοὺς καὶ πολὺ τῆς προτέρας μιαρωτέραν ὡς μὴ τῷ ἀριθμῷ μόνον ἀλλὰ καὶ αὐτῇ τῶν πραγμάτων τῇ φύσει λαμπροτέραν ταύτην γενέσθαι τὴν τραγῳδίαν.
 [00409]  Καίτοι τὸ μὲν τῆς κακίας εἶδος καὶ παρ' αὐτοῖς τοῖς δρῶσιν αὐτὸ μυρίας καταγνώσεως ἄξιον εἶναι δοκεῖ, τὸ δὲ σῶμα τὸ νεκρὸν καὶ ἀκίνητον οὐδεμιᾶς μετέχει μέμψεως καὶ αἰτίας.
 [00630]  Οὐ γὰρ ἁπλῶς οὐδὲ ἄνευ αἰτίας τινὸς ταῦτα ἐγένετο ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τῆς ὑπὲρ τῶν πλανωμένων πάντα ἐδρᾶτο.
000-00-00 Serial Number=0963658154
De Christi precibus Ante [Go Back]  
 [00039]  Ἴστε τοίνυν καὶ μέμνησθε πρώην, ὅτι περὶ τῆς τοῦ Μονογενοῦς δόξης διαλεγόμενοι, πολλὰς ἠριθμοῦμεν αἰτίας τῆς ἐν τοῖς ῥήμασι συγκαταβάσεως·
 [00066]  Ὁρᾷς ὅσον ἐστὶ κακὸν τὰς αἰτίας ἀγνοεῖν, δι' ἃς ὁ Χριστὸς ἐποίει πάντα ἅπερ ἐποίει;
 [00262]  Μαθόντες τοίνυν διὰ πάντων αὐτοῦ τὴν ἐξουσίαν, ἂν ἴδωμεν ἑτέρωθι ταπεινόν τι ποιοῦντα καὶ λέγοντα, διά τε τὰς αἰτίας ἃς ἠριθμήσαμεν πρῴην, καὶ διὰ τὸ βούλεσθαι τοὺς ἀκούοντας εἰς ταπεινοφροσύνην ἐναγαγεῖν, μὴ διὰ τοῦτο αὐτὸν εἰς εὐτέλειαν οὐσίας διαβάλλωμεν.
000-00-00 Serial Number=0331968069
De consubstantiali Ante [Go Back]  
 [00073]  Ἐγὼ δὲ οὐ ταῦτα ἐρῶ μόνον, ἀλλὰ καὶ ὅσα ἕτερα ταπεινὰ περὶ αὐτοῦ εἴρηται, πάντα παραθήσομαι μετὰ ἀκριβείας, πρότερον ἐκεῖνο εἰπὼν, ὅτι ἐγὼ μὲν τῶν ταπεινῶς εἰρημένων περὶ αὐτοῦ πολλὰς ἔχω καὶ δικαίας αἰτίας εἰπεῖν, σὺ δὲ τῶν ὑψηλῶν καὶ ἐνδόξων οὐδεμίαν ἑτέραν ἔχοις ἂν εἰπεῖν πρόφασιν, ἀλλ' ἢ τὸ βούλεσθαι τὴν εὐγένειαν ἡμῖν αὐτὸν ἐνδείκνυσθαι τὴν αὐτοῦ.
 [00076]  ἀλλ' ἐὰν τὰς αἰτίας εἴπω, πᾶσα ἀνῄρηται λοιπὸν ἀμφισβήτησις.
 [00156]  Καὶ ἄλλας δὲ πλείους αἰτίας ἐστὶν εὑρεῖν.
 [00288]  οὐ γὰρ δὴ πάντα τὰ ταπεινῶς εἰρημένα διὰ τὴν τῆς σαρκὸς περιβολὴν εἰρῆσθαι χρὴ νομίζειν μόνον, ἀλλὰ καὶ διὰ τὰς ἄλλας ἃς εἶπον αἰτίας·
000-00-00 Serial Number=0090258539
De continentia Ante [Go Back]  
 [00041]  Ὅτι ταύτης ἕνεκα τῆς αἰτίας ὁ θεὸς ὁ ὕψιστος, ὁ τῶν ὅλων δημιουργός, τὴν ἡμετέραν ἔλαβε μορφήν, ἵνα τὴν τῶν ἀγγέλων ἁγιαστίαν ἐξ οὐρανοῦ καταγάγῃ.
000-00-00 Serial Number=0163226485
De cruce et latrone ii Ante [Go Back]  
 [00067]  Ἀλλ' ὑπὸ στέγην μὲν ταύτης ἕνεκεν τῆς αἰτίας οὐ προσφέρεται ἡ θυσία·
000-00-00 Serial Number=0088304579
De decem millium talentorum debitore Ante [Go Back]  
 [00081]  δεῖ δὲ εἰπεῖν, τίνος ἕνεκεν μετὰ αἰτίας αὐτὴν προτέθεικεν·
000-00-00 Serial Number=0318624496
De fato et providentia Ante [Go Back]  
 [00391]  Καίτοι γε ἡμεῖς κολάζοντες, οὐκ ἀξιοῦμεν τὰς αἰτίας λέγειν πολλάκις·
000-00-00 Serial Number=0298502147
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00127]  εἰ γὰρ οὐκ ἀφίημι αἰτίας τοὺς τὰ ὀλίγα ἔχοντας, πολλῷ μᾶλλον τοὺς τὰ πλείονα κεκτημένους.
000-00-00 Serial Number=0283856988
De incomprehensibili dei natura Ante [Go Back]  
 [00323]  Τὸ γὰρ ἐπὶ τῶν τοιούτων περιεργάζεσθαι τὰς αἰτίας καὶ ἀπαιτεῖν τὰς εὐθύνας καὶ τὸν τρόπον ἐπιζητεῖν, τολμηροτάτης καὶ ῥιψοκινδύνου ψυχῆς.
000-00-00 Serial Number=0740329087
De jejunio de Davide Ante [Go Back]  
 [00172]  ἀλλὰ τὰς ὕβρεις καὶ τὰς ἐπισκήψεις, ὡς ἀντιδότους αἰτίας, δεξάμενος, οὐ μόνον τῷ Πέτρῳ, ἀλλὰ καὶ πᾶσι τοῖς ἀποστόλοις προπεσὼν ἔλεγε·
000-00-00 Serial Number=0570802927
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00733]  Οὐδὲν γὰρ ἁπλῶς ἐκεῖνος ἐποίει, ἀλλὰ πάντα μετὰ αἰτίας δικαίας καὶ εὐλόγου·
000-00-00 Serial Number=0167210996
De libello repudii Ante [Go Back]  
 [00136]  ὅ τε γὰρ ἀπολύσας χωρὶς αἰτίας, τῆς ἐπὶ πορνείᾳ, ὅ τε ἐκβεβλημένην γαμῶν, τοῦ ἀνδρὸς ζῶντος, ὁμοίως μετὰ τῆς ἐκβληθείσης κολάζονται.
000-00-00 Serial Number=0051998019
De mutatione nominum Ante [Go Back]  
 [00351]  Οὐ τοῖς ἄρχουσι δὲ μόνον, ἀλλὰ καὶ τοῖς στρατιώταις πολλάκις διπλᾶ τὰ ὀνόματα, καὶ τοῖς τὸν ἰδιωτικὸν ἀνῃρημένοις βίον ἀπὸ αἰτίας τινὸς καὶ ὑποθέσεως διπλῆ γέγονεν ἡ προσηγορία.
 [01097]  Εἰ γὰρ δὴ μέμνησθε, ἴστε ὅτι τρεῖς ἡμέρας ὁλοκλήρους ὑπὲρ τοῦ ὀνόματος τούτου διελέχθην μόνον, τὰς αἰτίας λέγων, δι' ἃς πρὸ τούτου Σαῦλος καλούμενος, μετὰ ταῦτα ἐκλήθη Παῦλος, καὶ τίνος ἕνεκεν οὐκ εὐθέως μεταστὰς πρὸς τὴν πίστιν, ἐδέξατο τὴν προσηγορίαν, ἀλλὰ μέχρι πολλοῦ διέμεινεν ἔχων τὸ ὄνομα, ὅπερ ἐξαρχῆς ἔθεντο οἱ γονεῖς·
000-00-00 Serial Number=0563103259
De paenitentia [1] Ante [Go Back]  
 [01412]  οὐ πρὸς τὰ νοσήματα ἵστανται μόνον, ἀλλὰ καὶ πρὸς τὰς αἰτίας αὐτάς·
000-00-00 Serial Number=0970888615
De paenitentia sermo 1 Ante [Go Back]  
 [00627]  Καὶ ἐκ ποίας αἰτίας εἰς τὸ χαλεπὸν τοῦτο πτῶμα κατεῤῥάγησαν;
000-00-00 Serial Number=0611729324
De proditione Judae Ante [Go Back]  
 [00497]  Τότε πορευθεὶς, τουτέστιν, οὐχ ὑφ' ἑτέρων κληθεὶς, οὔτε βιασθεὶς παρ' ἄλλου, οὐδὲ παρ' ἑτέρου δεξάμενος τὴν προτροπὴν, ἀλλ' οἴκοθεν κινούμενος ἐπὶ τοῦτο ἐτράπη, δεικνὺς ὅτι αὐτομάτως, καὶ ἐξ οἰκείας γνώμης ἐπὶ τὸ παράνομον τοῦτο τόλμημα ὥρμησεν, ἐξ οὐδεμιᾶς αἰτίας κινούμενος, ἀλλ' ὑπὸ τῆς πηγαζούσης ἔνδοθεν κακίας ἐπὶ τὴν προδοσίαν τοῦ ∆εσπότου ἑαυτὸν ὠθήσας·
000-00-00 Serial Number=0034116864
De prophetiarum obscuritate Ante [Go Back]  
 [00546]  διὰ τί συνεχύθη, καὶ ἐκ ποίας αἰτίας·
 [00796]  Αἱ μὲν γὰρ ἄλλαι ἁμαρτίαι κἂν ἀλόγους ἔχωσιν αἰτίας, ἀλλ' ὅμως ἔχουσιν·
000-00-00 Serial Number=0919725239
De sacerdotio Ante [Go Back]  
 [00123]  τί πρὸς τὰς αἰτίας ἀπολογησόμεθα τὰς ἐκείνων;
 [00137]  ὡς ἕως ἂν τοῦτο ἀπῇ, μὴ ὅτι μέμψεις καὶ αἰτίας ἐπάγειν, ἀλλὰ καὶ ἀποδέχεσθαι τὸν ἀπατῶντα δίκαιον ἂν εἴη τούς γε εὐγνωμόνως διακεῖσθαι βουλομένους.
 [00180]  οὐ γὰρ μόνον αὐτοὺς αἰτίας ἀφίεμεν, ἀλλὰ καὶ θαυμάζομεν διὰ ταῦτα ἐπεὶ καὶ ὁ Θεὸς αὐτοὺς διὰ ταῦτα ἐπῄνεσε.
 [00324]  Ἐπεὶ οὖν καὶ αὐτὸς ᾔδειν τὰ σὰ τῶν γεγεννηκότων μᾶλλον, ὡς καὶ αὐτὸς ὡμολόγησας, διὰ τοῦτο δίκαιος ἂν εἴην πάσης ἀφεῖσθαι αἰτίας.
 [00657]  Ἐγὼ δὲ τοσούτου δέω ταύτας ἡγεῖσθαι τὰς αἰτίας ἀξιοπίστους εἶναι πρὸς τὴν τῶν ἱερέων δοκιμασίαν ὡς μηδὲ εἴ τις πολλὴν εὐλάβειαν ἐπιδείξαιτο, τὴν οὐ μικρὸν ἡμῖν πρὸς τὴν ἀρχὴν συντελοῦσαν ἐκείνην, μηδὲ τοῦτον ἀπὸ ταύτης εὐθέως ἐγκρίνειν τολμᾶν, εἰ μὴ μετὰ τῆς εὐλαβείας πολλὴν καὶ τὴν σύνεσιν ἔχων τύχοι.
 [00686]  Καὶ τούτου δὲ τοῦ δεινοῦ τὰς αἰτίας εἰ θέλεις μαθεῖν, ὁμοίας ταῖς προτέραις εὑρήσεις·
 [00693]  καὶ ἑτέρας ὅσας ἂν βούλωνται δύναιντ' ἂν αἰτίας εὑρεῖν.
 [00771]  Χωρὶς δὲ τούτων πάσης αἰτίας ἀπήλλακται, ὡς μὴ ἄν ποτε εἰς ἀνδρῶν ὄψιν βιασθῆναι ἐλθεῖν·
 [00937]  Ὡς οὖν βαρύτερον μέλλοντα κολάζεσθαι τῶν παραγόντων, οὕτως ἀκριβέστερον αὐτῶν χρὴ ποιεῖσθαι τὴν ἑαυτοῦ δοκιμασίαν, κἂν ἀγνοοῦντες ἕλκωσιν ἐκεῖνοι, προσιόντα διδάσκειν ἀκριβῶς τὰς αἰτίας δι' ὧν ἠπατημένους παύσει καὶ ἀνάξιον ἑαυτὸν τῆς δοκιμασίας ἀποδείξας ἐκφεύξεται τοσούτων πραγμάτων ὄγκον.
 [01034]  ∆ιὸ χρὴ κἀνταῦθα πολλῇ κεχρῆσθαι τῇ συνέσει ὡς καὶ ἀπάγειν τῶν ἀτόπων ἐρωτήσεων τὸν προεστῶτα καὶ τὰς εἰρημένας ἐκφεύγειν αἰτίας.
 [01212]  Τούτων οὐδέν, ὅπερ ἔφην, ἐννοῆσαι βούλονται, ἀλλ' ὥσπερ ἀγγέλῳ δικάζοντες ἐπάγουσι τὰς αἰτίας.
 [01284]  Καὶ παρίημι τὰς τιμάς, τὰς μυρίων αἰτίας κακῶν.
 [01404]  ἀλλ' ὅμως οὐδὲν ἧττον καὶ ταύτης τῆς ὑποψίας, τῆς οὕτως ἀλόγου καὶ ἣν οὐδεὶς ἂν μὴ παραπαίων ὑπώπτευσε πόρρωθεν ἀναιρεῖ τὰς αἰτίας.
000-00-00 Serial Number=0242087126
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00083]  ἀλλὰ ταχέως κατέλυσε τὸ πένθος, ἀπό τε τῆς εἰρημένης αἰτίας, καὶ τῆς μελλούσης ῥηθήσεσθαι.
000-00-00 Serial Number=0024940431
De virginitate Ante [Go Back]  
 [00588]  Εἰ μὲν γάρ τις αὐτὰ ἁπλῶς ἐπιέναι βούλοιτο τῆς προκειμένης ἀποκόπτων αἰτίας, δόξει νυμφευτρίας εἶναι μᾶλλον ἢ ἀποστόλου τὰ ῥήματα.
 [00659]  καὶ οὐδαμοῦ τὴν συγχώρησιν ἁπλῶς τίθησιν ἀλλὰ μετὰ αἰτίας, «διὰ τὰς πορνείας» λέγων «καὶ τοὺς πειρασμοὺς σατανικοὺς καὶ τὴν ἀκρασίαν» καὶ ἀνυπόπτως τὸ τῆς παρθενίας ἐγκώμιον ἐργαζόμενος ἐν τοῖς περὶ τοῦ γάμου λόγοις.
 [00881]  Ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτοὺς κολάζει οὐδὲ τιμωρίας ὑπευθύνους ποιεῖ, ἀλλ' ἐπαίνων ἀποστερήσας μόνον μέχρι τοῦ διὰ τῶν ῥημάτων ψόγου τὴν σφοδρότητα ἐπιδείκνυται, παιδοποιΐας μὲν οὐδαμοῦ μεμνημένος τῆς εὐπροσώπου καὶ σεμνῆς αἰτίας τοῦ γάμου, πυρώσεως δὲ καὶ ἀκρασίας καὶ πορνείας καὶ πείρας σατανικῆς καὶ ὑπὲρ τοῦ ταῦτα μὴ γίνεσθαι τὸ πρᾶγμα συγχωρῶν.
 [01414]  οὐδὲ γὰρ ἐν οἷς εἰσιν ὑπεύθυνοι μόνον ἀλλὰ καὶ ὧν τῆς αἰτίας ἀφίενται κἀν τούτοις δεδοίκασι τοὺς ἄνδρας οὐκ ἔλαττον ἢ ἐν ἐκείνοις, καὶ τὴν ἰδίαν ἀσφάλειαν ἀφεῖσαι σκοπεῖν ἐν τοσούτῳ κινδύνῳ, μεριμνῶσι μή τι τἀνδρὶ τῶν ἀβουλήτων γένηται.
 [01431]  Μάλιστα μὲν καὶ ἀπὸ τῆς αἰτίας τῆς τούτου πολλαὶ πολλάκις ἠρρώστησαν.
 [01434]  Πλὴν ἀλλὰ ταῦτα πάντα παρείσθω καὶ μηδὲν ἐγκαλῶμεν τῷ γάμῳ, ἀλλ' οὐχὶ μετὰ τούτων κἀκείνης αὐτὸν ἀπαλλάξαι δυνησόμεθα τῆς αἰτίας.
000-00-00 Serial Number=0364063621
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02242]  οὐδὲ γὰρ ἑτέρας αἰτίας ἔχοις εἰπεῖν, ἀλλ' ἡδονὴν καὶ κολακείαν, καὶ φόβον καὶ τιμωρίαν.
 [03559]  Ὁ μὲν γὰρ πολεμῶν, τῆς αἰτίας λυθείσης, δι' ἣν ὁ πόλεμος, καὶ τὴν ἔχθραν κατέλυσεν·
 [08393]  Μετὰ ταῦτα τοῦ γένους ἡμῶν κακῶς πράττοντος, ὡς κινδυνεῦσαι καὶ τῆς γῆς αὐτῆς ἐκπεσεῖν, οὐκ ἀπεβάλετο, ἀλλὰ τοσοῦτον τῶν προσκεκρουκότων ἐκήδετο, ὡς καὶ ἀπολογεῖσθαι τῷ δούλῳ τὸν Κύριον, καὶ ὡς ὁμοτίμῳ φίλῳ διαλέγεσθαι καὶ λέγειν τὰς αἰτίας τῆς μελλούσης ἀπωλείας ἔσεσθαι.
 [09999]  ἁπλῶς δὲ, αἰτίας μὴ οὔσης μήτε χρείας, μήτε ἀνάγκης τῆς κατὰ θεοσέβειαν καλούσης, μὴ ἐπιτρέχωμεν·
000-00-00 Serial Number=0471144736
Expositiones in Psalmos Ante [Go Back]  
 [00881]  Εἶτα καὶ τὰς αἰτίας τίθησι, δι' ἃς ἀξιοῖ αὐτὴν ἀκουσθῆναι.
 [01208]  Πολλοὶ γοῦν πολλάκις τοῖς αὐτοῖς ἁμαρτήμασιν ὑπεύθυνοι γεγόνασι, καὶ οὐ τὴν αὐτὴν ἔδοσαν δίκην, ἑτέρας ἔχοντες αἰτίας προϊσταμένας αὐτῶν·
 [01344]  Ὅρα πόσας τίθησιν αἰτίας σωτηρίας.
 [02782]  ∆ιὰ δὴ τοῦτο, ὅπερ ποιοῦσιν οἱ δικασταὶ, κελεύοντες ἕπεσθαι τοῖς μαστιγουμένοις τοὺς ἐπιβοῶντας καὶ λέγοντας τῶν μαστίγων τὰς αἰτίας, μὴ κλέπται, μὴ ἅρπαγες·
 [04545]  ∆ιὰ δὴ τοῦτο, ὅπερ ποιοῦσιν οἱ δικασταὶ, κελεύοντες ἕπεσθαι τοῖς μαστιγουμένοις τοὺς ἐπιβοῶντας καὶ λέγοντας τῶν μαστίγων τὰς αἰτίας, μὴ κλέπται, μὴ ἅρπαγες·
 [07563]  οὕτω πάλιν ἐπὶ τὸ παχύτερον καταβὰς, τὰ τόξα καὶ τὸ βέλη, κατὰ μικρὸν ἀνάγει πάλιν τὸν ἀκροατὴν, λέγων τοῦ πολέμου τὰς αἰτίας, ἀλήθειαν καὶ πραότητα καὶ δικαιοσύνην·
000-00-00 Serial Number=0214049339
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00078]  Ταύτης ἕνεκεν τῆς αἰτίας εὐθὺς ἐν ἀρχῇ ὑπισχνεῖται αὐτῷ ὁ Θεὸς παρέξειν τὴν ἰσχύν·
 [01748]  Εἶτα καὶ τὰς αἰτίας ἐπάγει πάλιν τῆς πονηρίας·
 [01794]  Εἰ γὰρ καὶ ὀργίζεται Θεὸς δι' ὑμᾶς, ἀλλ' οὐκ ἂν ἕλοιτο τὸν ναὸν προδοῦναι τοῖς ἐχθροῖς ταύτης ἕνεκα τῆς αἰτίας, καὶ εἰς τὴν πύλην στῆναι τῷ προφήτῃ προσέταξε, καὶ λέγειν ταῦτα.
 [01895]  Εἰ γὰρ μὴ τοῦτο ἐβούλετο, οὐκ ἂν καὶ τὰς αἰτίας ἐτίθει, μόνον οὐχὶ ἀπολογούμενος αὐτοῖς.
 [01901]  Ὀργιζομένου ἦν, μηδὲ τὰς αἰτίας εἰπεῖν, βουλομένου δὲ ἰάσασθαι καὶ θεραπεῦσαι, θεῖναι τὴν πρόφασιν, ἵνα αὐτὴν ἀνελεῖν σπουδάσωσιν.
 [02607]  Μὴ εὔχου ὑπὲρ αὐτῶν, καὶ οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ καὶ τὰς αἰτίας προσέθηκε.
 [02609]  νῦν δὲ καὶ τὰς αἰτίας λέγει.
 [03113]  Ἔθος γὰρ τοῖς κολαζομένοις τοῦτο θέλειν, ἀγνοεῖν τὰς αἰτίας, καὶ μάλιστα ὅταν ὑπερβάλῃ τὸ πλῆθος τῶν δεινῶν.
 [04790]  καὶ ταύτης ἕνεκεν τῆς αἰτίας οὐκ ἐῶ αὐτὸν διαφθαρῆναι·
 [05191]  Εἶτα ἐκ τῆς τῶν ψευδοπροφητῶν αἰτίας, ὡς οὐκ ὀργιζομένου Θεοῦ μεταγράφοντες ἀνεκαλέσαντο τοὺς ἀπολυθέντας.
000-00-00 Serial Number=0480391681
Fragmenta in Proverbia Ante [Go Back]  
 [01611]  [ιβιδ.] Ἀπὸ κακῆς αἰτίας οὐ δέχεται προσφορά·
000-00-00 Serial Number=0133696198
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00069]  μετὰ γὰρ τῆς εἰρημένης αἰτίας οὐκ ἄν τις ἁμάρτοι καὶ ταύτην εἰπών.
000-00-00 Serial Number=0004288018
In Acta apostolorum Ante [Go Back]  
 [00845]  Περὶ δὲ τοῦ μὴ ἁπλῶς, ἀλλ' ἐξ ἀποκαλύψεως αἰτεῖν τὸν τὴν χορείαν ἀναπληρώσοντα, δύο αἰτίας ἐροῦμεν·
 [01108]  Καὶ τῶν τοῖς ἄλλοις ἁμαρτανομένων αὐτὸς ἔχει τὰς αἰτίας.
 [02358]  κἂν ἀκοῦσαι, κἂν εἰπεῖν τι δέῃ πάντα μετὰ ἐγκλημάτων ποιεῖ, πάντα μετὰ αἰτίας.
 [04650]  διὸ καὶ τὰς αἰτίας αὐτῶν προτίθησι·
 [06722]  Ταύτας τινές φασι τῆς πηρώσεως αὐτοῦ εἶναι αἰτίας.
 [08763]  ἄλλως δὲ οὐδὲ αἰτίας εὕρισκον·
 [09999]  ὅτι δὲ ἐκωλύθησαν, εἶπε, παιδεύων ἡμᾶς πείθεσθαι μόνον καὶ μὴ ζητεῖν τὰς αἰτίας, καὶ δεικνὺς, ὅτι πολλὰ καὶ ἀνθρωπίνως ἐποίουν.
 [09999]  Εἰ μὲν γὰρ οὐκ οὔσης αἰτίας τοῦτο ἐποίει, εἰκότως ἐκείνῳ τὴν αἰτίαν ἐπέγραφον, καὶ εἰ πάλιν ἐπεξέτεινεν.
 [09999]  Ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον μὴ καὶ τὰς κατ' αὐτοῦ αἰτίας σημᾶναι.
 [09999]  Καὶ εἰ ἀφέθη, φησὶ, τῆς αἰτίας, διὰ τί τοὺς κατηγόρους ἔπεμψαν;
 [09999]  Εἴθε γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ἐλέγομεν! εἴθε μηδὲ ἦν ἄλλη τις λόγων ὑπόθεσις ἢ φροντὶς, ἀλλ' ὅπως τῶν παθῶν κρατήσωμεν τῶν ἡμετέρων! Πῶς γὰρ οὐκ ἄτοπον, βασιλεῦσι μὲν ἐν τρυφῇ ζῶσι καὶ τοσαύτῃ τιμῇ μηδένα εἶναι λόγον, μήτε ἐπὶ τραπέζης, μηδὲ ἐν ἄλλῳ μηδενὶ καιρῷ, ἀλλὰ πῶς μόνον τῶν πολεμίων κρατῆσαι δεῖ, καὶ διὰ τοῦτο καθ' ἑκάστην ἡμέραν συλλόγους ποιεῖν, καὶ στρατηγοὺς καὶ στρατιώτας καταλέγειν, καὶ φόρους ἀπαιτεῖν, καὶ τῶν πολιτικῶν πραγμάτων ταύτας δύο αἰτίας ἀναγκαίας εἶναι ἡγεῖσθαι, ὅπως καὶ τῶν πολεμούντων κρατήσωσι, καὶ τοὺς οἰκείους ἐν εἰρήνῃ καταστήσωσιν·
 [09999]  Ἄλογον γάρ μοι δοκεῖ εἶναι, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ' αὐτοῦ αἰτίας σημᾶναι.
 [09999]  Ἐρωτήσωμεν τὰς αἰτίας, δι' ἃς κατέγνω·
 [09999]  Ἀπὸ ταύτης τῆς αἰτίας καὶ τὸ, Ἀπορούμενος ἐγὼ, εἶπεν, εἰς τὴν περὶ τούτων ἐξέτασιν.
 [09999]  καὶ ἐν τῷ χειμῶνι γὰρ αἰτίας οὔσης προεφήτευσεν, ἀλλ' οὐχ ἁπλῶς, καὶ ἐνταῦθα πάλιν φρύγανα συλλέγει καὶ ἐπιτίθησιν.
 [09999]  Ἐβούλετο γὰρ καὶ ἑαυτὸν ἀπαλλάξαι αἰτίας καὶ ἑτέρους·
000-00-00 Serial Number=0338496447
In Genesim sermones Ante [Go Back]  
 [01601]  Ὡς ὅταν ἡμεῖς μὲν πάντα ἐπιδειξώμεθα περὶ τὴν ἐκείνων ψυχὴν, ἐκεῖνοι δὲ ἐπὶ τῆς αὐτῶν μένωσι πονηρίας, πάσης μέμψεως ἀπηλλάγμεθα καὶ αἰτίας.
000-00-00 Serial Number=0185419500
In Isaiam Ante [Go Back]  
 [00322]  Τίθησι γὰρ τὰς αἰτίας, δι' ἃς οὐ προσίεται τὴν εὐχήν.
 [01202]  Οὐκ ἐκείνης δὲ μόνον ἕνεκεν τῆς αἰτίας, ἧς ἔμπροσθεν εἶπον, πρὸς τοὺς ἄρχοντας καὶ τοὺς γεγηρακότας τρέπει τὸν λόγον, ἀλλὰ καὶ διδάσκων ἅπαντας, ὅτι βαρύτεραι τῶν ἀρχομένων τοῖς ἄρχουσιν αἱ εὐθῦναι.
 [02176]  Καὶ γὰρ ταύτης ἕνεκεν τῆς αἰτίας προελέγετο τὰ λεγόμενα, καὶ ἵνα μὴ νομίσωσιν ἁπλῶς καὶ ὡς ἔτυχε τὰ συμβαίνοντα ἐπιέναι, κατά τινα ἀκολουθίαν φύσεως ἢ πραγμάτων φοράν, ἀλλὰ εἰδῶσιν, ὅτι ἄνωθεν καὶ ἐκ τῆς τοῦ Θεοῦ ψήφου ταῦτα ἑκάτερα γίγνεται·
 [02674]  Ὅπερ ἔθος ἐστὶ τῷ Θεῷ μὴ μόνον τὰς τιμωρίας προλέγειν, ἀλλὰ καὶ τὰς αἰτίας τιθέναι, ὥστε καὶ ταύτῃ παιδεῦσαι τοὺς ἀκούοντας, τοῦτο καὶ ἐνταῦθα ποιεῖ.
000-00-00 Serial Number=0033505321
In Joannem Ante [Go Back]  
 [00299]  Οὐ ταύτης δὲ μόνον ἕνεκεν τῆς αἰτίας οὕτως ὠνόμασε αὐτόν·
 [01550]  Τοὺς γὰρ πλείονας τῶν ἐκεῖ κολαζομένων, ἀπὸ ταύτης ἴδοι τις ἂν κολαζομένους τῆς αἰτίας, ὅτι χρήμασιν ἐδούλευσαν καὶ τὸ χρυσίον ἠγάπησαν, καὶ τοῖς δεομένοις οὐκ ἐπήρκεσαν.
 [02906]  Ἐπειδὴ αὐτὸς αὐτὸν ἐβάπτισε μετὰ πολλῶν, ὥστε μηδένα ὑποπτεύειν ὅτι ἀπὸ τῆς αὐτῆς αἰτίας ἀφ' ἧς καὶ οἱ ἄλλοι πρὸς τὸν Ἰωάννην ἠπείγετο, οἷον ὡς ἁμαρτήματα ἐξομολογησόμενος, καὶ εἰς μετάνοιαν λουσόμενος ἐν τῷ ποταμῷ.
 [03265]  τίνος δὲ ἕνεκεν, οὐκ ἔτι προσέθηκεν, ὡς δήλου τῆς αἰτίας οὔσης.
 [04006]  Κἂν ἔλθῃς εἰς ἰατρεῖον, καὶ προσελθὼν ἐρωτήσῃς, πάσας σχεδὸν τῶν νοσημάτων τὰς αἰτίας ἐκεῖθεν εὑρήσεις οὔσας.
 [05699]  ∆ιὸ καὶ τὸ, Ἀπεληλύθεισαν οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι, τέθεικεν ὁ Εὐαγγελιστὴς, πολλὰς εἰσάγων αἰτίας τῆς πρὸς αὐτὴν διαλέξεως.
000-00-00 Serial Number=0510182917
In Psalmos 101-107 Ante [Go Back]  
 [01077]  Τῶν σημείων δὲ τὰς αἰτίας τοῖς ἀμφὶ Μωϋσέα μόνοις ἐξέφηνε, λογικὴν κατάληψιν ὡς λογικοῖς μόνοις οὖσι δηλώσας, ὡς εἰδέναι δι' ἣν αἰτίαν ποτὲ μὲν τὰ ὕδατα τῶν Αἰγυπτίων μετέβαλε, ποτὲ δὲ τὸ καθ' ἕκαστον, καὶ διὰ τί κατὰ τήνδε τὴν τάξιν ἐγίνετο, καὶ ταῦτα τίνων εἰκόνες ἢ σύμβολα.
000-00-00 Serial Number=0454844952
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00493]  Τὸ τοίνυν, Ὅπως, οὐκ ἔστιν ἐνταῦθα αἰτίας δηλωτικόν.
000-00-00 Serial Number=0184274375
In Psalmum 100 Ante [Go Back]  
 [00157]  Ἐξ αὐτῆς ἔχθραι ἀναφύον ται, ἔρεις δι' αὐτῆς συνίστανται, διχοστασίαι ἀπ' αὐτῆς τὴν ἀρχὴν λαμβάνουσιν, ὑπόνοιαι πονηραὶ ἐκεῖθεν γενό μεναι τῶν μυρίων κακῶν τὰς αἰτίας παρέχουσι·
 [00161]  Οἶδε καὶ τὴν ψυχὴν ἀγριάνασαν ἀπο στῆσαι τῆς ἀδελφικῆς κοινωνίας, καὶ ἐχθρὸν τὸν πρὸ ὀλίγου φίλον ἄνευ αἰτίας ἀποδεῖξαι.
000-00-00 Serial Number=0243239522
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00072]  Νῦν δὲ ὁρᾷς αὐτὸν οὔτε βουλόμενον ποιῆσαι, ὅπερ ἠπείλησε ποιῆσαι, ἀλλὰ καὶ ἀπολογούμενον τῷ δούλῳ τὸν Κύριον, καὶ ὡς ὁμοτίμῳ φίλῳ διαλεγόμενον καὶ λέγοντα τὰς αἰτίας τῆς μελλούσης ἀπωλείας ἔσεσθαι, οὐχ ἵνα μάθῃ τὰς αἰτίας ὁ ἄνθρωπος, ἀλλ' ἵνα τοῖς ἄλλοις εἰπὼν, σωφρονεστέρους αὐτοὺς ἐργάσηται.
 [00219]  ∆ιὰ τοῦτο γὰρ, φησὶν, ἀλγῶ, ὅτι καὶ κολάζονται καὶ δικαίας κολάσεως παρέχονται τὰς αἰτίας.
 [00258]  ∆ιὰ δύο ταύτας αἰτίας, μίαν μὲν, ἐπειδὴ ἤλγουν ἀεὶ ἐπὶ τῇ ἀναχωρήσει τοῦ Χριστοῦ·
000-00-00 Serial Number=0512083828
In catenas sancti Petri Ante [Go Back]  
 [00005]  [2] ∆ιὰ πολλὰς μὲν ἄν τις τὰς αἰτίας εἰς ἑορτῆς ὑπόθεσιν, τὴν ἐκείνου μνήμην εὕροι ἀξίαν πρὸς ἔπαινον, οὐχ ἥκιστα δὲ κἂν διὰ τὸ ἀποστολικὸν ἀξίωμα καὶ τὸν τοῦ κηρύγματος δρόμον καὶ τὴν τοῦ εὐαγγελίου διδασκαλίαν, καὶ τὴν ἐν τοῖς ἔθνεσιν ἐκ διασπορᾶς τῶν Ἰουδαίων δι' ἐπιστολῶν νουθεσίαν τε καὶ παραίνεσιν, ὧν πλέον ἦν αὐτῷ μέριμνα καὶ φροντὶς ὡς ἐξ ἐκείνων καὶ φύντι καὶ γενομένῳ·
 [00016]  [157] ῃο] καὶ τῶν ἐν τέλει τὰς αἰτίας προϋποφαίνουσα καὶ τῆς ἐπὶ σταυροῦ ὑψώσεως, οὐχ ἧττον τὰ παθήματα διαγγέλλουσα, δι' ἃ καὶ ὁ σταυρὸς ἡδίων ἦν αὐτῷ μᾶλλον καὶ πάντων ἐρασμιώτερος·
 [00018]  [5] Ἅσπερ εἰς ἑορτῆς ὑπόθεσιν ἔχοντες, καὶ ὡς αἰτίας καὶ προξένους τῆς ἐν τῷ τέλει σταυρώσεως ἐπιστάμενοι καὶ περὶ ἕνα καὶ τὸν αὐτὸν ἀπόστολον ταύτας κἀκείνην συμβεβηκυίας καὶ ἡνωμένας θεώμενοι, οὐ πόῤῥῳ τὴν παροῦσαν πανήγυριν τῆς ἱερᾶς τελειώσεως λογιούμεθα·
 [00216]  Ταύτας καὶ κολάσεως αἰτίας ἐγίνωσκε καὶ στεφάνων προ ξένους ὑπελάμβανε.
 [00263]  Εἰ γὰρ καὶ μικρόν σοι παρεχώρησα χρήσασθαι τῇ μαχαίρᾳ δι' ἃς προέφην αἰτίας, καὶ τὸ τοὺς μαθητὰς φιλοκινδύνους ἐργάσασθαι, ἀλλ' οὖν ἀπόστρεψον αὐτὴν εἰς τὴν θήκην αὐτῆς, ὡς οὐ θεμιτὸν ἐμοὶ μαχαίραις [φ.
 [00305]  [54] Σὺ δέ μοι Πέτρε, Χριστοῦ ἐκκλησίας πέτρα καὶ στήριγμα, ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης, ὁ τοῦ Χριστοῦ γνήσιος καὶ διάπυρος μαθητὴς, ὁ πλέον τῶν ἄλλων τῇ πρὸς αὐτὸν παρρησίᾳ χρώμενος, ὁ Θεοῦ Υἱὸν Ζῶντος τοῦτον ἀνακηρύξας, ὁ τὰς κλεῖς τῶν οὐρανῶν βασιλείας ἐγχειρισθεὶς, καὶ δεσμεῖν καὶ λύειν ἐν οὐρανοῖς τὰ ὑπὸ σοῦ ἐν γῇ καὶ δεσμούμενα καὶ λυόμενα, ὁ τῆς ἐνανθρωπήσεως Χριστοῦ μεγαλοφωνότατος κήρυξ, ὁ τοὺς ἐκ περιτομῆς νομικῆς πρὸς τὴν ἀκροβυστίαν τῆς τοῦ Θεοῦ ἐπιγνώσεως μεταθέμενος, ὁ πάντα διὰ Χριστὸν καταλιπὼν καὶ αὐτὸν μόνον ἀντὶ πλούτου παντὸς κτησάμενος, ὁ θανατοῦν καὶ ζωογονεῖν τὴν ἐνέργειαν εἰληφὼς παρ' αὐτοῦ, δι' ἃς ἐκεῖνος αἰτίας σοι ἀπεκάλυψεν, ὁ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνατεταμένος στῦλος καὶ ὁδηγῶν τοὺς πρὸς τὰς ἐκεῖσε μονὰς ἐπισπεύδοντας, ὁ διὰ τῆς λευϊτικῆς ἰδιωτείας τὴν ἑλληνικὴν τεχνολογίαν ἀπομωράνας, ὁ ἐν Πνεύματι θείῳ φθεγγόμενος, καὶ τῷ ῥήματι μόνον πρὸς τὸ δοκοῦν μετατρέπων τὰ ὑποκείμενα, ὁ τὴν ἐπώδυνον ἐκείνην καθυποστὰς σταύρωσιν, ἵν' ἐν μηδενὶ καθυστερῇς τῶν τοῦ διδασκάλου παθῶν, ὁ τὰς ἁλύσεις ταύτας δίκην κακούργου φορέσας καὶ ἰαμάτων πηγὴν ταύτας ἀποτελέσας, πάρεσο σήμερον συμπαθῶς, ἐπιδήμησον ἐνταυθοῖ ἀοράτως, ἐπίστηθι, τῷ θαυματουργῷ σου τούτῳ τεμένει καὶ τῇ σῇ ἁγίᾳ κλήσει διαφερόντως [φ.
000-00-00 Serial Number=0805831671
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03254]  Ἀλλ' οὐδὲ τοῦτο ἁπλῶς κελεύει ποιεῖν, αἰτίας οὐκ οὔσης, ἀλλ' ὅταν ἐκεῖνοι ἑαυτοὺς ἐπαίρωσι·
 [04623]  Εἶτα, ἵνα μὴ δόξῃ κολακεύειν, πανταχοῦ τίθησι τῆς φιλίας τὰς αἰτίας, ἵν', ὅπερ εἶπον, καὶ τὴν κολακείαν διαφύγῃ, καὶ ἐκείνους μᾶλλον προτρέψῃ, [61.512] τὸ ἐγκώμιον εἰς αὐτοὺς περιιστὰς, καὶ δεικνὺς τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν τῆς τοσαύτης ἀγάπης ἐκείνους ἐμβαλόντας αὐτῷ.
 [06502]  Τοῦτο γὰρ ἐκείνων ἦν ἔργον, τὸ, αἰτίας μὴ οὔσης, καυχᾶσθαι.
 [06711]  οὐδεμιᾶς κατεπειγούσης αἰτίας, τίνος ἂν εἴη συγγνώμης ἄξιος ἐπαίρων τις ἑαυτὸν καὶ κομπάζων;
 [07198]  Μετὰ γὰρ τὸ κατασκευάσαι διὰ τῶν εἰρημένων ἅπερ ἤθελε, θαῤῥῶν λοιπὸν καὶ ἀφειδῶς ἐπιλαμβάνεται τοῦ τοιούτου ἐλαττώματος, παιδεύων ἅπαντας μηδέποτε ἀνάγκης οὐκ οὔσης, ἑαυτόν τινα ἐγκωμιάζειν, ὅπου γε καὶ αἰτίας ὑποκειμένης, ἄφρονα ἑαυτὸν ὁ Παῦλος ὠνόμασεν.
000-00-00 Serial Number=0311245859
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00168]  καὶ χωρὶς τούτων, αἰτίας πολλάκις μὴ ὑποκειμένης.
 [02654]  Ἐξαρπάσει με, φησὶ, πάσης αἰτίας, καὶ ἐκεῖ φυλάξει.
 [02695]  οὐ γὰρ διὰ τοῦτο ἐδόθη αὐτῷ σκόλοψ, ἵνα ταπεινοφρονῇ, οὐδὲ διὰ ταπεινοφροσύνην μόνον ἔφη τοῦτο, ἀλλὰ καὶ δι' ἄλλας αἰτίας.
000-00-00 Serial Number=0572530150
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00142]  Ἄστατον γὰρ τὸ τῶν ἀνθρώπων γένος, καὶ οὐ φίλοι μόνον καὶ ἀδελφοὶ, ἀλλ' ἤδη καὶ πατέρες μεταβαλλόμενοι, πολλάκις ἀπὸ πικρᾶς αἰτίας τοῦτον, ὃν ἐγέννησαν, ὃν ἐφύτευσαν, πάντων πολεμίων μᾶλλον ἤλασαν·
 [00967]  ὑπὲρ γὰρ αἰσχρᾶς αἰτίας ἀπώλοντο, οἱ μὲν ὡς ἀπόῤῥητα ἐξειπόντες, οἱ δὲ ὡς τυραννίδι ἐπιθέμενοι, οἱ δὲ ἐπὶ τοῖς αἰσχίστοις ἁλόντες·
 [00968]  οἱ δὲ εἰκῆ καὶ μάτην καὶ ἁπλῶς, αἰτίας μὴ οὔσης, ἑαυτοὺς ἀπήνεγκαν.
 [04050]  ὅτι δὲ κολαστικὸς, ἅπαξ που καὶ δεύτερον καὶ σπανιάκις, καὶ ταῦτα τῆς αἰτίας κατεπειγούσης.
 [04394]  Ἐπειδὴ γὰρ τὰ μὲν τύποι τῶν μελλόντων ἦσαν, καὶ αἰτίας εἶχε τῶν γινομένων, τὰ δὲ οὐκέτι, ἵνα μὴ ἐξῇ κακουργεῖν Ἰουδαίοις, ἵνα μὴ ἐπιμένωσι τῇ σκιᾷ.
 [04638]  ∆ιὰ δύο ταύτας αἰτίας·
 [06325]  Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Εἰ καὶ μὴ ἔλαβες, ἐπειδὴ ἐξὸν μὴ ἦν, οὐκ ἔλαβες, διὰ τοῦτο πρῶτον τίθησι τὰς αἰτίας, δι' ἃς εὐλόγως ἂν ἔλαβεν, εἴπερ ἐβούλετο λαβεῖν.
 [07407]  Ἰουδαίοις μὲν γὰρ, ἅτε ἀνοητότερον διακειμένοις καὶ παιδικώτερον, οὐχ οὕτως ὁ Θεὸς διελέγετο, οὐδὲ πανταχοῦ τὰς αἰτίας αὐτοῖς ἔλεγε τῶν ἐπιταγμάτων, ἀλλ' ἐκέλευε μόνον·
 [07755]  Καὶ χωρὶς τούτου δὲ φευκτὸν τὸ πρᾶγμα ἀπέφηνεν, ὥστε καὶ ἑτέρωθεν αὐτῶν ἀπέχεσθαι δεῖ, οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὰς ἄλλας ἃς εἴρηκεν αἰτίας.
 [07769]  Εἶδες πόσας αἰτίας τέθεικε, δι' ἃς χρὴ τῶν εἰδωλοθύτων ἀπέχεσθαι;
 [07965]  Ὁ μὲν οὖν πιστὸς, ὡς χρὴ, καὶ ἐῤῥωμένος οὐδὲ δεῖται λόγου οὐδὲ αἰτίας, ὑπὲρ ὧν ἂν ἐπιταχθῇ, ἀλλ' ἀρκεῖται τῇ παραδόσει μόνῃ·
 [08150]  Εἶτα ἐπειδὴ ἀπεφήνατο, καὶ λογισμοὺς καὶ αἰτίας τίθησι πάλιν ἑτέρας, ἐπὶ τὴν προτέραν σε ἄγων δημιουργίαν, καὶ λέγων οὕτως·
 [08243]  ἀπαλλαγήσῃ τῆς αἰτίας·
 [08752]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν καὶ αἰτίας τινὰς, καὶ οὐκ ἐνῆν πάντα διὰ γραμμάτων κατορθοῦν, ἃ μὲν παρῄνεσα, φυλαττέσθω τέως, φησίν·
 [09405]  Ὅ τε γὰρ ἐπιστομίζων μόνον, τὸν ἀκροατὴν, θορυβεῖ ὅ τε δὲ ἐθίζων αὐτὸν πάντων αἰτίας ἀπαιτεῖν, εἰς τὸν τῆς πίστεως αὐτὸν παραβλάπτει λόγον.
 [09999]  καὶ οὐδαμοῦ μέμνηται τῆς μοιχαλίδος, οὐδὲ καλλωπί-ζεται ἐπὶ τῷ πράγματι, ὃ πᾶς τις οὖν ἂν ἔπαθεν, εἰ καὶ μὴ φιλοτιμίας ἕνεκεν, ἀλλ' ὥστε μὴ δόξαι πονη-ρᾶς ἕνεκεν αἰτίας εἰς τὸ οἴκημα ἐμβεβλῆσθαι ἐκεῖνο.
000-00-00 Serial Number=0643596709
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00043]  καὶ πανταχοῦ ὁρῶμεν τὸν Παῦλον προτιθέντα τὰς αἰτίας τοῦ ἀξιώματος, οὐχ ὡς ἁρπάζοντα τὴν τιμὴν, ἀλλ' ὡς ἐγχειρισθέντα, καὶ ἀνάγκην ἔχοντα.
 [02617]  Ἢ οὐκ ἴστε καὶ ὑμεῖς, ἅτε ἐν τοῖς βιωτικοῖς στρεφόμενοι πράγμασι, πόσοι μετὰ μυρίους πόνους οὐκ ἀπώναντο τῶν καρπῶν, ἢ θανάτου πολλάκις προαπενεγκόντος αὐτοὺς, ἢ πραγμάτων μεταβολῆς γενομένης, ἢ νόσου προσπεσούσης, ἢ συκοφαντῶν ἐπιτεθέντων, ἢ καὶ ἄλλης τινὸς αἰτίας (πολλὰ δὲ τὰ ἀνθρώπινα) κεναῖς αὐτοὺς ἀπαγαγούσης χερσί;
 [03850]  Οὐκ ἔστιν αὕτη φύσεως ἡ δουλεία, ἀλλ' αἰτίας ἐστὶ καὶ περιστάσεως·
000-00-00 Serial Number=0303138733
In epistulam ad Colossenses Ante [Go Back]  
 [03522]  Καὶ Ἐφεσίοις δὲ αὐτὸν τοῦτον πέμπει, καὶ ὑπὲρ τῆς αὐτῆς αἰτίας·
 [03608]  οἷον, αἰτίας οὐκ οὔσης, μὴ κάλει τὸν Ἕλληνα μιαρὸν, μηδὲ ἔσο ὑβριστής·
000-00-00 Serial Number=0393787563
In epistulam ad Ephesios Ante [Go Back]  
 [02600]  Ὁ μακάριος μάρτυς Βαβύλας ἐδέθη, καὶ αὐτὸς ἀπὸ τῆς αὐτῆς αἰτίας, ἀφ' ἧς καὶ Ἰωάννης, βασιλέα παρανομοῦντα ἐλέγξας.
 [03029]  ∆ιὰ τοῦτο καὶ ἐνταῦθα ἀπὸ τῆς αὐτῆς αἰτίας παραμυθεῖται τὸν ἀκούοντα.
 [04239]  ἂν ὑπὲρ τοιαύτης τύπτῃς αἰτίας, ἐπαινέσονται πάντες, καὶ ὁ ἐγκαλέσων οὐδείς·
 [05236]  Ἀλλ' ἀφέντες τῶν ὄντως κακῶν τὰς αἰτίας ἐρευνᾷν, ἕτερα πολυπραγμονοῦμεν.
000-00-00 Serial Number=0851516366
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00040]  Ἀλλ' οἱ ἀπατῶντες, οὐ λέγοντες τὰς αἰτίας, δι' ἃς καὶ οὗτος καὶ ἐκεῖνοι συγκατέβαινον, παρελογίζοντο τοὺς ἀφελεστέρους λέγοντες, ὅτι οὐ δεῖ Παύλου ἀνέχεσθαι·
 [01475]  ∆ύο τίθησιν ἐνταῦθα αἰτίας καὶ κατορθώματα τῆς σαρκώσεως, καὶ κακῶν ἀπαλλαγὴν, καὶ ἀγαθῶν χορηγίαν, ἅπερ οὐδενὶ δυνατὸν ἦν, ἢ αὐτῷ κατορθῶσαι μόνῳ.
000-00-00 Serial Number=0476804078
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01824]  ἁπλῶς δὲ, αἰτίας μὴ οὔσης, μήτε χρείας, μήτε ἀνάγκης τῆς κατὰ θεοσέβειαν καλούσης, μὴ ἐπιτρέχωμεν·
 [05461]  ἀλλὰ τοῦτο μὲν αὐτοῦ, διὸ καὶ χωρὶς αἰτίας τίθησιν·
 [05462]  ἐκεῖνο δὲ οὐκ αὐτοῦ, εἰ καὶ βούλεται, διὸ καὶ μετὰ αἰτίας πρόσκειται.
 [07183]  Εἰ τοίνυν οὕτω δοκίμους τὰ τῶν πειρασμῶν ποιεῖ, ὡς καὶ μὴ οὔσης αἰτίας τὸν Θεὸν γυμνάζειν τοὺς ἑαυτοῦ ἀθλητάς·
 [08360]  Ὅτι γὰρ οὐ τῷ ἀνδρὶ βούλει ἀρέσκειν, καὶ ταύτης ἕνεκεν τῆς αἰτίας καλλωπίζῃ, ἐξ ὧν αὐτὴ ποιεῖς τοῦτο δῆλον ἅπασι καθιστᾷς.
 [08518]  Καίτοι οὐκ ἀπὸ τούτου μόνον ἡ διαφορὰ καὶ ἀπὸ προσώπων, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς [63.205] αἰτίας καὶ ἀπὸ τοῦ πράγματος·
000-00-00 Serial Number=0043018579
In epistulam ad Philemonem Ante [Go Back]  
 [00225]  Εἶτα ἵνα μὴ δόξῃ τούτου ἕνεκεν γράφειν μόνον, μηδὲ εἴπῃ τις, ὡς Εἰ μὴ Ὀνήσιμος ἦν, οὐκ ἂν ἔγραψας, ὅρα πῶς καὶ ἑτέρας αἰτίας τίθησι τῆς ἐπιστολῆς·
000-00-00 Serial Number=0705642164
In epistulam ad Philippenses Ante [Go Back]  
 [00281]  νῦν δὲ πάντα ὑπομένων, καὶ δεσμὰ καὶ θλῖψιν, δηλοῖ ὡς οὐκ ἀνθρωπίνης τινὸς αἰτίας ἕνεκεν ταῦτα πάσχει, ἀλλὰ διὰ τὸν Θεὸν τὸν ἀνταποδιδόντα.
 [00326]  Καὶ χωρὶς πειρασμῶν δὲ ἔχει πολὺν ὁ διδάσκαλος πόνον, ἀγρυπνίαν, κόπον τὸν ἐν λόγῳ, διδασκαλίαν, μέμψεις, κατηγορίας, αἰτίας, βασκανίας.
 [00967]  σὺ δὲ ὑπὸ τῆς κακίας τῇ ἁμαρτίᾳ ζήσας, ὑπεύθυνον σαυτὸν πάσης αἰτίας ποιεῖς.
 [02842]  Οὐκ ἄν τις εὐκόλως ἕλοιτο, φησὶ, ταύτης ἕνεκεν τῆς αἰτίας ὁδοιπορίαν τοσαύτην ποιήσασθαι.
000-00-00 Serial Number=0571470141
In epistulam ad Romanos Ante [Go Back]  
 [00098]  Τοῖς μὲν οὖν ἄλλοις ἐξ αἰτίας τινὸς καὶ ὑποθέσεως κινούμενος ἐπέστελλε (καὶ δηλοῖ τοῦτο Κορινθίοις μὲν λέγων·
 [02055]  Καὶ τὸ δὴ χαλεπώτερον, ὅπερ ἐν τάξει θεὶς αἰτίας, δείκνυσι μεῖζον ὂν κατηγόρημα.
 [02232]  Ὁ μὲν γὰρ πολεμῶν, τῆς αἰτίας λυθείσης δι' ἣν ὁ πόλεμος, καὶ τὴν ἔχθραν κατέλυσεν·
 [02351]  καίτοι γε, ὅπερ ἔφην, καὶ ἐνταῦθα δίδωσι, καὶ μετὰ τῆς εἰρημένης αἰτίας καὶ ἕτερόν τι μεῖζον οἰκονομῶν ἐκεῖ ταμιεύεται τὸ πᾶν.
 [04027]  εἰ γὰρ καὶ συγκεχώρητο, ἀλλ' ὅμως οὐκ ἦν αἰτίας ἀπηλλαγμένον.
 [05020]  Οὔτε γὰρ ἀκοῦσαι, οὔτε εἰπεῖν ἕτερόν τι ἀνέχεται, ἀλλ' ἢ τόκους καὶ τόκους τόκων, καὶ ἀναίσχυντα κέρδη, καὶ καπηλείας μεμισημένας, καὶ πραγματείας ἀνελευθέρους καὶ δουλοπρεπεῖς, καθάπερ κύων πρὸς ἅπαντας ὑλακτῶν, πάντας μισῶν, πάντας ἀποστρεφό [60.523] μενος, πολεμῶν ἅπασιν οὐδεμιᾶς ὑποκειμένης αἰτίας, πενήτων κατεξανιστάμενος, τοῖς πλουτοῦσι βασκαίνων, πρὸς οὐδένα ἡδέως ἔχων.
 [05185]  Οὐ γὰρ ἀπὸ τῆς φωνῆς ἰσχυρίζομαι μόνον, φησὶν, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, ἀφ' ἧς ἡ φωνὴ τίκτεται·
 [05956]  Ἂν γὰρ μὴ τὰς αἰτίας ἐξετάσωμεν, καὶ τὸν Ἠλίαν ἀνδροφόνον ἐροῦμεν, καὶ τὸν Ἀβραὰμ οὐκ ἀνδροφόνον μόνον, ἀλλὰ καὶ παιδοκτόνον·
 [06342]  Καὶ γὰρ εἰ περὶ γνώμης ἐνταῦθα ὁ λόγος, καὶ τῶν ἀγαθῶν καὶ τῶν οὐ τοιούτων ἔσται αὐτὸς δημιουργὸς τούτων, καὶ ὁ ἄνθρωπος πάσης αἰτίας ἐκτός·
 [07330]  Εἶπε μὲν καὶ ἔμπροσθεν τὰς αἰτίας, καὶ τὸ πᾶν εἰς τὴν αὐτῶν περιέστρεψε κεφαλὴν, δεικνὺς ὅτι ἐξ ἀκαίρου φιλονεικίας τοῦτο ὑπέμειναν.
 [08131]  Εἶτα καὶ αἰτίας λέγει, δι' ἃς ὀφείλομεν ἀλλήλους ἀγαπᾷν.
000-00-00 Serial Number=0600390017
In epistulam ad Titum Ante [Go Back]  
 [00941]  Ὥστε οὐ μόνον ἀπὸ τοῦ τρόπου ὠμὸς ἔμελλεν ἔσεσθαι ὁ δεσμοφύλαξ, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, δι' ἢν ἐνεβέβλητο.
000-00-00 Serial Number=0071918964
In illud Domine non est in homine Ante [Go Back]  
 [00133]  Πῶς γὰρ οὐκ ἄτοπον, ἐν δικαστηρίῳ μὲν περὶ βιωτικῶν δικαζομένους πραγμάτων, ἅπαντα εἰς μέσον προτιθέναι τὰ δικαιώματα, καὶ τόπους καὶ καιροὺς καὶ αἰτίας καὶ πρόσωπα καὶ μυρία παράγειν ἕτερα, περὶ δὲ ζωῆς αἰωνίου προκειμένων ἡμῖν ἀγώνων, ἁπλῶς καὶ ὡς ἔτυχε τὰ ἀπὸ τῶν Γραφῶν παραφέρειν;
000-00-00 Serial Number=0669966400
In illud Exiit edictum Ante [Go Back]  
 [00014]  ἀποκρίνονται μὲν οὐδὲν, νομίζουσι δὲ κατὰ ἀποκλήρωσιν αὐτῷ τὸν χρόνον γεγονέναι μακρότατον, οὐκ εἰδότες τὰς αἰτίας τῶν πραγμάτων, οὐδὲ πιστεύοντες τῇ τοῦ Θεοῦ χάριτι.
000-00-00 Serial Number=0775421262
In illud In faciem ei restiti Ante [Go Back]  
 [00483]  αἰτίας δικαίας καὶ ἀναμφισβητήτους τίθησι, δι' ἃς οὐ δεῖ τῶν Ἰουδαϊκῶν ἐθῶν ἔχεσθαι.
000-00-00 Serial Number=0947765172
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00043]  τῶν οἰκείων ἁμαρτημάτων εἰς τοὺς δεσπότας ἀεὶ μετατιθέασι τὰς αἰτίας.
000-00-00 Serial Number=0402107954
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00046]  καὶ πάλιν εἰπὼν, Ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα, καὶ ὑποσχόμενος διαπαντὸς τοῦτον ἀκίνη τον διατηρῆσαι τὸν νόμον (Ἔστι γὰρ, φησὶν, ἀλή θεια Χριστοῦ ἐν ἐμοὶ, ὅτι ἡ καύχησίς μου αὕτη οὐ φραγήσεται ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας), ἐν τῇ τῆς αἰτίας ἐπαγωγῇ ᾐνίξατο τοὺς μιαροὺς ἐκείνους οὕτως [51.304] εἰπών·
000-00-00 Serial Number=0812456071
In illud Vidi dominum Ante [Go Back]  
 [00168]  Οὐκ ἄλλοθεν ἡμῖν ὁ τῶν ἀνιαρῶν ἑσμὸς ὑπερεσχέθη, ἀλλ' ἢ ἐκ ταύτης τῆς αἰτίας.
 [00600]  Ἀλλ' ὅπερ ἔλεγονοὐ γὰρ δεῖ μακρὰς συγχωρεῖν τοῦ λόγου ποιεῖσθαι τὰς ἐκτροπάς, ὅτι ἡ Γραφὴ καὶ τὰ ἁμαρτήματα καὶ τὰς αἰτίας αὐτῶν λέγειν εἴωθεν·
000-00-00 Serial Number=0198782325
In illud Vidua eligatur Ante [Go Back]  
 [00487]  Ὁρᾷς τέσσαρας αἰτίας δυναμένας καὶ τὸν λίθον αὐτὸν, καὶ τὸν μικρολόγον, καὶ τὸν τετυφω-μένον, καὶ τὸν ἀνηλεῆ, καὶ τὸν νωθρότατον ἁπάντων ἀνθρώπων διαναστῆσαι;
000-00-00 Serial Number=0375191748
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00161]  Φέρε οὖν αὐτὰς τὰς αἰτίας εἴπωμεν, δι' ἃς οὔ φαμεν τοῦτον εἶναι ἐκεῖνον.
 [00322]  Οὐ γὰρ ἴσον μηδενὸς ἐγκαλοῦντος, μηδὲ αἰτιωμένου, ἀφ' ἑαυτοῦ εἰς τὸν περὶ τούτων καθεῖναι λόγον, καὶ ἑτέρων παρεχόντων τὰς αἰτίας ἐν ἀπολογίας τάξει καὶ σχήματι τοῦτο αὐτὸ κατασκευάσαι.
000-00-00 Serial Number=0277298927
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00161]  Ὑμεῖς δὲ μέμνησθε τῆς αἰτίας ἧς εἶπον, ὅτι διὰ τοῦτο συγχωρεῖ ὁ Θεὸς τοὺς ἑαυτοῦ δούλους μαστίζεσθαι, ἐλαύνεσθαι, μυρία πάσχειν δεινὰ, ἵνα τὴν ἑαυτοῦ δείξῃ δύναμιν.
000-00-00 Serial Number=0964471042
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00026]  ἐπειδὴ δὲ ἐδίδαξα ὅτι πᾶσα αἵρεσις σπεύδει δῆθεν τὰς προθεσμίας συναγαγεῖν πλέον ἢ ἔλαττον, θέλω λοιπὸν ἐλέγξαι τοὺς Ἰουδαίους πρότερον, εἶθ' οὕτω τὰς αἰτίας τῆς τῶν Χριστιανῶν συναγωγῆς ἐξειπεῖν.
 [00057]  Καὶ ἔχε τοῦτον τὸν κανόνα, ἵνα ἴδῃς ὅτι Χριστὸς ἐν ταύτῃ τῇ προθεσμίᾳ ἔπαθε καὶ ἵνα εἰδὼς τηρῇς ἀεὶ μετ' ἰσημερίαν ποιεῖν τὸ πάσχα Χριστὸν μιμούμενος, καὶ φεύγῃς μὲν τὴν τῶν αἱρετικῶν παρανομίαν, ζητῇς δὲ τὰς αἰτίας τῶν χρόνων·
 [00192]  [48] Ἐπειδὴ οὖν ταῦτα μεγάλων μυστηρίων χάριν ἐπράττετο ἐπὶ τοῦ σωτῆρος πάσχοντος, διὰ τοῦτο καὶ ἡμεῖς καθ' ἕ καστον πάσχα τοῦ μυστηρίου τὴν σημασίαν ἀνανεοῦσθαι πειρώμενοι καὶ τὰς προθεσμίας συνάγομεν ὅση δύναμις, καὶ παραλαμβάνομεν καὶ τὴν τεσσαρεσκαιδεκάτην, οὐ μόνον διὰ τὰς λοιπὰς θεωρίας τὰς εἰρημένας καὶ τὰς μὴ ῥηθείσας, ἀλλὰ καὶ διὰ τὸ δῦναι τὸν ἥλιον μεσημβρίας, ἵνα φαίνηται οὐ τέχνης ἑλληνικῆς ἀλλὰ δίκης ἔργον τὸ σκότος, ὡς πολλάκις ἐρρήθη, οὐχ ὑποδραμούσης σελήνης ἀλλὰ κατὰ διάμετρον τῷ ἡλιακῷ ἀντανατελλούσης δρόμῳ καὶ οὕτως, ὡς ἄν τις εἴποι, κινουμένης γινόμενον, ἵνα ᾖ σημεῖον τοῦ συμβεβηκότος θαύματος ἡ τεσσαρεσκαιδεκάτη τοῖς πᾶσιν αἰώνιον, παραλαμβάνομεν καὶ παρασκευὴν καὶ σάββατον καὶ κυριακὴν διὰ τὰς προρρηθείσας αἰτίας, καὶ ὁλόκληρον τοῦ μυστηρίου τὴν θεωρίαν τῇ τῶν προθεσμιῶν συνδρομῇ ἐκτελοῦντες καὶ τὴν τῶν Ἰουδαίων ἄνοιαν καὶ τὴν τῶν μὴ τοῦτον τὸν τρόπον ἀσμενιζόντων αἱρετικῶν μανίαν ἀποπεμπόμεθα, καὶ χαρα κτῆρα ὁλοτελῆ τῆς τοῦ παντὸς ἀνακεφαλαιώσεως ἐπὶ τῇ τοῦ πάσχα ἱερᾷ τελετῇ προβαλλόμεθα.
000-00-00 Serial Number=0659973741
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00017]  εἰδὼς δὲ μέλλουσαν ταράσσεσθαι τὴν θάλασσαν, κατὰ δύο αἰτίας ἐκάθευδεν·
000-00-00 Serial Number=0489908516
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00190]  Οὐδὲ γὰρ ἂν ἑτέρας αἰτίας ἔχοις εἰπεῖν, ἀλλ' ἢ ἡδονὴν καὶ κολακείαν καὶ φόβον καὶ τιμωρίαν.
000-00-00 Serial Number=0688275576
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00168]  Καὶ ἤδη μὲν γὰρ σαφῶς ἀποδέδεικται, ἡνίκα τοῖς ἀνδράσι διελεγόμεθα, ὅτι οὐχ οἱ κακῶς λέγοντες μόνον, ἀλλὰ καὶ οἱ τὰς αἰτίας παρέχοντες εἰκῇ, τῆς ἐπὶ τῇ κατηγορίᾳ κειμένης εἰσὶν ὑπεύθυνοι τιμωρίας·
 [00239]  Ὅσῳ γὰρ ἂν καθαρεύωμεν τῆς πληττούσης αἰτίας, τοσούτῳ δίκαιοι μᾶλλον ἂν εἴημεν φείδεσθαι τῆς ἀσθενείας αὐτῶν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»