Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum αἴτιος [141]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum αἴτιος
Cooperatorum Veritatis Societas
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0465996861
[00771]
αὐτὸς αἴτιος ἔμελλες ἔσεσθαι τῶν τῷ πατρὶ συμβαινόντων ἀνιαρῶν, καλῶς ἂν ἐδεδοίκεις καὶ ἔτρεμες, τοσαύτης ἀπωλείας γενόμενος αἴτιος·
[01345]
Οὐ γὰρ μόνον αὐτοῖς οὐκ ἐπεκουφίσθη τὸ τῆς ἐπικειμένης δουλείας βάρος, ἀλλὰ καὶ πρὸς τὸ χαλεπώτερον ἐπετείνετο, καὶ ὁ προσδοκηθεὶς ἐλευθερωτὴς ἔσεσθαι τοῦ παντὸς ἔθνους, καὶ τοῦτο ἐπαγγειλάμενος, τῶν στρεβλώσεων καὶ τῶν μαστίγων αἴτιος ἔδοξεν εἶναι, καὶ ἐπίβουλος καὶ λυμεών.
[01518]
Ἐγὼ γὰρ, φησὶν, εἰμὶ ὁ αἴτιος τῶν ψυχῶν ὅλου τοῦ οἴκου τοῦ πατρός σου.
Ad eos qui scandalizati sunt
Ante [Go Back]
000-00-00 Serial Number=0728577435
[00069]
«Ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα», τοῦτό ἐστι δηλοῦντος ὅτι αἴτιος τῶν ὄντων αὐτὸς καὶ δημιουργὸς καὶ διακρατῶν καὶ συνέχων τὰ πάντα.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0502053976
[01256]
Μὴ τοίνυν λέγωμεν, ὅτι ἀναίτιος ὢν ἐνέπεσεν ὁ δεῖνα, ἕτερος δὲ αἴτιος ὢν διέφυγεν·
[04461]
ἆρα μὴ ἐγὼ τῆς ἁμαρτίας ἐγενόμην αἴτιος;
[05733]
Ὥστε ὅσῳ μείζονα ἥμαρτε, τοσούτῳ μᾶλλον ἡμᾶς σπεύδειν ἐπὶ τὰς καταλλαγὰς χρὴ, ἐπειδὴ καὶ μειζόνων ἁμαρτημάτων συγχωρήσεως ἡμῖν αἴτιος γίνεται.
[06086]
ὁ γὰρ τὴν ῥίζαν παρασχὼν, οὗτος ἂν εἴη καὶ τῶν καρπῶν αἴτιος.
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0185469568
[01986]
Ὅταν δὲ φαίνηται εἰς τέλος ὑμᾶς ἀποστρεφόμενος, εὔδηλον ὅτι διὰ τῆς ὀργῆς ταύτης, καὶ τῆς εἰς τέλος ἐγκαταλείψεως, δείκνυσι καὶ τοῖς σφόδρα ἀναισχυντοῦσιν, ὅτι οὐχὶ παράνομός τις ἦν ὁ σφαγεὶς, ἀλλ' αὐτὸς ὁ νομοθέτης, καὶ τῶν μυρίων ἀγαθῶν αἴτιος ὁ παραγενόμενος.
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0061187148
[00610]
[4.9] Ἐπειδὴ γὰρ ἃ πρότερον εἰργάζετο ἐξ ἀγνοίας ἅπαντα εἰργάσατο καὶ νομίζων τὸν νόμον ζήλῳ διεκδικεῖν, θορύβου καὶ ταραχῆς πᾶσι αἴτιος καθίστατο, μαθὼν παρ' αὐτοῦ τοῦ νομοθέτου ὅτι τὴν ἐναντίαν ὁδὸν βαδίζει καὶ κατὰ κρημνῶν ἀπιὼν οὐκ αἰσθάνεται, οὐχ ὑπερέθετο, οὐκ ἀνεβάλετο, ἀλλ' εὐθέως ἐπειδὴ κατέλαμψεν αὐτὸν τὸ φῶς τὸ νοητὸν πᾶσαν τὴν πλάνην ἀποθέμενος κῆρυξ τῆς ἀληθείας καθίστατο καὶ ἐκείνους πρώτους ἐπὶ τὴν τῆς εὐσεβείας ὁδὸν ἄγειν ἐβούλετο πρὸς οὓς καὶ τὰς ἐπιστολὰς ἐκόμιζε παρὰ τῶν ἀρχιερέων λαβών, καθὼς καὶ αὐτὸς τῷ τῶν Ἰουδαίων πλήθει δημηγορῶν ἔλεγεν·
Catechesis de juramento
Ante [Go Back]
000-00-00 Serial Number=0843641341
[00217]
ἀμφοτέρων τούτων ὁ ὅρκος αἴτιος.
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0704957962
[00104]
πλούσιος μὲν γὰρ ἦν, ἵνα μάθῃς, ὅτι καὶ ῥοπὴν πρὸς κακίαν εἶχε τὸν πλοῦτον καὶ ὅτι οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ' ἡ γνώμη.
[00338]
τούτων δὲ οὐχ ὁ διάβολος αἴτιος τῶν ἀγαθῶν, ἀλλ' ἡ τοῦ θεοῦ φιλανθρωπία τῷ πονηρῷ πρὸς τὸ δέον χρωμένη.
Contra eos qui subintroductas habent virgines
Ante [Go Back]
000-00-00 Serial Number=0182470500
[00119]
οὗτος γὰρ αἴτιος τοῦ ἀσθενεῖν ἐκεῖνον, ὁ κύριος ὢν διορθῶσαι τὴν ἀρρωστίαν, καὶ μὴ ποιῶν.
De Davide et Saule
Ante [Go Back]
000-00-00 Serial Number=0503045678
[00131]
Ἀλλ' ὅμως οὐδὲν τούτων ἐπεχείρησεν, ἀλλ' ᾑρεῖτο φυγεῖν μᾶλλον, καὶ τῆς πατρῴας οἰκίας ἐκπεσεῖν, καὶ πλανήτης εἶναι, καὶ δραπετεύειν, καὶ ταλαιπωρούμενος τὴν ἀναγκαίαν πορίζειν τροφὴν, ἢ τῷ βασιλεῖ γενέσθαι σφαγῆς αἴτιος.
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0469481766
[01154]
Ἀλλ' οὐχ ὁ Θεὸς αἴτιος λοιπὸν, ἀλλ' ἡ ἐκείνων ῥᾳθυμία μὴ βουληθέντων τοσούτοις φαρμάκοις εἰς τὴν οἰκείαν ἀποχρήσασθαι σωτηρίαν.
[01179]
καὶ ὁ Θεὸς οὐκ αἴτιος τῆς ἀφορήτου κολάσεως.
[02702]
Ἀλλ' ὅμως οὐδὲ οὕτως ὁ πατριάρχης ἐπινεύει τῇ αἰτήσει, ἀλλ' ἀποκρίσεως μὲν αὐτὸν ἀξιοῖ, διδάσκει δὲ αὐτὸν ὅτι αὐτὸς ἑαυτῷ αἴτιος τούτων ἐγένετο τῶν κακῶν, Φησὶ γὰρ πρὸς αὐτὸν ὁ πατριάρχης·
De cruce et latrone i
Ante [Go Back]
000-00-00 Serial Number=0223188639
[00008]
Οὗτος γὰρ μυρίων ἡμῖν ἀγαθῶν αἴτιος γέγονεν, οὗτος ἡμᾶς τῆς πλάνης ἀπήλλαξεν, οὗτος ἐν σκότει καθημένους ἐφώτισεν;
[00175]
Ὁρᾷς πόσων ἀγαθῶν ἡμῖν αἴτιος ὁ σταυρός;
De diabolo tentatore
Ante [Go Back]
000-00-00 Serial Number=0690522611
[00324]
Εἰ δὲ ἐπιμένουσι τῇ πονηρίᾳ, οὐχ ὁ Θεὸς αἴτιος, ὁ διὰ τοῦτο μακροθυμῶν, ἵνα αὐτοὺς ἀνακτήσηται, ἀλλ' ἐκεῖνοι συγγνώμης ἀνάξιοι, οἱ μὴ χρησάμενοι εἰς δέον τῇ τοῦ Θεοῦ μακροθυμίᾳ.
[00465]
Ἀφείσθω τοίνυν ὁ διάβολος, καὶ παραγάγωμεν εἰς μέσον τὴν κτίσιν, ἵνα μάθῃς ὅτι οὐχ ὁ διάβολος ἡμῖν αἴτιος τῶν κακῶν, ἐὰν θέλωμεν προσέχειν·
[00538]
Ἰδοὺ καὶ σωτηρίας αἴτιος ὁ διάβολος γέγονεν, ἀλλ' οὐ παρὰ τὴν αὐτοῦ γνώμην, ἀλλὰ παρὰ τὴν τέχνην τοῦ Ἀποστόλου.
[00542]
Ἵνα γὰρ μάθῃς, ὅτι οὐχ ὁ διάβολος τῆς σωτηρίας αἴτιος, ἀλλ' ἀπολέσαι τὸν ἄνθρωπον καὶ καταπιεῖν ἠπείγετο, ὁ δὲ Ἀπόστολος διὰ τῆς αὑτοῦ σοφίας τὴν λαίμην ἐνέκοψεν, ἄκουσον ἐν τῇ δευτέρᾳ τῇ πρὸς Κορινθίους Ἐπιστολῇ τί φησι περὶ αὐτοῦ τοῦ πεπορνευκότος·
[00770]
εἰ δὲ ὁ διάβολος ἦν αὐτοῖς τῶν ἁμαρτημάτων ὁ αἴτιος, οὐκ ἂν, ἄλλου ἁμαρτόντος καὶ ὠθήσαντος, οὗτοι ἔμελλον κολάζεσθαι.
[00801]
οὐχὶ ἕκαστος ἑαυτῷ αἴτιος καὶ τῆς κακίας καὶ τῆς ἀρετῆς ἐγίνετο;
De fato et providentia
Ante [Go Back]
000-00-00 Serial Number=0040656924
[00036]
Ὁρᾷς ὅτι ἡ τῆς ψυχῆς κατάστασις, καὶ ὅτι ὁ οἰκεῖος λογισμὸς καὶ τούτων καὶ ἐκείνων αἴτιος, ἀλλ' οὐκ αὐτὴ τῶν πραγμάτων ἡ φύσις.
De jejunio sermones 1
Ante [Go Back]
000-00-00 Serial Number=0921345294
[00482]
Ἐὰν ἀναβῶσιν ἄκανθαι, καὶ πνίξωσι τὸν σπόρον, σὺ οὐκ ἔσῃ αἴτιος·
De mansuetudine sermo
Ante [Go Back]
000-00-00 Serial Number=0923506260
[00029]
Ὅτι μόνος ὁ φιλίας καὶ εἰρήνης αἴτιος τοῖς ἄλλοις καθιστάμενος, τὸν Υἱὸν τοῦ Θεοῦ μιμεῖται κατὰ δύναμιν.
[00036]
ὥστε τὴν αὐτὴν ἔχει δύναμιν ἐν ἐκκλησίᾳ καὶ οἰκίᾳ καὶ πόλει ὁ τῆς εἰρήνης αἴτιος τοῖς ἀδελφοῖς καθιστάμενος, ἣν ἔχει δύναμιν ἐν τοῖς σώμασι τὰ νεῦρα, συγκολλῶν καὶ συνάπτων τοὺς διεσπασμένους καὶ πολεμοῦντας ἀλλήλοις.
[00052]
Ὥστε καὶ ἀσεβείας ὁ θυμὸς ῥᾳδίως αἴτιος γίνεται τοῖς ὀργῇ δουλεύουσιν·
De mutatione nominum
Ante [Go Back]
000-00-00 Serial Number=0671845138
[01146]
Ὁ γὰρ τὰς πύλας μοι τοῦ σκάμματος ἀνοίξας, φησὶ, καὶ τὸ στάδιον, οὗτος καὶ τῶν στεφάνων αἴτιος γίνεται·
De nativitate
Ante [Go Back]
000-00-00 Serial Number=0099863172
[00056]
Μὴ αἴτιος σκανδάλου γίνου, ὅτι λέγει ἐν εὐαγγελίοις ὁ κύριος·
De proditione Judae
Ante [Go Back]
000-00-00 Serial Number=0984205067
[00096]
Εἰ δὲ μὴ προσεῖχεν ἐκεῖνος, οὐχ ὁ Κύριος αἴτιος·
De profectu evangelii
Ante [Go Back]
000-00-00 Serial Number=0263491392
[00279]
Ὅτι γὰρ καὶ τὸν ἀνάξιον δυνατὸν ἄξιον ἐκ τῆς προσεδρείας γενέσθαι, καὶ δι' ἡμῶν αὐτῶν μᾶλλον, ἢ δι' ἑτέρων παρακαλούμενος ὁ Θεὸς ἐπινεύει, καὶ ὅτι τὴν δόσιν ἀναβάλλεται πολλάκις, οὐχ ἡμᾶς ἐξαπορῆσαι βουλόμενος, οὐδὲ κεναῖς ἐκπέμψαι χερσὶν, ἀλλ' ἵνα μειζόνων ἡμῖν ἀγαθῶν αἴτιος γένηται·
De prophetiarum obscuritate
Ante [Go Back]
000-00-00 Serial Number=0316196382
[00514]
Ὥστε δῆλον, ὅτι οὐχ ὁ παρακαταθέμενος αἴτιος, ἀλλ' ὁ τὴν παρακαταθήκην προδοὺς ἐγκλημάτων ὑπεύθυνος.
[00908]
ὅτι δὲ, κἂν ἀληθῆ λέγῃ, φορτικώτερον ἑαυτῷ ποιεῖ τὸ δικαστήριον, ἐκπομπεύων τὰς τοῦ πλησίον συμφορὰς, καὶ σκανδάλων αἴτιος γινόμενος, ἃ κρύπτειν δέον, ἐκκαλύπτων ἅπασι, καὶ κηρύττων τὰ ἁμαρτήματα [56.191] τοῦ πλησίον, παντί που δῆλόν ἐστιν.
De pseudoprophetis
Ante [Go Back]
000-00-00 Serial Number=0423889518
[00068]
οὗτος ὁ λιμὸς, ὁ αἴτιος παντὸς κακοῦ.
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0490885794
[00932]
ὁ γὰρ τὴν ἐξουσίαν παρασχὼν τῷ βουλομένῳ διαφθεῖραι τὴν Ἐκκλησίαν, οὗτος ἂν εἴη τῶν ὑπ' ἐκείνου τολμηθέντων αἴτιος.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0557169914
[05152]
σὺ γὰρ αἴτιος εἶ τῆς ἐκείνου ἀπωλείας διὰ τῆς ἀκαίρου φιλοτιμίας.
[06948]
Ἀλλ' οὗτος ᾑρεῖτο φυγεῖν μᾶλλον, καὶ τῆς πατρῴας οἰκίας ἐκπεσεῖν, καὶ πλανήτης εἶναι καὶ δραπετεύειν, καὶ ταλαιπωρούμενος τὴν ἀναγκαίαν πορίζειν τροφὴν, ἢ τῷ βασιλεῖ γενέσθαι σφαγῆς αἴτιος.
[09751]
δακρύεται γάρ τις, ὅταν τι πάθῃ ὧν οὐκ αὐτός ἐστιν αἴτιος.
[09999]
πάντων δὲ ἡμῖν αἴτιος γίνεται τῶν ἀγαθῶν καὶ τῶν κακῶν, εἴτε τὰ δέοντα γνοὺς, εἴτε τὰ μὴ τοιαῦτα.
[09999]
Εἰ καὶ μὴ ὑπ' αὐτοῦ γεγένηται, ἀλλὰ δι' αὐτὸν ἕτερος γίνεται αἴτιος τῆς ἐλεημοσύνης·
[09999]
∆ακρύει γάρ τις, ὅταν τι πάθῃ τῶν ἀβουλήτων, ὧν οὐκ αὐτός ἐστιν αἴτιος·
[09999]
καὶ σὺ αὐτῷ τῆς σωτηρίας, καὶ αὐτός σοι τῆς ἐλεημοσύνης γέγονεν αἴτιος.
Epistulae
Ante [Go Back]
000-00-00 Serial Number=0243998706
[00650]
Τούτου δὲ αἴτιος αὐτὸς, οὕτως ἐκ προοιμίων σφοδρὸν καὶ μανικὸν περὶ ἡμᾶς ἐπιδειξάμενος ἔρωτα, καὶ οὐκ ἀφεὶς δεηθῆναι τῆς ἀπὸ τοῦ χρόνου πείρας, ἀλλ' ὁμοῦ τε φανεὶς, καὶ ἑλὼν, καὶ μετὰ ἀκριβείας σαυτῷ προσδήσας ἡμᾶς.
[01608]
Τούτου δὲ αἴτιος αὐτὸς, οὕτως ἐκ προοιμίων σφοδρὸν καὶ μανικὸν περὶ ἡμᾶς ἐπιδειξάμενος ἔρωτα, καὶ οὐκ ἀφεὶς δεηθῆναι τῆς ἀπὸ τοῦ χρόνου πείρας, ἀλλ' ὁμοῦ τε φανεὶς, καὶ ἑλὼν, καὶ μετὰ ἀκριβείας σαυτῷ προσδήσας ἡμᾶς.
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0463968873
[00138]
Ἐγὼ πάντων αἴτιος.
[00736]
σύ με κατέστησας εἰς τὴν ἀνάγκην ταύτην, σὺ τῆς δίκης αἴτιος γέγονας, σὺ τὴν κατηγορίαν ταύτην κρίνεις, ἵνα ἀπολογήσωμαι ὑπὲρ ἐμαυτοῦ τοὺς μακροὺς τούτους ἀποτείνεις ἀποτείνω λόγους, καὶ οὐκ εἶπε, Κατηγορῶ σου·
[03395]
Ὁρᾷς, πῶς οὐκ ἐγὼ αἴτιος;
[03989]
θρῆνος γάρ ἐστιν αἴτιος, ἀλλὰ καὶ ὑπὸ τεθορυβημένης λεγόμενος ψυχῆς, καὶ οὐδὲν διεσκεμμένης, ἀλλ' ἓν ζησούσης μόνον, ἀποθέσθαι τὸ βάρος.
[04238]
Τὸν ὅμοιον, φησὶ, τρόπον, καὶ σὺ, ὦ Σεδεκία, παρανομῶν διατελεῖς, καὶ αἴτιος ἀπωλείας τῷ πλήθει γίνῃ.
Fragmenta in Proverbia
Ante [Go Back]
000-00-00 Serial Number=0150188744
[01977]
[110] α.] Ὀφθαλμὸς ὁ νοῦς, ὃς αἴτιος τοῦ κατορθοῦν ἢ ἁμαρτάνειν.
Homilia de capto Eutropio
Ante [Go Back]
000-00-00 Serial Number=0490638018
[00311]
Εἴ τινος δὲ ἐπιλαμβάνεται τὸ συνειδὸς, αὐτὸς αἴτιος, οὐχ ὁ ἐμὸς λόγος.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0959463537
[02963]
Εἶτα δεικνὺς, ὅτι αὐτὸς τῶν καιρῶν τῆς ἀναψύξεως αἴτιος, Καὶ ἀποστείλῃ, φησὶ, τὸν προκεχειρισμένον ὑμῖν Ἰησοῦν Χριστόν.
[03169]
Σὺ τούτων αἴτιος ὁ προχείρως ὀμνύς·
[06136]
Ὁ τὴν ἀρχὴν δοὺς, οὗτος καὶ τῶν ἄλλων αἴτιος πάντων.
[06137]
Ἄρα καὶ σὺ αἴτιος ἔσῃ τῶν κατηχουμένων ἐκεῖ, τῶν ἐν τοῖς χωρίοις τοῖς πλησίον.
[07271]
δυσωπήσει τοῦτο τὸν Θεὸν, εἰ καὶ μὴ ὑπ' αὐτοῦ, ἀλλὰ δι' αὐτὸν ἕτερος αἴτιος γίνεται τῆς ἐλεημοσύνης.
[07299]
καὶ σὺ αὐτῷ τῆς σωτηρίας, καὶ αὐτὸς σοὶ τῆς ἐλεημοσύνης γέγονεν αἴτιος.
[07858]
Μηδεὶς τοίνυν εἴπῃ ὅτι ὁ Θεὸς ἡμῖν αἴτιος κακῶν, μὴ κολάσας μηδὲ τιμωρησάμενος.
[07859]
Εἰπὲ γάρ μοι, ἂν ἄρχων λαβὼν φονέα ἀφῇ, τῶν μετὰ ταῦτα φόνων αὐτὸς αἴτιος εἶναι κρίνεται;
[09765]
ἂν δὲ ἐξαίφνης ἀγριωθῇ ἐκεῖνος, πάντας σοβεῖ τοὺς ἐπὶ τῆς ἀγορᾶς, καὶ ἐκινδύνευσε λοιπὸν ὁ περιάγων αὐτὸν ἄνθρωπος, καὶ τῆς τῶν ἄλλων ἀπωλείας γέγονεν αἴτιος.
[09999]
Ἐκεῖνος μὲν γὰρ ἑαυτῷ αἴτιος, ἡμεῖς δὲ οὐκ ἔτι ὑπεύθυνοι·
[09999]
ἠδίκησας μεγάλα, καὶ αὐτὸς αἴτιος ἐγένου τῆς μάχης;
[09999]
Ἀλλ' ἠδίκησαν, κἀκεῖνος αἴτιός ἐστιν, Οὐκοῦν καὶ διὰ τοῦτο, ἵνα μᾶλλόν σε θαυμάσωσιν, ἵνα πρὸς τῷ προτέρῳ καὶ ἐν τῷ δευτέρῳ τὰ πρωτεῖα ἔχῃς, ὥσπερ οὐ τοῦ γενέσθαι τῆς ἔχθρας αἴτιος, οὕτως οὐδὲ τοῦ ἐκταθῆναι ἐπὶ πλέον τὴν ἔχθραν·
[09999]
Σὺ πάντως γέγονας αἴτιος, ἐπειδὴ εἰ ὁ διάβολος ἦν, ἔδει κατὰ τοῦτο τοὺς πειραζομένους πάντας ἀπόλλυσθαι·
[09999]
ἐκεῖνος τοῦ σκανδάλου αἴτιος;
[09999]
εἰ δέ που κἀκεῖνος αἴτιος, ἡμῶν τὴν ἀρχὴν παρεχόντων.
[09999]
Ἂν νήφωμεν τοίνυν, ἀγαπητοὶ, καὶ εὐδοκιμήσεως ἡμῖν αἴτιος ὁ διάβολος γίνεται.
[09999]
οὐκ ἔστιν ἡμῖν ὁ διάβολος αἴτιος, ἐὰν νήφωμεν·
In Heliam et viduam
Ante [Go Back]
000-00-00 Serial Number=0019966960
[00210]
ἀλλ' οὐδὲ τῆς δρακὸς ταύτης φείδομαι διὰ σὲ, ἀλλὰ καὶ ἐμαυτὴν καὶ τὰ παιδία ἐπιδώσω θανάτῳ, ἵνα σὺ, φησὶν, ὁ τῆς στενοχωρίας αἴτιος μηδὲ μικρὰν τῆς στενοχωρίας αἴσθησιν λάβῃς.
In adorationem venerandae crucis
Ante [Go Back]
000-00-00 Serial Number=0625016749
[00087]
χαίροις, σταυρὲ, ἐλεημοσύνης αἴτιος, καὶ ἀσπλαγχνίας τιμωρία·
[00180]
ἡ γὰρ πορνεία αἴτιος γέγονε τῆς πολυκόσμου καταστροφῆς, ὡς βλαβερὰ καὶ ψυχοανακάλυπτος οὖσα ἁμαρτία.
In ascensionem domini nostri Jesu Christi
Ante [Go Back]
000-00-00 Serial Number=0887687206
[00181]
Ἀλλ' οὐχ ὁ ποιήσας αἴτιος, ἀλλ' ἡμεῖς μὴ μείναντες ἐπὶ τῆς εἰκόνος.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0553716362
[01946]
τούτων γὰρ ἡμῖν ὁ Χριστὸς αἴτιος, φησίν.
[03347]
Ὁ γὰρ φίλους ἡμᾶς ποιήσας, αὐτὸς καὶ τῶν ἄλλων αἴτιος, ἃ τοῖς φίλοις ἔδωκεν ὁ Θεός.
[03349]
Ὅταν δὲ εἴπω, ὅτι Χριστὸς αἴτιος τῆς καταλλαγῆς, καὶ τὸν Πατέρα λέγω·
[03353]
δὲ αὐτὸς αἴτιος.
[03616]
Εἰ γὰρ καὶ χάρις τοῦτο, ἀλλὰ καὶ αὐτὸς αἴτιος [61.484] ὁ διὰ τῶν κατορθωμάτων καὶ τῶν ἱδρώτων τὴν χάριν ἐπισπασάμενος.
[05550]
καὶ δοκίμους ὀνομάσας, δείκνυσιν ὅτι πάντων τούτων ὁ Θεὸς αἴτιος·
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0131007314
[00904]
ὁ σεαυτῷ αἴτιος μὴ ὢν σωτηρίας, ἀλλὰ ἀπολλύμενος, ἑτέρῳ σωτηρίας αἴτιος γίνῃ;
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0860499203
[01173]
Τῆς δὲ εὐγενείας ταύτης οὐχ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ' ὁ Χριστὸς ἡμῖν ἐστιν αἴτιος, σοφοὺς ἡμᾶς ποιήσας καὶ δικαίους καὶ ἁγίους·
[02555]
Εἰ μὲν γὰρ ὁ διδάσκαλος αἴτιος γέγονε τῆς κακίας, πλείονα ἄξιος δοῦναι δίκην·
[02557]
εἰ δ' οὐκ αἴτιος, ἀλλὰ παρὰ τὴν οἰκείαν δυστροπίαν οἱ μαθηταὶ τοιοῦτοι γεγόνασιν, οὐδ' ὅλως ἄξιος δοῦναι δίκην, ἀλλ' οὐδὲ ζημίαν ὑποστῆναι ὁ καλῶς οἰκοδομήσας.
[02740]
Ὥσπερ οὖν ὁ σταυρὸς, δοκῶν ἐπονείδιστος εἶναι, μυρίων γέγονεν αἴτιος ἀγαθῶν, καὶ δόξης ὑπόθεσις ἀφάτου καὶ ῥίζα·
[05205]
Ὥσπερ γὰρ αἱ ἡνίαι οὐ παρέχουσι πράγματα τῷ ἡνιόχῳ, ἀλλ' ὁ ἡνίοχος πάντων αἴτιος οὐ καλῶς αὐτὰς κατέχων·
[08179]
ἂν γὰρ τὰ μετὰ ταῦτα ζητῇς, ἑκάτερος ἑκατέρου αἴτιος, μᾶλλον δὲ οὐδὲ οὕτως ἑκάτερος ἑκατέρου, ἀλλ' ὁ Θεὸς ἁπάντων·
[09179]
καὶ πρὸ τῆς κολάσεως δὲ πολλάκις κακῶν αἴτιος αὐτῷ γέγονεν ὁ πλοῦτος πολλῶν, καὶ εἰς μύρια ἤγαγε βάραθρα.
[09999]
Καὶ ὥσπερ οὐκ ἐβούλετο ἐκπε-σεῖν ἡμᾶς τοῦ παραδείσου (εἰ γὰρ ἐβούλετο, οὐδ' ἂν ἐκεῖ κατέθετο ὃν ἐποίησεν ἄνθρωπον τὴν ἀρχὴν), ἀλλ' ὁ παρακούσας αἴτιος·
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0725429296
[00667]
Ὁρᾷς τίνων μὲν ὁ Χριστὸς αἴτιος ἡμῖν γέγονεν ἀγαθῶν, τίνων δὲ ὁ νόμος;
[03110]
Πολλῆς γὰρ ἀσχολίας ὄντως ὁ γάμος αἴτιος.
[03724]
Ἀφεὶς γὰρ τὰς πρώτας ἀκαίρως, ὑπεύθυνος ἔσῃ καὶ τῶν ἐσομένων, τούτων μὲν ὡς αἴτιος ὢν σὺ τοῦτον ἐπὶ τὴν ἀρχὴν ἀγαγὼν, τῶν δὲ παρελθουσῶν ὡς οὐκ ἀφεὶς αὐτὰς πενθῆσαι, οὔτε ἐν κατανύξει γενέσθαι.
[04188]
ἂν ἴδωσιν ὅτι καὶ τούτου αὐτοῦ αἴτιος ὁ Θεός.
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0657921731
[00071]
Ὁ ποιήσας σε ἀξιόπιστον, αὐτὸς καὶ τοῦ πιστευθῆναί σε ἅπαντα αἴτιος.
[02220]
Ὥστε ἀτιμίας αἴτιος ὁ πλοῦτος ἡμῖν, αὐτῶν τῶν κεκτημένων τιμιώτερος ὢν, καὶ ἀσθενείας, ἢ δυναστείας τεκμήριον.
[02392]
Μὴ γὰρ ἐγὼ αἴτιος;
[03733]
Ὅτι σὺ αἴτιος·
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0216096282
[02284]
Πῶς οὖν ἐνταῦθα ὁ Θεὸς αἴτιος;
[02300]
καὶ γὰρ καὶ ἐκείνοις, ὡς σὺ λέγεις, ὁ Χριστὸς ἐγένετο αἴτιος·
[03572]
∆είκνυσιν ἐνταῦθα ὅτι τῆς πωρώσεως ὁ βίος γέγονεν αὐτοῖς αἴτιος·
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0662117064
[01000]
Εἰ γὰρ δεῖ φυλάττειν αὐτὸν, οἱ μὴ φυλάττοντες αὐτὸν, παραβάται, καὶ τῆς παραβάσεως ταύτης εὑρεθήσεται αἴτιος ἡμῖν ὁ Χριστός·
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0399921417
[00451]
Εἰ γὰρ αὐτοῦ αἴτιος ὁ Πατὴρ, πολλῷ μᾶλλον τῶν δι' αὐτοῦ γεγενημένων.
[01878]
Πάντων δὲ ἡμῖν αἴτιος γίνεται τῶν ἀγαθῶν καὶ τῶν κακῶν, εἴτε τὰ δέοντα γνοὺς, εἴτε τὰ μὴ τοιαῦτα.
[02511]
καὶ τελειωθεὶς ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ἀπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέχ.
[02559]
Καὶ τελειωθεὶς, φησὶν, ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας·
[02570]
Τελειωθεὶς γὰρ ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος αἰωνίου σωτηρίας.
[06319]
εἰ δὲ καὶ ἔμελλεν ἀκούειν, ἀλλὰ σὺ τῆς ἁμαρτίας οὐκ ἦς αἴτιος.
[06777]
ὧν οὐκ αὐτός ἐστιν αἴτιος·
In epistulam ad Philemonem
Ante [Go Back]
000-00-00 Serial Number=0646408260
[00041]
Εἰ γὰρ θαυμαστός ἐστιν ὁ οἰκέτης, ταύτῃ μάλιστα μένειν αὐτὸν χρὴ ἐν τῇ δουλείᾳ, καὶ τὴν δεσποτείαν ἐπιγινώσκειν, ἵνα αἴτιος πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ ὠφελείας γένηται.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0464748025
[00503]
εἰ ἄλλοις εἰμὶ αἴτιος θάρσους, πολλῷ μᾶλλον ἐμαυτῷ.
[02479]
ἵνα μάθῃς, ὅτι οὐ σὺ τούτων αἴτιος, ἀλλ' ὁ ποιήσας σε Θεὸς, καὶ λόγον χαρισάμενος.
[02675]
μὴ γὰρ ὁ ἀνήρ σοι τούτων αἴτιος;
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0523827851
[01158]
Μάλιστα μὲν εἰ καὶ μὴ ᾔδεις, σὺ αἴτιος, ὁ ἀφεὶς τὸν γνωρισαντά σοι Θεόν·
[01793]
Οὐκοῦν ἐπειδὴ, ὅτι ὑβρίσαμεν, φησὶν, ἡμεῖς καὶ ἠδικήσαμεν, διὰ τοῦτο ὁ Θεὸς ἐνίκησε καὶ ἡ δικαιοσύνη αὐτοῦ λαμπρὰ ἐφάνη, τίνος ἕνεκεν κολάζομαι, φησὶ, αἴτιος αὐτῷ τοῦ νικῆσαι γενόμενος
[01797]
Εἰ γὰρ αἴτιος, φησὶ, σὺ τῆς νίκης ἐγένου, καὶ μετὰ ταῦτα κολάζῃ, ἀδικία τὸ γενόμενον·
[01798]
εἰ δὲ οὐκ ἄδικος, κολάζῃ δὲ, οὐκέτι αἴτιος αὐτῷ τῆς νίκης γέγονας.
[03247]
Ὅτι, ὥσπερ ἐκεῖνος τοῖς ἐξ αὐτοῦ, καίτοι γε μὴ φαγοῦσιν ἀπὸ τοῦ ξύλου, γέγονεν αἴτιος θανάτου τοῦ διὰ τὴν βρῶσιν εἰσαχθέντος·
[03768]
ἕτερος ὁ καὶ τούτου γεγενημένος αἴτιος, ὁ ἐπὶ τοῦ βαπτίσματος·
[04427]
τοσοῦτον ἀπέχει ἁμαρτίας αἴτιος εἶναι, καὶ τῶν γεγενημένων κακῶν ὑπεύθυνος.
[04483]
καίτοι εἰ ἁμαρτίας αἴτιος ἦν ὁ νόμος, πῶς αὐτῷ συνηδόμενος τὸ ὑπ' αὐτοῦ κελευόμενον γενέσθαι, ἐμίσει;
[04583]
Εἰ γὰρ καὶ τῷ Πατρὶ εὐχαριστεῖ, ἀλλὰ τῆς εὐχαριστίας ταύτης καὶ ὁ Υἱὸς αἴτιος.
[09255]
Καὶ σὺ τοίνυν ὅταν ἑτέροις ἀπωλείας αἴτιος γένῃ, χαλεπώτερα πείσῃ τῶν ὑποσκελισθέντων διὰ σοῦ.
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0241791010
[00046]
καὶ γὰρ καὶ τούτου αὐτὸς αἴτιος.
[00400]
Εἰ γὰρ τὴν διδασκαλίαν ἀνεδέξατο, οὐχ ἱκανὸς δέ ἐστιν ἐκείνοις μάχεσθαι οὐδὲ ἐπιστομίσαι αὐτοὺς οὕτως ἀναισχυντοῦντας, τῆς τῶν ἀπολλυμένων βλάβης καθ' ἕκαστον αἴτιος γενήσεται.
In exaltationem venerandae crucis
Ante [Go Back]
000-00-00 Serial Number=0089793622
[00027]
Εἰ γὰρ καὶ λυπηρὸς καὶ στυγνὸς ὁ τοῦ Κυρίου σταυρὸς ἀκουόμενος, ἀλλὰ χαρᾶς πλήρης καὶ φαιδρότητος ἔμπλεος, οὐ πάθους, ἀλλ' ἀπαθείας αἴτιος γενόμενος.
In illud Collegerunt Judaei
Ante [Go Back]
000-00-00 Serial Number=0477609515
[00086]
Ἀλλὰ τούτων πάντων αἴτιος ὁ κάκιστος φθόνος.
In illud In faciem ei restiti
Ante [Go Back]
000-00-00 Serial Number=0706190646
[00131]
Ὥσπερ οὖν ἐν πολέμῳ καὶ παρατά ξει, φάλαγγος συμπεφραγμένης, ἐκεῖνον μάλιστα θαυ μάζομεν τὸν πρὸ τῶν ἄλλων πηδῶντα, καὶ τὸ μέτωπον αὐτῆς διαῤῥηγνύντα (οὐ γὰρ δὴ τούτου μό νου, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα ὑφ' ἑτέρων γινομένων κατορθωμάτων οὗτος ἂν εἴη πάντων αἴτιος, ὁ τὴν ἀρχὴν καὶ τὴν εἴσοδον παρασχὼν), οὕτω δὴ καὶ ἐπὶ τοῦ Πέτρου λογίζεσθαι χρὴ, ὅτι πρῶτος εἰσελθὼν, καὶ τὸ μέτωπον τῆς φάλαγγος τῆς Ἰουδαϊκῆς διαῤῥήξας, καὶ τὴν μακρὰν ἐκείνην δημηγορίαν κατατείνας, οὕτω καὶ τοῖς ἄλλοις ἀποστόλοις ἔδωκεν εἴσοδον.
[00490]
εἰ δὲ ἔτι κρατεῖ ὁ νόμος καὶ κύριός ἐστι, καὶ ὁ ἀφεὶς αὐτὸν παραβάσεως κρίνεται, εὑρεθήσεται ὁ Χριστὸς, ὁ κελεύσας ἡμῖν αὐτὸν ἀφιέναι, τῆς παραβάσεως ἡμῖν αἴτιος γεγενημένος, καὶ οὐ μόνον οὐκ ἀπαλλάξας ἡμᾶς ἁμαρτίας, ἀλλὰ καὶ ἐμβαλὼν εἰς ἁμαρτίαν.
In illud Vidua eligatur
Ante [Go Back]
000-00-00 Serial Number=0281860828
[00228]
Εἰ γὰρ οἱ πολέμιοι κατέσφαξαν αὐτοῦ τοὺς υἱοὺς, ἀλλὰ τῆς σφαγῆς οὗτος αἴτιος ἐγένετο, διὰ τῆς περὶ αὐτοὺς ῥᾳθυμίας ἀποστήσας τοῦ Θεοῦ τὴν βοήθειαν, καὶ γυμνοὺς καὶ ἐρήμους δείξας τοῖς βουλομένοις αὐτοὺς ἀνελεῖν.
In sanctos Petrum et Heliam
Ante [Go Back]
000-00-00 Serial Number=0458109558
[00236]
οὔτε εἶπεν, ὅτι Τοσοῦτον κόσμον παρ ῆλθες, καὶ πρὸς ἐμὲ ἦλθες λιμῷ καταφθεῖραι τὰ παι δία μου, αὐτὸς αἴτιος τοῦ λιμοῦ γενόμενος;
[00329]
βλέπω τὴν γῆν, ἣν ἐποίησα, ἀφανιζομένην, καὶ θέλω φιλανθρωπεύσασθαι, ἀλλ' οὐ θέλω σε ὑβρίσαι, καὶ ἄνευ γνώμης σῆς ὑετὸν πέμψαι, ἵνα μὴ τῶν κακῶν μὲν σὺ αἴτιος ᾖς, τῶν δὲ καλῶν ξένος, ἀλλὰ τιμῶ σε.
In sanctum Ignatium martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0157085538
[00072]
ὁ γὰρ τὴν ῥίζαν παρασχὼν, παν ταχοῦ οὗτος τῶν ἐξ αὐτῆς φυομένων ἐστὶν αἴτιος.
In secundum domini adventum
Ante [Go Back]
000-00-00 Serial Number=0564491093
[00034]
Καὶ σὺ τοίνυν ὅταν αἴτιος ἑτέροις ἀπωλείας γενήσῃ, χαλεπώτερα πείσῃ τῶν ὑποσκελισθέντων παρὰ σοῦ.
Interpretatio in Danielem prophetam
Ante [Go Back]
000-00-00 Serial Number=0266773939
[01132]
Οὗτος γὰρ εἶπεν, αὐτὸς αἴτιος ἦν [56.223] Ἤνεσαν, φησὶ, τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς.
Peccata fratrum non evulganda
Ante [Go Back]
000-00-00 Serial Number=0073926866
[00045]
ἂν δὲ εἰς ἁρπαγὰς καὶ πλεονεξίας καὶ ὕβριν, πρὸς τὸ ἐναντίον ἔτρεψας αὐτοῦ τὴν χρῆσιν, ἀλλ' οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ' ὁ πρὸς ὕβριν τῷ πλούτῳ χρησάμενος.
[00049]
Ἀλλ' ὥσπερ ἐκεῖ τῆς πλεονεξίας οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ' ὁ κακῶς τῷ πλούτῳ χρησάμενος·
Quod frequenter conveniendum sit
Ante [Go Back]
[00005]
Τάχα ὁ πηλὸς αἴτιος καὶ ὁ ὑετός;
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»