Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βοηθείας [156]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum βοηθείας


000-00-00 Serial Number=0380840778
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00489]  Εἰ γὰρ ὁ μακάριος Παῦλος πολὺ τὸ πρᾶγμα ὑπέμεινεν, οὐδεὶς δὲ ἐκείνου μείζων, ἀλλ' οὐδὲ ἴσος ἐστὶ, πῶς ἔνι μὴ δεηθῆναι τῆς βοηθείας ταύτης αὐτούς;
 [01236]  οὗτος δὲ ἔτι νέος ὢν, καὶ ὅτε μάλιστα ἔχρῃζε τῆς μητρὸς, τότε ἐν ἐρημίᾳ τῆς βοηθείας ταύτης καθίστατο.
000-00-00 Serial Number=0954138458
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00224]  Ἐγὼ γάρ, εἰ καὶ παράδοξον τὸ λεγό μενον, οὐδὲ ἐκεῖνο τὸ παράπτωμα μεῖζον εἴποιμ' ἂν εἶναι τῆς ἀπὸ τῆς μετανοίας βοηθείας ἐγγινομένης ἡμῖν.
000-00-00 Serial Number=0290092587
Ad populum Antiochenum Ante [Go Back]  
 [00070]  ἀλλ' ὅτι οὐκ ἐνόμιζεν αἰσχύνην εἶναι τὸ μὴ δύνασθαι χωρὶς τῆς ἐκείνου βοηθείας διορθώσασθαι νενοσηκὸς ἓν μέλος.
 [00171]  τίνος οὖν ἕνεκεν ἅγιον τοιοῦτον καὶ τοσαῦτα οἰκονομοῦντα πράγματα, εἰς ἀῤῥωστίαν συνεχώρησεν ὁ Θεὸς ἐμπεσεῖν, καὶ οὔτε αὐτὸς, οὔτε ὁ διδάσκαλος ἴσχυσε τὸ νόσημα διορθώσασθαι, ἀλλὰ τῆς κατὰ τὴν οἰνοποσίαν ἐδεήθησαν βοηθείας;
 [00370]  Τοῦτον δὲ οὐχ ἁπλῶς ἐκτείνω τὸν λόγον, ἀλλ' ἐπειδὴ πολλοὶ πολλάκις ἐλεημοσύνας ποιοῦντες, χήρας διατρέφοντες, τὴν οὐσίαν διηρπάσθησαν ἅπασαν, ἕτεροι γινομένου τινὸς ἐμπρησμοῦ πάντα ἀπώλεσαν, ἄλλοι ναυαγίοις περιέπεσον, ἄλλοι συκοφαντίαις καὶ τοιαύταις τισὶν ἐπηρείαις μετὰ πολλὰς ἐλεημοσύνας εἰς πενίαν κατηνέχθησαν ἐσχάτην, καὶ ἀῤῥωστίαν καὶ νόσον, καὶ παρ' οὐδενὸς οὐδεμιᾶς ἀπήλαυσαν βοηθείας.
 [00480]  τοιοῦτον τῶν τετολμημένων τὸ μέγεθος, οὕτως ἀνίατον τὸ ἕλκος, οὕτω μέγα τὸ τραῦμα, καὶ πάσης ἰατρείας μεῖζον, καὶ τῆς ἄνωθεν δεόμενον βοηθείας.
 [00509]  τῆς γὰρ ἄνωθεν βοηθείας ἐγκαταλιπούσης αὐτὴν, ἕστηκεν ἔρημος, γυμνὴ τῶν οἰκητόρων γενομένη σχεδὸν ἁπάντων.
 [03835]  Καὶ γὰρ τὸ συναγανακτεῖν τοῖς ὑβριζομένοις φυσικὸν ἅπαντες ἔχομεν εὐθέως οὖν τοῖς ἐπηρεάζουσιν ἐχθροὶ γινόμεθα, κἂν μηδὲν ὦμεν αὐτοὶ πεπονθότες, καὶ τὸ συνήδεσθαι τοῖς ἀντιλήψεως καὶ βοηθείας ἀπολαύουσι, καὶ τὸ κατακλᾶσθαι ἐπὶ ταῖς ἑτέρων συμφοραῖς καὶ τῇ φιλοστοργίᾳ τῇ πρὸς ἀλλήλους.
000-00-00 Serial Number=0302188694
Ad viduam juniorem Ante [Go Back]  
 [00015]  Τὸ γὰρ τοσούτων συνδραμόντων ἐξαίφνης κακῶν μὴ ἀποπνιγῆναι τῇ λύπῃ μηδὲ τῶν κατὰ φύσιν ἐκστῆναι φρενῶν οὐκ ἀνθρωπίνης τινὸς βοηθείας ἦν, ἀλλὰ τῆς πάντα δυναμένης χειρός, τῆς συνέσεως ἧς οὐκ ἔστιν ἀριθμός, τῆς φρονήσεως ἧς οὐκ ἔστιν ἐξεύρεσις, τοῦ Πατρὸς τῶν οἰκτιρμῶν καὶ Θεοῦ πάσης παρακλήσεως.
000-00-00 Serial Number=0643524885
Adversus Judaeos Ante [Go Back]  
 [00543]  οὕτω καὶ νόμῳ μέγιστος ἔπαινος γένοιτ' ἂν, τὸ μηκέτι χρείαν ἔχειν ἡμᾶς τῆς παρ' αὐτοῦ βοηθείας.
 [02910]  καὶ ποίῳ διαλέξῃ στόματι, Χριστιανὸς μὲν εἶναι ὁμολογῶν, πρὸς δὲ τὰς ἐκείνων τρέχων συναγωγὰς, καὶ τῆς παρ' ἐκείνων δεόμενος βοηθείας;
000-00-00 Serial Number=0174142778
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01398]  οὐ γάρ ἐστιν ἴσον γυναῖκα ἔχοντα, καὶ τοσαύτης ἀπολαύοντα παραμυθίας, κάλλει προσπταῖσαι γυναικὸς, καὶ ἁπάσης ταύτης ἀπεστερημένον τῆς βοηθείας ἁλῶναι τῷ δεινῷ.
 [01568]  Καὶ γὰρ τῆς ἐσχάτης ἀλογίας ἂν εἴη, ὅταν μὲν δέηται βοηθείας ὁ νέος, καὶ σφοδρὸς ὁ ἀνταγωνιστὴς ἐφεστήκῃ, κελεύειν τοῖς τοῦ βίου ἐμφύρεσθαι πράγμασιν, ὥστε γενέσθαι εὐχείρωτον·
000-00-00 Serial Number=0855909705
Commentarius in Job Ante [Go Back]  
 [01810]  ὅταν γὰρ αὐτὸς ἀποστῇ [80] καὶ γυμνωθῇ τῆς παρ' αὐτοῦ βοηθείας, πάντα ἐχθρὰ καὶ πολέμια.
000-00-00 Serial Number=0177247107
De Anna i Ante [Go Back]  
 [00298]  Οὐ γὰρ ἀνθρωπίνης βοηθείας, [54.644] ἀλλὰ τῆς θείας ἐδεῖτο χάριτος ἡ διόρθωσις τῆς ἀθυμίας ἐκείνης·
 [01145]  Οὐδὲν γὰρ κοινὸν αὐτῇ πρὸς τὴν γῆν ἦν, ἀλλ' ὑπερεώρα ἀνθρωπίνης βοηθείας ἁπάσης, καὶ ἐπτέρωτο τῇ τοῦ Πνεύματος χάριτι, καὶ μετάρσιος ἦν, καὶ πρὸς τὸν Θεὸν ἐν ἅπασιν ἔβλεπε, καὶ τῶν ἐπικειμένων δεινῶν τὴν λύσιν ἐκεῖθεν ἐζήτει.
000-00-00 Serial Number=0550820351
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00047]  [11] Οὐδεμιᾶς γὰρ δεῖται βοηθείας ἡ τῆς ἀληθείας ἰσχύς, ἀλλὰ κἂν μυρίους ἔχῃ τοὺς σβεννύντας αὐτὴν οὐ μόνον οὐκ ἀφανίζεται, ἀλλὰ καὶ δι' αὐτῶν τῶν ἐπηρεάζειν ἐπιχειρούντων φαιδροτέρα καὶ ὑψηλοτέρα ἄνεισι τῶν εἰκῆ κοπτόντων ἑαυτοὺς καὶ μαινομένων καταγελῶσα.
000-00-00 Serial Number=0104844272
De Christi precibus Ante [Go Back]  
 [00041]  Κἀκείναις μὲν ἱκανῶς τότε ἐπεξήλθομεν ταῖς αἰτίαις, καὶ τῆς ἐπὶ τῷ Λαζάρῳ, καὶ τῆς πρὸς αὐτῷ τῷ σταυρῷ γενομένης εὐχῆς μνημονεύσαντες, καὶ δείξαντες σαφῶς, ὅτι τὴν μὲν, ἵνα τὴν οἰκονομίαν πιστώσηται, τὴν δὲ, ἵνα τὴν τῶν ἀκουόντων ἀσθένειαν διορθώσηται, πεποίηκεν, οὐδεμιᾶς αὐτὸς δεόμενος βοηθείας.
 [00094]  Εἰ γὰρ δεόμενος βοηθείας ηὔχετο καὶ οὐκ ἔχων αὐτοτελῆ δύναμιν, ἐπὶ πάντων εὔχεσθαι ἔδει καὶ τὸν Πατέρα καλεῖν·
000-00-00 Serial Number=0356041551
De Lazaro Ante [Go Back]  
 [00231]  ὅταν δὲ τοὺς δεομένους βοηθείας ἴδωμεν σιγῇ πολλῇ παρεστῶτας, καὶ μηδὲν φθεγγομένους, ἀλλ' ἀποτυγχάνοντας μὲν ἀεὶ, μὴ δυσχεραίνοντας δὲ, ἀλλὰ σιγῇ φαινομένους μόνον ἡμῖν, κἂν αὐτῶν τῶν λίθων ὦμεν ἀναισθητότεροι, τὴν ὑπερβολὴν τῆς ἐπιεικείας αἰδεσθέντες κατακαμπτόμεθα.
 [00850]  Οὐ γὰρ οὕτως ἐκεῖνοι χρῄζουσι τῆς ἀπὸ τῶν θείων Γραφῶν βοηθείας, ὡς οἱ ἐν μέσῳ στρεφόμενοι πραγμάτων πολλῶν.
 [01107]  οὕτω σοι καὶ τὸ πάθος ἐπικουφίζεται, τοῦ διαβόλου μὲν ἀφισταμένου διὰ τῆς εὐχαριστίας, τῆς τοῦ Θεοῦ δὲ βοηθείας παραγινομένης.
000-00-00 Serial Number=0050142586
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00132]  τῆς δὲ σῆς βοηθείας παρούσης, ἔσται δυνατὰ καὶ τὰ λίαν ἀδύνατα.
000-00-00 Serial Number=0062260866
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00550]  Πολλαχοῦ γὰρ αὐτῷ δεῖ τῆς ἀπὸ τοῦ θυμοῦ βοηθείας, οἷον εἴ ποτε καὶ αὐτὸς παῖδας σχοίη ἢ δούλων γένοιτο κύριος.
000-00-00 Serial Number=0430141866
De incomprehensibili dei natura Ante [Go Back]  
 [00535]  Ὥστε καὶ οὗτοι, εἰ μὴ παντελῶς ἔρημοι τῆς τοῦ Πνεύματος ἦσαν βοηθείας καὶ τὴν ἐνέργειαν αὐτοῦ πᾶσαν ἐκ τῆς ἑαυτῶν ἀπώσαντο ψυχῆς, οὐκ ἄν, Παύλου λέγοντος·
000-00-00 Serial Number=0051291347
De jejunio de Davide Ante [Go Back]  
 [00128]  Εἰ ἐπὶ τῶν σωματικῶν τιμωριῶν εὐταξία τοσαύτη καὶ παράκλησις, ἐπὶ τῶν πνευματικῶν οὐχὶ μᾶλλον ὑψηλοτέρα γενήσεται μεσιτεία καὶ βοηθείας χρεία;
000-00-00 Serial Number=0200965464
De paenitentia [1] Ante [Go Back]  
 [01043]  Πειθώμεθα τοίνυν, καὶ μὴ πρὸς ἐπίδειξιν εὐχώμεθα, μηδὲ κατὰ τῶν ἐχθρῶν τῶν ἡμετέρων, καὶ μὴ τὸν τρόπον τῆς βοηθείας διδάσκωμεν αὐτόν.
 [01070]  Ἵνα αὐτῷ προσεδρεύωμεν ἀντεχόμενοι τῆς παρ' αὐτοῦ βοηθείας, καὶ αὐτῷ προσφεύγωμεν, καὶ συνεχῶς αὐτὸν καλῶμεν εἰς ἀντίληψιν ἡμῶν.
000-00-00 Serial Number=0150075436
De paenitentia sermo 2 Ante [Go Back]  
 [00091]  ἐλέησον ἡμᾶς, οὓς ἐγύμνωσεν ὁ διάβολος τῆς σῆς βοηθείας.
 [00106]  τῆς σῆς βοηθείας μὴ ὑστερήσῃς ἡμᾶς·
000-00-00 Serial Number=0795848548
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00023]  Τὴν βοήθειαν, τὴν ἀσφάλειαν, τὴν σκέπην, τὴν συμμαχίαν, τὸ ἀχείρωτον τῆς βοηθείας.
000-00-00 Serial Number=0316720128
De prophetiarum obscuritate Ante [Go Back]  
 [00601]  Οὐδὲ γὰρ ἀρκεῖ ἡ ψυχὴ ἡμῖν εἰς κατορθώματα, ἐὰν μὴ ἀπολαύσωμεν τῆς βοηθείας ἐκείνης.
000-00-00 Serial Number=0567032635
De sacerdotio Ante [Go Back]  
 [00982]  Εἰ μὲν γάρ τις ἔχοι τὴν μάχαιραν τοῦ πνεύματος καὶ θυρεὸν πίστεως τοσοῦτον ὡς δύνασθαι θαυματουργεῖν καὶ διὰ τῶν τεραστίων τὰ τῶν ἀναισχύντων ἐμφράττειν στόματα, οὐδὲν ἂν δέοιτο τῆς ἀπὸ τοῦ λόγου βοηθείας, μᾶλλον δὲ οὐδὲ τότε ἄχρηστος ἡ τούτου φύσις, ἀλλὰ καὶ λίαν ἀναγκαία.
 [01438]  τοῦτο δὲ οὐδὲν ἕτερον δηλοῦντός ἐστιν ἢ ὅτι μείζονος βοηθείας δεῖται τὰ τοῦ ἱερέως τραύματα καὶ τοσαύτης ὅσης ὁμοῦ τὰ παντὸς τοῦ λαοῦ.
000-00-00 Serial Number=0814813375
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00030]  τὸ δὲ εἰς πέρας ἅπαντα ταῦτα ἐλθεῖν, τῆς τοῦ Θεοῦ βοηθείας ἐγίγνετο καὶ τῆς ἄνωθεν εὐνοίας·
 [00040]  Ταῦτα δὲ οὐχ ἁπλῶς ἐποίει, ἀλλ' ἐπειδὴ πρότερον ἑαυτὴν ἀξίαν παρεσκεύασε τῆς ἐκείνου βοηθείας ἡ μάρτυς.
000-00-00 Serial Number=0762816370
De sancta trinitate Ante [Go Back]  
 [00234]  Βλέπεις, φησὶ, πῶς ἐπιδέεται τῆς τοῦ Πατρὸς βοηθείας, λέγων·
000-00-00 Serial Number=0782271743
De virginitate Ante [Go Back]  
 [00514]  Ἀλλὰ τί τοῦτο πρὸς τὸν ἑστῶτα, πρὸς τὸν οὐ δεόμενον τῆς ἀπ' αὐτοῦ βοηθείας;
000-00-00 Serial Number=0321012557
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00987]  Ὡς εἰ μετὰ νηφούσης διανοίας τὸν ἑαυτῶν βίον ᾠκονομοῦμεν, καὶ περὶ τὰ πνευματικὰ πᾶσαν τὴν σπουδὴν ἐπεδεικνύμεθα, καὶ τῇ τροφῇ οὕτω προσίεμεν, ὡς τὴν χρείαν μόνον πληροῦν, καὶ ἐν ταῖς ἀγαθαῖς πράξεσιν ἅπαντα τὸν βίον καταναλίσκειν, οὐδὲ χρεία ἦν ἡμῖν τῆς βοηθείας τῆς ἀπὸ τῆς νηστείας.
 [02565]  Εἰ δὲ καὶ τούτου τις ἀσθενέστερος εἴη, καὶ τῆς συμμέτρου τῆς ἀπὸ τῶν κρεῶν δέοιτο βοηθείας, οὐδὲ τοῦτον ἀπείρξομεν.
 [02845]  Ὅταν γὰρ σαυτὸν διὰ τῆς ἀσελγείας ταύτης ἔρημον ποιήσῃς τῆς τοῦ Θεοῦ συμμαχίας, καὶ γυμνώσῃς σαυτὸν τῆς ἄνωθεν βοηθείας, λαβοῦσά σε μετὰ ἀδείας ἡ πόρνη, καὶ τοὺς αὑτῆς καλέσασα δαίμονας, καὶ τὰ πέταλα γράψασα, καὶ τὰς ἐπιβουλὰς ἐργασαμένη μετὰ πολλῆς τῆς εὐκολίας περιγίνεταί σου τῆς σωτηρίας, ὄνειδός σε καὶ γέλωτα τῶν τὴν πόλιν οἰκούντων ἁπάντων καταστήσασα.
 [04649]  ἕτεροι πάλιν ἀῤῥωστίᾳ καὶ νόσῳ, καὶ παρ' οὐδενὸς οὐδεμιᾶς ἀπέλαυσαν βοηθείας.
 [05326]  ἔχει γὰρ τὸ δικαίωμα τῆς βοηθείας τὸ κακῶς πάσχειν αὐτόν.
 [05334]  Τοῦ Θεοῦ ἐστι, κἂν Ἕλλην ᾖ, κἂν Ἰουδαῖος, [63.729] ἀλλὰ βοηθείας δεῖται.
 [06503]  ἂν δὲ ἐκείνης ἐκπέσῃς τῆς βοηθείας, οὐδὲν ὄφελός σοι τῆς βασιλείας, καὶ τῆς πολλῆς ταύτης δυνάμεως.
 [07869]  οἱ δὲ κατηχούμενοι οὐδὲ ταύτης καταξιοῦνται τῆς παραμυθίας, ἀλλ' ἀπεστέρηνται πάσης τοιαύτης βοηθείας, πλὴν μιᾶς τινος.
 [09704]  εἰ ἔνθα συγκεχώρητο χρημάτων κτῆσις καὶ ἀπόλαυσις καὶ ἐπιμέλεια, τοσαύτη πρόνοια ἐγένετο τῆς εἰς τοὺς πένητας βοηθείας·
000-00-00 Serial Number=0350969315
Expositiones in Psalmos Ante [Go Back]  
 [03399]  Ἀεὶ μὲν γὰρ δεόμεθα αὐτοῦ τῆς βοηθείας, καὶ ἐν εὐημερίαις ὄντες·
 [03631]  Εἰπὼν τὴν κακίαν τὴν κατέχουσαν τοὺς πλείους τῶν ἀνθρώπων, καὶ διηγησάμενος τὴν πονηρίαν, τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τὰς ἀνδροφονίας, παρακαλεῖ τὸν Θεὸν ὑπὲρ τῆς τῶν ἀδικουμένων βοηθείας.
 [03860]  Ὅσῳ γὰρ ἂν ἐπιτείνηται ταῦτα, τοσούτῳ τὰ τῆς βοηθείας αὐξηθήσεται τοῦ Θεοῦ.
 [05162]  Ἀεὶ μὲν γὰρ δεόμεθα αὐτοῦ τῆς βοηθείας, καὶ ἐν εὐημερίαις ὄντες·
 [05394]  Εἰπὼν τὴν κακίαν τὴν κατέχουσαν τοὺς πλείους τῶν ἀνθρώπων, καὶ διηγησάμενος τὴν πονηρίαν, τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τὰς ἀνδροφονίας, παρακαλεῖ τὸν Θεὸν ὑπὲρ τῆς τῶν ἀδικουμένων βοηθείας.
 [05623]  Ὅσῳ γὰρ ἂν ἐπιτείνηται ταῦτα, τοσούτῳ τὰ τῆς βοηθείας αὐξηθήσεται τοῦ Θεοῦ.
000-00-00 Serial Number=0010061443
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00716]  ὁ δὲ λαὸς, καὶ κόσμον, καὶ εὐπρέπειαν ἐσχηκὼς παρ' ἐμοῦ, καὶ δόξης οὐ τῆς τυχούσης ἀπολαύσας, κόσμον μὲν καὶ εὐπρέπειαν καλέσας τῶν νομίμων τὴν διάταξιν, καθ' ἣν νομίμως τῶν λοιπῶν ἄλλων φαίνονται ἐν διατάγμασιν ὄντες, πάσης μὲν πλεονεξίας καὶ κακίας ἀλλότριοι τυγχάνοντες, ἡμερότητα καὶ φιλανθρωπίαν παιδευόμενοι, δόξαν δὲ ὡς ἐκ τῆς τοῦ Θεοῦ βοηθείας πάντων ὑποκυπτόντων, καὶ θαυμαζόντων τὴν εἰς αὐτοὺς κηδεμονίαν τοῦ Θεοῦ, τοσούτων τοίνυν ἀπολαύσαντες παρ' ἐμοῦ, λήθην τῶν ἐμῶν εὐεργεσιῶν ἐποιοῦντο.
 [01853]  Ἄρα οὐ τείχους ἐστὶν, οὐδὲ στρατιωτῶν, οὐδὲ ὅπλων τὸ κατοικίζειν ἀνθρώπους, ἀλλὰ τῆς τοῦ Θεοῦ βοηθείας.
 [03100]  Ἀεὶ καταφεύγουσα πρὸς αὐτοὺς, δεικνύουσα, ὅτι ἀσθενής τις εἶ, καὶ τῆς βοηθείας ἠρήμωσαι τῆς παρὰ Θεοῦ.
 [05841]  ἢ ἔρημοί εἰσι πάσης βοηθείας, ὅτι κατὰ τῶν Ἰσραηλιτῶν οὕτως ἐπήρθησαν;
000-00-00 Serial Number=0723397851
Fragmenta in Job Ante [Go Back]  
 [01189]  Ὅταν γὰρ αὐτὸς ἀποστῇ, καὶ γυμνωθῇ τῆς παρὰ τοῦ Θεοῦ βοηθείας ὁ ἄνθρωπος, πάντα ἐχθρὰ καὶ πολέμια.
 [01214]  Οὐ δέομαι, φησὶ, τῆς βοηθείας ὑμῶν, μὴ συγκατάβητέ μοι, μηδὲ, ὡς ἐπιῤῥῶσαι βουλόμενοι, τὰ πρὸς χάριν λαλήσητε, ἀλλ' ἐλέγξατέ με μετὰ παῤῥησίας·
 [01216]  Πλὴν ἐκεῖνο οἶδα, ὅτι οὕτω με βάλλετε πικροῖς τοῖς ὀνείδεσι, μὴ τὴν συμφορὰν, μὴ τὴν φιλίαν λογιζόμενοι, ὡς ὄντως ἀπορφανισθέντα τῆς τοῦ Θεοῦ βοηθείας·
000-00-00 Serial Number=0699050248
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00077]  Ὑμᾶς μὲν ἀποστεροῦσι χρημάτων, ἑαυτοὺς δὲ γυμνοῦσι τῆς εὐνοίας τοῦ Θεοῦ καὶ τῆς βοηθείας·
000-00-00 Serial Number=0862608194
In Acta apostolorum Ante [Go Back]  
 [05252]  Ἄλλως δὲ καὶ δείκνυσιν, ὅτι οἱ ἅγιοι οὐχὶ ἐκτὸς ἦσαν θλίψεως, ἀλλὰ καὶ ἐν αὐταῖς ὄντες μέσαις ταῖς θλίψεσι βοηθείας ἐτύγχανον.
 [09999]  Ἀλλὰ καὶ τοῦτο αὐτοὺς ὠφέλει, καὶ χωρὶς τῆς βοηθείας αὐτῷ τῷ πράγματι εὐτονωτέρους ἐποίει, ἰσχυροτέρους, ἀκαταπλήκτους.
 [09999]  ὅτι οὐκ ἀνθρωπίνης βοηθείας ἦν τὸ πᾶν, ἀλλὰ τῆς τοῦ Θεοῦ χειρὸς χωρὶς πλοίου σωζούσης.
000-00-00 Serial Number=0787888944
In Ecclesiasten Ante [Go Back]  
 [00517]  Οὐ γάρ ἐστιν ἄνθρωπος μὴ δεόμενος βοηθείας.
000-00-00 Serial Number=0701682925
In Genesim sermones Ante [Go Back]  
 [00425]  Ἐπειδὴ γὰρ πολλὴν εἰς τὴν τῆς ζωῆς ἡμῶν χρείαν τὰ ἄλογα τὴν τῆς βοηθείας εἰσήγαγε κοινωνίαν, ἵνα μὴ τῶν δούλων νομίσῃς εἶναι καὶ τὴν γυναῖκα, ὅρα πῶς ποιεῖ τὴν διάκρισιν φανεράν.
 [01406]  Εἰ πνευματικὸς εἶ, δεῖξόν μοι τὴν ἰσχύν σου, μὴ ἀπὸ τῆς σῆς σωτηρίας, ἀλλὰ καὶ ἀπὸ τῆς ἐμῆς σωτηρίας, ἀλλὰ καὶ ἀπὸ τῆς βοηθείας τῆς εἰς τοὺς πεπτωκότας.
000-00-00 Serial Number=0078892291
In Isaiam Ante [Go Back]  
 [00454]  ὥσπερ οὖν καὶ οὗτοι νῦν ἐγκαλοῦνται, οὐχ ὅτι πλεονεκτοῦσιν, οὐδ' ὅτι καταδυναστεύουσιν, ἀλλ' ὅτι καὶ τοῖς δεομένοις τῆς αὐτῶν βοηθείας οὐκ ὀρέγουσι χεῖρα.
 [00925]  Τοσοῦτον γὰρ ἀφέξουσιν αὐτῶν, φησίν, οἱ θεοὶ παρασχεῖν τινα συμμαχίαν, ὅτι καὶ τῆς παρὰ τῶν ἀνθρώπων δεήσονται βοηθείας καὶ τόπων ἀσφαλείας, ὥστε μὴ ἁλῶναι·
 [01562]  [5.3] Ἀποστήσω, φησί, τὴν ἐμὴν συμμαχίαν, γυμνώσω μου τῆς βοηθείας, ἐρήμους καταστήσω τῆς τοσαύτης προνοίας καὶ εἴσονται διὰ τῶν ἐναντίων ὧν ἀπήλαυον ἔμπροσθεν, ὅταν ὦσι πᾶσιν εἰς ἁρπαγὴν προκείμενοι.
 [01837]  ἀλλ' ἔρημοι καὶ τῆς ἄνωθεν συμμαχίας καὶ τῆς κάτωθεν βοηθείας, ἐκδοθήσονται τοῖς πολεμίοις.
000-00-00 Serial Number=0028990269
In Joannem Ante [Go Back]  
 [01698]  Ἐπεὶ καὶ οἱ νομοθέται πολλὰς καὶ χαλεπὰς κατὰ τῶν ἡμαρτηκότων τιθέασι τιμωρίας, καὶ ὅμως αὐτοὺς οὐκ ἀποστρεφόμεθα διὰ ταῦτα, ἀλλὰ καὶ μᾶλλον τιμῶμεν τῶν κολάσεων χάριν, καὶ ὅτι μηδενὸς δεόμενοι τῶν παρ' ἡμῶν, πολλάκις δὲ οὐδὲ εἰδότες τίνες ποτὲ ἔσονται οἱ μέλλοντες τῆς διὰ τῶν γραμμάτων αὐτῶν ἀπολαύσεσθαι βοηθείας, ὅμως ἐφρόντισαν τῆς κατὰ τὸν βίον τὸν ἡμέτερον εὐταξίας, τιμῶντες μὲν τοὺς ἐν ἀρετῇ ζῶντας, εἴργοντες δὲ διὰ τῶν τιμωριῶν τοὺς ἀκολάστους, καὶ τῇ τῶν λοιπῶν ἡσυχίᾳ λυμαινομένους.
 [04290]  Ἐκεῖνος μέντοι ἔτι κατὰ τοὺς αἱρετικοὺς φθέγγεται, ἐνεργούμενον αὐτὸν καὶ τῆς ἑτέρων βοηθείας δεόμενον ταῦτα πράττειν, ἅπερ ἔπραττε, λέγων.
 [04293]  οὐκ εἶπε μὲν, ὅτι Οὐδὲν δέομαι τῆς ἑτέρων βοηθείας, ἀλλὰ, Μετ' ἐξουσίας πάντα πράττω·
 [04678]  Ἆρ' οὖν ἵνα μένῃ Υἱὸς, τῆς παρὰ τοῦ Πνεύματος δεῖται βοηθείας;
 [04939]  Ὑμᾶς δὲ οὐδεὶς ἐξαιρήσεται τῆς γεέννης, ἂν μὴ τῆς παρὰ τῶν πενήτων τύχητε βοηθείας.
 [05466]  οὐ γὰρ τῆς ἐκεῖθεν δεῖται βοηθείας, ἀλλ' αὐτός
000-00-00 Serial Number=0621018112
In Psalmum 118 Ante [Go Back]  
 [00080]  Οὐκοῦν ἐξ ἡμῶν μέν ἐστιν ἡ ἀρχὴ τοῦ ἀγαθοῦ, τὸ δὲ εἰς πέρας ἐλθεῖν τῆς τοῦ Θεοῦ δέεται βοηθείας·
 [00349]  Οὔτε γὰρ ἡ θεία χάρις δίδοται τοῖς τὴν ἀγαθὴν οὐκ ἔχουσι προθυμίαν, οὔτε ἀνθρωπεία φύσις δύναται ἀρετὴν κατορθῶσαι δίχα τῆς ἄνωθεν βοηθείας.
 [00900]  καθοδηγεῖ δὲ καὶ πρὸς ἑτέραν διδασκαλίαν, τὸ μὴ ἑαυτοὺς ἐκδικεῖν, μηδὲ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ τῆς παρὰ τοῦ Θεοῦ δέεσθαι βοηθείας, καὶ αὐτῷ ἀποδιδόναι τὴν κρίσιν.
 [01167]  Οὐ δίχα δὲ τοῦτο τῆς σῆς βοηθείας κατώρθωσα, ἀλλὰ τῆς σῆς ἀπολαύσας ῥοπῆς, καὶ τῇ σῇ ἐλπίδι τρεφόμενος.
 [01328]  Σκοπὸς δὲ αὐτῷ ἐστιν, ἡ ἀποχὴ τῆς ἁμαρτίας καὶ ἡ ἀποτροπὴ τοῦ κακοῦ, τήρησις δὲ καὶ φυλακὴ τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ ἐλέγ χειν τοὺς παραβαίνοντας, καὶ ἐξ αὐτῶν ἀποστρέφεσθαι, δέεσθαί τε τῆς τοῦ Θεοῦ βοηθείας καὶ τοῦ ἐλέους αὐτοῦ.
000-00-00 Serial Number=0455469251
In Samaritanam in die mediae pentecostes Ante [Go Back]  
 [00009]  Οὐ γὰρ ἀνέβαινε Χριστὸς ταῖς τῶν δεομένων ἀνα ζητεῖσθαι σπουδαῖς, ἀλλ' αὐτὸς ἐφ' ἑκάστης ὠδίνει βοηθείας·
000-00-00 Serial Number=0308011830
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00066]  [52.796] οὕτω δὴ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θεασάμενος πολλὴν οὖσαν τὴν τῶν ἐναντίων δυνάμεων δυναστείαν, καὶ διὰ τοῦτο πολλῆς δεομένην βοηθείας τὴν ἀνθρωπίνην φύσιν, ἐδωρήσατο τοῦ ἁγίου Πνεύματος τὴν χάριν, ἵνα ὁ πρότερον δεδιὼς τῶν δαιμόνων τὰς φάλαγγας, νῦν ταύταις φοβερὸς ὀφθῇ, καὶ καταπλήττῃ, καὶ μόνον ὀφθεὶς ἀπελάσῃ τὸν δόλιον ὄφιν.
000-00-00 Serial Number=0120196104
In catenas sancti Petri Ante [Go Back]  
 [00088]  Ἐπειδὴ γὰρ ἔτι σε, φησὶν, ὁ βασιλικὸς ἅμα καὶ ἰουδαϊκὸς φόβος, καὶ ἡ τῶν φυλασσόντων ἐν κύκλῳ περιοχὴ καὶ συντήρησις ὀρρωδοῦντα καὶ τεθηπότα πεποιήκασι, καὶ διὰ τοῦτο οὐκ εὐχερῶς τοῖς παρ' ἐμοῦ λεγομένοις πιστεύειν ἐθέλεις, τοσαύτης σε βοηθείας καὶ συμμαχίας ἐμπιπλῶ, καὶ πάντα φόβον τῆς σῆς ἀπορραπίζω διανοίας, ὡς καὶ αὐτὸ τὸ ἱμάτιον δίχα παντὸς δέους περιβαλέσθαι, καὶ τὰ σανδάλια ὑποδύσασθαι.
 [00092]  Ἐνταῦθα δὲ καὶ δεδεμένος ἁλύσεσι, καὶ τέσσαρσι τετραδίοις στρατιωτῶν φυλασσόμενος, καὶ μεταξὺ δύο κοιμώμενος στρατιωτῶν, καὶ μηδενὸς ἐλλείποντος τῶν ὅσα πρὸς θάνατον συνελαύνειν οἶδε τὸν κατάκριτον, οὕτω τῆς ἄνωθεν βοηθείας ἠξίωται, καὶ παραδόξου τυγχάνει ἀπολυτρώσεως·
000-00-00 Serial Number=0261707246
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02795]  [61.461] ἐκεῖνος ἐφθέγξατο, καὶ ἐξ ὧν οὐκ ἦν ἄλλως ἀνενεγκεῖν, ἢ διὰ τῆς τοῦ Θεοῦ βοηθείας.
 [04558]  ∆ιὸ καὶ πολλῆς ἀπολαύει τῆς ἄνωθεν βοηθείας παρὰ τοῦ Πνεύματος.
 [05424]  Εἰ δὲ καὶ τούτου τις ἀσθενέστερος εἴη, καὶ τῆς συμμέτρου τῆς ἀπὸ κρεῶν βοηθείας δέοιτο, οὐδὲ τούτου αὐτὸν ἀπείρξομεν.
 [05715]  περὶ δὲ τοῦ κηρύγματος διαλέγεται, δεικνὺς ὅτι οὐκ ἔστιν ἀνθρώπινον, οὐδὲ τῆς κάτωθεν δεόμενον βοηθείας.
 [06398]  κἂν ὁ πάσχων κακῶς ἀνάξιος ᾖ βοηθείας, [61.562] ὅταν μεθ' ὑπερβολῆς τοῦτο πάθῃ, καὶ εἰς τὴν ἑαυτοῦ συγγνώμην τὸν Θεὸν ἐπισπᾶται, καὶ εἰς τὴν ἄμυναν τοῦ ποιοῦντος ἐντεῦθεν μόνον.
 [06440]  ὑπὲρ μὲν παιδοποιίας ἐπιθυμία, ὑπὲρ δὲ βοηθείας τῶν ἀδικουμένων ὀργή·
 [07078]  τότε μείζονος ἀπολαύει βοηθείας, πλείονος δεομένη συμμαχίας, καὶ πλείονος ἀξία χάριτος.
 [08113]  Εἰ τοίνυν ἡμεῖς οἱ κενόδοξοι τῆς παρὰ τῶν κωνώπων οὐ δεόμεθα βοηθείας ἢ δόξης, πολλῷ μᾶλλον τὸ θεῖον, καὶ ἀπαθὲς ὂν καὶ ἀνενδεές.
000-00-00 Serial Number=0040481925
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00852]  μηδεὶς ὑμῶν ἐξ ἀμέτρου ταπεινοφροσύνης ἀποστερείτω ἡμᾶς τοσαύτης βοηθείας.
 [00990]  ∆ιὰ τοῦτο καθάπερ τινὸς πνεύματος τῆς τοῦ Θεοῦ δεόμεθα βοηθείας, ἵνα ἡμῖν τὸ ἱστίον ὥσπερ ὑπό τινος σφοδροῦ πνεύματος παραπεμφθῇ πρὸς τὴν ἀγάπην τοῦ Θεοῦ.
000-00-00 Serial Number=0281733572
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00599]  Ἐπειδὴ εἰκὸς ἦν αὐτὸν συλληφθέντα ἐγκαταλειφθῆναι, καὶ μηδεμιᾶς ἀπολαῦσαι φιλανθρωπίας, μηδὲ ῥοπῆς, μηδὲ βοηθείας, ἀλλὰ καὶ ὑπ' αὐτῶν τῶν πιστῶν καὶ φίλων προδεδόσθαι, ἄκουε τί φησιν·
 [00684]  οὕτω δὴ καὶ ἐνταῦθα ἐπὶ τῆς εὐσεβείας καθ' ἑκάστην ἡμέραν δεόμεθα τῆς ἀπὸ τῶν ἔργων βοηθείας.
000-00-00 Serial Number=0262751579
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01636]  ἐπειδὴ δὲ ἑαυτῇ τὸ πᾶν ἐπέτρεψε, καὶ οὐδὲν ἐνόμισε δεῖσθαι τῆς βοηθείας ἐκείνης, μωρία γέγονεν, εἰ καὶ ἐδόκει σοφία εἶναι.
 [01875]  Καὶ γὰρ καὶ ψυχικός ἐστιν ὁ τὸ πᾶν τοῖς λογισμοῖς τοῖς ψυχροῖς διδοὺς, καὶ μὴ νομίζων ἄνωθέν τινος δεῖσθαι βοηθείας, ὅπερ ἐστὶν ἀνοίας.
 [03970]  Ὁδοὺς δὲ αὐτὰς ἐν Χριστῷ φησι, δεικνὺς ὅτι οὐδὲν ἔχουσιν ἀνθρώπινον, καὶ ὅτι μετὰ τῆς ἐκεῖθεν βοηθείας τὰ πάντα κατορθοῖ.
 [07390]  ∆ιόπερ ἵνα μάθῃς ἀκριβῶς, ὅτι οὐ μόνον ἐκείνους τοὺς ὑπερβαίνοντας ἡμῶν τὴν δύναμιν, ἀλλ' οὐδὲ τούτους τοὺς ἀνθρωπίνους ἔνι χωρὶς τῆς ἐκεῖθεν βοηθείας ῥᾳδίως ἐνεγκεῖν, ἐπήγαγεν·
 [09875]  ἄλλως τε δὲ πολλὰ καὶ τῶν ἡμετέρων κατορθωμάτων χαρίσματα καλεῖ, οὐκ ἀναπίπτειν ἡμᾶς βουλόμενος, ἀλλὰ δεικνὺς ὅτι πανταχοῦ τῆς τοῦ Θεοῦ δεόμεθα βοηθείας, καὶ παρασκευάζων εὐχαρίστους εἶναι, καὶ προθυμοτέρους ταύτῃ ποιῶν καὶ διεγείρων αὐτῶν τὰ φρονήματα.
000-00-00 Serial Number=0892878711
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00181]  Ὅτι ἂν γρηγορῶμεν, οὐ δεησόμεθα τῆς ἑτέρων βοηθείας·
 [01692]  ∆ιὰ τοῦτο ζητῶ τὸν ἄνδρα, διὰ τοῦτο τὸν υἱὸν, διὰ τοῦτο κόπτομαι καὶ θρηνῶ, οὐκ ἀπιστοῦσα τῇ ἀναστάσει, ἀλλ' ἔρημος βοηθείας γενομένη, καὶ τὸν προστάτην ἀπολωλεκυῖα, τὸν σύνοικον, τὸν ἐν πᾶσι κοινωνοῦντα, τὸν παρηγοροῦντα·
 [03263]  Ἀλλ' ὅρα πῶς ἐν ἀνάγκῃ καὶ χρείᾳ καταστὰς αὐτοῦ τῆς βοηθείας, ἀπέτυχεν.
000-00-00 Serial Number=0220453858
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03431]  Ἄρα καὶ ταύτης τὸν μισθὸν αὕτη ἔχει τῆς βοηθείας·
000-00-00 Serial Number=0771358788
In epistulam ad Ephesios Ante [Go Back]  
 [01051]  ἀλλ' ἐπειδὴ τῆς ἀπὸ ἐλεημοσύνης ἦσαν ἔρημοι βοηθείας, τῷ νυμφίῳ οὐ συνεισῆλθον.
 [01110]  εἰ ἔνθα συγκεχώρητο χρημάτων κτῆσις καὶ ἀπόλαυσις καὶ ἐπιμέλεια, τοσαύτη πρόνοια ἐγένετο τῆς εἰς τοὺς πένητας βοηθείας, πόσῳ μᾶλλον, ἔνθα κελευόμεθα πάντα ῥῖψαι! Τί γὰρ οὐκ ἐποίουν ἐκεῖνοι;
 [05706]  Ἀσθενέστερόν πως τὸ γένος ἐστὶν, πολλῆς δεόμενον τῆς βοηθείας, πολλῆς τῆς συγκαταβάσεως.
 [06364]  τουτέστιν, ἐν τῇ ἐλπίδι τῇ εἰς αὐτὸν διὰ τῆς αὐτοῦ βοηθείας.
000-00-00 Serial Number=0955252886
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02067]  ὁ δὲ τούτων ἀπαλλαγεὶς, οὐ δεῖται τῆς ἀπὸ τοῦ νόμου βοηθείας, ὑψηλότερος πολλῷ τῆς ἐκείνου παραγγελίας γενόμενος.
000-00-00 Serial Number=0581243932
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03326]  ἔχει τὸ δικαίωμα τῆς βοηθείας τὸ κακῶς παθεῖν αὐτόν.
 [03330]  Εἰ γὰρ καὶ ἄπιστος, ἀλλὰ βοηθείας δεῖται.
 [03339]  ὅταν δὲ ἐν συμφορᾷ ᾖ καὶ βοηθείας δεῖται, οὐ χρὴ λέγειν ὅτι πονηρός ἐστιν·
 [06018]  Ὑμᾶς μὲν ἀποστεροῦσι χρημάτων, ἑαυτοὺς δὲ γυμνοῦσι τῆς εὐνοίας τοῦ Θεοῦ καὶ τῆς βοηθείας·
 [06049]  ἐσπούδασα γὰρ αὐτὸν γυμνῶσαι τῆς τοῦ Θεοῦ βοηθείας·
000-00-00 Serial Number=0107750773
In epistulam ad Philippenses Ante [Go Back]  
 [01037]  οἱ δὲ κατηχούμενοι οὐδὲ ταύτης καταξιοῦνται τῆς παραμυθίας, ἀλλὰ ἀπεστέρηνται πάσης τῆς τοιαύτης βοηθείας, πλὴν μιᾶς τινος.
 [01867]  ὅταν δὲ τῆς χειρὸς ἐκείνης ἐκπέσωμεν καὶ τῆς βοηθείας, ἀπολώλαμεν, πᾶσιν ἕτοιμοι προκείμεθα εἰς ἁρπαγὴν, πᾶσιν εἰς καταπάτημα, ὡς τοῖχος κεκλι [62.224] μένος καὶ φραγμὸς ὠσμένος.
 [03905]  πολλῆς δεῖ τῆς βοηθείας, πολλῆς τῆς συμμαχίας.
000-00-00 Serial Number=0502290308
In epistulam ad Romanos Ante [Go Back]  
 [00875]  Ὥσπερ γὰρ ὁ στρατοπέδου προηγούμενος ἂν τοῦ πολέμου βαρήσαντος ἀναχωρήσας ἀπέλθοι, παραδίδωσι τοῖς πολεμίοις τοὺς στρατιώτας, οὐχὶ αὐτὸς ὠθῶν, ἀλλὰ γυμνῶν τῆς ἑαυτοῦ βοηθείας·
 [01960]  Ὁ γὰρ ὑπόδικος κυρίως ἂν ἐκεῖνος λέγοιτο, ὁ μὴ δυνάμενος ἀρκεῖν ἑαυτῷ πρὸς ἀπολογίαν, ἀλλὰ τῆς ἑτέρου δεόμενος βοηθείας·
 [03708]  ∆ιὸ καὶ μείζονα ἡμῖν προετέθη τὰ σκάμματα, ἅτε μείζονος μετεσχηκόσι τῆς βοηθείας.
 [04778]  Ὅπερ γὰρ οὐκ ἴσχυσας ἐν τῷ νόμῳ, φησὶ, τοῦτο δυνήσῃ νῦν, ὀρθὰ βαδίζειν καὶ ἀδιάπτωτα, εἰ τῆς τοῦ Πνεύματος ἐπιλάβοιο βοηθείας.
 [05401]  Εἶτα δεικνὺς, ὅτι πρὸς τὸ κοῦφον τοῦτο πολλῆς ἀπολαύομεν βοηθείας, ἐπάγει·
 [05410]  Καὶ γὰρ εἰς τοῦτο τῆς τοῦ Θεοῦ δεόμεθα βοηθείας·
 [06061]  καὶ, Τῆς παρὰ σοῦ δεῖται βοηθείας, ὥστε μὴ ἐκπεσεῖν αὐτοῦ τὸν λόγον;
 [08407]  Ὁ γὰρ τοιοῦτος καὶ ἔρημον ἑαυτὸν καταστήσει βοηθείας, καὶ ἐν οἷς ἂν ἁμαρτάνῃ, οὐδεμιᾶς ἀπολαύσεται οὔτε διορθώσεως οὔτε συγγνώμης, καὶ τὸν Θεὸν παροξυνεῖ διὰ τῆς ἀπονοίας, καὶ πολλὰ ἁμαρτήσεται.
000-00-00 Serial Number=0833991528
In epistulam ad Titum Ante [Go Back]  
 [00905]  Καὶ γὰρ ἰατρὸν τότε θαυμάζομεν, ὅταν τὸν ἀπεγνωσμένον καὶ οὐδεμιᾶς βοηθείας ἀπολαύοντα οὐδὲ κρατῆσαι τῶν ἀκαίρων ἐπιθυμιῶν δυνάμενον, ἀλλ' ἐν ταύταις ἐγκαλινδούμενον, ἐναγάγῃ πρὸς ὑγείαν καὶ διορθώσηται.
 [01322]  Ἵνα μὴ περιμένωσι τοὺς δεομένους ἐλθεῖν πρὸς αὐτοὺς, ἀλλὰ καὶ αὐτοὶ περιεργάζωνται τοὺς δεομένους τῆς αὐτῶν βοηθείας·
000-00-00 Serial Number=0980428398
In illud Domine non est in homine Ante [Go Back]  
 [00132]  Ὅτι οὐ δεῖ ἁπλῶς τὰς τῶν Γραφῶν ῥήσεις παραφέρειν, οὐδὲ ἐκκόπτοντας τῆς ἀκολουθίας, οὐδὲ τῆς συγγενείας ἀποσπῶντας, οὐδὲ ἔρημα καὶ γυμνὰ τὰ ῥήματα τῆς τῶν ἑπομένων ἢ προλαβόντων βοηθείας λαμβάνοντας συκοφαντεῖν ἁπλῶς καὶ ἐπηρεάζειν.
000-00-00 Serial Number=0053996205
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00129]  μετὰ δὲ τὸ καταβληθῆναι τὴν πίστιν, τῆς τοῦ Πνεύματος δεόμεθα βοηθείας, ὥστε μένειν αὐτὴν διηνεκῶς ἄσειστον καὶ ἀπερίτρεπτον.
 [00133]  Ἐπειδὴ γὰρ καὶ ὁ διάβολος μετὰ τὸ τῇ πίστει προσελθεῖν ἡμᾶς, εὐθέως ἐπεισέρχεται, τὴν καλὴν ταύτην ῥίζαν ἀνασπάσαι βουλόμενος, καὶ τὰ ζιζάνια σπεῖραι ἐπειγόμενος, καὶ τοῖς γνησίοις καὶ καθαροῖς λυμήνασθαι σπέρμασι, δεόμεθα τῆς τοῦ Πνεύματος βοηθείας τότε, ἵνα, καθάπερ γεωργὸς φιλόπονος, ἐγκαθεζόμενος ἡμῶν τῇ ψυχῇ, πολλῇ τῇ φειδοῖ καὶ προνοίᾳ τειχίζῃ πάντοθεν τὸ νεοπαγὲς τῆς πίστεως φυτόν.
 [00230]  Ἡ μὲν γὰρ πίστις τῆς τοῦ Πνεύματος δεῖται βοηθείας καὶ τῆς παραμονῆς, ἵνα ἄσειστος μένῃ·
000-00-00 Serial Number=0482157528
In illud Ignem veni mittere in terram Ante [Go Back]  
 [00028]  ∆ιὸ ἕκαστος ἡμῶν γυ μνὸς βοηθείας ὑπάρχων πρὸς σὲ βοᾷ λέγων·
000-00-00 Serial Number=0688579321
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00244]  Ὅταν γὰρ σαυτὸν διὰ τῆς ἀσελγείας ταύτης ἔρημον ποιήσῃς τῆς τοῦ Θεοῦ συμμαχίας, καὶ γυμνώσῃς σαυτὸν τῆς ἄνωθεν βοηθείας, λαβοῦσά σε μετὰ ἀδείας ἡ πόρνη, καὶ τοὺς αὐτῆς καλέσασα δαίμονας, καὶ τὰ πέταλα ῥάψασα, καὶ τὰς ἐπιβουλὰς ἐργασαμένη, μετὰ πολλῆς τῆς εὐκολίας περιγίνεταί σου τῆς σωτηρίας, ὄνειδός σε καὶ γέλωτα τῶν τὴν πόλιν οἰκούντων ἁπάντων καταστήσασα, ὥστε μηδὲ ἐλεεῖσθαι κακῶν πάσχοντα.
000-00-00 Serial Number=0284096658
In illud Vidi dominum Ante [Go Back]  
 [00559]  Οὐκ εἶπεν ὅτι ὁ Θεὸς ὑπερηφάνους ἀφίησιν καὶ ἐγκαταλιμπάνει καὶ τῆς οἰκείας βοηθείας γυμνοῖ, ἀλλ' Ἀντιτάσσεται, φησίν, οὐχ ὅτι παρατάξεως αὐτῷ καὶ μάχης ἔδει πρὸς τὸν ὑπερήφανον·
000-00-00 Serial Number=0790696502
In illud Vidua eligatur Ante [Go Back]  
 [00047]  ἆρα περὶ τῆς δεομένης βοηθείας καὶ χρείαν ἐχούσης ἐξ ἐκκλησιαστικῶν τρέφεσθαι χρημάτων, ἢ περὶ τῆς ἀνενδεοῦς καὶ ἐν εὐπορίᾳ ζώσης;
 [00063]  Οὐ περὶ ἐκείνης οὖν λέγει τῆς ἐν πενίᾳ ζώσης καὶ δεομένης βοηθείας, ἀλλὰ περὶ ταύτης τῆς ἑλομένης χηρείαν.
 [00249]  ἂν δὲ ἐκείνης ἐκπέσῃς τῆς βοηθείας οὐδὲν ὄφελός σοι τῆς βασιλείας καὶ τῆς πολλῆς ταύτης δυνάμεως.
000-00-00 Serial Number=0578941405
In latronem Ante [Go Back]  
 [00020]  Εἶδε γὰρ τὴν οἰκουμένην βοηθείας ἐστερημένην, καὶ βοῶσαν πρὸς αὐτόν·
000-00-00 Serial Number=0727573395
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00069]  Κἂν γὰρ Παῦλός τις ᾖ, καὶ Πέτρος, κἂν Ἰάκωβος, κἂν Ἰωάννης, τῆς ἄνωθεν βοηθείας ἀποστερηθεὶς ἐλέγχεται ῥᾳδίως, καὶ ὑποσκελίζεται, καὶ καταπίπτει.
 [00079]  Εἰ δὲ Πέτρος ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ καὶ τὴν ψυχὴν ὑπὲρ αὐτοῦ μυριάκις ἐπιδοὺς, καὶ προπηδῶν ἀεὶ τοῦ χοροῦ τῶν ἀποστόλων, καὶ παρὰ τοῦ ∆ιδασκάλου μακαριζόμενος, καὶ διὰ τοῦτο Πέτρος κληθεὶς, ἐπειδὴ ἄσειστον εἶχε καὶ ἀπερίτρεπτον τὴν πίστιν, ἠνέχθη ἂν καὶ τῆς ὁμολογίας ἐξέπεσεν, εἰ συνεχώρησεν ὁ Χριστὸς τῷ διαβόλῳ πειράσαι ὅσον ἠβούλετο, τίς ἕτερος στῆναι δυνήσεται χωρὶς τῆς αὐτοῦ βοηθείας;
 [00083]  Οὔτε γὰρ μόνον ἐν τοῖς ὑπὲρ δύναμιν κινδύνοις, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς κατὰ δύναμιν τῆς ἄνωθεν δεόμεθα βοηθείας, εἰ μέλλοιμεν ἑστάναι γενναίως·
000-00-00 Serial Number=0429077327
In principium Actorum Ante [Go Back]  
 [00506]  χρείαν γὰρ εἶχε τὸ παλαιὸν, τῆς πίστεως ἕνεκα, ταύτης τῆς βοηθείας·
 [00583]  Εἰ δὲ ἐκεῖνοι οἱ στῦλοι, οἱ πύργοι, οἱ πολλὴν παῤῥησίαν ἔχοντες πρὸς τὸν Θεὸν, τῆς παρ' ἀλλήλων ἐδέοντο βοηθείας, καὶ ὑπὸ τῆς παρ' ἀλλήλων συμμαχίας διωρθοῦντο, πόσῳ μᾶλλον ἡμεῖς οἱ ἀσθενεῖς, καὶ ταλαίπωροι, καὶ οὐδενὸς ἄξιοι λόγου, τῆς ἀλλήλων δεησόμεθα βοηθείας;
 [01093]  ὅταν τις προσωπεῖον φιλανθρωπίας ἔχων πᾶσαν ἀπανθρωπίαν ἐπιδείκνυται, καὶ ὁ χεῖρα μέλλων ὀρέγειν πρὸς τὸ βάραθρον ὠθῇ τὸν βοηθείας δεόμενον;
000-00-00 Serial Number=0819865823
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00050]  ἀλλ' ὁρᾷς σχῆμα ἐλεεινὸν, οἴκτου καὶ βοηθείας ἄξιον.
000-00-00 Serial Number=0349099457
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00149]  οἱ δὲ τὴν Ῥώμην οἰκοῦντες, ἅτε πολλῆς τότε ἀσεβείας οὔσης ἐκεῖ, πλείονος ἔχρῃζον βοηθείας.
000-00-00 Serial Number=0094101191
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00099]  [26] Τούτων δὴ οὕτως ἐχόντων καὶ ἀπολλυμένης τῆς φύσεως, βουληθεὶς ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ σὺν πατρικῇ γνώμῃ ἐπαναγαγεῖν τὸν ἄνθρωπον καὶ τῆς ἐπηρτημένης δίκης ἐξαρπάζειν αὐτόν, καὶ καιρὸν τῆς βοηθείας καὶ τρόπον ἐπινοεῖ, καιρὸν μὲν ἵν' εὐκαίρως ἐπιστῇ πρὸς τὴν ἴασιν, τρόπον δὲ ἵνα κατάλληλος αὐτὸς πρὸς τὴν ἐκκαθάρσεως ἀποκατάστασιν γένηται, καὶ δὴ γενόμενος ἄνθρωπος μετὰ τοῦ μεῖναι θεὸς τὸ παγκόσμιον πάθος ὑπέμεινεν.
000-00-00 Serial Number=0548488081
In sanguinis fluxu laborantem Ante [Go Back]  
 [00063]  δύναται γὰρ ἡ ῥανὶς τῆς αὐτοῦ βοηθείας τὸν ἐν ἐμοὶ τῶν αἱμάτων ἀκαμάτως ἀποπνίξαι βυθόν·
000-00-00 Serial Number=0054651141
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [02145]  Πῶς ἐκεῖνοι τοῦτο οὐ συνεῖδον, ὅτι ἤμελ [56.245] λον διὰ τῆς βοηθείας ἐλέγχεσθαι;
000-00-00 Serial Number=0115690768
Quales ducendae sint uxores Ante [Go Back]  
 [00194]  διὰ τοῦτο γάμος, οὐχ ἵνα πολέμου καὶ μάχης τὰς οἰκίας ἐμπιπλῶμεν, οὐχ ἵνα ἔρεις καὶ φιλονεικίας ἔχωμεν, οὐχ ἵνα πρὸς ἀλλήλους διαστασιάζωμεν, καὶ ἀβίωτον τὸν βίον ποιῶμεν, ἀλλὰ ἵνα βοηθείας ἀπολαύωμεν, καὶ λιμένα ἔχωμεν καὶ [51.232] καταφυγὴν, καὶ παραμυθίαν τῶν ἐπικειμένων κακῶν, ἵνα μεθ' ἡδονῆς τῇ γυναικὶ διαλεγώμεθα.
000-00-00 Serial Number=0631485462
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00168]  Ταύτην μοι δὸς τὴν ἀμοιβὴν, φησὶ, τῆς περὶ σὲ βοηθείας·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»