Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βραβεῖα [125]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum βραβεῖα


000-00-00 Serial Number=0405034423
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00466]  [9.6] Ὅταν οὖν ἴδῃς τὴν Ἐκκλησίαν σκορπισθεῖσαν, τὰ ἔσχατα παθοῦσαν, ἐλαυνομένους, μαστιζομένους τοὺς ἐν αὐτῇ λάμποντας, τὸν πρόεδρον αὐτῆς πορρωτάτω ἀπενεχθέντα, μὴ ταῦτα σκόπει μόνον, ἀλλὰ καὶ τὰ ἐκ τούτων ἐκβησόμενα, τοὺς μισθοὺς, τὰς ἀμοιβάς, τὰ βραβεῖα, τὰ ἔπαθλα·
 [00657]  ἐκεῖ στέφανοι καὶ ἀμοιβαὶ τέλος οὐκ ἔχουσαι, ἐκεῖ ἔπαθλα καὶ βραβεῖα, ἐκεῖ κολάσεις καὶ τιμωρίαι ἀφόρητοι τῶν τὰ τοιαῦτα κακουργησάντων.
 [00681]  [12.3] Φαμὲν ὅτι τὰ σκάνδαλα ταῦτα ἀφείθη ὑπὲρ τοῦ μὴ ἐλαττωθῆναι τῶν γενναίων τὰ βραβεῖα·
 [00972]  Ἐν γὰρ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικώδει ἡμέρᾳ, ὅταν ἔλθῃ τὴν δόξαν ἐνδεικνύμενος τὴν ἑαυτοῦ, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, ὅταν τὸ φοβερὸν παρῇ κριτήριον, ὅταν πᾶσα ἡ τῶν ἀνθρώπων παραστήκῃ φύσις, ὅταν ποταμοὶ πυρὸς καχλάζοντες, ὅταν ἀγγέλων δῆμοι καὶ τῶν ἄνω δυνάμεων ἀθρόον ἐκχέωνται κάτω μετ' αὐτοῦ, ὅταν βραβεῖα τὰ μυρία ἐκεῖνα, ὅταν οἱ μὲν ὡς ἥλιος λάμπωσιν, οἱ δὲ ὡς ἀστέρες, [17.12] ὅταν συμμορίαι μαρτύρων, ὅταν ἀποστόλων χοροί, ὅταν προφητῶν τάγματα, ὅταν γενναίων ἀνδρῶν σύλλογοι πάντες εἰς μέσον ἄγωνται, τότε δή, τότε ἐν ἐκείνῃ τῇ λαμπρότητι, ἐν ἐκείνῃ τῇ περιφανείᾳ, αὐτὸν ἔρχεται φέρων λαμπρὰς ἀφιέντα ἀκτῖνας.
 [01024]  [19.13] Τοσαῦτα οὖν βραβεῖα ὁρῶν, τοσούτους στεφάνους πλεκομένους, τοσαύτην διδασκαλίαν γινομένην, πόθεν, εἰπέ μοι, σκανδαλίζῃ;
000-00-00 Serial Number=0380458891
Ad populum Antiochenum Ante [Go Back]  
 [00331]  Τὸ τοὺς στεφάνους ἡμῖν καὶ τὰ βραβεῖα πλεονάζειν·
 [01302]  ἐὰν μὴ παλαίσματα, οὐδὲ βραβεῖα·
 [03497]  καὶ γὰρ καὶ ταύτῃ παρὰ τοῦ Θεοῦ τετίμησαι, ὅτι τὰ φυσικὰ αὐτῶν πλεονεκτήματα ἐκ προαιρέσεώς σοι παρέσχε κατορθοῦν, ἵνα καὶ βραβεῖα λάβῃς.
 [05106]  οἶδε γὰρ ὅτι ἡ τοῦ θανάτου παρουσία πόνων ἐστὶν ἀπαλλαγὴ, καὶ δρόμος ἐπὶ τοὺς στεφάνους καὶ τὰ βραβεῖα τὰ ἀποκείμενα τοῖς ὑπὲρ εὐσεβείας καὶ ἀρετῆς ἀγωνισαμένοις.
 [05687]  ὅταν ἴδῃς αὐτοὺς ἐκτμηθέντας σου τῆς φιλίας, περιστεῖλαι σπεῦσον ταχέως, μὴ προτέρους ἀναμείνῃς ἐκείνους ἐλθεῖν, ἀλλ' αὐτὸς πρότερος ἐπείχθητι λαβεῖν τὰ βραβεῖα.
000-00-00 Serial Number=0389427185
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01594]  ὁ δὲ ἐκ πρώτης ἡλικίας ἀποδυσάμενος, οὐκ εἰς τοῦτο δαπανᾷ τὸν χρόνον, οὐδὲ κάθηται τραύματα θεραπεύων, ἀλλ' ἐκ προοιμίων λαμβάνει τὰ βραβεῖα·
000-00-00 Serial Number=0244297206
De Anna i Ante [Go Back]  
 [01136]  Ἀπὸ γὰρ τῶν τραυμάτων τὰ βραβεῖα, οὐκ ἀπὸ τῶν βραβείων τὰ τραύματα τὴν ἀρχὴν λαμβάνει καὶ τὴν ὑπόθεσιν.
000-00-00 Serial Number=0971862435
De Joseph et de castitate Ante [Go Back]  
 [00042]  οἱ δαίμονες κάτω τὰ βραβεῖα προετίθουν τῇ Αἰγυπτίᾳ, καὶ οἱ ἄγγελοι ἄνω ἔπλεκον τῷ Ἰωσὴφ τοὺς στεφάνους·
000-00-00 Serial Number=0100140870
De Lazaro Ante [Go Back]  
 [02165]  Τοῦ μὲν γὰρ πλουσίου ὁ θάνατος θάνατος καὶ τάφος, τοῦ δὲ πένητος ὁ θάνατος ἀποδημία, καὶ πρὸς τὰ βελτίω μετάστασις, καὶ ἀπὸ τοῦ σκάμματος ἐπὶ τὰ βραβεῖα ὁ δρόμος, ἀπὸ τοῦ πελάγους ἐπὶ τὸν λιμένα, ἀπὸ τῆς παρατάξεως ἐπὶ τὸ τρόπαιον, ἀπὸ τῶν ἱδρώτων ἐπὶ τὸν στέφανον.
 [02432]  Εἰ τοίνυν ὁ Λάζαρος δίκαιος ἦν, ὥσπερ οὖν καὶ ἦν, καὶ ἔδειξεν ὁ κόλπος τοῦ Ἀβραὰμ, ὁ στέφανος, τὰ βραβεῖα, ἡ ἄνεσις, ἡ ἀπόλαυσις, ἡ καρτερία, ἡ ὑπομονή·
000-00-00 Serial Number=0219883204
De beato Philogonio Ante [Go Back]  
 [00031]  οὐχ ἱμάτια καὶ ἐπιβλήματα, ἀλλὰ στεφάνους χρυσοῦ παντὸς τιμιωτέρους καὶ βραβεῖα καὶ ἔπαθλα καὶ τὰ μυρία τοῖς κατορθοῦσιν ἀποκείμενα ἀγαθά.
000-00-00 Serial Number=0034423292
De confessione pretiosae crucis Ante [Go Back]  
 [00098]  Καθάπερ γὰρ οἱ βασιλεῖς ἐν ταῖς ἱπποδρομίαις πρὸ τῶν ἀγωνιζομένων στεφάνους καὶ [52.844] ἱμάτια καὶ βραβεῖα τιθέασιν·
 [00107]  Καὶ γὰρ πολλὰ ἔνδον ἔχει, καὶ στεφάνους καὶ βραβεῖα, καὶ ἕτερα ἔπαθλα, καὶ εἰ βούλεσθε, λύσαντες δείξομεν τὸν πλοῦτον ἅπαντα καθὼς ἡμῖν οἷόν τε ἐπιδεῖξαι, μόνον μὴ ἀποκάμητε.
000-00-00 Serial Number=0007001758
De futurae vitae deliciis Ante [Go Back]  
 [00081]  Ἐπεὶ οὖν τὰ μὲν ἐπιτάγματα ἐπίπονα καὶ ὑψηλὰ, τὰ δὲ ἔπαθλα καὶ τὰ βραβεῖα ἐν πίστει, ὅρα [51.351] τί ποιεῖ·
 [00087]  ἑτέρᾳ δὲ, τὸ αὐτὸν δεῖξαι τὰ βραβεῖα καὶ ὑπ' ὄψιν ἀγαγεῖν.
 [00140]  Ἑτέρως πάλιν τὸ τὰ βραβεῖα αὐτὰ καὶ τὰ ἔπαθλα εἰς μέσον ἀγαγεῖν, καὶ ὑπὸ ὀφθαλμοὺς δεικνύναι, ἄκουσον.
000-00-00 Serial Number=0028170168
De gloria in tribulationibus Ante [Go Back]  
 [00048]  Συνεχῶς περὶ τῶν μελλόντων αὐτοῖς διαλέγεται, καὶ τὰ βραβεῖα ὑπ' ὄψιν ἄγει, καὶ δείκνυσι τοὺς στεφάνους, ἀλείφων αὐτοὺς καὶ παραμυθούμενος ταῖς τῶν αἰωνίων ἀγαθῶν ἐλπίσι.
 [00129]  Μὴ γάρ μοι λέγε τὴν βασιλείαν τῶν οὐρανῶν, μηδὲ τοὺς στεφάνους ἐκείνους τοὺς ἀκηράτους, μηδὲ τὰ βραβεῖα, ἀλλ' αὐτὰ τὰ παρόντα, τὰ θλίψιν ἔχοντα καὶ μόχθον καὶ ταλαιπωρίαν πολλήν·
 [00148]  Οὔπω γὰρ τῶν μαρτύρων ἀπολαβόντων τὰς ἀμοιβὰς, οὐδὲ τὰ βραβεῖα καὶ τοὺς στεφάνους, ἀλλ' εἰς κόνιν διαλυθέντων καὶ τέφραν, μετὰ πάσης προθυμίας συντρέχομεν εἰς τὰς ἐκείνων τιμὰς, καὶ θέατρον συγκροτοῦμεν πνευματικὸν, καὶ ἀνακηρύττομεν τούτους, καὶ στεφανοῦμεν αὐτοὺς διά τε τὰ τραύματα καὶ τὸ αἷμα, διὰ τὰς βασάνους καὶ τὰς πληγὰς, διὰ τὰς θλίψεις ἐκείνας καὶ τὰς στενοχωρίας·
000-00-00 Serial Number=0585453510
De incomprehensibili dei natura Ante [Go Back]  
 [01071]  ἂν δὲ θεάσηται ὅτι οὐ μόνον οὐ βλασφημεῖς τὸν πεποιηκότα σε Θεόν, ἀλλὰ καὶ εὐχαριστεῖς αὐτῷ ἐφ' ἑκάστῳ τῶν συμβαινόντων δεινῶν, ἀποστήσεται ἐπάγων τοὺς πειρασμούς, εἰδὼς ὅτι εὐχαριστίας σοι ὑπόθεσις γίνεται τῶν δεινῶν ἡ πεῖρα, καὶ λαμπροτέρους ἐργάζεταί σοι τοὺς στεφάνους καὶ πλείονα τὰ βραβεῖα.
000-00-00 Serial Number=0738737762
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00187]  καὶ τὸ δεσμωτήριον δὲ ᾤκει, ὡς αὐτὸν τὸν οὐρανόν, καὶ τραύματα καὶ μάστιγας ἐδέχετο ἥδιον τούτων τῶν τὰ βραβεῖα ἁρπαζόντων·
000-00-00 Serial Number=0740982175
De paenitentia sermo 2 Ante [Go Back]  
 [00212]  δέξασθε τὰ βραβεῖα καὶ τοὺς στεφάνους καὶ τὰ ἔπαθλα τῶν ἀγώνων ὑμῶν.
000-00-00 Serial Number=0535457432
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00027]  Ὅπου γὰρ ἀγῶνες, ἐκεῖ καὶ βραβεῖα·
000-00-00 Serial Number=0185906172
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00057]  οὔπω γὰρ τῶν ἀγωνιστῶν γενομένων, οἱ στέφανοι προητοιμάσθησαν, καὶ τὰ βραβεῖα προπαρεσκευάσθησαν.
 [00232]  Τοῦτο γὰρ μάλιστα ἀγωνοθέτου, τὸ μὴ ἁπλῶς καὶ ὡς ἔτυχε διδόναι τὰ βραβεῖα, ἀλλ' ἀνδρείαν τιμῶντα.
 [00243]  Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐκ ἔστι καθεύδοντας καὶ ῥέγχοντας εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλὰ διὰ πολλῶν θλίψεων δεῖ λαβεῖν τὰ βραβεῖα ἐκεῖνα.
 [00247]  τοῖς γὰρ ἔργοις τίθημι τοὺς στεφάνους, καὶ τοῖς πόνοις τὰς τιμὰς, καὶ τῷ ἱδρῶτι τὰ βραβεῖα·
000-00-00 Serial Number=0820436418
De resurrectione mortuorum Ante [Go Back]  
 [00029]  Τὰ γὰρ παρόντα ἀγών ἐστι καὶ σκάμματα καὶ στάδιον, τὰ δὲ μέλλοντα ἔπαθλα καὶ στέφανοι καὶ βραβεῖα.
000-00-00 Serial Number=0096716285
De sancta Droside martyre Ante [Go Back]  
 [00041]  Ἐπειδὰν οὖν τοὺς πόνους καὶ τοὺς ἀγῶνας καὶ τὰ ἔπαθλα καὶ τὰ βραβεῖα καὶ τοὺς στεφάνους τῶν ἁγίων ἀναλογισώμεθα τούτων, πάλιν ἑτέραν μείζονα πρόφασιν ταπεινοφροσύνης εὑρίσκομεν.
000-00-00 Serial Number=0915764868
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00340]  Πρὸ τῆς μάχης ἐβουλήθη τὸ τρόπαιον λαβεῖν, πρὸ τῶν ἀγώνων τὸν στέφανον ἁρπάσαι, πρὸ τῶν παλαισμάτων δέξασθαι τὰ βραβεῖα, οὐ βασάνους δεδοικυῖα, ἀλλὰ τοὺς ἀκολάστους τῶν ἀπίστων ὀφθαλμούς·
000-00-00 Serial Number=0952454567
De sanctis martyribus [1] Ante [Go Back]  
 [00060]  Ἐπεὶ καὶ ὁ μακάριος Στέφανος, ἐπειδὴ τὸν Χριστὸν ἑώρα τοῖς τῆς πίστεως ὀφθαλμοῖς, διὰ τοῦτο τῶν λίθων τὰς νιφάδας οὐκ εἶδεν, ἀλλ' ἀντ' ἐκείνων τὰ βραβεῖα καὶ τοὺς στεφάνους ἠρίθμει.
000-00-00 Serial Number=0048379123
De sanctis martyribus [2] Ante [Go Back]  
 [00012]  Ὥστε ἐπειδὴ ἀπέθανον, διὰ τοῦτο μάλιστα πλεονεκτοῦσι, καὶ πρὸ τῆς ἀθανασίας ἔλαβον τὰ βραβεῖα, ἀπὸ τοῦ θανάτου στεφανωθέντες.
 [00025]  Ὁρᾷς σοφίαν Θεοῦ, πῶς τὸ μέγιστον τῶν κακῶν, τὸ κεφάλαιον τῆς ἡμετέρας συμφορᾶς, ὅπερ εἰσήγαγεν ὁ διάβολος, τὸν θάνατον λέγω, τοῦτον εἰς τιμὴν καὶ δόξαν ἡμετέραν μετέβαλε, διὰ τοῦτο πρὸς τὰ τοῦ μαρτυρίου βραβεῖα τοὺς ἀθλητὰς ἄγων;
 [00113]  Μὴ τὰ παρόντα ὅρα τὰ ἐπαχθῆ, ἀλλὰ τὰ μέλλοντα χρηστὰ, μὴ τὰ ἐν χερσὶ δεινὰ, ἀλλὰ τὰ ἐν ἐλπίσιν ἀγαθὰ, μὴ τὰ παθήματα, ἀλλὰ τὰ βραβεῖα, μὴ τοὺς πόνους, ἀλλὰ τοὺς στεφάνους, μὴ τοὺς ἱδρῶτας, ἀλλὰ τὰς ἀμοιβὰς, μὴ τὰς ἀλγηδόνας, ἀλλὰ τὰς ἀντιδόσεις, μὴ τὸ καιόμενον [50.711] πῦρ, ἀλλὰ τὴν προκειμένην βασιλείαν, μὴ τοὺς περιεστῶτας δημίους, ἀλλὰ τὸν στεφανοῦντα Χριστόν.
000-00-00 Serial Number=0080124497
De spe Ante [Go Back]  
 [00052]  λάμβανε τὴν ἀνεξικακίαν τοῦ Μωϋσέως, τοῦ Ἰωσὴφ τὴν σωφροσύνην, τοῦ ∆αυῒδ τὴν πραότητα, τοῦ Ἠλία τὴν παρθενίαν, τοῦ Ἐλισσαίου τὴν νηστείαν, τοῦ Ἡσαΐου τὴν ἀκτημοσύνην, Παύλου καὶ Πέτρου τὴν πίστιν, Χριστοῦ τὴν ἀγάπην, ἵνα ἐν πᾶσι καλῶς ἀγωνισάμενος, τῆς νίκης τὰ βραβεῖα ἐκ χειρὸς Θεοῦ ὑποδέξῃ.
000-00-00 Serial Number=0213831246
De studio praesentium Ante [Go Back]  
 [00082]  ὁμοίως καὶ γυναῖκες ἀποδύονται, καὶ οὐκ ἐκβάλλονται τοῦ ἀγῶνος, ἀλλὰ καὶ παρατάσσονται καὶ στεφανοῦνται καὶ ἀναγορεύονται, καὶ ἀριστείας ἔχουσιν ἔπαθλα καὶ βραβεῖα καὶ στεφάνους, καὶ τρόπαια δὲ παρ' ἐκείναις λαμπρὰ, καὶ νῖκαι συνεχεῖς καὶ ἐπάλληλοι.
000-00-00 Serial Number=0563382387
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03814]  διὸ καὶ ἀστεφάνωτος ἀναχωρεῖς, ἐκείνου τὰ βραβεῖα λαμβάνοντος.
 [07749]  κἂν τοὺς κωκυτοὺς καὶ τοὺς θρήνους διαλύσῃς, καὶ εἰς δοξολογίαν ἅπαντας διεγείρῃς, μυρία ἄνωθεν καὶ κάτωθεν δέξῃ τὰ βραβεῖα, ἀνθρώπων σε θαυμαζόντων, ἀγγέλων κροτούντων, καὶ τοῦ Θεοῦ στεφανοῦντος.
 [08053]  ἑώρα τὰς κάτω βασάνους, καὶ ἠρίθμει τὰ ἄνω βραβεῖα·
 [09420]  Καθάπερ γὰρ οἱ βασιλεῖς ἐν ταῖς ἱπποδρομίαις πρὸ τῶν ἀγωνιζομένων στεφάνους καὶ ἰμάτια καὶ βραβεῖα τιθέασιν·
 [09429]  καὶ γὰρ πολλὰ ἔνδον ἔχει, καὶ στεφάνους καὶ βραβεῖα καὶ ἕτερα ἔπαθλα.
 [09999]  τὰ δὲ μέλλοντα, ἔπαθλα καὶ στέφανοι καὶ βραβεῖα.
 [09999]  Ἐκείνην μὲν γὰρ διαδέχονται θάνατοι καὶ πόνοι καὶ κίνδυνοι καὶ φροντίδες, ταύτην δὲ, ἂν ὀρθῶς βιῶμεν, στέφανοι καὶ βραβεῖα·
000-00-00 Serial Number=0950214803
Encomium in sanctos martyres Ante [Go Back]  
 [00003]  Ξίφη καὶ πῦρ καὶ ὕδωρ τὰ ἆθλα τῶν παλαιστῶν, ἀλλ' οὐρανὸς καὶ παράδεισος καὶ βασιλεία θεοῦ τὰ βραβεῖα τῶν νικητῶν.
000-00-00 Serial Number=0420760036
Epistula ad Cyriacum Ante [Go Back]  
 [00047]  καὶ τὰ τῶν ἀθλητῶν πεπλήρωτο καὶ ὁ στέφανος ἐπλάκη καὶ τὰ βραβεῖα αὐτοῖς συνελέγη καὶ οὐδὲν λοιπὸν ἔλιπεν εἰς εὐδοκίμησιν, τότε δὴ τὰ δεινὰ λύεται καὶ ὁ τὴν κάμινον ἅψας καὶ τοσαύτῃ παραδοὺς τιμωρίᾳ οὗτος θαυμαστὸς ἐπαινέτης τῶν ἁγίων ἐκείνων ἀθλητῶν γίνεται καὶ κήρυξ τῆς τοῦ Θεοῦ παραδοξοποιίας.
 [00514]  Τοσαύτης τοίνυν τιμωρίας μεγάλας προσδόκα τὰς ἀμοιβάς, πολλὰ τὰ βραβεῖα, τὰς ἀντιδόσεις, φαιδροὺς καὶ σφόδρα ἀνθοῦντας τῶν τοσούτων ἀγώνων τοὺς στεφάνους.
 [00710]  Ὅτι μνησικακεῖν οὐκ οἶδα, φησίν, ὅτι ἐμοὶ ταῦτα στέφανοι καὶ βραβεῖα καὶ μείζονος ἐμπορίας ὑπόθεσις.
 [00719]  ἐχρῆν γὰρ πλείους αὐτῷ πλακῆναι στεφάνους καὶ μείζονα παρασκευασθῆναι βραβεῖα.
000-00-00 Serial Number=0303496897
Epistulae Ante [Go Back]  
 [00117]  τὰ δὲ ἐκ τοῦ ταῦτα φέρειν πράως καὶ γενναίως βραβεῖα διηνεκῆ καὶ ἀθάνατα, καὶ πολλῷ μείζονα τῶν ἱδρώτων.
 [00220]  Εἰ γὰρ καὶ ἀθυμία, ἀλλὰ τὴν ψυχὴν ὠφελοῦσα, καὶ πολλὰ τὰ βραβεῖα προξενοῦσα.
 [00273]  τὰ δὲ ἐντεῦθεν στέφανοι, βραβεῖα, τὰ ἀπόῤῥητα ἀγαθὰ, καὶ τέλος οὐκ ἔχοντα.
 [00498]  τοῖς γενναίως αὐτοὺς φέρουσι πολλὰ κομίζει τὰ βραβεῖα, καὶ λαμπροὺς τοὺς στεφάνους.
 [00704]  Οἶσθα γὰρ ἡλίκος ὑμῖν ἔσται ὁ μισθὸς, οἷα τὰ βραβεῖα, πηλίκοι οἱ στέφανοι, ὅταν τοσούτων ὄντων τῶν ταραττόντων αὐτοὶ τὴν ἐναντίαν φέρησθε, μεγίστην τοῖς παροῦσι κακοῖς ἐντεῦθεν διδόντες τὴν διόρθωσιν.
 [00732]  Τοῦτο ἀσφάλεια τῶν Ἐκκλησιῶν, τοῦτο τεῖχος, τοῦτο ὑμέτεροι στέφανοι καὶ βραβεῖα.
 [00860]  Οἶδας καὶ αὐτὸς, κύριέ μου τιμιώτατε, ὅσον ὑμῖν φέρει μισθὸν τὰ διὰ τὸν Θεὸν παθήματα, ἡλίκα βραβεῖα, οἵους στεφάνους·
 [00906]  Ὅσῳ γὰρ ἂν μείζων καὶ τραχύτερος ὁ χειμὼν γένηται, τοσούτῳ πλείων ἡ ἐμπορία, λαμπρότεροι τῆς ὑπομονῆς οἱ στέφανοι, πολλὰ τὰ βραβεῖα.
 [00943]  Μέχρι γὰρ τοσούτου δραμοῦσα τὸν καλὸν τοῦτον ἀγῶνα, πολλὰ ἄνωθεν ἐπεσπάσω τὰ βραβεῖα·
 [00996]  Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαῦμα τῆς ἀρετῆς, ὅτι τοιαῦτα ἡμῖν τὰ ἔπαθλα παρέχεται, ἀλλ' ὅτι καὶ πρὸ τῶν ἐπάθλων οἱ ἀγῶνες αὐτῆς ἔπαθλα γίνονται, καὶ οὐ μόνον τοῦ θεάτρου λυθέντος τὰ βραβεῖα τοῖς νενικηκόσιν ἔρχεται φέρουσα, ἀλλὰ καὶ ἐν αὐτῷ μέσῳ τῷ σκάμματι λαμπροὺς τοῖς ἀγωνιζομένοις πλέκει τοὺς στεφάνους.
 [01163]  Τοῦτο σπόρος ἄμητον προαναφωνῶν ἄφατον, τοῦτο παλαίσματα νίκην ἔχοντα καὶ βραβεῖα, τοῦτο πλοῦς ἐμπορίαν πολλὴν προξενῶν.
 [01222]  καὶ γὰρ ἐν ἅπασι τούτοις βρύεις καὶ κομᾷς, μέγιστα σεαυτῷ ἀποτιθέμενος βραβεῖα ἐν τῷ μέλλοντι αἰῶνι.
 [01456]  τοῖς γενναίως αὐτοὺς φέρουσι πολλὰ κομίζει τὰ βραβεῖα, καὶ λαμπροὺς τοὺς στεφάνους.
 [01662]  Οἶσθα γὰρ ἡλίκος ὑμῖν ἔσται ὁ μισθὸς, οἷα τὰ βραβεῖα, πηλίκοι οἱ στέφανοι, ὅταν τοσούτων ὄντων τῶν ταραττόντων αὐτοὶ τὴν ἐναντίαν φέρησθε, μεγίστην τοῖς παροῦσι κακοῖς ἐντεῦθεν διδόντες τὴν διόρθωσιν.
 [01690]  Τοῦτο ἀσφάλεια τῶν Ἐκκλησιῶν, τοῦτο τεῖχος, τοῦτο ὑμέτεροι στέφανοι καὶ βραβεῖα.
 [01818]  Οἶδας καὶ αὐτὸς, κύριέ μου τιμιώτατε, ὅσον ὑμῖν φέρει μισθὸν τὰ διὰ τὸν Θεὸν παθήματα, ἡλίκα βραβεῖα, οἵους στεφάνους·
 [01864]  Ὅσῳ γὰρ ἂν μείζων καὶ τραχύτερος ὁ χειμὼν γένηται, τοσούτῳ πλείων ἡ ἐμπορία, λαμπρότεροι τῆς ὑπομονῆς οἱ στέφανοι, πολλὰ τὰ βραβεῖα.
 [01901]  Μέχρι γὰρ τοσούτου δραμοῦσα τὸν καλὸν τοῦτον ἀγῶνα, πολλὰ ἄνωθεν ἐπεσπάσω τὰ βραβεῖα·
 [01954]  Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαῦμα τῆς ἀρετῆς, ὅτι τοιαῦτα ἡμῖν τὰ ἔπαθλα παρέχεται, ἀλλ' ὅτι καὶ πρὸ τῶν ἐπάθλων οἱ ἀγῶνες αὐτῆς ἔπαθλα γίνονται, καὶ οὐ μόνον τοῦ θεάτρου λυθέντος τὰ βραβεῖα τοῖς νενικηκόσιν ἔρχεται φέρουσα, ἀλλὰ καὶ ἐν αὐτῷ μέσῳ τῷ σκάμματι λαμπροὺς τοῖς ἀγωνιζομένοις πλέκει τοὺς στεφάνους.
 [02121]  Τοῦτο σπόρος ἄμητον προαναφωνῶν ἄφατον, τοῦτο παλαίσματα νίκην ἔχοντα καὶ βραβεῖα, τοῦτο πλοῦς ἐμπορίαν πολλὴν προξενῶν.
 [02180]  καὶ γὰρ ἐν ἅπασι τούτοις βρύεις καὶ κομᾷς, μέγιστα σεαυτῷ ἀποτιθέμενος βραβεῖα ἐν τῷ μέλλοντι αἰῶνι.
 [02656]  οἶσθα γὰρ τὰ ἐντεῦθεν βραβεῖα.
 [02678]  οἱ τοσαῦτα καὶ ποιῆσαι καὶ παθεῖν ἑλόμενοι ὑπὲρ Ἐκκλησιῶν ταρασσομένων, ἐννοήσατε ἡλίκην λήψεσθε τὴν ἀμοιβὴν, καὶ πόσα ὑμᾶς ἀναμένει τῶν καλῶν πόνων τὰ βραβεῖα.
 [02753]  Πολὺν ὑπομεμενήκατε πόνον, μακρὰν οὕτω καὶ διαπόντιον ἀποδημίαν στειλάμενοι, πολὺν τὸν ἱδρῶτα, ἀλλ' οὐχ ὑπὲρ τῶν βιωτικῶν καὶ ἐπικήρων πραγμάτων, ἀλλ' ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων, ὑπὲρ ὧν καὶ πολλῷ μείζονα τῶν πόνων λήψεσθε τὰ βραβεῖα παρὰ τοῦ φιλανθρώπου Θεοῦ.
 [02934]  Εἰ δὲ μηδὲν μηδέπω γέγονε πλέον, τοὺς μὲν ἀνίατα νοσοῦντας καὶ μὴ διορθωθέντας ταλανίζομεν, ὑμᾶς δὲ θαυμάζοντες καὶ μακαρίζοντες οὐ διαλιμπάνομεν, ὅτι μετὰ τοσοῦτον χρόνον τῶν πραγμάτων ἀδιορθώτων μεινάντων, οὐκ ἀπεκάμετε, οὐδὲ ὕπτιοι γεγόνατε, ἀλλὰ καὶ ἐπίκεισθε, ἔτι ἀκμαζούσῃ τῇ προθυμίᾳ τὴν παρ' ἑαυτῶν εἰσφέροντες συμμαχίαν, εἰς κρῖμα μὲν τῶν οὐκ ἐθελόντων ὑμῶν ἀνασχέσθαι, εἰς στεφάνους δὲ τῆς ὑμετέρας σπουδῆς, καὶ βραβεῖα πολλά.
 [02950]  Ὅσῳ γὰρ ἂν προσθήκην λάβῃ τὰ τῶν πειρασμῶν, τοσούτῳ μᾶλλον αὔξεται τὰ τῶν στεφάνων, καὶ πλεονάζει τὰ ὑπὲρ τῶν καλῶν τούτων ὑμῖν ἀγώνων ἀποκείμενα βραβεῖα.
 [02966]  Οὕτω γὰρ ὀλίγα κάμνοντες, ἀθάνατα ἑαυτοῖς προαποθήσεσθε ἐν τοῖς οὐρανοῖς τῶν καλῶν τούτων ἀγώνων τὰ βραβεῖα.
 [03042]  Εἰ γὰρ καὶ χαλεπωτέρα ἡ πληγὴ γέγονε, πρὸς τὸ νεαρὰν οὖσαν τὴν προτέραν καταλαβεῖν, ἀλλὰ καὶ λαμπρότερός σοι ὁ στέφανος τῆς ὑπομονῆς, καὶ μείζω τὰ βραβεῖα, μετ' εὐχαριστίας καὶ δοξολογίας φερούσῃ τὸ πάθος.
 [03103]  Οὐ γὰρ ἐπὶ θάνατον ἔρχονται, ἀλλ' ἀπὸ τῶν ἀγώνων ἐπὶ τὰ βραβεῖα, ἀπὸ τῶν παλαισμάτων ἐπὶ τοὺς στεφάνους, ἀπὸ τῆς τεταραγμένης θαλάσσης ἐπὶ λιμένα ἀκύμαντον.
 [03219]  καὶ διὰ τοῦτο μάλιστα ὑμᾶς μακαρίζω, τοὺς στεφάνους τοὺς ἐκ τούτων ἐννοῶν, τὰ βραβεῖα, τὰ ἔπαθλα.
 [03328]  Πολλὴν γὰρ ὑμῖν συνάγει ταῦτα τὴν ἐν οὐρανοῖς ἐμπορίαν, καὶ λαμπροτέρους ποιεῖ, καὶ μείζονα καθίστησι τὰ βραβεῖα.
000-00-00 Serial Number=0209668636
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00028]  Ἀλλ' ὅσῳ σφοδρότερος ὁ χειμών, τοσούτῳ καὶ μείζονα τὰ βραβεῖα, εἰ διηνεκῶς αὐτὸν εὐχαρίστως ἐνέγκοιτε καὶ μετὰ τῆς προσηκούσης ἀνδρείας, ὥσπερ οὖν καὶ φέρετε.
 [00159]  Καὶ ἐπειδὴ καὶ τὰ τῆς κακίας τῶν πολεμούντων ἀπήρτιστο τί γὰρ μετὰ θάνατον λοιπὸν ἐπιχειρῆσαι ἠδύναντο καὶ τὰ τῶν ἀθλητῶν ἐπεπλήρωτο καὶ ὁ στέφανος ἐπλάκη καὶ τὰ βραβεῖα αὐτοῖς συνελέγη καὶ οὐδὲν λοιπὸν ἔλιπεν εἰς εὐδοκίμησιν, τότε δὴ τὰ δεινὰ λύεται καὶ ὁ τὴν κάμινον ἀνάψας καὶ τοσαύτῃ παραδοὺς τιμωρίᾳ, οὗτος θαυμαστὸς ἐπαινέτης τῶν ἁγίων ἐκείνων ἀθλητῶν γίνεται καὶ κῆρυξ τῆς τοῦ Θεοῦ παραδοξοποιΐας, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπει τὰ γράμματα πολλῆς γέμοντα εὐφημίας, διηγούμενος τὰ γεγενημένα καὶ ἀξιόπιστος γινόμενος κῆρυξ τῶν τοῦ παραδοξοποιοῦ Θεοῦ θαυμάτων.
 [00335]  Μεταταξώμεθα τοίνυν καὶ δεῦρο καὶ αὐτὴ μετάστηθι μετὰ τοῦ λόγου καὶ ἀναλογίζου τῶν κατορθωμάτων σου τὰς ἀντιδόσεις, τὰ βραβεῖα τὰ λαμπρά, τοὺς φαιδροὺς στεφάνους, τὴν μετὰ τῶν παρθένων χορείαν, τὰς παστάδας τὰς ἱεράς, τὸν νυμφῶνα τῶν οὐρανῶν, τὴν μετὰ τῶν ἀγγέλων λῆξιν, τὴν πρὸς τὸν νύμφιον παρρησίαν καὶ ὁμιλίαν, τὴν θαυμαστὴν δᾳδουχίαν ἐκείνην τὰ ἀγαθὰ τὰ καὶ λόγον καὶ νοῦν ὑπερβαίνοντα.
 [00517]  Ὅσῳ δὲ μέγιστος ὁ ἆθλος, τοσούτῳ καὶ ὁ στέφανος μείζων καὶ τὰ βραβεῖα λαμπρότερα.
 [00603]  Καὶ εἰ μηδὲν ἄλλο ἐπεπόνθειν δεινόν, ἤρκει τὰ ἐκεῖσε γενόμενα μυρία μοι προξενῆσαι βραβεῖα·
 [00856]  Τοσαύτην τοίνυν τίνουσα τιμωρίαν μεγάλας προσδόκα τὰς ἀμοιβάς, πολλὰ τὰ βραβεῖα, ἀφάτους τὰς ἀντιδόσεις, φαιδροὺς καὶ σφόδρα ἀνθοῦντας τῶν τοσούτων ἀγώνων τοὺς στεφάνους.
 [01074]  Ὅτι μνησικακεῖν οὐκ οἶδα, φησίν, ὅτι ἐμοὶ ταῦτα στέφανοι καὶ βραβεῖα καὶ μείζονος ἐμπορίας ὑπόθεσις.
 [01085]  Ἐχρῆν γὰρ αὐτῷ ἔτι πλείους πλακῆναι τοὺς στεφάνους καὶ μείζονα παρασκευασθῆναι τὰ βραβεῖα·
 [01146]  Εἰ δὲ ἐν τοῖς σκάμμασι τοιαῦτα τὰ βραβεῖα, ἐννόησον μετὰ τοὺς ἀγῶνας ἡλίκαι αἱ ἀμοιβαί, ἐν τῷ καιρῷ τῆς ἀντιδόσεως, ἐν τῇ χορηγίᾳ τῶν ἀγαθῶν ἐκείνων τῶν πάντα ὑπερβαινόν των λόγον.
 [01220]  Σὺ δὲ αὐτὰ μείζω βουλομένη ποιῆσαι καὶ πλείονα τὰ βραβεῖα ἐργάσασθαι, καὶ τοὺς ἀπὸ τῆς ταπεινοφροσύνης αὐτοῖς προσέθηκας στεφάνους λέγουσα τοσοῦτον ἀπέχειν τῶν τροπαίων τούτων ὅσον οἱ νεκροὶ τῶν ζώντων.
 [01281]  Καὶ ἡ μὲν οὐ μετὰ τοὺς ἀγῶνας μόνον, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἀγῶσιν ἔχει τὰ βραβεῖα καὶ ὁ ἆθλος ἔπαθλον αὐτῇ γίνεται·
 [01313]  Καὶ αὐτὸ γὰρ τοῦτο καὶ καθ' ἑαυτὸ μεγίστη τιμὴ καὶ στέφανος, καὶ βραβεῖα, καὶ ἡδονῆς ὑπόθεσις ἀμαράντου.
 [01339]  Ὅπερ γάρ ἐστιν ἀράχνη καὶ σκιὰ καὶ καπνὸς καὶ εἴ τι τούτων εὐτελέστερον, τοῦτό ἐστι τὰ ἐπενεχθέντα σοι πάντα δεινὰ πρὸς τὰ μέλλοντα δίδοσθαί σοι ἐντεῦθεν βραβεῖα.
000-00-00 Serial Number=0515506446
Expositiones in Psalmos Ante [Go Back]  
 [00559]  Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργον ἐγένετο, τὸ τοὺς μὲν πόνους καὶ τοὺς ἱδρῶτας τῷ βραχεῖ τούτῳ καὶ ἐπικήρῳ συγκληρῶσαι βίῳ, τὰ δὲ βραβεῖα καὶ τοὺς στεφάνους τῷ ἀθανάτῳ καὶ ἀγήρῳ παρεκτεῖναι αἰῶνι.
000-00-00 Serial Number=0462433934
Homilia de capto Eutropio Ante [Go Back]  
 [00087]  ἑώρων τὰ κάτω πάθη, καὶ ἠρίθμουν τὰ ἄνω βραβεῖα·
000-00-00 Serial Number=0215828717
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00012]  εἰ ἐν τῷ καιρῷ τῶν ἀγώνων καὶ τῶν παλαισμάτων τοιαῦται αὐτῶν αἱ τιμαὶ, ἐν τῷ καιρῷ τῆς ἀντιδόσεως ἡλίκα ἔσται τὰ βραβεῖα;
000-00-00 Serial Number=0610612631
In Acta apostolorum Ante [Go Back]  
 [09999]  ἐκεῖ τὰ βραβεῖα καὶ τὰ ἔπαθλα κεῖται τῶν ἡμετέρων πόνων·
000-00-00 Serial Number=0148856103
In Genesim sermo 3 Ante [Go Back]  
 [00088]  βλέπετε αὐτῆς τὰ βραβεῖα ἃ προξενεῖ τοῖς ἀτρέπτῳ γνώμῃ αὐτὴν κεκτημένοις;
000-00-00 Serial Number=0303840041
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00047]  ἵνα ὁ μὲν φόνος αὐτῷ προχωρῇ, καὶ σφαγαὶ γίνωνται, μὴ φαίνηται δὲ λαμπρὰ τὰ τῶν μαρτύρων βραβεῖα.
000-00-00 Serial Number=0717245162
In Psalmum 145 Ante [Go Back]  
 [00015]  Ὅπερ γὰρ κυβερνήταις λιμὴν, καὶ δρομεῦσι βραβεῖα, καὶ ἀθληταῖς στέφανοι, τοῦτο ἡμῖν ἡ παροῦσα ἑβδομὰς, τὸ κεφά λαιον τῶν ἀγαθῶν, καὶ τὰ περὶ τοὺς στεφάνους πα λαίσματα νῦν ∆ιὸ καὶ μεγάλην καλοῦμεν αὐτήν·
000-00-00 Serial Number=0279459000
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00007]  Κοινὰ γὰρ ἡμῶν σήμερον κατὰ τοῦ διαβόλου τὰ νικητήρια, κοινὰ τὰ βραβεῖα, κοινὰ τὰ ἔπαθλα, κοινοὶ καὶ οἱ στέφανοι, κοινὴ καὶ ἡ δόξα.
000-00-00 Serial Number=0873029888
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00246]  Κἂν τοὺς κωκυτοὺς τῶν γυναικῶν παύσας, καὶ τοὺς χοροὺς τῶν θρηνουσῶν διαλύσας, εἰς δοξολογίαν ἅπαντας διεγείρῃ, μυρία ἄνωθεν, μυρία κάτωθεν δέξεται τὰ βραβεῖα, ἀνθρώπων αὐτὸν θαυμαζόντων, ἀγγέλων κροτούντων, τοῦ Θεοῦ στεφανοῦντος.
 [07635]  Ἐν γὰρ τῷ πάσχειν κακῶς οἱ στέφανοι καὶ τὰ βραβεῖα καὶ ἡ ἀνακήρυξις.
000-00-00 Serial Number=0189180017
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01876]  διπλασίων ἡ οὐσία, μείζων ὁ μισθὸς, πλείων ἡ δικαιοσύνη, λαμπροὶ οἱ στέφανοι, φαιδρὰ τὰ βραβεῖα, καὶ τὰ πνευματικὰ καὶ τὰ βιωτικὰ ηὐξήθη.
000-00-00 Serial Number=0137641251
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03857]  Ἐὰν οὖν καὶ ἡμεῖς οὕτως ἑαυτοὺς ἀσκήσωμεν, εἰς τὸν ἀγῶνα εἰσελθόντες στεφανωθησόμεθα, καὶ διωγμοῦ μὴ παρόντος, πολλὰ ὑπὲρ αὐτῶν ληψόμεθα τὰ βραβεῖα·
 [09999]  [61.320] ὅταν δὲ καὶ ταῦτα εἰς μέσον ἀγάγωμεν, οὐδὲ ἔνεστιν εἰπεῖν ὅση τῶν σωφρονούντων ἡ ἡδονὴ, ὅταν ἀνα-πλάττῃ παρ' ἑαυτῷ τοὺς στεφάνους, τὰ βραβεῖα, τὴν μετὰ τῶν ἀγγέλων ὁμιλίαν, τὴν ἐπὶ τῆς οἰκου-μένης ἀνάῤῥησιν, τὴν παῤῥησίαν, τὰς χρη-στὰς καὶ ἀθανάτους ἐλπίδας ἐκείνας.
000-00-00 Serial Number=0039022684
In epistulam ad Romanos Ante [Go Back]  
 [03036]  Ἐπειδὴ γὰρ πολλοὶ μὲν οἱ πειρασμοὶ τότε ἦσαν, ἡ δὲ βασιλεία ἐν ἐλπίσι, καὶ τὰ μὲν δεινὰ ἐν χερσὶ, τὰ δὲ χρηστὰ ἐν προσδοκίᾳ, τοῦτο δὲ τοὺς ἀσθενεστέρους ἐξέλυσε, καὶ πρὸ τῶν στεφάνων ἤδη δίδωσιν αὐτοῖς τὰ βραβεῖα, λέγων ὅτι καὶ ἐν ταῖς θλίψεσι δεῖ καυχᾶσθαι.
 [03342]  Ἐντεῦθεν γὰρ οἱ τῶν μαρτύρων στέφανοι, καὶ τὰ τῶν ἀποστόλων βραβεῖα·
 [05799]  Ἐπειδὴ γὰρ ἀνθρώπους [60.545] ὄντας οὐκ ἐνῆν μυρίους ὑπομεῖναι θανάτους, δείκνυσιν ὅτι οὐδὲν ταύτῃ τὰ βραβεῖα ἠλάττωται.
000-00-00 Serial Number=0782082975
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00748]  Σὺ δέ μοι σκόπει Θεοῦ σοφίαν, πῶς καὶ ἔδειξεν αὐτοῖς τὰ βραβεῖα πόῤῥωθεν, καὶ οὐκ ἔδωκε μὲν εὐθέως, ἵνα μείζονα αὐτῶν ἐργάσηται τὴν ὑπομονήν·
000-00-00 Serial Number=0148788333
In illud Ne timueritis Ante [Go Back]  
 [00423]  Ἐκεῖ πηγαὶ δακρύων, ἐνταῦθα στέφανοι καὶ βραβεῖα.
000-00-00 Serial Number=0448513567
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00179]  προκόμισον τοὺς βασιλικοὺς στεφάνους, προ κόμισον τὰ θεῖα βραβεῖα·
 [00183]  ἔμβαλε τὰ βραβεῖα ταῖς καμούσαις χερσίν.
000-00-00 Serial Number=0787313938
In illud Vidi dominum Ante [Go Back]  
 [00144]  Καὶ ἐνταῦθα μὲν αὐτὸν τὸν ∆εσπότην τῶν ἀγγέλων προφῆται πάντες καὶ διδάσκαλοι ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου καθήμενον ὑποδεικνύουσιν καὶ τοῖς μὲν ἀξίοις τὰ βραβεῖα καὶ τοὺς στεφάνους ἀπονέμοντα, τοῖς δὲ ἀναξίοις γέενναν καὶ πῦρ ἀποκληροῦντα·
 [00808]  ἑώρα τὰς κάτω βασάνους καὶ ἠρίθμει τὰ ἄνω βραβεῖα·
000-00-00 Serial Number=0744484603
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00152]  ἐκείνη μὲν γὰρ ἐπὶ κόλασιν ἀπάγει τοὺς κε χρημένους αὐτῇ, αὕτη δὲ ἐπὶ βραβεῖα καὶ στεφάνους τοὺς ἄνω.
000-00-00 Serial Number=0889757276
In sanctum Romanum Ante [Go Back]  
 [00073]  [50.609] περὶ τῶν παρόντων πραγμάτων πολλὰ φιλοσοφῶν, δεικνὺς τὸ πρόσκαιρον τούτων, τὸ διηνεκὲς ἐκείνων, ἀντιτιθεὶς τοῖς πόνοις τὰ ἔπαθλα, ταῖς βασάνοις τοὺς στεφάνους, ταῖς ἀλγηδόσι τὰ βραβεῖα, διδάσκων τίς μὲν ἡ παροῦσα ζωὴ, τίς δὲ ἡ μέλλουσα, καὶ πόσον ἑκατέρας τὸ μέσον, καὶ ὅτι πάντως ἀποθανεῖν ἀνάγκη·
000-00-00 Serial Number=0591085255
In sanctum Stephanum i Ante [Go Back]  
 [00064]  τὸν θρόνον τὸν βασιλικὸν, πρὸς ἐκεῖνα ἔτρεχε τὰ βραβεῖα τῆς ἄνω κλήσεως, ἐκείνας ἐπόθει τὰς βασιλικὰς δωρεὰς τὰς παρὰ τοῦ ἐπουρανίου βασιλέως διανεμομένας τοῖς οἰκείοις αὐτοῦ ἀγωνισταῖς.
000-00-00 Serial Number=0513163328
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00325]  ἰλιγγιῶ, μὴ μετὰ πάλην ἀστεφάνωτος μείνω, μὴ μετὰ τοὺς ἀγῶνας ἀπολέσω τὰ βραβεῖα.
000-00-00 Serial Number=0356243074
In transfigurationem Ante [Go Back]  
 [00064]  ἐνταῦθα δὲ ἀθάνατα τοῖς στεφανίταις τὰ βραβεῖα, αἰωνίζοντες οἱ στέφανοι, ἡ μετ' ἀγγέλων χαρὰ, ἡ μετὰ τῶν ἁγίων ἐν τῇ ἀναστάσει λαμπρότης.
000-00-00 Serial Number=0936561942
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00097]  ∆ιὰ τοῦτο τοῖς μὲν τῆς φιλοσοφίας τὰ βραβεῖα, ἐκείνοις δὲ τῆς πονηρίας αἱ τιμωρίαι εὐτρεπίζονται καὶ παρασκευάζονται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»