Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δάκρυα [205]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δάκρυα


000-00-00 Serial Number=0040195167
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00715]  καὶ γὰρ τῶν ἐκεῖθεν ἐρχομένων ἀκούω διηγουμένων, ὅτι σοι πᾶς ὁ καιρὸς εἰς εὐχὰς καὶ δάκρυα ἀναλίσκεται·
000-00-00 Serial Number=0669617772
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00067]  Τὰ γὰρ δάκρυα καὶ τὰς οἰμωγὰς καὶ τοὺς ὀλοφυρμοὺς ἐκείνους, τοὺς ἐν ἡμέρᾳ, τοὺς ἐν νυκτὶ, μόλις ἕνα που καὶ δεύτερον τῶν νῦν ἐσταυρωμένων ἐπιδεικνύμενον ἴδοι τις ἂν, εἴ γέ τις ὅλως ἐστί.
000-00-00 Serial Number=0250527203
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00657]  Οὕτως οὖν καὶ ὁ ῥήματα σπείρων καὶ δάκρυα καὶ ἐξομολόγησιν, ἂν μὴ μετ' ἐλπίδος τοῦτο ποιῇ χρηστῆς, οὐδὲ ἀποστῆναι τοῦ ἁμαρτάνειν δυνήσεται, ἔτι τῷ τῆς ἀπογνώσεως κατεχόμενος κακῷ, ἀλλ' ὥσπερ ὁ γεωργὸς ἐκεῖνος ὁ τῆς τῶν καρπῶν φορᾶς ἀπογνοὺς οὐδὲν τῶν λυμαινομένων τοῖς σπέρμασιν κωλύσει λοιπόν, οὕτω καὶ οὗτος ὁ σπείρων μὲν τὴν διὰ τῶν δακρύων ἐξομολόγησιν, οὐδὲν δὲ ἀπὸ ταύτης προσδεχόμενος κέρδος, οὐδὲ ἀνατρέψαι βουλήσεται τὰ διαφθείροντα τὴν μετάνοιαν.
000-00-00 Serial Number=0537767172
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00002]  [1] Εἰ καὶ δάκρυα καὶ στεναγμοὺς ἦν διὰ γραμμάτων δηλοῦσθαι, καὶ τούτων ἄν σοι τὴν ἐπιστολὴν ἐμπλήσας ἀπέστειλα·
 [00037]  νηστείαν, δάκρυα, θρήνους, εὐχὰς συνεχεῖς, τὸ τὴν ἁμαρτίαν πολλάκις ἀναγγέλλειν·
000-00-00 Serial Number=0273642480
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00049]  οὐκ οἰκέται, τὴν κλίνην περιεστῶτες, ἑλκόμενον σώζουσιν, οὐ τὰ τῶν φίλων κολακεύει τὸν θάνατον δάκρυα, οὐ χρυσὸς τὴν πρὸς τὸν κριτὴν κωλύει παράστασιν.
000-00-00 Serial Number=0210730910
Ad illuminandos catecheses Ante [Go Back]  
 [00496]  Εἰ δὲ ἐπὶ τῶν ἐνταῦθα δικαστηρίων τὰ μὲν χρυσία καὶ οἱ μαργαρῖται καὶ ἡ ποικίλη ἐσθὴς ἐπιβουλὴ καὶ προδοσία γένοιτ' ἂν, ἡ δὲ ἐπιείκεια καὶ ἡ πραότης καὶ ἡ τέφρα καὶ τὰ δάκρυα καὶ τὰ εὐτελῆ ἱμάτια μᾶλλον ἐπισπᾶται τὸν δικαστὴν, πολλῷ μᾶλλον ἐπὶ τῆς ἀδεκάστου ψήφου καὶ φοβερᾶς ἐκείνης γένοιτ' ἂν τοῦτο.
000-00-00 Serial Number=0152822554
Ad populum Antiochenum Ante [Go Back]  
 [00542]  Ῥεέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὕδωρ, καὶ τὰ βλέφαρα ὑμῶν καταγέτω δάκρυα·
 [01310]  σπείρωμεν δάκρυα, ἵνα θερίσωμεν ἀγαλλίασιν.
 [02032]  αἱ δὲ μητέρες ὑποδεξάμεναι τοῖς κόλποις τοῖς ἑαυτῶν κατέχουσι καὶ περισφίγγουσι, καὶ τὰ δάκρυα καταψήσασαι καταφιλοῦσι, καὶ τὴν ὀδυνωμένην αὐτῶν ἀνακτῶνται ψυχὴν, πείθουσαι δι' ὧν λέγουσιν, ὅτι χρήσιμος ὁ τῶν διδασκάλων αὐτοῖς φόβος.
 [02059]  ἀλλ' ὅτι λιταὶ διηνεκεῖς, καὶ δάκρυα, καὶ εὐχαί;
 [02105]  Εἰ δὲ ἐν ἀρχῇ τοῦ τῆς παρανομίας ἕλκους τοσαύτη πρόνοια γέγονε, πολλῷ μᾶλλον μετὰ τὴν ἐπιστροφὴν, μετὰ τὴν μετάνοιαν, μετὰ τὸν τοσοῦτον φόβον, μετὰ τὰ δάκρυα καὶ τὰς εὐχὰς πλείονος ἀπολαυσόμεθα τῆς ἀδείας.
 [03236]  ἀνάξιον γὰρ αὐτὸ τῆς τοῦ Θεοῦ δημιουργίας εἶναι λέγουσι, ῥύπους καὶ ἱδρῶτας καὶ δάκρυα καὶ πόνους καὶ ταλαιπωρίας καὶ τὰ ἄλλα τοῦ σώματος ἐπιόντες ἅπαντα.
 [03281]  Μὴ τοίνυν εἴπῃς μοι τὰ δάκρυα καὶ τὰς λήμας·
 [04226]  Ἔνθα φόβος ἐστὶν, ἐκεῖ καὶ ἐλεημοσύνης σπουδὴ, καὶ εὐχῆς ἐπίτασις, καὶ δάκρυα θερμὰ καὶ ἐπάλληλα, καὶ στεναγμοὶ πολλὴν ἔχοντες τὴν κατάνυξιν.
 [04235]  Ἡ γὰρ πόλις ἡμῖν καθ' ἑκάστην ἐκκαθαίρεται τὴν ἡμέραν, καὶ στενωποὶ καὶ ἄμφοδα καὶ [49.155] ἀγοραὶ τῶν πορνικῶν καὶ διακεκλασμένων ἀπηλλάγησαν ᾀσμάτων, καὶ ὅπουπερ ἄν τις ἴδῃ, λιταὶ καὶ εὐφημίαι καὶ δάκρυα ἀντὶ γέλωτος ἀτάκτου, καὶ ῥήματα φιλοσοφία, ἔχοντα ἀντὶ ῥημάτων αἰσχρῶν, καὶ ἐκκλησία γέγονεν ἡμῖν ἡ πόλις ἅπασα, τῶν ἐργαστηρίων ἀποκεκλεισμένων, καὶ πάντων ἐν ταῖς πανδήμοις ταύταις διημερευόντων λιταῖς, καὶ τὸν Θεὸν μιᾷ καὶ κοινῇ φωνῇ μετὰ πολλῆς καλούντων τῆς προθυμίας.
 [04247]  Ὅπου θρῆνος, καὶ δάκρυα, καὶ οἰμωγαὶ, καὶ ὀδύνη, καὶ ἀθυμία τοσαύτη, βέλτιον ἀπελθεῖν μᾶλλον, ἢ ὅπου χορεῖαι, καὶ κύμβαλα, καὶ γέλως, καὶ τρυφὴ, καὶ ἀδηφαγία, καὶ μέθη;
 [05182]  Ἴσασιν, ὅσοι πολλάκις μετ' ὀδύνης ηὔξαντο καὶ δάκρυα ἐξέχεαν, πόσην ἐκαρ [49.186] πώσαντο τὴν εὐφροσύνην, πῶς ἐξεκάθηραν τὸ συνειδὸς, πῶς μετὰ χρηστῆς ἀνέστησαν ἐλπίδος.
 [05990]  Ἐνταῦθα πικρὸν ἀνοιμώξας ὁ ἱερεὺς, καὶ θερμότερα ἀφεὶς δάκρυα, οὐκέτι λοιπὸν ἐσίγα·
000-00-00 Serial Number=0503976822
Ad viduam juniorem Ante [Go Back]  
 [00003]  ἐπειδὴ δὲ τοὺς πληττομένους οὐκ εἰς πένθος καὶ δάκρυα τὸν ἅπαντα χρόνον ἀναλίσκειν δεῖ, ἀλλὰ καὶ τῆς θεραπείας τῶν τραυμάτων πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν, ὥστε μὴ παροφθέντα μείζονα τοῖς δάκρυσι παρασχεῖν τὴν πληγὴν καὶ τῆς ὀδύνης σφοδροτέραν τὴν φλόγα ἐργάσασθαι, καλὸν καὶ τῆς διὰ τῶν λόγων ἀνασχέσθαι παρακλήσεως καὶ τοὺς κρουνοὺς μικρὸν ἀνασχοῦσαν τῶν δακρύων χρόνον γοῦν βραχὺν καὶ τοῖς παραμυθεῖσθαί σε ἐπιχειροῦσι παρασχεῖν σεαυτήν.
000-00-00 Serial Number=0605726421
Admonitiones spirituales Ante [Go Back]  
 [00113]  Ταῦτα οὖν εἰδότες μετανοήσωμεν ἐν ὅλῃ καρδίᾳ, μὴ αἱ ἡδοναὶ ἡμῶν στραφῶσιν εἰς θρήνους καὶ δάκρυα·
000-00-00 Serial Number=0772340417
Adversus Judaeos Ante [Go Back]  
 [02511]  Εἰ γὰρ ἡ Ταβιθὰ ἐκείνη, χήρας ἐνδύσασα καὶ πενίαν διορθώσασα, ἀπὸ θανάτου πάλιν εἰς ζωὴν ἐπανῆλθε, καὶ τὰ δάκρυα τῶν εὐεργετηθέντων ψυχὴν ἀπελθοῦσαν ἐπανήγαγεν εἰς σῶμα πάλιν, οὔπω τῆς ἀναστάσεως φανείσης, τί οὐκ ἐργάσεται τῶν ἀνθρώπων ἐκείνων τὰ δάκρυα, ὅσοι ἂν ὑπὸ σοῦ διασωθῶσιν;
000-00-00 Serial Number=0044410050
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00348]  θρηνείτω δὲ ὁ τοιοῦτος, καὶ προβαλέτω δάκρυα, ὥστε μᾶλλον ἐμπρῆσαι τὸν καθ' ἡμῶν θυμὸν, καὶ πρὸς πάντας τοιαῦτα κατηγορείτω συνεχῶς ἐντυγχάνων.
 [01343]  Καὶ νύκτες δὲ αὐτῷ ταῦτα συνῄδεσαν, δάκρυα, καὶ εὐχὰς, καὶ τὴν τοιαύτην ἀνάγνωσιν.
000-00-00 Serial Number=0349966288
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00052]  Σὺ δὲ οὐ βούλῃ συστέλλεσθαι, πάντων τῶν πραγμάτων συστελλομένων, ἀλλὰ καὶ ἐνώπιον γυναικῶν ἀδιαφόρως ἐκχέεις δάκρυα, καὶ πληθύνεις παίγνια, καὶ γελοῖα προτείνεις, καὶ διακλᾶσαι αἰσχρολογίας προφέρων·
000-00-00 Serial Number=0755502164
Catecheses ad illuminandos Ante [Go Back]  
 [01030]  Ἐνταῦθα δὲ οὐδενὸς ἡμῖν τούτων δεῖ, οὐχ ὁδοιπορίας μακρᾶς, οὐ καμάτου, οὐ πολλῆς περιόδου, οὐ δαπάνης χρημάτων, ἀλλ' ἀρκεῖ πίστιν εἰσενεγκόντα γνησίαν καὶ δάκρυα θερμὰ προχέαντα μετὰ νηφούσης ψυχῆς παραχρῆμα καὶ τῇ ψυχῇ τὴν ἰατρείαν εὑρεῖν καὶ τοῦ σώματος τὴν θεραπείαν κομίσασθαι.
 [01040]  καὶ ἑτέρα πάλιν ὁρῶσα τὸν ἑαυτῆς παῖδα ὑπὸ ἀρρωστίας χαλεπῆς πολιορκούμενον καὶ σπαραττομένη ὥσπερ εἰπεῖν καὶ διακοπτομένη τὰ σπλάγχνα, ἐνταῦθα ἀφικομένη καὶ θερμὰ δάκρυα ἀφεῖσα καὶ διεγείρασα εἰς τὴν ὑπὲρ αὐτῆς δέησιν τοὺς ἁγίους τούτους, τοὺς τοῦ Χριστοῦ λέγω στεφανίτας, οὐκ εὐθέως τὴν νόσον ἀπήλασε καὶ πρὸς ὑγίειαν τὸν ἄρρωστον ἐπανελθεῖν παρεσκεύασε;
000-00-00 Serial Number=0509780765
Contra theatra Ante [Go Back]  
 [00181]  Ὢ πίστεως ἄκρας! ὢ σοφίας ἀνυπερβλήτου! Ἐνενόησεν ὁ πατριάρχης πόσα συμβήσεται κακὰ, ἐκπύστου γινομένου τοῦ θείου προστάγματος, πόσος ἔσται θρῆνος, πόσος κλαυθμὸς, πόσα δάκρυα.
 [00202]  Θέλει σε καὶ φιλοτεκνίας καλὸν γενέσθαι τοῖς Χαναναίοις παράδειγμα, τοιγαροῦν οὐχ ὑπακοῦσαι, ἀντειπεῖν σε μᾶλλον περὶ τῆς σφαγῆς τοῦ τέκνου, ἰδεῖν πολιὰς τιλλομένας, πικρὰ ῥέοντα δάκρυα, φανῆναι διὰ τούτων φιλόπαιδα.
 [00238]  Θόρυβος ἐκ τούτων πολὺς, καὶ οἰμωγὴ, καὶ θρῆνος, καὶ δάκρυα, ὡς ἐπὶ προπεμπομένῳ νεκρῷ.
 [00297]  Οὐκ ἐχάλασεν αὐτὸν πρὸς δάκρυα τοῦ παιδὸς ἡ φωνὴ, οὐκ ὠλοφύρατο τὴν ἡλικίαν τοῦ νέου ἀναισθητοῦσαν τῆς οἰκείας σφαγῆς, ἀλλ' ἔμεινε διαπαντὸς ἄτρωτος καὶ ἀδαμάντινος, τῆς πατρικῆς διαθέσεως ἐκλαθόμενος.
000-00-00 Serial Number=0521786273
De Anna i Ante [Go Back]  
 [00205]  Καὶ γὰρ ἀντὶ χάρτου μὲν ἦν αὐτῆς ἡ διάνοια, ἀντὶ καλάμου δὲ ἡ γλῶττα, τὰ δάκρυα δὲ ἀντὶ μέλανος·
 [00246]  εἰσελθὼν δὲ, καὶ τὰ γόνατα κάμψας, καὶ δάκρυα ἀφεὶς, παρακάλει τὸν Θεὸν λῦσαι τὴν ἀθυμίαν, σβέσαι τὴν λύπην·
 [00287]  Οὐ γὰρ δὴ, καθάπερ ἐπὶ τῶν λοιπῶν, ὕπνος καὶ σύνοδοι τῶν γεννησαμένων μόνον, ἀλλ' εὐχαὶ, καὶ δάκρυα, καὶ πίστις ἀρχαὶ τῆς γεννήσεως ταύτης ἐγένοντο, καὶ σεμνοτέρας τῶν ἄλλων ἔσχε τὰς γονὰς προφήτης, διὰ τὴν πίστιν τῆς μητρὸς γεγονώς.
 [00617]  Οὐ γὰρ ἀργύριον οὗτος ὁ ἰατρὸς ἀπαιτεῖ τὸν μισθὸν, ἀλλὰ δάκρυα, καὶ εὐχὰς, καὶ πίστιν.
 [00620]  οὐ γὰρ χρυσίον καὶ ἀργύριον καταβαλοῦσα, ἀλλ' εὐχὴν καὶ πίστιν καὶ δάκρυα, ὅπερ ᾔτησε λαβοῦσα, οὕτως ἀπῆλθε.
000-00-00 Serial Number=0098745823
De Chananaea Ante [Go Back]  
 [00141]  Στύγνασον, γενοῦ κατηφὴς, ἔκχεε δάκρυα.
 [00143]  Οὐδὲν ἕτερον, ἢ δάκρυα καὶ μετάνοιαν·
000-00-00 Serial Number=0216438949
De Lazaro Ante [Go Back]  
 [00285]  Ὥσπερ γὰρ μαργαρῖται τὰ δάκρυα αὐτῇ ἐπεπήγει πάντοθεν.
 [00289]  τὴν σχολὴν, ἣν πάντες εἰς τὸ καθεύδειν ἀναλίσκομεν, εἰς ἐξομολόγησιν καὶ εὐχὰς καὶ δάκρυα ἀνήλισκεν ἐκεῖνος.
 [00296]  Τὰ δὲ τοιαῦτα δάκρυα, οἷα τὰ τοῦ ∆αυῒδ, καὶ αὐτὸ τὸ τῆς γεέννης οἶδε κατασβέσαι πῦρ.
000-00-00 Serial Number=0255144238
De gloria in tribulationibus Ante [Go Back]  
 [00087]  Τεῖχος γὰρ θυγατρὸς Σιὼν, κατάγαγε δάκρυα, φησί·
000-00-00 Serial Number=0151174366
De jejunio [3] Ante [Go Back]  
 [00026]  Ἐὰν νηστεύῃς, ἀγαπητὲ, πένητα μὴ περιίδῃς, γυμνὸν περίβαλε, βλέπε τῆς χήρας τὰ δάκρυα, βλέπε ὀρφανοὺς στενάζοντας.
000-00-00 Serial Number=0864145994
De jejunio de Davide Ante [Go Back]  
 [00181]  Ἔσπειρεν [62.763] οὖν καὶ Ἰωσὴφ τὰ δάκρυα τῆς φιλαδελφίας, καὶ ἐθέρισε τὸν στέφανον τῆς βασιλείας.
000-00-00 Serial Number=0209545076
De jejunio dominica quinta jejuniorum Ante [Go Back]  
 [00072]  Ταῦτα λογισάμενοι οἱ Νινευῗται, καὶ ποιήσαντες νηστείαν, ὡς ὀξύτατον βέλος, καὶ προσευχὴν ἑτοιμάσαντες, ὡς θυμίαμα εὐῶδες, δάκρυα μετανοίας, ὡς ποταμοὺς ὑδάτων καταγαγόντες, καὶ ὑποστρέψαντες ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ἐδυσώπησαν τὸν Θεὸν εἰς εἰρήνην καταλλάξαι.
000-00-00 Serial Number=0657905936
De jejunio sermones 1 Ante [Go Back]  
 [00296]  Βλέπε τῆς χήρας τὰ δάκρυα.
000-00-00 Serial Number=0046649039
De paenitentia [1] Ante [Go Back]  
 [00885]  ἀλλ' ὅμως τὰ δάκρυα ἐξήλειψε τὸ ἁμάρτημα.
 [00894]  Πρόβαλε δάκρυα, καὶ αὐτός σοι δίδωσι συγχώρησιν·
 [00989]  Ἔτι γὰρ μικρὸν, καὶ ἡ δοκιμασία ἑκάστου ἡμῶν γενήσεται, ἡνίκα πάντες παραστῶμεν τῷ φοβερῷ βήματι τοῦ Χριστοῦ, περιβεβλημένοι τὰς ἑαυτῶν πράξεις, καὶ τοῖς ὀφθαλμοῖς ἡμῶν ὁρῶντες, τοῦτο μὲν τὰ δάκρυα τῶν ὀρφανῶν, τοῦτο δὲ τὰς αἰσχρὰς ἀσελγείας, ἐν αἷς ἐμιάναμεν τὰς ἑαυτῶν ψυχὰς, τοῦτο δὲ τοὺς στεναγμοὺς τῶν χηρῶν, τοῦτο δὲ τοὺς κονδυλισμοὺς τῶν πενήτων, τὰς ἁρπαγὰς τῶν πτωχῶν·
 [01033]  ἀρκεῖ μόνον βοῆσαι τῇ καρδίᾳ καὶ δάκρυα προσενέγκαι, καὶ εὐθέως εἰσελθὼν αὐτὸν ἐπισπάσῃ.
 [02029]  Ἵνα δείξῃ ὅτι λουτρόν ἐστι καὶ καθάρσιον ἁμαρτημάτων τὰ δάκρυα.
 [02557]  Ἵνα ἐὰν μὴ ἰσχύσῃ ἡ νουθεσία, τὰ δάκρυα βοηθήσῃ.
000-00-00 Serial Number=0116442680
De paenitentia [2] Ante [Go Back]  
 [00419]  κατ' ἀναλογίαν τῶν πεπλημμελημένων ἔστω τὰ δάκρυα.
000-00-00 Serial Number=0886492908
De paenitentia [3] Ante [Go Back]  
 [00078]  ὢ μετάνοια, ἡ ἐν τῷ πένθει χαρὰν ἀναθάλλουσα, καὶ ἐν τοῖς δάκρυσιν ἀγαλλομένη, καὶ διὰ δακρύων τὰ αἰώνια δάκρυα ἀφαιροῦσα·
000-00-00 Serial Number=0575548768
De paenitentia sermo 1 Ante [Go Back]  
 [00060]  Κἂν γὰρ ταράσσηται, κἂν στενάζῃ, κἂν ὀδύρηται, ἢ καὶ δάκρυα ἐκχέῃ, κἂν φωνὰς ὑψηλὰς ἐπαφίῃ, πάντα ἀπρόσδεκτα.
000-00-00 Serial Number=0698261559
De paenitentia sermo 2 Ante [Go Back]  
 [00073]  δέξαι ἡμῶν τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν, δέξαι ἡμῶν τὸν στεναγμὸν καὶ τὰ δάκρυα, δέξαι ἡμῶν τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν, τὸν ὀδυρμὸν καὶ κλαυθμὸν τὸν ἐπὶ θάνατον·
000-00-00 Serial Number=0197982073
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00146]  ὦ ἡσυχία, ἡ δάκρυα μὴ ἐμποδίζουσα·
000-00-00 Serial Number=0782743871
De patientia sermo 1 Ante [Go Back]  
 [00006]  ∆ιὸ καὶ παρ' ὑμῶν τὸν θρῆνον ὁρῶ, πολὺν ἐν τῇ πόλει τὸν θόρυβον, πολλὴν ἐν τῇ Ἐκκλησίᾳ τὴν ταραχὴν, ἄμετρα τῶν πενθούντων τὰ δάκρυα, ἄτοπα τῶν πολλῶν τὰ ἤθη καὶ τὰ πράγματα.
 [00337]  Καὶ ἐν τῇ χώρᾳ τῶν ζώντων διάγομεν, ἔνθα πάντα ἤρεμα καὶ ἀστασίαστα, ἔνθα πάντα φωτεινὰ καὶ θεάρεστα, ὅπου οὐδεὶς ἀδικῶν οὐδὲ τυραννούμενος, ὅπου οὐκ ἔνι ἁμαρτία οὐδὲ μελάνωσις, ἔνθα φῶς τὸ ἀπρόσιτον καὶ χαρὰ ἀνεκλάλητος, ἔνθα οὐκ ἔνι πόνος οὐδὲ δάκρυα, ἔνθα οὐκ ἔνι φροντὶς οὐδὲ μέριμνα, οὐ στεναγμὸς οὐδὲ ὀδυρμὸς, ἀλλ' ἢ μόνος Θεὸς αἰνούμενος καὶ δοξαζόμενος.
000-00-00 Serial Number=0714188457
De pseudoprophetis Ante [Go Back]  
 [00661]  οὐκ εἰς γελοῖα, ἀλλ' εἰς δάκρυα·
 [00663]  οὐκ εἰς ἄριστα καὶ δεῖπνα καὶ μέθην, ἀλλ' εἰς νηστείαν καὶ ἀγρυπνίαν καὶ δάκρυα·
 [00673]  Κλῖνον τὰ γόνατα, τύψον τὸ στῆθος, κατάγαγε τὰ δάκρυα, στέναξον, πένθησον, ἔκτεινον τὰς χεῖράς σου εἰς τὸν οὐρανὸν, ἆρον τὸ ὄμμα σὸν πρὸς τὸν ∆εσπότην, νήστευσον, ἀγρύπνησον.
000-00-00 Serial Number=0050164759
De sacerdotio Ante [Go Back]  
 [01484]  Τῆς δὲ ἀμηχανίας με τῆς τοσαύτης ἀφείσης καὶ γὰρ ἔστιν ὅτε καὶ ὑπεξίστατο , διεδέχετο δάκρυα καὶ ἀθυμία, καὶ μετὰ τὸν τῶν δακρύων κόρον, ἀντεισῄει πάλιν ὁ φόβος, ταράττων καὶ θορυβῶν καὶ διασείων μοι τὴν διάνοιαν.
000-00-00 Serial Number=0088805676
De sacerdotio lib 7 Ante [Go Back]  
 [00028]  τὸ κλῆμα προΐησι τὸ αἷμα, ὁμοίως καὶ ὁ σῖτος τὸν ἄρτον, ἡ δὲ ἱερωσύνη εὐπαῤῥησιάστως ὑψηλοπετεῖ ἀπὸ γῆς εἰς [48.1068] οὐρανὸν, ἄχρις ἂν θεωρήσῃ αὐτὸν τὸν ἀόρατον, καὶ προσκυνήσασα ἔμπροσθεν τοῦ ὑψηλοῦ θρόνου, ἱσταμένη δέηται ὑπὲρ τῶν δούλων πρὸς τὸν ∆εσπότην, βαστάζουσα δάκρυα καὶ στεναγμοὺς τῶν συνδούλων καὶ προσφέρουσα τῷ ∆εσπότῃ·
000-00-00 Serial Number=0520673454
De sanctis martyribus [1] Ante [Go Back]  
 [00089]  καὶ τοῦτό ἐστι τὸ ποιοῦν τὰ δάκρυα.
 [00105]  Ἔῤῥευσαν οἱ ἅγιοι μάρτυρες αἷμα, ῥευσάτωσάν σοι οἱ ὀφθαλμοὶ δάκρυα·
 [00106]  δύνανται καὶ δάκρυα πυρὰν ἁμαρτημάτων κατασβέσαι·
 [00142]  διὰ τί μὴ διδάσκει καὶ παραινεῖ μόνον, ἀλλὰ καὶ δάκρυα προστίθησι;
 [00158]  Εἰ γὰρ ἐπειδὴ ἐλυπήθη, καὶ στυγνὸς ἐπορεύθη, κατήλλαξε τὸν Θεὸν, ὁ καὶ δάκρυα προσθεὶς, καὶ μετὰ πολλῆς αὐτὸν ἐκτενείας καλῶν, τὶ οὐκ ἐργάσεται;
000-00-00 Serial Number=0519198537
De siccitate Ante [Go Back]  
 [00005]  ἐγὼ δὲ πάσης τῆς περιχώρου ταύτης ὁρῶν τὴν ἐπελθοῦσαν μάστιγα, εἰς θρήνους κινοῦμαι καὶ δάκρυα.
000-00-00 Serial Number=0828738034
De virginitate Ante [Go Back]  
 [00057]  Ὁ δὲ καρπὸς τῶν πόνων οὐκ ἴσος, ἀλλ' ἐκείνοις μὲν δεσμὰ καὶ δάκρυα καὶ οἰμωγαὶ καὶ τὸ κολάζεσθαι ἀθάνατα, ἡμῖν δὲ αἱ τῶν ἀγγέλων λήξεις καὶ αἱ φαιδραὶ λαμπάδες καὶ τὸ πάντων κεφάλαιον τῶν ἀγαθῶν, ἡ μετὰ τοῦ νυμφίου διαγωγή.
 [00810]  Τί γὰρ ἀτερπέστερον, εἰπέ μοι, ἢ ὅταν μετὰ τὸν πολὺν κωκυτὸν καὶ τὰς οἰμωγὰς καὶ τὰ δάκρυα καὶ τὴν αὐχμηρὰν κόμην καὶ τὴν μέλαιναν στολὴν ἐξαίφνης κρότοι καὶ παστάδες γαμήλιοι καὶ θόρυβος ἀπ' ἐναντίας τῷ προτέρῳ, ὥσπερ ὑποκριτῶν ἐν σκηνῇ παιζόντων καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο γινομένων;
 [01503]  Καὶ τὸν ἀπὸ τῶν ἱματίων δὲ καλλωπισμὸν περικόψασα καὶ τῷ προσώπῳ παραινεῖ συνεχῶς μὴ διαχεῖσθαι τῷ γέλωτι ἀλλὰ μηδὲ ἠρέμα μειδιᾶν ἀλλ' ἐπισκύνιον αἰδέσιμον ἀεὶ καὶ αὐστηρὸν ἐπιδείκνυσθαι καὶ πρὸς δάκρυα παρεσκευάσθαι διὰ παντός, πρὸς γέλωτα δὲ μηδέποτε.
 [01506]  Τοσαύτην γὰρ ἔχει τὰ δάκρυα ἐκεῖνα τὴν ἡδονὴν ὅσην οὐδὲ ὁ γέλως τοῦ κόσμου τούτου.
 [01511]  Εἰ δὲ μάστιγες ἡδονὴν ἔτεκον διὰ τὸν Χριστόν, τί θαυμάζεις εἰ καὶ τὰ δάκρυα τὸ αὐτὸ ἐργάζεται διὰ τὸν αὐτόν;
000-00-00 Serial Number=0422275305
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00170]  οὗτος, ἐπειδή τινων ἀγαπητῶν εἶδε δάκρυα, οὕτως κατεκλάσθη καὶ συνετρίβη, ὡς μηδὲ κρύψαι τὸ πάθος, ἀλλ' εἰπεῖν εὐθέως·
 [00173]  ἄβυσσος αὐτὸν οὐ συνέτριψεν ὑδάτων, καὶ μικρὰ δάκρυα συνέτριψεν καὶ συνέκλασε;
 [00322]  κἂν λυπήσῃ τὸν φιλοῦντα ὁ ἀγαπώμενος, θυμὸς μὲν οὐδαμοῦ φαίνεται, δάκρυα δὲ καὶ παρακλήσεις καὶ ἱκετηρίαι·
 [00326]  τῆς γὰρ ἀγάπης καὶ τὰ δάκρυα καὶ ἡ λύπη γέλωτος παντὸς ἡδίω καὶ χαρᾶς.
 [00328]  κἂν ἀπιστῇς, ἐπίσχες αὐτῶν τὰ δάκρυα, καὶ ὡς τὰ ἀνήκεστα παθόντες, οὕτω δυσχεραίνουσιν.
 [00486]  οὐ γὰρ ἂν τοσαῦτα ἠφίει δάκρυα.
 [00846]  τὰ γὰρ δάκρυα οὐκ ἦν μετανοίας, ἀλλὰ ἐπηρείας καὶ θυμοῦ.
 [01286]  Εἰ γὰρ χήρας ἐνδύσασα καὶ πενίαν διορθωσαμένη ἡ Ταβιθὰ ἐκείνη, ἀπὸ θανάτου πάλιν εἰς ζωὴν ἐπανῆλθε, καὶ τὰ δάκρυα τῶν ἐλεηθέντων ψυχὴν ἀπελθοῦσαν ἐπανήγαγεν εἰς σῶμα πάλιν, οὔπω τῆς ἀναστάσεως φανείσης·
 [01287]  τί οὐκ ἂν ἐργάσεται τῶν ἀνθρώπων τὰ δάκρυα, ὅσοι ὑπὸ σοῦ διασωθῶσιν;
 [01597]  Καὶ ἵνα μὴ περιλαμβάνων πᾶσαν τῇ ὄψει τὴν κτίσιν ἐπαίρηται, πολλάκις καὶ ὀφθαλμίαι καὶ λῆμαι καὶ δάκρυα καὶ ὅσα θολοῖ τὴν ὄψιν ἐπιγεννᾶται·
 [03976]  καὶ οὐ μόνον οὐχ ἕξεις ὀργὴν, ἀλλὰ καὶ δάκρυα ἀφήσεις.
 [05039]  περιεστῶσαι γὰρ τὸν Ἀπόστολον ἐδείκνυον τὰ ἱμάτια, καὶ ὅσα ἐποίει μετ' αὐτῶν, καὶ δάκρυα ἐπέχεον, καὶ εἰς οἶκτον τοῦτον ἔφερον.
 [05743]  Τοῦτόν μοι τὸν νόμον τηρήσατε, παρακαλῶ καὶ γονάτων ὑμῶν ἅπτομαι, εἰ μὴ καὶ τῇ χειρὶ, ἀλλὰ τῇ γνώμῃ, καὶ δάκρυα ἐκχέω·
 [07308]  οὗτος, ἐπειδή τινων ἀγαπητῶν εἶδε δάκρυα, οὕτω κατεκλάσθη καὶ συνετρίβη, ὡς μηδὲ κρύψαι τὸ πάθος, ἀλλ' εἰπεῖν εὐθέως·
 [07310]  Ὢ τοῦ θαύματος! ἄβυσσος αὐτὸν οὐ συνέτριψεν ὑδάτων, καὶ μικρὰ δάκρυα συνέτριψε καὶ κατέκλασε.
 [09835]  Τάχα τινές εἰσιν ἐνταῦθα λέγοντες, Πάντα θρήνους ἡμῖν λέγει, πάντα δάκρυα.
 [09999]  καὶ ἐγὼ κατάξω δάκρυα, καὶ ἐγὼ σοῦ μᾶλλον, ὅσῳ καὶ μείζονι τιμωρίᾳ ὑπεύθυνος ὁ τοιοῦτος·
 [09999]  Οἶδα ὅτι πολλοὶ διαμωκῶνται ἡμᾶς λέγοντες, Εὐθέως δάκρυα.
 [09999]  Τάχα τινές εἰσιν ἐνταῦθα λέγοντες, Πάντοτε θρήνους ἡμῖν λέγεις, πάντοτε δάκρυα.
000-00-00 Serial Number=0762696207
Epistula ad monachos Ante [Go Back]  
 [00041]  οὐ γὰρ ἂν τοσαῦτα ἠφίει δάκρυα.
000-00-00 Serial Number=0315835357
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01254]  Ἤρκει μὲν γὰρ ἡ φύσις, φησί, μαλάξαι καὶ ἐπικάμψαι πρὸς ἔλεον, ὁ δὲ καὶ δάκρυα προσετίθει καὶ ἱκετηρίαν ἐτίθει, καὶ οὐδὲ οὕτως ἡμᾶς ἐπέκαμψεν·
000-00-00 Serial Number=0120712340
Expositiones in Psalmos Ante [Go Back]  
 [01380]  Ταῦτα τὰ δάκρυα τὸ ἄσβεστον πῦρ σβέσαι δύνανται, τὸν ποταμὸν ἐκεῖνον τὸν πρὸ τοῦ βήματος ἑλκόμενον.
 [01386]  Πάσῃ κακίᾳ καὶ ἀσελγείᾳ ἄβατός ἐστιν εὐνὴ τοιαῦτα δάκρυα δεχομένη.
 [01387]  Ὁ τὰ τοιαῦτα δάκρυα σταλάζων, οὐδὲν ἡγεῖται τὰ ἐπὶ τῆς γῆς, ἀλλὰ πάσης πολιορκίας ἀπαλλάττει τὴν ψυχὴν, τοῦ ἡλίου λαμπροτέραν καθίστησι τὴν διάνοιαν.
 [01395]  Πάντα γὰρ ταῦτα, καθάπερ θηρία ἐμφωλεύοντα, καταδῦναι διὰ τῆς νυκτὸς ὁ στεναγμὸς ἐκεῖνος καὶ τὰ δάκρυα παρεσκεύασεν.
 [01657]  θρῆνοι, δάκρυα, στεναγμοὶ, καὶ τὸ τῶν πονηρῶν ἀποπηδᾷν, καὶ τὸ δεδοικέναι καὶ τρέμειν αὐτοῦ τὴν ψῆφον.
 [06474]  Ἂν γὰρ διηνεκῶς ταῖς περὶ ἐκείνων ἐννοίαις ἐνδιατρίβωμεν, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν ἀθανασίαν, τὴν ζωὴν τὴν ἀτελεύτητον, τὴν μετὰ ἀγγέλων χορείαν, τὴν μετὰ Χριστοῦ διατριβὴν, τὴν ἀκήρατον δόξαν ἐκείνην, τὴν πάσης ἀπηλλαγμένην ὀδύνης ζωὴν ἀναλογισώμεθα πρὸς ἑαυτοὺς, καὶ ἐνορῶμεν, ὅτι καὶ δάκρυα, καὶ ὀνείδη, καὶ λοιδορίαι, καὶ θάνατος, καὶ ἀθυμίαι, καὶ πόνος, καὶ γῆρας, καὶ νόσος, καὶ ἀῤῥωστία, καὶ πενία, καὶ συκοφαντία, καὶ χηρεία, καὶ ἁμαρτία, καὶ κατάγνωσις, καὶ κόλασις, καὶ τιμωρία, καὶ εἴ τι ἕτερον κατὰ τὸν παρόντα βίον ἐστὶ λυπηρὸν καὶ ἀηδὲς, ταῦτα πάντα ἀπελήλαται, ἀντεισενήνεκται δὲ ἀντὶ τούτων εἰρήνη, πραότης, ἐπιείκεια, ἀγάπη, χαρὰ, δόξα, τιμὴ, λαμπρότης, τὰ ἄλλα, ὅσα οὐδὲ λόγος παραστῆσαι δυνήσεται, οὐδὲν ἡμᾶς τῶν παρόντων αἱρήσεται, ἀλλὰ καὶ ἡμεῖς δυνησόμεθα λέγειν κατὰ τὸν Προφήτην·
000-00-00 Serial Number=0750698090
Fragmenta in Job Ante [Go Back]  
 [01532]  ἐθεώρει γάρ σου τὰ παλαίσματα ὁ μέγας ἀγωνοθέτης, καὶ ἐπήκουσέ σου τῆς ἱκεσίας, ἐπεῖδέ σου τὰ τίμια δάκρυα, διὸ καὶ τῶν ἀγώνων τὴν αἰτίαν ἐπληροφόρησε.
 [01533]  Γίνεται δὲ τὸ στάζειν ἔναντι Κυρίου τὰ δάκρυα τοῖς μακαρίως κλαίουσιν.
000-00-00 Serial Number=0414390743
Homilia de capto Eutropio Ante [Go Back]  
 [00225]  Τοῦτόν μοι τὸν νόμον τηρήσατε, παρακαλῶ, καὶ τῶν γονάτων ὑμῶν ἅπτομαι, εἰ καὶ μὴ χειρὶ, ἀλλὰ τῇ γνώμῃ, καὶ δάκρυα ἐκχέω.
000-00-00 Serial Number=0699863076
In Acta apostolorum Ante [Go Back]  
 [05120]  ἀλλὰ πλέον ἔπασχε, πλέον ὠδύρετο καὶ θερμότερα τὰ δάκρυα ἠφίει.
 [07186]  Ἔνθα γὰρ δάκρυα, τοιοῦτον μυστήριον οὐ δεῖ τελεῖσθαι·
 [07187]  μᾶλλον δὲ, ἔνθα θαύματα, οὐ δεῖ δάκρυα παρεῖναι.
 [07224]  Πένθησον, στέναξον τὸν ἁμαρτωλὸν, καὶ ἐγὼ κατάξω δάκρυα·
 [08441]  Καὶ ὅρα αὐτοὺς οὐδὲ ἐν τῇ θλίψει εἰς θρήνους καὶ δάκρυα καταπίπτοντας, καθάπερ ἡμεῖς, ἀλλ' εἰς ἔργον μέγα καὶ ἀγαθὸν ἑαυτοὺς ἐκδιδόντας·
 [08990]  Πάσης δρόσου μᾶλλον τὰ τῆς νυκτὸς δάκρυα καὶ κατὰ τῶν ἐπιθυμιῶν καὶ κατὰ πάσης φλεγμονῆς καὶ καύσωνος καθίεται, καὶ οὐκ ἀφίησι χαλεπόν τι παθεῖν.
 [09999]  Ὁρᾷς ὅτι τὰ δάκρυα διὰ τοῦτο;
 [09999]  Ἐκεῖνα δὲ πολὺ τούτων τὰ δάκρυα κουφότερα·
000-00-00 Serial Number=0201295197
In Christi natalem diem Ante [Go Back]  
 [00084]  ἐξ ἐκείνης τὰ δάκρυα, ἐκ δὲ σοῦ ποταμοὶ ὕδατος ζῶντος·
000-00-00 Serial Number=0060951471
In Eliam prophetam Ante [Go Back]  
 [00016]  Τί οὖν, ἂν κολακευθῶ παρ' ἐκείνων διὰ μετανοίας, Ἠλία, ἂν δάκρυα προσφέροντας ἐκείνους θεάσωμαι, ἂν ἐπὶ τὰς πλημμελείας μετανοοῦντας, εὐθὺς μὴ δώσω ὑετόν;
 [00118]  Ὠδίνω τῆς τιμωρίας τὴν λύσιν, ἐπείγομαι πρὸς χορηγίαν καταλλαγῶν, αἰσχύνομαι τῶν κολαζομένων τὰ δάκρυα.
000-00-00 Serial Number=0077624738
In Lazarum i Ante [Go Back]  
 [00111]  Ὡς δὲ εἶδε τὸ πένθος καὶ τὰ δάκρυα, λέγει ὁ Ἰησοῦς·
000-00-00 Serial Number=0178178668
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00348]  Ἐξομολόγησίν μοι δὸς καὶ δάκρυα καὶ μετάνοιαν, καὶ τὰ ἄλλα ἀπὸ τῆς ἐμῆς φιλανθρωπίας δωροῦμαί σοι.
 [00360]  παρέσχε δὲ δάκρυα καὶ ἐξομολόγησιν, καὶ λέγει·
 [00430]  Μέγας σπόγγος τὰ δάκρυα τῶν ἁμαρτιῶν·
 [00440]  Οἱ μάρτυρες ἐκχέουσιν αἷμα, οἱ ἁμαρτωλοὶ ἐκχέουσι δάκρυα.
 [00441]  Καὶ ἵνα μάθῃς ὅσην δύναμιν ἔχει τὰ δάκρυα, ἡ πόρνη μὴ αἷμα ἐξέχεεν;
 [00790]  Τοῦτό ἐστιν, ηὔξατο, ἐξωμολογήσατο, παρεκάλεσεν, ἐδεήθη, ἱκέτευσε, δάκρυα ἐξέχεεν, ᾔτησε καρδίαν καθαρὰν, πίστιν ἔδωκε.
000-00-00 Serial Number=0612295687
In Psalmum 118 Ante [Go Back]  
 [01095]  Καὶ ἐπειδὴ πάντως βιοῦν τες εἰς ἁμαρτίαν κατολισθαίνομεν (καθαρὸς γὰρ ἀπὸ ῥύπου παντελῶς οὐδεὶς ἐναντίον Κυρίου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ), ἀσπαζώμεθα στεναγμὸν, δάκρυα, ἐγκράτειαν, τῆξιν σώματος.
 [01372]  διεξόδους δὲ ὑδάτων τὸ πλῆθος τῶν δακρύων ἐκάλεσεν, ἀντὶ τοῦ, κρουνηδὸν ἔφερον τὰ δάκρυα, τὰς τῶν ἀνθρώπων παρανομίας θεώμενος.
000-00-00 Serial Number=0540108204
In Psalmum 145 Ante [Go Back]  
 [00030]  Οὐδὲ γὰρ ἐκ μιᾶς πόλεως ἐξερχόμεθα ἀπαντῶντες τῷ Χριστῷ σήμερον, οὐδὲ ἐξ Ἱεροσολύ μων μόνον, ἀλλ' ἀπὸ τῆς οἰκουμένης ἁπάσης μυ ρίανδροι πάντοθεν Ἐκκλησίαι ἐξέρχονται ἀπαντῶσαι τῷ Ἰησοῦ, οὐ βαΐα φοινίκων κατέχουσαι καὶ ἐπισείου σαι, ἀλλ' ἐλεημοσύνην καὶ φιλανθρωπίαν καὶ ἀρε τὴν καὶ νηστείαν καὶ δάκρυα καὶ εὐχὰς καὶ ἀγρυ πνίας καὶ πᾶσαν εὐλάβειαν προσφέρουσαι τῷ ∆εσπότῃ Χριστῷ.
000-00-00 Serial Number=0753679931
In Rachelem et infantes Ante [Go Back]  
 [00016]  ὁρῶ γάρ σου τὰ δάκρυα περὶ τὰς παρειὰς ποταμηδὸν ἐπιῤ ῥέοντα, καὶ τὸ πνεῦμα πικρῶς περὶ τὴν καρδίαν εἱλού μενον, καὶ διὰ τῶν μυκτήρων ἀτάκτως φερόμενον.
000-00-00 Serial Number=0059436917
In annuntiationem sanctissimae deiparae Ante [Go Back]  
 [00039]  ἐὰν γὰρ ἴδῃ σε λαλοῦντα, καὶ ἐπαγγελλόμενόν μοι τὰ τοιαῦτα, καὶ τῇ ἀνθρωπίνῃ φύσει ἀχώρητα, καὶ σεαυτῷ προξενήσεις θλῖψιν, καὶ ἐμοὶ πένθος καὶ δάκρυα.
000-00-00 Serial Number=0490249455
In ascensionem Sermo 1 Ante [Go Back]  
 [00044]  Εἰ δὲ νεκρὸν τὸ σῶμα δάκρυα χηρῶν ἐψύχωσε, πρόδηλον ὅτι καὶ αὖθις τεθνηξόμενον, ὁποῖά τινα παρέξειν οἴει ἐν ταῖς τῶν ἀγαθῶν ἀποδόσεσι τὸν κριτὴν τοῖς ἀφειδεῖ δεξιᾷ τὴν πτωχοτροφίαν ἀσκήσασι, καὶ μαρτυρίας πτωχῶν οὐκ ἀποῤῥήξασι;
000-00-00 Serial Number=0591061354
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01748]  Οὕτω καὶ ἐν εὐχαῖς νήφειν δυνάμεθα, ἂν ἐννοήσωμεν τίνι διαλεγόμεθα, ἂν ἀναλογισώμεθα ὅτι θυσίαν προσάγομεν, καὶ μάχαιραν μετὰ χεῖρας ἔχομεν, καὶ πῦρ καὶ ξύλα, ἂν ἀναπετάσωμεν τοῦ οὐρανοῦ τὰς πύλας τῷ λογισμῷ, ἂν μεταστῶμεν ἐκεῖ, καὶ λαβόντες τὴν μάχαιραν τοῦ Πνεύματος ἐμπήξωμεν εἰς τὸν τοῦ ἱερείου λαιμὸν, καὶ καταθύσωμεν αὐτῷ νῆψιν, καὶ ἐκχέωμεν αὐτῷ δάκρυα.
 [04234]  ∆ιὸ οὐδὲ ἁπλῶς εἶπε δάκρυα, ἀλλ' Ὀδυρμὸν, οὐδὲ ἐπιθυμίαν, ἀλλ' Ἐπιπόθησιν, οὐδὲ ὀργὴν, ἀλλὰ Ζῆλον, καὶ ζῆλον πάλιν τὸν ὑπὲρ αὐτοῦ, τὸν ἐκ τοῦ πεπορνευκότος, τὸν ἐκ τῶν κατηγορούντων.
000-00-00 Serial Number=0796377122
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00083]  ἱκανὰ γὰρ ἦν τὰ δάκρυα ἐκεῖνα εἰς μνήμην ἐλθόντα κάμψαι.
 [00101]  σὺ δὲ τὰ δάκρυα.
 [00102]  Οὐ διὰ τὰ δάκρυα μόνον (ἐπιποθῶ σε ἰδεῖν), ἀλλὰ καὶ διὰ τὴν πίστιν, ὅτι ἀληθείας εἶ ἐργάτης, ὅτι οὐδὲν δολερὸν παρὰ σοί.
000-00-00 Serial Number=0594675422
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02020]  Ἀπὸ γὰρ πορνείας ἐπὶ σωφροσύνην ἐκάλουν, ἀπὸ μέθης ἐπὶ νηστείαν, ἀπὸ γέλωτος ἐπὶ δάκρυα καὶ κατάνυξιν, ἀπὸ πλεονεξίας ἐπὶ ἀκτημοσύνην, ἀπὸ φιλοζωΐας ἐπὶ θανάτους, ἀπὸ ἀδείας ἐπὶ κινδύνους·
 [09999]  κἂν λυπήσῃ τὸν φιλοῦντα ὁ ἀγαπώμενος, θυμὸς μὲν οὐδα-μοῦ φαίνεται, δάκρυα δὲ καὶ παρακλήσεις, καὶ ἱκε-τηρίαι·
 [09999]  Τῆς γὰρ ἀγάπης καὶ τὰ δάκρυα καὶ ἡ λύπη γέλωτος παντὸς ἡδίω καὶ χαρᾶς.
 [09999]  κἂν ἀπιστῇς, ἐπίσχες αὐτῶν τὰ δάκρυα, καὶ ὡς τὰ ἀνήκεστα παθόντες, οὕτω δυσχεραίνουσιν.
000-00-00 Serial Number=0144543707
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01287]  οὗτος ἐπειδή τινων ἀγαπητῶν εἶδε δάκρυα, οὕτω κατεκλάσθη καὶ συνετρίβη ὁ ἀδάμας, ὡς μηδὲ κρύψαι τὸ πάθος, ἀλλ' εἰπεῖν εὐθέως·
 [01296]  Ἄβυσσος αὐτὸν οὐ συνέτριψεν ὑδάτων, καὶ μικρὰ δάκρυα συνέτριψε.
000-00-00 Serial Number=0098149300
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01646]  Κἂν δακρύσῃς, γέλως ἔσται τὰ δάκρυα τοῖς ὁρῶσιν·
 [01649]  Πῶς γὰρ οὐ σκηνὴ, ὅταν ἀπ' αὐτῆς τῆς διανοίας, ἀφ' ἧς ἡ τοσαύτη πολυτέλεια καὶ φιλοτιμία ἐτέχθη, ἀπὸ τῆς αὐτῆς καὶ δάκρυα προχέηται;
 [03294]  Κἂν ἀῤῥωστήσῃ, οὐ δάκρυα, οὐ θρῆνος, ἀλλ' εὐχαὶ πάλιν·
000-00-00 Serial Number=0115201175
In epistulam ad Colossenses Ante [Go Back]  
 [03940]  ἐννόησον τὰ ἐκείνου δάκρυα·
 [03943]  ταῦτα τὰ δάκρυα λαμπρὰν αὐτὴν ἐργάζεται.
 [03950]  πολλῷ σε λαμπροτέραν τὰ δάκρυα ταῦτα δείκνυσιν.
 [03953]  Ποία πηγὴ τοσαῦτα ἀνέβλυσε νάματα, ὡς οἱ ὀφθαλμοὶ [62.384] ἐκεῖνοι τὰ δάκρυα;
 [03972]  κἂν πῦρ ᾖ, ταῦτα τὰ δάκρυα σβέσαι δύναται, καὶ αἰσθητὸν καὶ σωματικόν·
 [03973]  ταῦτα τὰ δάκρυα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέννυσι.
 [03975]  Ταῦτα ἐμακάριζεν ὁ Χριστὸς τὰ δάκρυα, λέγων·
 [03977]  Τοιαῦτα καὶ Ἡσαΐας, καὶ Ἱερεμίας ἠφίει δάκρυα·
 [03988]  Ἄρα καὶ ἐπὶ τῶν δεσμῶν δάκρυα κατέβαινεν·
 [04012]  Τοῦτο καὶ ὁ Χριστὸς ἐποίησεν, ἵνα κἂν τὰ δάκρυα αἰδεσθῶσιν·
 [04022]  ὅσοι ἐν πένθει, ἀλλάττεσθε δάκρυα δακρύων.
 [04024]  Εἴπω καὶ ἕτερα δάκρυα;
 [04031]  οὕτως οὐ φορτικὰ τὰ δάκρυα τὰ ἐξ ὀδύνης τοιαύτης, ἀλλὰ καὶ ἐκείνων πολλῷ βελτίονα τῶν δι' ἡδονὴν κοσμικήν.
 [04039]  Ταῦτα φιλοσοφίας τὰ δάκρυα·
 [04043]  οὕτω καὶ τὰ δάκρυα, ἀκαίρως αὐτὰ μεταχειρίζοντες.
 [04048]  Ὥσπερ οὖν ταῦτα διαβέβληται παραχρώμενα, οὕτω καὶ τὰ δάκρυα.
 [04051]  Οὐδὲν οὕτως ἀποσμήχει τὰ ἁμαρτήματα, ὡς δάκρυα.
 [04052]  Καὶ ταύτην τὴν σωματικὴν ὄψιν ὡραίαν δείκνυσι τὰ δάκρυα·
000-00-00 Serial Number=0367939591
In epistulam ad Ephesios Ante [Go Back]  
 [04338]  Οὐδὲν ἀγαθὸν ἀπὸ πικρᾶς γένοιτο ἂν ψυχῆς, οὐδὲν ὑγιὲς, πάντα συμφοραὶ, πάντα δάκρυα, πάντα θρῆνοι καὶ οἰμωγαί.
 [06996]  οὐ γὰρ ἂν τοσαῦτα ἠφίει δάκρυα.
 [07002]  [62.173] Προέτρεχε τῆς γλώττης τὰ δάκρυα·
 [07004]  Ἔνθα δάκρυα, πάντως ἐκεῖ καὶ θλῖψις·
000-00-00 Serial Number=0885542214
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01611]  Τουτέστιν, ἀλλάξαι τὸν ὀλοφυρμὸν, ποιῆσαι καὶ δάκρυα, καὶ πάντα εἰς θρῆνον ἐπισπάσασθαι.
 [01612]  ∆ιὰ γὰρ ἐπιστολῆς οὐκ ἐνῆν δάκρυα δεῖξαι οὐδὲ ὀλολυγμόν·
 [01632]  Καὶ γὰρ ἐν ταῖς ἀπορίαις καὶ ταῖς ἀμηχανίαις ταῖς παρ' ἐλπίδα συμβαινούσαις νικώμενοι, λοιπὸν ἐπὶ τὰ δάκρυα καταφερόμεθα.
000-00-00 Serial Number=0942780733
In epistulam ad Hebraeos Ante [Go Back]  
 [04891]  Οἶδα ὅτι πολλοὶ διαμωκῶνται ἡμᾶς λέγοντες, Εὐθέως δάκρυα.
 [06877]  Πάντα θρήνους ἡμῖν λέγει, πάντα δάκρυα.
 [08943]  ∆ιὰ τοῦτο οὐκ ἴσχυσε τὰ δάκρυα μετάνοιαν αὐτῷ δοῦναι.
 [08996]  τὰ γὰρ δάκρυα οὐκ ἦν μετανοίας, ἀλλὰ ἐπηρείας καὶ θυμοῦ μᾶλλον·
000-00-00 Serial Number=0628426015
In epistulam ad Philippenses Ante [Go Back]  
 [04209]  Ἆρα ἂν ἡ οἰκουμένη πᾶσα λαβοῦσα δάκρυα, τοὺς ταύτης τῆς ἐλπίδος ἐκπεπτωκότας δακρύῃ, ἀξίως δακρύσει, ὅτι ἐπαγγελίας ἡμῖν κειμένης ἐκείνῳ γενέσθαι σύμμορφον, μετὰ τῶν δαιμόνων ἀπέρχεται;
 [04913]  τὰ τοιαῦτα δάκρυα πολλῆς ἐστιν εὐφροσύνης μεστά·
 [04923]  ἀφῶμεν δάκρυα σπείροντα πολλὴν ἡδονὴν, καὶ μὴ γελῶμεν γέλωτα βρυγμὸν ἡμῖν ὀδόντων τίκτοντα·
000-00-00 Serial Number=0936907649
In epistulam ad Romanos Ante [Go Back]  
 [05605]  διὰ τοῦτο οὐχ ἡ οἰκία αὐτὴν ἀνεκήρυττεν, οὐδὲ οἱ τοῖχοι οὐδὲ οἱ λίθοι οὐδὲ οἱ κίονες, ἀλλὰ σώματα χηρῶν ἐνδεδυμένα, καὶ δάκρυα ἐκχεόμενα, καὶ θάνατος δραπετεύων, καὶ ζωὴ ἐπανιοῦσα.
 [08366]  Κἂν γὰρ ἀνελεῖν μὴ δυνηθῇς τὸ δεινὸν, εἴσαγε δάκρυα, καὶ τὸ πλεῖον ἀνεῖλες·
000-00-00 Serial Number=0102710307
In filium viduae Ante [Go Back]  
 [00015]  ποταμηδὸν κατὰ τῶν παρειῶν ἔῤῥει τὰ δάκρυα, καὶ ἀφόρητον ἡ γυνὴ τὸ πένθος ἐκέκτητο.
 [00063]  ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν, ὁ τὰ δάκρυα εἰς εὐφροσύνην μεταποιῶν, ὁ τὴν τῆς πόλεως Ναῒν πύλην ἐκκλησίαν ποιήσας, καὶ τὴν κλίνην τοῦ νεκροῦ θυσιαστήριον ἀποδείξας.
000-00-00 Serial Number=0769059658
In illud Verumtamen frustra conturbatur Ante [Go Back]  
 [00027]  παρ' αὐτῷ τὰ δάκρυα, καὶ παρ' ἑτέροις τὰ χρήματα·
000-00-00 Serial Number=0966239631
In illud Vidua eligatur Ante [Go Back]  
 [00015]  Ἀρκεῖ γὰρ ἐν ταῖς ἐπιούσαις ἐπηρείαις τῆς χήρας, εἰσελθεῖν καὶ γόνυ κλῖναι, καὶ στενάξαι πικρὸν, καὶ δάκρυα προχεῖν, καὶ πᾶσαν ἀποκρούσασθαι τῶν ἐπηρεαζόντων τὴν ἐπιβουλήν·
 [00016]  τὰ γὰρ ὅπλα τῆς χήρας τοιαῦτα, δάκρυα, καὶ στεναγμοὶ, καὶ εὐχαὶ διηνεκεῖς·
000-00-00 Serial Number=0723515630
In latronem Ante [Go Back]  
 [00008]  οἶδα δὲ καὶ πόρνην δάκρυα μετανοίας τοῖς ∆εσποτικοῖς ἴχνεσι προσενέγκασαν, καὶ τὸν πολυθρύλλητον τῆς πορνείας μολυσμὸν ἀποπλύνασαν·
000-00-00 Serial Number=0592739880
In parabolam de filio prodigo Ante [Go Back]  
 [00088]  οἶδα πῶς ἰσχύει παρ' αὐτῷ τὰ δάκρυα·
000-00-00 Serial Number=0999410391
In pharisaeum et meretricem Ante [Go Back]  
 [00093]  ἀπομάξω τοῖς πλοκάμοις τὰ δάκρυα, ἵνα προσγένηταί τις ἐκ τούτου καὶ τούτοις ἁγιασμός·
 [00100]  Οὐ φέρει δάκρυα γνήσια παριδεῖν, οὐ δύναται καὶ περὶ ἐμὲ μὴ φανῆναι, ὅπερ πέφυκεν, εὔσπλαγχνος·
 [00130]  δέξαι ὡς λῦτρα καὶ δάκρυα, καὶ λῦσον ὡς ἀγαθὸς τὰ ἐγκλήματα·
 [00355]  τοιαῦτα δάκρυα ῥάνωμεν, ἵνα τοιαῦτα φάρμακα λάβωμεν·
000-00-00 Serial Number=0423869073
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00125]  ἦν δὲ καὶ τὰ ἔργα τοῖς λόγοις ἐφάμιλλα, νηστεία, σάκκος, ἐκτεινὴς προσευχὴ, δάκρυα, πονηρίας φυγή.
000-00-00 Serial Number=0154582381
In principium Actorum Ante [Go Back]  
 [01064]  Οὐ δάκρυα δὲ ἐν τῇ γεννήσει μόνον, ἀλλὰ καὶ σπάργανα καὶ δεσμά·
 [01065]  δάκρυα ἐν τῇ γεννήσει, δάκρυα ἐν θανάτῳ·
 [01069]  Οὐ [51.98] δαμοῦ δάκρυα καὶ σπάργανα, ἀλλὰ λελυμένος ὁ γεννηθεὶς, καὶ πρὸς ἀγῶνας παρεσκευασμένος·
 [01071]  οὐδαμοῦ θρῆνος, οὐδαμοῦ δάκρυα ἐνταῦθα, ἀλλ' ἀσπασμοὶ, καὶ φιλίαι, καὶ περιπλοκαὶ τῶν ἀδελφῶν τὸ οἰκεῖον μέλος ἐπιγινωσκόντων, καὶ ὥσπερ ἐκ μακρᾶς ἀπολαβόντων ἀποδημίας.
000-00-00 Serial Number=0137674391
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00121]  Ἠρέσθη Χριστὸς σὺν τῇ μετανοίᾳ τοῦ τελώνου θεωρήσας αἰσχύνην συμπεπλεγμένην ἐν αὐτῷ, καὶ στεναγμὸν ἐκ βάθους καρδίας εἰς οὐρανὸν εὐθέως ἀναπεμπόμενον, καὶ βαδί ζοντα δάκρυα·
000-00-00 Serial Number=0100202560
In venerandum crucem Ante [Go Back]  
 [00130]  ∆ιὰ ταῦτα ὁ φιλάγαθος Θεὸς οὐ παρεῖδε τὰ δάκρυα καὶ τοὺς στεναγμοὺς τῶν αὐτοῦ ἱερέων καὶ ὁσίων ὑπὲρ αὐτοῦ παρακαλούντων αὐτὸν, ὁ εἰπὼν διὰ τοῦ προφήτου Ἡσαΐου, Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν.
000-00-00 Serial Number=0164705455
Oratio secunda Ante [Go Back]  
 [00074]  Κατάνυξόν μου τὴν πεπωρωμένην καρδίαν, ἐλάφρυνον τὸ βάρος τοῦ συνειδότος, δέξαι μου τὰ δάκρυα καὶ τὸν στεναγμὸν, ὡς τῆς πόρνης, ὡς τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου·
 [00099]  αὕτη ἡ ἐξομολόγησις καὶ τὰ δάκρυα ὡς θυμίαμα ἐνώπιόν σου [63.927] κατευθονθήτωσαν·
000-00-00 Serial Number=0052434564
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00262]  Πολλοὶ γὰρ πρηνεῖς ἑαυτοὺς ῥιπτοῦντες, καὶ τῷ μετώπῳ τὴν γῆν τύπτοντες, καὶ θερμὰ προχέοντες δάκρυα, καὶ πικρὸν κάτωθεν στενάζοντες, καὶ τὰς χεῖρας ἐκτείνοντες, καὶ πολλὴν σπουδὴν ἐπιδεικνύμενοι, τῇ θερμότητι ταύτῃ καὶ τῇ προθυμίᾳ κατὰ τῆς οἰκείας κέχρηνται σωτηρίας.
000-00-00 Serial Number=0333033860
Post reditum a priore exsilio Ante [Go Back]  
 [00097]  Ἐκεῖνοι βέλη, ὑμεῖς δὲ δάκρυα·
 [00146]  τὰ γὰρ δάκρυα αὐτῆς σπονδὴ ἐγένετο.
 [00148]  Ἡ ἱέρεια, αὐτοχειροτόνητος θύουσα τῷ Θεῷ καὶ σπένδουσα δάκρυα καὶ ἐξομολόγησιν καὶ μετάνοιαν, οὐχ ὑπὲρ ἱερέως, ἀλλ' ὑπὲρ Ἐκκλησίας, ὑπὲρ δήμου διεσπαρμένου.
 [00163]  δάκρυα ἐξαφιεῖσα, τὸν Θεὸν ἱκετεύουσα, πᾶσαν μηχανὴν ἐπιδεικνυμένη.
000-00-00 Serial Number=0097376108
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00008]  καὶ ὥσπερ τὰ κύματα τῆς θαλάττης οὐκ ἔστιν ἀριθμεῖν, οὕτως οὐδὲ τὸ πλῆθος τῶν ἐπιβουλευομένων, τῶν ἐπηρεαζομένων, τῶν κακῶς πασχόντων καὶ οὔτε νόμων διόρθωσις, οὔτε δικαστηρίων φόβος, οὔτε ἄλλο οὐδὲν τὸν λοιμὸν τοῦτον ἔστησε καὶ τὴν νόσον, ἀλλὰ καθ' ἑκάστην ἡμέραν αὐξάνεται τὸ κακὸν καὶ οἰμωγαὶ πανταχοῦ καὶ θρῆνοι καὶ δάκρυα τῶν ἀδικουμένων·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»