Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δαίμονος [121]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δαίμονος


000-00-00 Serial Number=0799292088
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00015]  ∆οκεῖ μὲν οὖν μία σοι τῆς ἀθυμίας ὑπόθεσις εἶναι τοῦ πονηροῦ τούτου δαίμονος ἡ μανία·
 [00041]  εἶτα τὸν παρακαθεύδοντα ὑπὸ τῆς ὄψεως ταραχθέντα, διεγερθῆναί τε, καὶ πάλιν σε κινούμενον ὑπὸ τοῦ δαίμονος εὑρεῖν.
 [00051]  Εἰ γὰρ καὶ τοῦ σπαράττεσθαι καὶ καταβάλλεσθαι παρὰ τοῦ πονηροῦ δαίμονος διὰ τὴν τοῦ Θεοῦ χάριν ἀπήλλαγμαι, τῆς γοῦν ἀθυμίας τῆς διὰ ταῦτα καὶ τῆς ὀδύνης τὸ ἴσον σοι φέρω μέρος, καὶ οὐδεὶς ἂν ἀπιστήσειέ μοι τῶν εἰδότων φιλεῖν ὡς χρὴ φιλεῖν.
 [00598]  Οὐ λέγω ταῦτα, ἅπερ κατὰ τὸν καιρὸν τῆς τοῦ δαίμονος πράττουσι κατοχῆς, ἀλλὰ τὰ μετὰ ταῦτα τῆς βακχείας παυσαμένης ἐκείνης.
 [00669]  Τούτου δὲ ὄντος δήλου, κἀκεῖνο ὁμοίως ἔσται φανερὸν, ὅτι εἰ μίσους αὕτη συγχώρησις ἦν, οὐκ ἂν εἰς ὃν μᾶλλον ἠγάπα ταύτην ἐξέτεινε, τὸν ἥττονα πολὺ ὄντα τοῦτον ταχέως τοῦ δαίμονος ἐξαρπάσας.
 [00689]  Καὶ πῶς ἄν τις, φησὶ, ταύτης ἀπαλλαγείη τῆς ὀδύνης, μὴ πρότερον τοῦ κινοῦντος αὐτὴν δαίμονος ἀπαλλαγείς;
 [00756]  Εἰ δέ τις ὑπὸ δαίμονος ἐνοχλούμενος φιλοσοφίαν καὶ οὕτως ἐν τῷ βίῳ πολλὴν ἐπιδεικνύοιτο, οὐ μόνον οὐκ ὀνειδίζεσθαι, ἀλλὰ καὶ θαυμάζεσθαι καὶ στεφανοῦσθαι παρὰ πάντων ἂν εἴη δίκαιος, μετὰ τοσούτων δεσμῶν δρόμον οὕτως ἐπίπονον τρέχων, καὶ τὴν ἀνάντη καὶ τραχεῖαν τῆς ἀρετῆς ἀναβαίνων ὁδόν.
 [01740]  καίτοι δοκεῖ τὸ χρήματα ἀπολέσαι τοῦ παρὰ δαίμονος ἐνοχληθῆναι ἔλαττον εἶναι καὶ κουφότερον, ἀλλ' ὅμως πολλοὶ τοῦτο μὲν ἤνεγκαν, ὑπ' ἐκείνου δὲ ἡττήθησαν.
000-00-00 Serial Number=0224175155
Ad illuminandos catecheses Ante [Go Back]  
 [00154]  Μάθωμεν ἐντεῦθεν ἤδη περιγενέσθαι τοῦ πονηροῦ δαίμονος ἐκείνου·
000-00-00 Serial Number=0903810620
Ad populum Antiochenum Ante [Go Back]  
 [02437]  Ἐπειδὴ γὰρ ἠπατήθη καὶ παρελογίσθη παρὰ τοῦ πονηροῦ δαίμονος ὁ ἄνθρωπος, ἴδωμεν πῶς ἁμαρτίαν αὐτῷ τοιαύτην ἁμαρτόντι τότε ἐχρήσατο ὁ Θεός.
000-00-00 Serial Number=0189550221
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00036]  Ἑκάτερα γὰρ τὰ ὅπλα μεταχειρίσας ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ἐν ἑκατέροις τὸ τρόπαιον ἔστησε, καὶ πρὸς πᾶν εἶδος πολέμου τοῦ δαίμονος ἐπελθόντος ἐκείνου, πρὸς ἅπαντα παρετάξατο, καὶ ἐν πᾶσιν ἀνεκηρύττετο·
 [00065]  Γίνεται γὰρ τοῦ δαίμονος ὅπλον ἡ σύνοικος, καὶ τοξεύει τὸν ἄνδρα, τὴν γλῶτταν δανείσασα τῷ διαβόλῳ, καὶ βάλλει τῶν εἰρημένων βέλη πικρότερα καὶ ὀλεθριώτερα.
000-00-00 Serial Number=0795893431
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00246]  Εἰ δὲ τοῦτο ἀπηνοῦς καὶ λιθίνης ψυχῆς, ποῦ θήσομεν, εἰπέ μοι, τούτους, οἳ πρὸς τῷ περιορᾷν καὶ ἕτερον πολλῷ μεῖζον τούτου ἐργάζονται κακὸν, τοὺς προθυμουμένους εἰς μέσους πηδῆσαι τοὺς κινδύνους, καὶ μὴ παραιτουμένους εἰς αὐτὸν τοῦ θηρίου τὸν λαιμὸν καθεῖναι τὰς χεῖρας, ἀλλὰ καὶ δυσωδίας καὶ κινδύνων ἀνεχομένους, ἵνα τὰς ἤδη καταποθείσας ψυχὰς ἐξ αὐτῆς τοῦ δαίμονος τῆς φάρυγγος ἀνασπάσωσιν, οὐ μόνον οὐκ ἐπαινοῦντες, οὐδὲ ἀποδεχόμενοι, ἀλλὰ καὶ ἐλαύνοντες πάντοθεν καὶ πολεμοῦντες;
000-00-00 Serial Number=0273677766
Catecheses ad illuminandos Ante [Go Back]  
 [00232]  Αὕτη γάρ, αὕτη τοῦ πονηροῦ δαίμονος ἡ ἐπιβουλὴ ὥστε καὶ διὰ τῶν μικρῶν ὑποσκελίζειν.
 [00291]  [2.7] Ἀλλ' ἵνα μάθῃς καὶ τοῦ πονηροῦ δαίμονος τὴν ἐπιβουλὴν καὶ τοῦ δεσπότου τοῦ ἡμετέρου τὸ σοφὸν καὶ εὐμήχανον, σκόπησον τί μὲν ὁ διάβολος ἐπεχείρησε διὰ τῆς ἀπάτης ἐργάσασθαι τὸν ἄνθρωπον, τίνα δὲ ὁ δεσπότης καὶ κηδεμὼν περὶ αὐτὸν τὴν φιλανθρωπίαν ἐπεδείξατο.
 [00600]  [4.5] Ὁ τοιοῦτος λοιπὸν κἂν ἐν γῇ βαδίζῃ, ὡς ἐν οὐρανοῖς διατρίβων οὕτω διακείσεται, τὰ ἄνω φρονῶν, τὰ ἄνω φανταζόμενος, οὐκέτι δεδοικὼς τοῦ πονηροῦ δαίμονος τὰς ἐπιβουλάς.
 [00706]  Ὁρῶν γὰρ ὑμῶν τὸν πλοῦτον τὸν πνευματικὸν καὶ εἰδὼς τοῦ πονηροῦ δαίμονος τὴν μανίαν καὶ ὅτι νῦν μάλιστα πολλῆς ὑμῖν δεῖ τῆς ἀσφαλείας καὶ τῆς φυλακῆς, διὰ τοῦτο ταῦτα παρῄνεσα ὥστε καθ' ἑκάστην ἡμέραν νήφειν καὶ ἐγρηγορέναι καὶ διηνεκῆ τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι καὶ τὴν φυλακὴν περὶ τὸν θησαυρὸν ὑμῶν τοῦτον τὸν πνευματικόν, ἵνα μηδεμίαν παρείσδυσιν ὁ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας εὑρεῖν δυνηθῇ.
 [00783]  Τὸν γὰρ ὑπὸ δαίμονος ἐνοχλούμενον πολλάκις καὶ ἐλεοῦμεν·
000-00-00 Serial Number=0887382865
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00134]  αὕτη με τοῦ δαίμονος ἐποίησεν ἀνώτερον, τὸν πρὸ τούτου δεδοικότα καὶ τρέμοντα.
000-00-00 Serial Number=0092593253
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00038]  [9] Εἰ δέ τις ἡμῖν ἀμφισβητοίη ποῦ τέλος ἔσχεν οὗτος ὁ χρησμός, τὸ βιβλίον μετὰ χεῖρας λαβὼν ὃ καλεῖται μὲν Πράξεις Ἀποστόλων, ἔχει δὲ αὐτὰς οὐ πάσας ἀλλ' οὐδὲ πάντων αὐτῶν, ἀλλ' ἑνὸς ἢ δύο καὶ ταύτας εὐαριθμήτους τὰς δὲ σκιὰς μόνον τῶν μακαρίων ἐκείνων ἐφαπτομένας τε αὐτῶν ἅμα καὶ τὴν ὑγίειαν ἐργαζομένας, πολλοῖς δὲ τῶν μαινομένων τῶν ἱματίων Παύλου οὐδὲν πλέον ἐδέησε πρὸς τὴν τοῦ κινοῦντος αὐτοὺς δαίμονος ἀπαλλαγήν.
 [00058]  Τοσοῦτον γὰρ τὸ μέσον τῆς τούτων βλάβης πρὸς τὴν ἐκείνου τοῦ πονηροῦ δαίμονος ἐπιβουλήν.
 [00333]  τήν τε γὰρ τοῦ δαίμονος διαλῦσαι δύναμιν καὶ τὴν νέων ἐπιστρέψαι διάχυσιν ἱκανὸν εἶναι τὸν μάρτυρα.
 [00347]  [73] Καὶ τῆς μὲν ἀσελγείας τὴν τυραννίδα οὕτως ὁ μακάριος κατέλυσε πῶς δὲ καὶ τοῦ δαίμονος τὴν δύναμιν ἔσβεσε;
 [00365]  Πρὸς γὰρ αὐτὴν βαδιοῦμαι τὴν ἀπόδειξιν μεθ' ἣν οὐδὲ τοῖς μεμελετηκόσιν ἀναισχυντεῖν ἐξέσται τοῦτο ποιεῖν, οὐ περὶ τῶν παλαιῶν ἐκείνων, οὐ περὶ τῆς τοῦ μάρτυρος δυνάμεως, οὐ περὶ τῆς τοῦ δαίμονος ἀσθενείας.
 [00366]  Οὐδὲ γὰρ δέομαι στοχασμοῖς τισι καὶ δι' εἰκότων τοῦτο ποιῆσαι φανερὸν ἀλλ' αὐτὴν τοῦ δαίμονος τὴν ὑπὲρ τούτων παρέξομαι μαρτυρίαν.
 [00397]  Ἐχρῆν γὰρ κατὰ τὴν τοῦ δαίμονος ἀπόφασιν πάσας ἀνορύττειν τὰς ἐν τῇ ∆άφνῃ θήκας καὶ τὸ μορμολυκεῖον τῆς τῶν θεῶν ὄψεως ἀπάγειν ὡς πορρωτάτω.
 [00467]  [95] Τούτου δὴ συμβάντος ἄγεται μὲν εἰς δικαστήριον εὐθέως ὁ τοῦ δαίμονος ἱερεὺς καὶ τὸν αἴτιον ἠναγκάζετο λέγειν, ὡς δὲ οὐχ εἶχεν ἐξαγκωνίσαντες αὐτὸν καὶ πολλὰς ἐπιθέντες πληγὰς εἶτα μετεωρίσαντες καὶ τὰς πλευρὰς διαξαίνοντες ἐμάνθανον πλέον οὐδέν.
 [00475]  Οὐ γὰρ δήπου τὸν μὲν ἱερέα καὶ ὃν ἐν τοσαύτῃ πρότερον ἦγε τιμῇ τοσούτοις ὑπὲρ τῆς ὀροφῆς περιέβαλλε κακοῖς καὶ θηρίου μᾶλλον ὠμοβόρου διεσπάραττε τάχα δ' ἂν καὶ ἀπεγεύσατο τῶν σαρκῶν εἰ μὴ πᾶσι τὸ πρᾶγμα ἐδόκει εἶναι μυσαρόν, τὸν δὲ ἅγιον αὐτὸ τοῦ δαίμονος τὸ στόμα ἐμφράξαντα πάλιν εἰς τὴν πόλιν ἦγεν ὥστε ἐν πλείονι εἶναι τιμῇ.
 [00502]  Ὅτι τοῦ δαίμονος τὴν ἀπάτην ἤλεγξε;
 [00582]  Εἰ μὲν γὰρ αὐτὸς μείζονα καὶ τὴν τέχνην καὶ τὴν ἐμπειρίαν τοῦ δαίμονος ἔχειν φὴς οὐκ ἐχρῆν αὐτὸν τιμᾶν ἀμαθέστερόν τε ὄντα καὶ ἀσθενέστερον ἐν οἷς αὐτόν φατε πάντων κρατεῖν.
 [00635]  Πόρρωθεν γάρ τις τοὺς κίονας ἰδὼν εἶτα ἐλθὼν καὶ τὸν οὐδὸν ὑπερβὰς ὑπογράφει ἑαυτῷ τὸ τοῦ δαίμονος ἀποτρόπαιον, τὴν ἀπάτην, τὰς ἐπιβουλάς, καὶ καταπλαγεὶς τοῦ Θεοῦ τήν τε ὀργὴν καὶ τὴν ἰσχὺν ἄπεισι καὶ τὸ πρότερον πλάνης οἰκοδόμημα καὶ βλασφημίας νῦν δοξολογίας ὑπόθεσις γίνεται.
 [00705]  Καὶ ταῦτα μὲν καὶ τούτων πλείονα ἡνίκα ἦν ἐν σαρκί, ἐπειδὴ δὲ μετέστη καὶ ἀπεδήμησε κατέλυσε τοῦ δαίμονος τὴν ἰσχύν, διήλεγξε τὴν τῶν Ἑλλήνων ἀπάτην, ἀπεκάλυψε τῆς μαντείας τὸν λῆρον, συνέτριψε τὸ προσωπεῖον αὐτῆς καὶ πᾶσαν αὐτῆς τὴν ὑπόκρισιν γυμνώσας ἐπέδειξε τὸν ἐν αὐτῇ δοκοῦντα κρατεῖν ἐπιστομίσας καὶ καταβαλὼν μετὰ πολλῆς τῆς σφοδρότητος.
 [00706]  Καὶ νῦν ἑστᾶσιν οἱ τοῖχοι τοῦ νεὼ πᾶσι κηρύττοντες τοῦ δαίμονος τὴν αἰσχύνην, τὸν γέλωτα, τὴν ἀσθένειαν, τοῦ μάρτυρος τοὺς στεφάνους, τὴν νίκην, τὴν δύναμιν.
000-00-00 Serial Number=0775485039
De Chananaea Ante [Go Back]  
 [00219]  πάθος φύσεως, καὶ φόβος δαίμονος.
000-00-00 Serial Number=0518740833
De Lazaro Ante [Go Back]  
 [00115]  Τίς οὖν ἡμῖν ἔσται συγγνώμη, ἀγαπητοὶ, τίς δὲ ἀπολογία, εἰ τοσαύτῃ τοῦ πονηροῦ δαίμονος καθ' ἡμῶν κεχρημένου μανίᾳ, ἡμεῖς μηδὲ τὸ πολλοστὸν τῆς τοσαύτης σπουδῆς εἰς τὴν σωτηρίαν τῶν ἡμετέρων ἀδελφῶν εἰσενέγκοιμεν, καὶ ταῦτα τὸν Θεὸν σύμμαχον ἔχοντες;
 [01109]  ἂν δὲ εὐχαριστήσῃς, τάς τε ἐπιβουλὰς ἀπεκρούσω τὰς τοῦ πονηροῦ δαίμονος, καὶ τὴν τοῦ κηδεμόνος Θεοῦ θεραπείαν ἐπεσπάσω πρὸς σεαυτόν.
000-00-00 Serial Number=0850679994
De Maccabeis Ante [Go Back]  
 [00049]  Σκόπει μιαροῦ δαίμονος πονηρίαν·
000-00-00 Serial Number=0357242882
De diabolo tentatore Ante [Go Back]  
 [00274]  Καὶ νῦν οὖν, ὅταν ἴδῃς ἄνθρωπον ὑπὸ δαίμονος κινούμενον, προσκύνησον τὸν ∆εσπότην, μάθε τῶν δαιμόνων τὴν πονηρίαν·
 [00870]  ὑπὸ γὰρ τῆς ἐπιθυμίας ἡττήθη τῆς οἰκείας, οὐχ ὑπὸ τῆς πονηρίας τοῦ δαίμονος.
000-00-00 Serial Number=0767913103
De fato et providentia Ante [Go Back]  
 [00122]  Ἄκουσον καὶ τῆς εἱμαρμένης, πῶς φθέγγεται, καὶ πῶς ἐναντίους εἰσάγει θεσμοὺς, καὶ μάθε, πῶς ἐκεῖνα μὲν ὑπὸ θείου Πνεύματος εἴρηται, τὰ δὲ ταύτης ὑπὸ πονηροῦ δαίμονος καὶ θηρός τινος ἀνημέρου.
 [00146]  οὐ τὰ παρὰ τοῦ Θεοῦ σοι γεγενημένα, καὶ τὰ παρὰ τοῦ δαίμονος σκοπεῖς, ὅτι ὁ μὲν οὕτω σε ἐφίλησεν, ὡς καὶ τὸν Μονογενῆ δοῦναι ὑπὲρ σοῦ, οὗ τιμιώτερον οὐδὲν ἦν τῷ Πατρὶ, καὶ ἔτι φιλεῖ, ὡς καὶ παρακαλεῖν σε διὰ τῶν ἀποστόλων ὑπὲρ τῆς σῆς σωτηρίας, καὶ πάντα ποιεῖ·
 [00155]  καίτοι τοσούτῳ πλέον τὸ μέσον Θεοῦ καὶ δαίμονος, ἢ ἰατροῦ καὶ φαρμακοῦ, ὅσον οὐδὲ ἔξεστιν εἰπεῖν, οὐδὲ νῷ παραστῆσαι καὶ λόγῳ.
000-00-00 Serial Number=0432325780
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00012]  πῶς ἂν ἀπαλλαγείημεν τοῦ κακοῦ καὶ πονηροῦ δαίμονος;
 [00048]  Ἐπειδὰν δὲ οἴκοι γενόμενος, ἔνδον εἰς τὴν οἰκίαν τοῦ δαίμονος τούτου, τὴν μὲν ὥραν ἀπελθοῦσαν ἴδῃ τῆς συνελεύσεως λυθείσης καὶ εἰς τὸ θέατρον ἰδὼν εὕρῃ κενὸν ἀνδρῶν ὂν καὶ οὐδένα οὐδὲν φθεγγόμενον, τὴν δὲ ζημίαν οὐκ ἐπὶ φαντασίας, ἀλλ' ἐπὶ χρημάτων ἤδη γεγενημένην, τηνικαῦτα αἰσθάνεται τῆς τέφρας.
000-00-00 Serial Number=0687317729
De incomprehensibili dei natura Ante [Go Back]  
 [00782]  Εἰ γὰρ ὑπὲρ τῶν ἐν νόσοις, ἐν μετάλλοις, ἐν σκληραῖς δουλείαις καὶ τῶν ἐνεργουμένων κελευόμεθα τὸν Θεὸν παρακαλεῖν, πολλῷ μᾶλλον ὑπὲρ τούτων, ἐπεὶ καὶ χαλεπωτέρα τοῦ δαίμονος ἡ ἀσέβεια.
000-00-00 Serial Number=0365151942
De jejunio dominica quinta jejuniorum Ante [Go Back]  
 [00027]  Πολλὴ ἡ τοῦ δαίμονος ἐπήρεια.
000-00-00 Serial Number=0440719128
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00439]  ὁ τοῦ δαίμονος αὐτοῦ τούτου χρησμός, ὃς τὸν τότε βασιλεύοντα ἠνάγκαζε μετακινεῖν τὸν πλησίον κείμενον μάρτυρα, λέγων·
000-00-00 Serial Number=0574308097
De mutatione nominum Ante [Go Back]  
 [00473]  Ἵνα οὖν μεμνημένος τοῦ ὀνόματος τοῦ διδάσκοντος αὐτὸν, ὅτι γῆ ἐστι, μηδέποτε ἰσοθεΐαν φαντάζηται, διὰ τοῦτο προκαταλαμβάνει αὐτοῦ τὸ συνειδὸς τῷ ὀνόματι, ἱκανὴν αὐτῷ διὰ τῆς προσηγορίας προαποτιθέμενος ἀσφάλειαν τῆς μελλούσης ἐπάγεσθαι παρὰ τοῦ πονηροῦ δαίμονος ἐπιβουλῆς, καὶ τῆς πρὸς τὴν γῆν αὐτὸν ἀναμιμνήσκων συγγενείας, καὶ ἐμφαίνων τῆς φύσεως τὴν εὐγένειαν ἅπασαν, καὶ μονονουχὶ λέγων, ὅτι Ἐὰν εἴποι σοι, ὅτι Ἔσῃ ὡς Θεὸς, ἀναμνήσθητι τοῦ ὀνόματος, καὶ ἱκανὴν ἔλαβες παραίνεσιν, ὥστε μὴ δέξασθαι τὴν συμβουλήν.
000-00-00 Serial Number=0030169606
De perfecta caritate Ante [Go Back]  
 [00098]  ὅτι οὐχ ἡ τῆς προαιρέσεως ἐλευθερία, ἀλλ' ἡ τοῦ δαίμονος βία ταῦτα εἰργάσατο.
 [00109]  οὐ γὰρ αὐτῷ λογιζόμεθα τὴν λοιδορίαν, ἀλλὰ τῇ ἀνάγκῃ τοῦ δαίμονος·
000-00-00 Serial Number=0280199826
De proditione Judae Ante [Go Back]  
 [00147]  Τοιοῦτον γάρ ἐστιν ἡ πονηρὰ ῥίζα ἐκείνη, δαίμονος χαλεπώτερον τὰς ἀλούσας ἐκβακχεύει ψυχὰς, καὶ ποιεῖ πάντας ἀγνοεῖν, καὶ ἑαυτὸν καὶ τοὺς πλησίον καὶ τοὺς τῆς φύσεως νόμους, καὶ αὐτῶν ἐκβάλλει τῶν φρενῶν καὶ παραπλῆγας ἐργάζεται.
000-00-00 Serial Number=0114764929
De profectu evangelii Ante [Go Back]  
 [00122]  Εἰ γὰρ Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ, πολλῷ μᾶλλον τοσοῦτοι συνδεδεμένοι τοῖς τῆς ἀγάπης δεσμοῖς, πᾶσαν ἂν ἀπεκρούσαντο τὴν τοῦ πονηροῦ δαίμονος ἐπιβουλήν.
000-00-00 Serial Number=0544602334
De remissione peccatorum Ante [Go Back]  
 [00034]  ἔδησε καὶ Παῦλος Ἐλύμαν τὸν μάγον διὰ λόγου αὐτὸν τυφλώσας, καὶ ἔλυσε τὴν παιδίσκην τοῦ πυθωνίου δαίμονος αὐτὴν διαζεύξας·
000-00-00 Serial Number=0391991973
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02735]  ἂν δὲ εὐχαριστήσῃς, τάς τε ἐπιβουλὰς ἀπεκρούσω τὰς τοῦ πονηροῦ δαίμονος, καὶ τὴν τοῦ κηδεμόνος Θεοῦ θεραπείαν πρὸς ἑαυτὸν ἐπεσπάσω.
 [04630]  Εἰ γὰρ ὁ Ἰὼβ τοσαῦτα παθὼν οὐδὲν ἠδίκηται, καὶ παθὼν οὐ παρὰ ἀνθρώπου, ἀλλὰ παρὰ τοῦ πάντων ἀνθρώπων πονηρῶν πονηροτέρου δαίμονος, τίς ἕξει λοιπὸν ἀπολογίαν τῶν λεγόντων, ὅτι Ὁ δεῖνά με ἠδίκησε καὶ παρέβλαψεν;
 [06228]  οὐχ ὁ μὲν ἀπεπνίγετο ὑπὸ τῆς ἀθυμίας καὶ τοῦ πονηροῦ δαίμονος·
 [06528]  Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν μὲν ὑπὸ δαίμονος ἐνεργῆταί σου ὁ υἱὸς, πρὸς πάντας τοὺς ἁγίους τρέχεις, καὶ τοὺς ἐν ταῖς κορυφαῖς τῶν ὀρέων ἐνοχλεῖς, ὥστε αὐτὸν τῆς μανίας ἀπαλλάξαι ἐκείνης·
 [06530]  Καίτοι τὸ μὲν παρὰ δαίμονος ἐνοχλεῖσθαι χαλεπὸν οὐδέν·
 [07276]  τοῦ γὰρ δαίμονος ἐκβληθέντος πολιορκηθέντες ἅπαντες, καὶ τὰ βιβλία ῥίψαντες, μᾶλλον δὲ καταλύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον.
 [08090]  τοῦ γὰρ δαίμονος ἐκβληθέντος, πολιορκηθέντες ἅπαντες, καὶ τὰ βιβλία ῥίψαντες, μᾶλλον δὲ καταλύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον.
000-00-00 Serial Number=0626617491
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01346]  Τοῦτο καὶ φιλοπτωχίας καὶ τῆς τῶν χρημάτων ὑπεροψίας καὶ τῆς ἀθρόας ἐκείνης τῶν παίδων ἀποβολῆς καὶ τῶν μυρίων ἐπιβουλῶν μᾶλλον αὐτὸν ἀνεκήρυξε καὶ τὸ ἀναίσχυντον τοῦ πονηροῦ δαίμονος ἐκείνου στόμα ἔφραξε μετὰ πολλῆς τῆς περιουσίας.
000-00-00 Serial Number=0029857635
Expositiones in Psalmos Ante [Go Back]  
 [01134]  Ταῦτα χαλεπὰ κατὰ τοῦ διαβόλου βέλη, αὕτη καιρία κατὰ τοῦ δαίμονος πληγὴ, τότε μάλιστα λαμ [55.71] προὶ οἱ στέφανοι.
 [02528]  καὶ ταῦτα τοῦ μὲν χοροῦ ἐκ μίμων καὶ ὀρχηστῶν συνισταμένου ἀνδρῶν, χοροστατοῦντος δὲ παρ' αὐτοῖς βεβήλου τινὸς καὶ κιθαρῳδοῦ, τοῦ δὲ μέλους σατανικοῦ καὶ ὀλεθρίου τυγχάνοντος, ᾀδομένου δὲ μιαροῦ καὶ πονηροῦ δαίμονος·
 [04291]  καὶ ταῦτα τοῦ μὲν χοροῦ ἐκ μίμων καὶ ὀρχηστῶν συνισταμένου ἀνδρῶν, χοροστατοῦντος δὲ παρ' αὐτοῖς βεβήλου τινὸς καὶ κιθαρῳδοῦ, τοῦ δὲ μέλους σατανικοῦ καὶ ὀλεθρίου τυγχάνοντος, ᾀδομένου δὲ μιαροῦ καὶ πονηροῦ δαίμονος·
000-00-00 Serial Number=0186287105
Fragmenta in Job Ante [Go Back]  
 [00373]  Εἰ δὲ ὁ τοσαῦτα παθὼν, οὐδὲν ἠδίκηται, καὶ παθὼν οὐ παρὰ ἀνθρώπου, ἀλλὰ παρὰ τοῦ πάντων ἀνθρώπων πονηροτέρου δαίμονος·
 [00380]  Οὐδεὶς ἀνθρώπων, κἂν μυριάκις ᾖ πονηρὸς, τοῦ ἀλάστορος ἐκείνου δαίμονος, καὶ ἀκαταλλάκτως πρὸς ἡμᾶς ἔχοντος τοῦ διαβόλου, πονηρότερον ἂν προσβάλλοι, οὐδὲ πικρότερον·
 [00851]  Ἑκάτερα γὰρ τὰ ὅπλα μεταχειρίσας, ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ἐν ἑκατέροις τὸ τρόπαιον ἔστησε, καὶ πρὸς πᾶν εἶδος πολέμου, τοῦ δαίμονος ἐπελθόντος ἐκείνου, πρὸς ἅπαντα παρετάξατο, καὶ ἐν πᾶσιν ἀνεκηρύττετο.
 [00872]  Ἐν τούτοις γὰρ ὄντος αὐτοῦ, καὶ ἀποτηγανιζομένου πάντοθεν, ἔνδοθεν, ἔξωθεν, ἐποίει τῆς γυναικὸς τὰ μηχανήματα, καὶ γίνεται τοῦ δαίμονος ὅπλον ἡ σύνοικος, καὶ τοξεύει τὸν ἄνδρα, τὴν γλῶτταν δανείσασα τῷ διαβόλῳ, καὶ βάλλει τῶν εἰρημένων πικρότερα καὶ ὀλεθριώτερα.
000-00-00 Serial Number=0556048989
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00261]  Ὅτι οὐχ ἡ τῆς προαιρέσεως ἐλευθερία, ἀλλ' ἡ τοῦ δαίμονος ἀνάγκη ταῦτα εἰργάσατο.
 [00279]  Ὥσπερ γὰρ ὁ δαιμονῶν, κἂν λοιδορήσηται (πάλιν γὰρ τῷ αὐτῷ κέχρημαι παραδείγματι), οὐ προσεροῦμεν αὐτὸν ὑβριστὴν, οὐδὲ λογιζόμεθα ὕβριν τὴν λοιδορίαν, ἀλλὰ τῆς ἀνάγκης εἶναι τοῦ δαίμονος·
000-00-00 Serial Number=0117112458
In Acta apostolorum Ante [Go Back]  
 [05770]  Ἀπαλλαγῶμεν οὖν τούτου τοῦ δαίμονος, ἀρχόμενον αὐτὸν καταστείλωμεν, τὴν σφραγῖδα ἐπιθῶμεν τῷ στήθει καθάπερ τινὰ χαλινόν.
 [09999]  Πολὺς ὁ θυμὸς τοῦ δαίμονος.
 [09999]  Πολὺς ὁ φόβος τοῦ δαίμονος.
 [09999]  Εἰπὲ γάρ μοι περὶ τίνος ἂν λεχθείη κυρίως, Ἀγνώστῳ Θεῷ, περὶ τοῦ ∆ημιουργοῦ, ἢ περὶ τοῦ δαίμονος;
 [09999]  Ἐκεῖ παιδίσκη ἀπηλλάγη πνεύματος, καὶ εἰς δεσμωτήριον ἐνέβαλον αὐτοὺς, ὅτι ἠλευθέρωσαν αὐτὴν τοῦ δαίμονος·
 [09999]  εἰ παρὰ ἀνθρώπων τὴν μαρτυρίαν οὐ λαμβάνει ὁ Χριστὸς, οὐδὲ παρὰ Ἰωάννου, πολλῷ μᾶλλον παρὰ δαίμονος.
 [09999]  τὸ δὲ ὑβρίζειν ἁπλῶς, δαίμονος.
 [09999]  Εἰ δὲ παρὰ ἀνθρώπου Οὐχ ὡραῖος ὁ αἶνος ἐν τῷ στόματι ἁμαρτωλοῦ, πολλῷ μᾶλλον παρὰ δαίμονος·
 [09999]  Τὴν κακουργίαν, φησὶν, ἰδὼν τοῦ δαίμονος, καθὼς αὐτὸς ἀλλαχοῦ λέγει·
 [09999]  Οὐκ ἔστιν οὕτω μέγα δαίμονος ἀπαλλάξαι, ὡς ἁμαρτίας ἐξελέσθαι.
 [09999]  Ὁρᾷς, ὅτι χαλεπώτερον δαίμονος ἁμαρτία;
000-00-00 Serial Number=0860374689
In Joannem Ante [Go Back]  
 [00952]  οὐδὲ δαίμονος ταῦτα πονηροῦ, ἀλλὰ τῆς πονηρίας τῶν ἑαλωκότων.
 [01509]  τινὲς δὲ αὐτῶν καὶ τὴν ἀντικειμένην εἶναι βλασφημοῦσιν αὐτοῦ δύναμιν, καὶ τοὺς νόμους αὐτοῦ, πονηροῦ τινὸς δαίμονος εἶναι νομίζουσι;
 [04770]  Μέθη τις ἐστὶν ἡ ὀργὴ, μᾶλλον δὲ μέθης χαλεπωτέρα, καὶ δαίμονος ἐλεεινοτέρα.
000-00-00 Serial Number=0038730085
In Psalmum 139 Ante [Go Back]  
 [00082]  ὡς ὁ ∆αυῒδ τὸν Σαοὺλ ἐῤῥύσατο ἐκ τῆς βίας τοῦ δαίμονος·
000-00-00 Serial Number=0216737628
In Rachelem et infantes Ante [Go Back]  
 [00057]  Ὁρᾷ τὸν λεγεῶνα τοῦ δαίμονος ἀπὸ τῆς ἀνθρωπότητος ἐκβαλλόμενον, καὶ εἰς ἄβυσσον ἐκπεμπόμενον, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν·
000-00-00 Serial Number=0730993807
In catechumenos Ante [Go Back]  
 [00022]  Ὢ κλήσεως τὴν ἁμαρτίαν γυμνούσης! ὢ φωνῆς πᾶσαν τὴν τοῦ δαίμονος ἁρπαζούσης οὐσίαν! ὢ φαρμάκου πρὸς ἕκαστον τῶν νοσούντων βαδίζοντος! ὢ δωρεᾶς ῥεούσης τοῖς βουλομένοις ἀκώλυτα! ὢ πηγῆς πάντας τοὺς διψῶντας ζωὴν ἐπειγομένης ποτίζειν! Εἴ τις γὰρ, φησὶ, διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω·
000-00-00 Serial Number=0480888844
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02412]  Τῆς τοῦ δαίμονος ἐπηρείας.
 [02485]  Ἀπὸ δαίμονος πονηροῦ;
 [05791]  Τοῦ γὰρ δαίμονος ἐκβληθέντος, πολιορκηθέντες ἅπαντες, καὶ τὰ βιβλία ῥίψαντες, μᾶλλον δὲ καταλύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον·
 [07176]  Οὐδενὸς ὁρωμένου, οὐδενὸς ἐπικειμένου ταῖς πλευραῖς τοῦ δαίμονος, φωναὶ καὶ σπαραγμοὶ, μάστιγες, βάσανοι, γλῶσσαι ἐμπιπράμεναι, τοῦ δαίμονος οὐ φέροντος τὴν θαυμαστὴν δύναμιν ἐκείνην.
000-00-00 Serial Number=0040713012
In epistulam I ad Corinthios Ante [Go Back]  
 [06606]  καὶ μᾶλλον ἐπέκαμψεν ἡ τοῦ πονηροῦ δαίμονος μηχανὴ τοσαύτην ἔχουσα βλάβην, ἢ ἡ τοῦ Θεοῦ ὑπόσχεσις μυρία κομίζουσα τὰ ἀγαθά·
 [08955]  καὶ ἐμαντεύετο ἐκεῖνος, καὶ μαντευόμενος ἐῤῥιπτεῖτο καὶ ἐσπαράττετο, καὶ ἐνεγκεῖν τοῦ δαίμονος τὴν ὁρμὴν οὐκ ἠδύνατο, ἀλλ' ἔμελλε διασπώμενος οὕτως ἀπόλλυσθαι, τοῖς τὰ τοιαῦτα μαγγανεύουσί φησι·
000-00-00 Serial Number=0870212674
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00984]  οὐ γὰρ ἄνευ δαίμονος ταῦτα γίνεται.
000-00-00 Serial Number=0042297184
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01102]  Ὥσπερ οὖν οἱ δήμιοι μυρίων γέμοντες κακῶν τοὺς ἄλλους σωφρονίζουσιν, οὕτω καὶ ἐνταῦθα ἐπὶ τοῦ πονηροῦ δαίμονος.
 [04267]  κἂν εἰς δαίμονος ἐλθεῖν κακίαν δέῃ, μὴ παραιτήσῃ·
000-00-00 Serial Number=0981793165
In epistulam ad Ephesios Ante [Go Back]  
 [02071]  Παῦλός ἐστιν, οὗ καὶ τὰ σουδάρια καὶ τὰ σημικίνθια δαίμονας ἤλαυνε, καὶ νόσους ἐφυγάδευε, καίτοι πολλῷ σιδήρου ἀδαμάντινος, καὶ ἀῤῥαγέστερος ὁ παρὰ τοῦ δαίμονος δεσμός·
 [02201]  οὐδαμοῦ δαίμονος ἐνταῦθα μνήμη.
 [02860]  Ἐγὼ γὰρ εἰκότως κατὰ τοῦ δαίμονος μέγα φρονῶ, καὶ σφόδρα μέγα.
 [02861]  Καὶ ὅρα καὶ Παῦλος πῶς μέγα ἐφρόνει κατὰ τοῦ δαίμονος.
000-00-00 Serial Number=0483556688
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01149]  Τοῦτο γὰρ δεικνύντος ἐστὶν, ὅτι φθόνου ἄξια ἔπραττον πρότερον, καὶ δαίμονος ἐπήρεια τὸ γινόμενον ἦν, σφοδρὸν κατὰ τῆς εὐημερίας αὐτῶν πνεύσαντος.
 [02146]  Καὶ ἀπολογεῖται ὑπὲρ τοῦ ἡμαρτηκότος, πρῶτον μὲν εἰπὼν, Ἐὰν καὶ προληφθῇ, δεύτερον τὸ τῆς πολλῆς ἀσθενείας ὄνομα, εἶτα, Ἵνα μὴ καὶ σὺ πειρασθῇς, δαίμονος ἐπήρειαν μᾶλλον, ἢ ψυχῆς ῥᾳθυμίαν αἰτιώμενος.
000-00-00 Serial Number=0955011725
In epistulam ad Romanos Ante [Go Back]  
 [09991]  Ψάλωμεν τοίνυν τὴν ἀπὸ τῶν πράξεων ᾠδὴν, ἵνα τὴν δαίμονος χαλεπωτέραν ἐκβάλωμεν ἁμαρτίαν.
000-00-00 Serial Number=0797909796
In epistulam ad Titum Ante [Go Back]  
 [01151]  Καὶ τοῦτο ἐγένετο, καὶ ἄνθρωπος τοῦ δαίμονος τὴν μανίαν λῦσαι ἐπελθὼν, ἔσφαξε τοὺς παῖδας ἐκείνους, ὅτι παρ' αὐτοῖς ἡ ἀπάτη ἴσχυεν·
000-00-00 Serial Number=0934926033
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00049]  Ἐπειδὴ γὰρ περιιὼν πανταχοῦ, σπείρων τὸν τῆς εὐσεβείας λόγον, τὰς ἀκάνθας ἀνασπῶν, καὶ τὴν ἀλήθειαν ἐν τῇ ἑκάστου ψυχῇ καταφυτεύειν ἐπειγόμενος, γενόμενος κατά τινα πόλιν τῆς Μακεδονίας, καθὼς ὁ μακάριος Λουκᾶς, ὁ τὸ τῶν Πράξεων βιβλίον συνθεὶς, ἡμῖν διηγήσατο, παιδίσκην τινὰ πνεῦμα πονηρὸν ἔχουσαν, καὶ σιγᾷν οὐκ ἀνεχομένην, ἀλλὰ περιιοῦσαν καὶ πανταχοῦ καταδήλους αὐτοὺς διὰ τοῦ δαίμονος ποιεῖν βουλομένην, μετὰ πολλῆς τῆς ἐξουσίας, λόγῳ καὶ ἐπιτάγματι, καθάπερ τινὰ μαστιγίαν ἀπελάσας, ἠλευθέρωσεν ἐκείνην τοῦ πονηροῦ δαίμονος·
000-00-00 Serial Number=0214245975
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00099]  Καὶ πάλιν, ὅτε τὸν σεληνιαζόμενον οὐκ ἴσχυσαν ἀπαλλάξαι τοῦ δαίμονος οἱ μαθηταὶ, καὶ τὴν αἰτίαν ἐβούλοντο μαθεῖν, ταύτην αὐτοῖς ᾐνίξατο τὴν ἔλλειψιν τῆς πίστεως, λέγων·
000-00-00 Serial Number=0242680192
In illud Vidi dominum Ante [Go Back]  
 [01195]  οὕτω καὶ ἐνταῦθα, τοῦ ἱερέως μὴ δυνηθέντος παντὸς δαίμονος χαλεπώτερον νόσημα τὴν ἁμαρτίαν ἐκβαλεῖν, αὐτὸς λοιπὸν ὁ Θεὸς τὸν κάμνοντα μεταχειρίζεται.
000-00-00 Serial Number=0745695412
In illud Vidua eligatur Ante [Go Back]  
 [00289]  Πάλιν ἂν μὲν ὑπὸ δαίμονος ἐνεργῆται, πρὸς πάντας τοὺς ἁγίους τρέχεις, καὶ τοὺς ἐν ταῖς κορυφαῖς τῶν ὀρέων ἐνοχλεῖς, ὥστε αὐτὸν τῆς μανίας ἀπαλλάξαι ἐκείνης·
 [00291]  Καὶ τὸ μὲν παρὰ δαίμονος ἐνοχλεῖσθαι χαλεπὸν οὐδέν·
000-00-00 Serial Number=0909196138
In martyres Aegyptios Ante [Go Back]  
 [00035]  Οὐ γὰρ δὴ μέχρι τῶν βασάνων τούτων ἔστησαν, οὐδὲ ἐνταῦθα τὸν δρόμον κατέλυσαν, ἀλλὰ περαιτέρω τὰ σκάμματα αὐτοῖς ἐξετείνετο, τοῦ μὲν πονηροῦ δαίμονος τῇ προσθήκῃ τῶν τιμωριῶν προσδοκοῦντος ὑποσκελίζειν τοὺς ἀθλητὰς, τοῦ δὲ φιλανθρώπου Θεοῦ συγχωροῦντος καὶ οὐ κωλύοντος·
 [00039]  ὁ δὲ συνεχώρει, καὶ ἐχαρίζετο ταῖς πονηραῖς αἰτήσεσι τοῦ πονηροῦ δαίμονος, ἐπιφανέστερον τὸν αὑτοῦ ποιῶν ἀθλητήν·
000-00-00 Serial Number=0088554800
In pharisaeum et meretricem Ante [Go Back]  
 [00083]  Καὶ πάλιν ἑτέρα τις γυνὴ τῶν Χαναναίων γένους, τοῦ καταράτου καὶ δουλικοῦ σπέρματος ἐλεύθερον βλάστημα, ἐν ἐντυχίᾳ εἰσελθοῦσα κατὰ δαίμονος τυραννοῦντος αὐτῆς τὴν μονογενῆ, ἀνέστρεψε λαβοῦσα τὴν ἐξουσίαν κατὰ τοῦ δαίμονος, καὶ γέγονεν ἡ μήτηρ τῇ θυγατρὶ ἰατρὸς, καὶ ὁ δαίμων ὁ ἀπηνὴς οὗτος καὶ βάρβαρος οὐκ ἐτόλμησεν οὐκέτι πλησιάσαι τῇ κόρῃ, φοβηθεὶς τῆς τοῦ Χριστοῦ φωνῆς τὸ διάταγμα.
000-00-00 Serial Number=0478396297
In principium indictionis [1] Ante [Go Back]  
 [00029]  ταύτην συμμαχοῦσαν ἡ Χαναναία λαβοῦσα, βιασθεῖσα περὶ γονὴν ἀφήρπασε τὴν θυγατέρα τοῦ κατέχοντος δαίμονος.
000-00-00 Serial Number=0712619364
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00107]  Ἐβόησε πρὸς σὲ καὶ Χαναναία γυνὴ τὸ οἰκεῖον θυ γάτριον βλέπουσα ὑπὸ δαίμονος σπαραττόμενον, καὶ βοήσασα τὸ, Ἐλέησον, τῶν ἐλπίδων οὐκ ἀπέτυχε·
000-00-00 Serial Number=0236207485
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00023]  πόθεν οὖν αὕτη ἡ δυσώνυμος αἵρεσις τὴν τεσσαρεσκαιδεκάτην ἀπὸ τοῦ ἡλιακοῦ μηνὸς οὐκ ἀπὸ τοῦ σεληνιακοῦ εἴληφεν ἢ δηλονότι παρὰ τοῦ ἀπατήσαντος [10] δαίμονος;
000-00-00 Serial Number=0674171150
Prooemia in Psalmos Ante [Go Back]  
 [00171]  Ψάλλωμεν τοίνυν τὴν ἀπὸ τῶν πράξεων ᾠδὴν, ἵνα τὴν δαίμονος χαλεπωτέραν ἐκβάλλωμεν ἁμαρτίαν, καὶ τὴν τοῦ Πνεύματος ἐπισπασώμεθα χάριν.
000-00-00 Serial Number=0271596074
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00061]  Εἰ δὲ ὁ τοσαῦτα παθὼν οὐδὲν ἠδίκηται, καὶ παθὼν οὐ παρὰ ἀνθρώπου, ἀλλὰ παρὰ τοῦ πάντων ἀνθρώπων πονηροτέρου δαίμονος, τίς ἕξει λοιπὸν ἀπολογίαν τῶν λεγόντων ὅτι Ὁ δεῖνά με ἠδίκησε καὶ παρέβλαψε;
 [00134]  Οὐδεὶς ἀνθρώπων, κἂν μυριάκις ᾖ πονηρός, τοῦ ἀλάστορος ἐκείνου δαίμονος καὶ ἀκαταλλάκτως πρὸς ἡμᾶς ἔχοντος τοῦ διαβόλου πονηρότερον ἄν τινι προσβάλοι, οὐδὲ πικρότερον·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»