Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δαιμόνων [314]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δαιμόνων


000-00-00 Serial Number=0203822076
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00810]  οὐ τὰς παρὰ τῶν ἀνθρώπων διώξεις λέγων μόνον, ἀλλὰ καὶ τὰς παρὰ τῶν δαιμόνων ἐπιβουλάς.
 [01775]  Πόσων οὖν δαιμόνων χαλεπώτερα τὰ ἐκείνου κακά! Εἰ γὰρ καὶ μηδὲν αὐτῷ ἠνώχλει τούτων, τί οὐκ ἂν ἔπαθεν ἐννοῶν τὸν χρόνον τὸν μακρὸν, ὃν ἐπὶ τῆς κλίνης κατάκειται, τὴν δαπάνην τὴν πολλὴν καὶ εἰς ἐσχάτην αὐτὸν ἐμβαλοῦσαν πενίαν, τῶν φίλων τὴν καταφρόνησιν, τῶν θεραπευσόντων τὴν ἐρημίαν, τὸ μηδὲ εἰ στήσεταί ποτε τὰ δεινὰ ταῦτα εἰδέναι, ὅπερ ἀεὶ σὺ πενθεῖς, μᾶλλον δὲ τὸ πεπεῖσθαι ἀκριβῶς, ὅτι οὐδὲ στήσεταί ποτε, ζῶντος αὐτοῦ καὶ ἐμπνέοντος ἔτι;
000-00-00 Serial Number=0236598372
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00314]  Οὐκ ἔστιν ἐκεῖ διάβολον δεῖσαι καὶ δαιμόνων ἐπιβουλάς, οὐ γεέννης ἀπειλήν, οὐ θάνατον, οὐ τοῦτον τὸν νῦν, οὐ τὸν πολλῷ τούτου χαλεπώτερον ἐκεῖνον, ἀλλὰ πᾶς ὁ τοιοῦτος λέλυται φόβος.
000-00-00 Serial Number=0626001418
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01091]  [21.3] Πρὸς ἀρετὴν ἐπιτηδείαν βουλόμενος μετασκευάσαι τὴν ψυχήν, καὶ στύφει καὶ χωνεύει καὶ βασάνῳ πειρασμῶν παραδίδωσιν, ὥστε τούς τε ἀναπεπτωκότας καὶ διαλελυμένους σφιγγῆναι, τούς τε δοκίμους δοκιμωτέρους γενέσθαι καὶ ἀχειρώτους ταῖς τῶν δαιμόνων ἐπιβουλαῖς καὶ ταῖς τοῦ διαβόλου παγίσι, καὶ σφόδρα ἐπιτηδείους πρὸς τὴν τῶν μελλόντων ἀγαθῶν ὑποδοχὴν ἅπαντας.
000-00-00 Serial Number=0432096481
Ad populum Antiochenum Ante [Go Back]  
 [01208]  Καὶ οὐ τὸ τῆς ἡλικίας ἄωρον, οὐχ ἡ τοῦ δήμου ῥύμη, οὐ τὸ μανίᾳ δαιμόνων ἐμπλησθέντας ταῦτα ποιῆσαι, οὐχ ἡ δοκοῦσα ἀπαίτησις ἀφόρητος εἶναι, οὐ πενία, οὐ τὸ κοινῇ μετὰ πάντων ἁμαρτεῖν, οὐ τὸ ὑποσχέσθαι μηδέποτε τοιαῦτα τολμήσειν λοιπὸν, οὐκ ἄλλο οὐδὲν αὐτοὺς ὅλως ἐξείλετο·
 [02622]  ὅσας ἂν δέξηται πληγὰς, αὐτὸς μὲν οὐδὲν ἔπαθε δεινὸν, τῶν δὲ ἐπιβουλευόντων καταλύει τὴν δύναμιν, οὐκ ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ δαιμόνων αὐτῶν.
 [05231]  ὅρα μὴ μείζονος κολάσεως σαυτῷ περιστήσῃς ἀνάγκην, καὶ πάλιν ἀπελθοῦσαν καλέσῃς μετὰ πλείονος τῆς περιουσίας τὴν ἀπειλὴν, καὶ πάθῃς ταυτὸν, ὃ περὶ τῶν δαιμόνων φησὶν ὁ Χριστός·
000-00-00 Serial Number=0778398693
Admonitiones spirituales Ante [Go Back]  
 [00129]  διωκόμεθα γὰρ ἀπ' αὐτῶν, καὶ ζητούμεθα πάντες εἰς τὸ ἀποκτανθῆναι ὑπὸ δαιμόνων, ὑπὸ πραγμάτων, ὑπὸ ἀνθρώπων ἐρεθιζομένων ὑπὸ τοῦ Σατανᾶ.
000-00-00 Serial Number=0383229852
Adversus Judaeos Ante [Go Back]  
 [00137]  Ὅταν ὁ Θεὸς ἀφῇ, δαιμόνων κατοικητήριον γίνεται ἐκεῖνο τὸ χωρίον.
 [00145]  Εἰ τοίνυν τὸν Πατέρα ἀγνοοῦσι, τὸν Υἱὸν ἐσταύρωσαν, τοῦ Πνεύματος τὴν βοήθειαν ἀπεκρούσαντο, τίς οὐκ ἂν θαῤῥῶν ἀποφήνηται, τῶν δαιμόνων καταγώγιον εἶναι τὸν τόπον;
 [00186]  Οὐ γὰρ λῃστῶν οὐδὲ καπήλων ἁπλῶς, ἀλλὰ δαιμόνων ἐστὶ καταγώγιον, μᾶλλον δὲ οὐχ αἱ συναγωγαὶ μόνον, ἀλλὰ καὶ αὐταὶ αἱ ψυχαὶ τῶν Ἰουδαίων·
 [00288]  Ὅπου Χριστοκτόνοι συνέρχονται, ὅπου σταυρὸς ἐλαύνεται, ὅπου βλασφημεῖται Θεὸς, ὅπου Πατὴρ ἀγνοεῖται, ὅπου Υἱὸς ὑβρίζεται, ὅπου Πνεύματος ἀθετεῖται χάρις, μᾶλλον δὲ καὶ αὐτῶν ὄντων δαιμόνων, οὐ μείζων ἐντεῦθεν ἡ βλάβη;
 [00371]  Ἀλλὰ θεραπείαν ἐκ δαιμόνων ἐπιζητεῖς;
 [00398]  Εἰ δέ ποτε καὶ συγχωροῦντος τοῦ Θεοῦ ἐπιτύχοιέν τινος θεραπείας, καθάπερ ἄνθρωποι, εἰς δοκιμὴν τὴν σὴν ἡ συγχώρησις γίνεται, οὐκ ἐπειδὴ Θεὸς ἀγνοεῖ, ἀλλ' ἵνα σὺ παιδευθῇς, μηδὲ θεραπευόντων ἀνέχεσθαι τῶν δαιμόνων.
 [00575]  Πῶς οὖν, εἰπέ μοι, τολμᾷς μετὰ δαιμόνων χορεύσας πρὸς τὸν τῶν ἀποστόλων σύλλογον ἐπανελθεῖν;
 [01372]  Οὐ κατὰ σύγκρισιν τοῦτο ποιῶν εἶπον, φησὶν, ἀλλ' ἐπειδὴ πρὸς Ἰουδαίους διαλέγομαι, τοὺς μεγάλην περὶ τῶν δαιμόνων ἔχοντας δόξαν, τῇ ἀσθενείᾳ αὐτῶν συγκαταβαίνων, [48.887] τοῦτον τῆς διδασκαλίας εἰσήγαγον τὸν τρόπον.
 [01866]  Καὶ γὰρ τὰ εἰρημένα οὐ δι' ὑμᾶς εἴρηται, ἀλλὰ δι' ἐκείνους τοὺς ἀσθενοῦντας, ἵνα παρ' ὑμῶν ἐκεῖνοι μανθάνοντες ταῦτα, καὶ τῆς πονηρᾶς ἀπαλλαγέντες συνηθείας, εἰλικρινῆ καὶ γνήσιον τὸν Χριστιανισμὸν ἐπιδείξωνται, καὶ τὰς πονηρὰς φεύξωνται τῶν Ἰουδαίων διαγωγὰς καὶ συναγωγὰς, τάς τε ἐν τῇ πόλει, τάς τε ἐν τῷ προαστείῳ, τὰ σπήλαια τῶν λῃστῶν, τὰ τῶν δαιμόνων καταγώγια.
 [02190]  Εἰ γὰρ τότε σπήλαιον λῃστῶν ἦν, ὅτε ἔτι τὰ τῆς πολιτείας ἐκράτει, νῦν κἂν πορνεῖον, κἂν παρανομίας χωρίον, κἂν δαιμόνων καταγώγιον, κἂν διαβόλου φρούριον, κἂν ψυχῶν ὄλεθρον, κἂν ἀπωλείας ἁπάσης κρημνὸν καὶ βάραθρον, κἂν ὁτιοῦν τις προσείπῃ, ἔλαττον τῆς ἀξίας ἐρεῖ.
 [02291]  οὐ γὰρ δὴ τοῦτο μόνον εἶδεν, ἀλλὰ προφητικοῖς ἄνωθεν καταμαθὼν ὀφθαλμοῖς τὴν τῶν ἐθνῶν προσαγωγὴν, καὶ πῶς οἱ τοῖς θεοῖς προσηλωμένοι, καὶ θεραπεύοντες λίθους, καὶ τῶν ἀλόγων ἀθλιώτερον διακείμενοι, ἐξαίφνης ἀνέβλεψαν, καὶ τὸν τῶν ἁπάντων ἐπέγνωσαν ∆εσπότην, καὶ τὴν μιαρὰν τῶν δαιμόνων λατρείαν ἀφέντες, καθαρῶς καὶ ἀναιμωτὶ τὸν Θεὸν ἐθεράπευον·
 [02293]  καὶ λογισάμενος τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν τὴν ὑπερβαίνουσαν ἅπαντα νοῦν, καὶ ἐκπλαγεὶς ὅση τῶν πραγμάτων γέγονε μεταβολὴ, καὶ πῶς αὐτὰ μετεῤῥύθμισε, καὶ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους εἰργάσατο, καὶ πολιτείαν εἰσήγαγε τῶν οὐρανῶν ἀξίαν ταῦτα δὲ ἅπαντα ἐγένετο, τῆς παλαιᾶς καταλυθείσης θυσίας, καὶ ἑτέρας ἐπεισαχθείσης, τῆς διὰ τοῦ σώματος τοῦ Χριστοῦ, ἐκπλαγεὶς καὶ θαυμάσας ἔλεγε·
000-00-00 Serial Number=0825022995
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00254]  δέδοικα μὴ τῇ πατρίδι σπουδάζων αὐτοὺς ἀποδοῦναι, ἀντὶ ταύτης ταῖς τῶν πονηρῶν δαιμόνων χερσὶ παραδῶ, καὶ βουλόμενος ἀπαλλάξαι ἐρημίας καὶ φυγῆς, φιλοσοφίας καὶ ἡσυχίας παρασκευάσω πάσης ἐκπεσεῖν.
000-00-00 Serial Number=0168283701
Caritatem secundum deum rem esse deo digna Ante [Go Back]  
 [00047]  Ἡ γὰρ τοῦ μέλλοντος αἰῶνος εὐφροσύνη ἀπεντεῦθεν φαίνεται, τῷ μὲν διαβόλῳ πένθος, δαιμόνων λικμητήριον, ὅτε χοροὺς συνεστήκαμεν ἀλλήλοις, ἐν μιᾷ ψυχῇ καὶ μιᾷ γνώμῃ πρὸς ὑμνῳδίαν Θεοῦ τὴν παναρμόνιον τῶν Χερουβεὶμ καὶ μεγαλόδοξον μιμούμεθα μελῳδίαν.
000-00-00 Serial Number=0820081174
Catecheses ad illuminandos Ante [Go Back]  
 [00552]  ἀπηλλάγησαν Αἰγυπτίων ἐκεῖνοι, ἠλευθερώθης δαιμόνων σύ·
000-00-00 Serial Number=0757449985
Catechesis de juramento Ante [Go Back]  
 [00155]  διὰ τὴν ἀναισχυντίαν τῶν δαιμόνων.
 [00156]  καὶ γὰρ πρόβατον ἀσφράγιστον ὁ κατηχούμενός ἐστι καὶ πανδοχεῖον ἔρημον καὶ ἀθύρωτον καταγώγιον πᾶσι προκείμενον [162] ἁπλῶς, λῃστῶν καταδρομή, θηρίων καταφυγή, δαιμόνων οἴκησις.
000-00-00 Serial Number=0454559863
Commentarius in Job Ante [Go Back]  
 [00281]  ὅτι καὶ δαιμόνων καὶ ἀγγέλων ἡ οἰκουμένη πεπλήρωται, καὶ ὅτι ἑκάτεροι ὑπὸ τὴν ἐξουσίαν εἰσὶ τοῦ θεοῦ, καὶ ὅτι ἄγγελοι μὲν παραγίνονται πρὸς τὸν θεὸν ἐπιτάγματα δεχόμενοι, ὁ διάβολος δὲ οὐδὲν δύναται ποιῆσαι τῶν καθ' ἡδονὴν αὐτῷ μὴ τὴν συγχώρησιν ἄνωθεν λαβών.
 [00356]  καὶ τοῦτο τῆς τοῦ θεοῦ προνοίας ἔργον τὸ τὸ πλέον ἐκεῖ τῶν δαιμόνων ἀποικίζειν.
 [01439]  «μὴ νομίσῃς», φησίν, «δαιμόνων εἶναι πονηρῶν μηδὲ ἀνθρώπων ἐπιβούλων τὰ συμβεβηκότα·
 [03370]  τοσοῦτόν ἐστι τὸ σκότος τὸ παρόν, τοσαῦται τῶν πραγμάτων αἱ περιστάσεις, τῶν σωματικῶν παθῶν αἱ ἐπαναστάσεις, πονηρῶν ἀνθρώπων αἱ ἐπιβουλαί, [150] δαιμόνων ἀγρίων μάχαι καὶ στάσεις, ὥστε τοῦτον αὐτὸν δεῖξαι.
000-00-00 Serial Number=0273081303
Comparatio regis et monachi Ante [Go Back]  
 [00059]  καὶ ὁ μὲν ἔλυσε πενίαν, ὅταν ᾖ χρηστὸς, ὁ δὲ ψυχὰς τυραννουμένας ὑπὸ δαιμόνων ἠλευθέρωσε ταῖς προσευχαῖς.
000-00-00 Serial Number=0775463760
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00004]  «Ἀντὶ γὰρ τούτου καταλείψει, φησὶν, ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν·» ἑτέρα δὲ ἡ τῆς πορνείας, καὶ νεωτέρα ταύτης καὶ ἄδικος καὶ παράνομος, ἅτε παρὰ τῶν πονηρῶν εἰσενεχθεῖσα δαιμόνων.
 [00355]  ἀλλ' ἵνα βάλλωμεν τὰς ἀοράτους δυνάμεις τὰς ἀντικειμένας ἡμῖν, ἵνα πλήττωμεν τὸν στρατηγοῦντα αὐταῖς διάβολον, ἵνα ἐλαύνωμεν τὰς ἀγρίας τῶν δαιμόνων φάλαγγας, ἵνα κατασκάπτωμεν αὐτῶν τὰ ὀχυρώματα, ἵνα τὰς ἐξουσίας τοῦ κοσμοκράτορος τοῦ σκότους δήσαντες αἰχμαλώτους ἀγάγωμεν, ἵνα τὰ πνευματικὰ τῆς πονηρίας φυγαδεύσωμεν, ἵνα πῦρ πνέωμεν, ἵνα πρὸς καθημερινοὺς θανάτους ὦμεν ἕτοιμοι καὶ παρεσκευασμένοι.
000-00-00 Serial Number=0331976056
Contra ludos et theatra Ante [Go Back]  
 [00038]  Μετ' ἐκεῖνα, τῆς ὀργῆς λυθείσης, καὶ πέλαγος περάσαντες, καὶ κυμάτων κατατολμήσαντες, ἐπὶ τοὺς κορυφαίους ἐτρέχομεν, τὸν Πέτρον τὴν κρηπῖδα τῆς πίστεως, τὸν Παῦλον τὸ σκεῦος τῆς ἐκλογῆς, πανήγυριν ἐπιτελοῦντες πνευματικὴν, καὶ τοὺς ἄθλους αὐτῶν ἀνακηρύττοντες, τὰ τρόπαια καὶ τὰς νίκας τὰς κατὰ τῶν δαιμόνων.
000-00-00 Serial Number=0658960164
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00014]  Καὶ τότε δὲ αὐτόθεν ἐδείκνυτο ὅτι δαιμόνων ἦν ἔργα τὰ τελούμενα τῇ τε ἄλλῃ ἀπάτῃ καὶ ταῖς θυσίαις αὐταῖς.
 [00061]  Ὅθεν οὐδεὶς τῶν τὰ τοῦ Χριστοῦ φρονούντων βασιλεὺς δόγματα καθ' ὑμῶν ἔθηκε τοιαῦτα οἷα καθ' ἡμῶν οἱ τὰ τῶν δαιμόνων θεραπεύσαντες ἐπενόησαν.
 [00322]  ὁ δὲ τῆς σωτηρίας ἡμῶν ἐχθρὸς καὶ εἰς τοὐναντίον ἀεὶ καταχρώμενος ταῖς τοῦ Θεοῦ δωρεαῖς τῷ πλήθει τῶν διεφθαρμένων νέων καὶ ταῖς τῶν δαιμόνων οἰκήσεσι τὸ χωρίον προκαταλαβὼν ἐπεφήμισεν αὐτῷ τινα καὶ μῦθον αἰσχρὸν ὥστε ἀναθεῖναι διὰ τούτου τῷ δαίμονι τοῦ προαστείου τὴν χάριν.
 [00355]  Τοιοῦτος γὰρ ὁ δαιμόνων τρόπος·
 [00386]  [79] Οὐδὲν οὖν θαυμαστὸν καὶ τὸν δείλαιον ἐκεῖνον τὸν ἅπαξ ἑαυτὸν ἐκδεδωκότα τῷ τῶν δαιμόνων γέλωτι μὴ ἐγκαλύπτεσθαι ἐφ' οἷς οἱ παρ' αὐτῷ θεραπευόμενοι σεμνύνονται θεοί.
 [00410]  Ἀλλ' αὕτη τῶν δαιμόνων ὑμῶν ἡ προαίρεσις βδελύττεσθαι μὲν τὰ βδελυκτὰ τιμᾶν δὲ καὶ ἀποδέχεσθαι τὰ παντὸς ἄξια μίσους καὶ ἀποστροφῆς.
 [00461]  Ὁ μὲν γὰρ ἅγιος μάρτυς τῶν ἱερῶν εἴσω περιβόλων ἦν ἐν οἷς καὶ πρότερον ἐτύγχανεν ὢν πρὶν εἰς τὴν ∆άφνην ἐλθεῖν, ὁ δὲ πονηρὸς δαίμων ἐμάνθανεν εὐθέως ὅτι μάτην αὐτῷ τὰ τῆς ἀπάτης μεμηχάνηται, καὶ ὅτι οὐ πρὸς νεκρὸν τὸν ἀγῶνα εἶχεν ἀλλὰ πρὸς ζῶντα καὶ ἐνεργοῦντα καὶ οὐκ αὐτοῦ μόνον ἀλλὰ καὶ πάντων δαιμόνων ἰσχυρότερον.
 [00579]  Ἀληθῶς ὰΕλληνες ἀεὶ παῖδες γέρων δὲ Ἕλλην οὐδείς δέον γὰρ τὴν οἰκείαν ἄνοιαν θρηνεῖν ὅτι τῶν πραγμάτων βοώντων τὴν τῶν δαιμόνων ἀπάτην οὐδὲ οὕτως ἀφίστασθε ἀλλ' ἐκδόντες ἑαυτοὺς εἰς ἀπώλειαν καὶ τὴν ὑμετέραν ἀποδόμενοι σωτηρίαν ἄγεσθε δίκην θρεμμάτων ᾗπερ ἂν κελεύωσιν ἕπεσθαι οἳ κάθησθε ξοάνων πενθοῦντες ἀπώλειαν.
 [00620]  Ἦ που μέγαν μὲν ἤγειραν γόον ἐκπηδήσασαι τῶν πηγῶν αἱ νύμφαι μέγαν δὲ ὁ Ζεὺς ὁ ἐγγύς που καθήμενος ὁποῖον εἰκὸς ἐπὶ τιμαῖς υἱέος συγκεχυμέναις μέγαν δὲ δαιμόνων μυρίων ὅμιλος ἐν τῷ ἄλσει διαι τωμένων.
 [00626]  Καὶ τὸ μέν τινας τῶν τὴν ∆άφνην οἰκούντων δακρύειν καὶ τοὺς προσκειμένους αὐτοῖς καὶ τὸν τῆς πόλεως ἄρχοντα φλέγεσθαι καὶ πλέον τῶν θρήνων μηδὲν ἐμποιεῖν, οὐδὲν θαυμαστόν, τὸ δὲ καὶ αὐτοὺς τοὺς θεοὺς ἐπὶ τῆς αὐτῆς ἀμηχανίας εἶναι καὶ δακρύειν μόνον κατ' αὐτοὺς καὶ μήτε τὸν ∆ία μήτε τὴν Καλλιόπην μήτε τὸν πολὺν τῶν δαιμόνων ὅμιλον ἀλλὰ μηδὲ τὰς νύμφας αὐτὰς ἀρκέσαι πρὸς τὴν πυρὰν ἀλλὰ πάντας κωκυτοὺς καὶ οἰμωγὰς ἐγείρειν μόνον, τοῦτό ἐστι τὸ πολλοῦ γέλωτος γέμον.
 [00663]  Ὡς δὲ ἀπηγγέλθη ταῦτα τῷ βασιλεῖ οὔτε περαιτέρω τὴν τόλμαν προάγειν ἐπεχείρει λοιπόν κατείχετο γὰρ τῷ δέει οὔτε τῆς πλάνης τῶν δαιμόνων ἤθελεν ἀπαλλάττεσθαι καθάπαξ τυραννηθεὶς ὑπ' αὐτῶν ἀλλὰ τέως μὲν ἡσυχίαν ἤγε.
 [00707]  Τοσαύτη ἡ τῶν ἁγίων ἰσχύς, οὕτως ἄμαχος καὶ φοβερὰ καὶ βασιλεῦσι καὶ δαίμοσι καὶ αὐτῷ τῷ τῶν δαιμόνων ἀρχηγῷ.
000-00-00 Serial Number=0125944853
De Chananaea Ante [Go Back]  
 [00300]  τὴν δύναμιν τῶν δαιμόνων;
 [00334]  Ἦσαν γὰρ παρ' αὐτοῖς παράνομοι ἐπιμιξίαι, διεφθαρμένοι τῆς φύσεως οἱ νόμοι, εἴδωλα προσκυνούμενα, ξύλα θεραπευόμενα, Θεὸς ὑβριζόμενος, τέκνα σφαττόμενα, πατέρες ἐμπτυόμενοι, μητέρες ἀτιμαζόμεναι, πάντα ἠλλοίωτο, πάντα ἀνατέτραπτο, δαιμόνων ζωὴν ἔζων.
 [00349]  Ἐπειδὴ ἡ γυνὴ Χαναναία ἦν, καὶ τῶν ὁρίων ἐκείνων, ἔνθα καὶ λύσσαι, καὶ μανία, καὶ ἀσέβεια, ἔνθα διαβόλου τυραννὶς, καὶ δαιμόνων βακχεῖαι, καὶ φύσις πατουμένη, καὶ εἰς ἀλόγων ἀλογίας κατηνέχθησαν, εἰς δαιμόνων μανίας, ἐπέταττε δὲ καὶ ὁ νόμος,
000-00-00 Serial Number=0068679750
De Joseph et de castitate Ante [Go Back]  
 [00046]  πολλὴ ἦν φροντὶς τοῖς ἀγγέλοις, πολλὴ ἡ ἐλπὶς τῶν δαιμόνων.
000-00-00 Serial Number=0146908164
De Lazaro Ante [Go Back]  
 [00583]  Ἀλλ' ἐπειδὴ πολλοὶ τῶν ἀφελεστέρων ἀεὶ διακρίνειν οὐκ ἴσασι τὰ παρὰ τῶν δαιμόνων λεγόμενα, καθάπαξ αὐτοῖς ἀπέκλεισε τὸ πιστεύεσθαι.
 [00591]  τὰ γὰρ ὑγιῆ δόγματα καὶ σωτήρια οὐ παρὰ δαιμόνων, ἀλλὰ παρὰ τῆς θείας Γραφῆς ἐστι μετ' ἀκριβείας μαθεῖν.
 [00592]  Ὅτι γὰρ οὐκ ἔστι ψυχὴν τοῦ σώματος ἐξελθοῦσαν ὑπὸ τὴν τῶν δαιμόνων γενέσθαι τυραννίδα, ἄκουσον τί φησιν ὁ Παῦλος·
000-00-00 Serial Number=0380423605
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00042]  Οὐ θυρεὸν ἔδωκεν, οὐ κράνος, οὐ τόξον, οὐ θώρακα, οὐ κνημῖδα, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλ' ὃ πάντων τούτων ἐστὶν ἰσχυρότερον, τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ σταυροῦ, τὸ σύμβολον τῆς κατὰ τῶν δαιμόνων νίκης.
 [00144]  Καὶ Μωϋσῆς δὲ ξύλον βαλὼν εἰς Μεῤῥὰν, τὰ πικρὰ ὕδατα ἐγλύκανεν εἰς τύπον τοῦ σταυροῦ τοῦ Χριστοῦ τοῦ γλυκάναντος ἐκ τῆς πικρίας τῶν δαιμόνων τὸν κόσμον.
000-00-00 Serial Number=0712775230
De baptismo Christi Ante [Go Back]  
 [00033]  Τί γὰρ, εἰπέ μοι, διδάξαι σε τῶν ἀναγκαίων δυνησόμεθα, ἅπαξ τοῦ ἐνιαυτοῦ ἢ δεύτερον παρ' ἡμῖν φοιτῶντα, περὶ ψυχῆς, περὶ σώματος, περὶ ἀθανασίας, περὶ βασιλείας τῶν οὐρανῶν, περὶ κολάσεως, περὶ γεέννης, περὶ μακροθυμίας Θεοῦ, περὶ συγγνώμης, περὶ μετανοίας, περὶ βαπτίσματος, περὶ ἁμαρτημάτων ἀφέσεως, περὶ τῆς κτίσεως ταύτης τῆς ἄνω, καὶ τῆς κάτω, περὶ ἀνθρώπων φύσεως, περὶ ἀγγέλων, περὶ τῆς τῶν δαιμόνων κακουργίας, περὶ τῶν μεθοδειῶν τοῦ διαβόλου, περὶ πολιτείας, περὶ δογμάτων, περὶ τῆς ὀρθῆς πίστεως, περὶ τῶν διεφθαρμένων αἱρέσεων;
000-00-00 Serial Number=0304526508
De beato Philogonio Ante [Go Back]  
 [00073]  ἐνταῦθα δὲ ἐλθὼν, ἀνθρώποις συνηγόρει κατὰ δαιμόνων τῶν ἐπηρεαζόντων.
000-00-00 Serial Number=0700354218
De confessione pretiosae crucis Ante [Go Back]  
 [00029]  Οὐδεὶς ἐγγύς σου στῆναι δυνήσεται τῶν ἀκαθάρτων δαιμόνων, ὁρῶν τὴν μάχαιραν ἐν ᾗ τὴν πληγὴν ἔλαβεν, ὁρῶν τὸ ξίφος ἐν ᾧ τὴν καιρίαν ἐδέξατο.
000-00-00 Serial Number=0187126458
De cruce et latrone Ante [Go Back]  
 [00129]  Οὗτος γὰρ μόνος διέλυσε τὸ σκότος τῶν δαιμόνων.
000-00-00 Serial Number=0141543627
De cruce et latrone ii Ante [Go Back]  
 [00021]  Οὗτος ἡμᾶς τῆς πλάνης ἠλευθέρωσεν, οὗτος πρὸς τὴν ἀλήθειαν ἐχειραγώγησεν, οὗτος καταλλαγὰς Θεοῦ πρὸς ἀνθρώπους ἐποιήσατο, οὗτος ἀπὸ τοῦ βυθοῦ τῆς κακίας ἡμᾶς ἀνασπάσας, εἰς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν ἀνήγαγεν, οὗτος τῶν δαιμόνων τὴν πλάνην ἔσβεσεν, οὗτος τὴν ἀπάτην καθεῖλε.
000-00-00 Serial Number=0721590459
De decem millium talentorum debitore Ante [Go Back]  
 [00100]  Ἐὰν γὰρ ἅπαξ καὶ δεύτερον καὶ τρίτον ἁμαρτόντι συγχωρήσῃς τῆς ἡμέρας, κἂν σφόδρα ᾖ λίθινος, κἂν αὐτῶν τῶν δαιμόνων ἀγριώτερος ὁ λελυπηκὼς, οὐκ ἔσται οὕτως ἀναίσθητος, ὡς πάλιν τοῖς αὐτοῖς περιπεσεῖν, ἀλλὰ τῇ πυκνότητι τῆς συγχωρήσεως σωφρονισθεὶς, βελτίων ἔσται καὶ ἐπιεικέστερος·
000-00-00 Serial Number=0589054942
De diabolo tentatore Ante [Go Back]  
 [00274]  Καὶ νῦν οὖν, ὅταν ἴδῃς ἄνθρωπον ὑπὸ δαίμονος κινούμενον, προσκύνησον τὸν ∆εσπότην, μάθε τῶν δαιμόνων τὴν πονηρίαν·
 [00275]  ἀμφότερα γὰρ ἔστιν ἰδεῖν ἐπὶ τῶν δαιμονώντων τούτων, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν τῶν δαιμόνων κακίαν·
 [00276]  τὴν μὲν τῶν δαιμόνων κακίαν, ὅταν ταράττωσι καὶ θορυβῶσι τὴν ψυχὴν τοῦ παραπαίοντος·
 [00280]  καὶ ὄψει τὸ ὠμὸν καὶ ἀπάνθρωπον καὶ ἀφειδὲς τῆς τῶν δαιμόνων πονηρίας, καὶ ἀπὸ τούτων εἴσῃ σαφῶς, ὅτι εἰ καὶ τόδε τὸ πᾶν ἐπέτρεψεν αὐτῶν τῇ ἐξουσίᾳ ὁ Θεὸς, πάντα ἂν συνέχεαν καὶ συνετάραξαν, καὶ τὰ τῶν χοίρων ἡμᾶς διέθηκαν καὶ τὰ τῶν βουκολίων ἐκείνων, ὡς οὐδὲ μικρὰν καιροῦ ῥοπὴν φείσασθαι τῆς ἡμετέρας ἂν ἠνέσχοντο σωτηρίας.
 [00282]  Οὔτε γὰρ ἐκείνους καθόλου τῇ τυραννίδι τῶν δαιμόνων ἐξέδωκεν ὁ Θεὸς, ἐπεὶ πολλῷ τούτων χαλεπώτερα ἂν ἔπαθον, ὧν πάσχουσι νῦν.
 [00283]  Ἐγὼ δὲ κἀκεῖνο ἂν ἐπυθόμην τῶν ταῦτα λεγόντων, ποίαν δὴ ἀταξίαν ἐν τοῖς παροῦσιν ὁρῶντες, δαιμόνων διοικήσει τὰ καθ' ἡμᾶς ἀνατιθέασι πάντα;
 [00656]  κἂν ἴδῃς ἄνθρωπον ἐν πονηρίᾳ ζῶντα καὶ πᾶσαν κακίαν ἐπιδεικνύμενον, εἶτα αἰτιώμενον τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ λέγοντα, ὅτι τύχης καὶ εἱμαρμένης ἀνάγκῃ καὶ δαιμόνων τυραννίδι τὴν ἡμετέραν ἐξέδωκε φύσιν, καὶ πάντοθεν τὴν αἰτίαν ἀφ' ἑαυτοῦ μὲν ἀπάγοντα, ἐπὶ δὲ τὸν δημιουργὸν καὶ τοῦδε τοῦ παντὸς προνοοῦντα μεταφέροντα, ἀπόφραξον αὐτοῦ τὸ στόμα, μὴ λόγῳ, ἀλλ' ἔργῳ, ἐπιδείξας σύνδουλον ἕτερον ἐν ἀρετῇ καὶ ἐπιεικείᾳ ζῶντα.
000-00-00 Serial Number=0351346552
De fato et providentia Ante [Go Back]  
 [00414]  Μετὰ γὰρ τοῦ δόξαν βλάσφημον καὶ ἀσεβῆ καὶ ὀλεθρίαν ἐντιθέναι ταῖς τῶν ἠπατημένων ψυχαῖς, καὶ πείθειν τοιαῦτα λέγειν περὶ Θεοῦ, ἃ μηδὲ περὶ δαιμόνων τις εἴποι, καὶ τὸν βίον συγχεῖ τὸν ἡμέτερον, πάντα θορύβου καὶ πολλῆς ἐμπίπλησι τῆς ταραχῆς·
 [00638]  Ὅταν τοιαύτην παραθῇς τράπεζαν, ἄγγελος μὲν ἀποπηδᾷ, παροξύνεται δὲ Θεὸς, χαίρει δὲ ὁ τῶν δαιμόνων ἀρχηγὸς, ἀποστρέφονται δὲ, καὶ μισοῦσι, καὶ τήκονται, οὐχ οἱ ἐχθροὶ μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ δοκοῦντες ἔχειν ἐπιτηδείως ἄνθρωποι, φθόνῳ μᾶλλον ἐσθιόμενοι, ἢ τῶν παρόντων ἀπολαύοντες.
000-00-00 Serial Number=0407916546
De gloria in tribulationibus Ante [Go Back]  
 [00097]  Ὅτι τὸν Υἱὸν, φησὶ, τὸν μονογενῆ, τὸν γνήσιον, τὸν ἀγαπητὸν, τοῦτον ὁ Θεὸς ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων ἔδωκεν οἰκετῶν, καὶ τοὺς μυρίοις βεβαρημένους ἁμαρτήμασι, καὶ τοσούτοις φορτίοις πιεζομένους πλημμελημάτων, οὐχὶ τῶν ἁμαρτημάτων ἀπήλλαξε μόνον, ἀλλὰ καὶ δικαίους εἰργάσατο, οὐδὲν φορτικὸν, οὐδὲ ἐπίπονον ἐπιτάξας, οὐδὲ ἐπαχθὲς, ἀλλὰ πίστιν ζητήσας παρ' ἡμῶν μόνον, καὶ δικαίους ἐποίησε καὶ ἁγίους κατεσκεύασε, καὶ υἱοὺς Θεοῦ ἀπέφηνε, καὶ βασιλείας κληρονόμους ἀπέδειξε, καὶ τοῦ Μονογενοῦς συγκληρονόμους ἀπειργάσατο, καὶ ἀνάστασιν ἐπηγγείλατο, καὶ ἀφθαρσίαν σωμάτων, καὶ λῆξιν μετὰ ἀγγέλων, πάντα λόγον καὶ νοῦν ὑπερβαίνουσαν, καὶ τὴν ἐν οὐρανοῖς διατριβὴν, καὶ τὴν μετ' αὐτοῦ ὁμιλίαν καὶ ἁγίου Πνεύματος ἐντεῦθεν ἤδη χάριν ἐξέχεε, καὶ τῆς τοῦ διαβόλου κατοχῆς ἡμᾶς ἀπήλλαξε, καὶ τῶν δαιμόνων ἡμᾶς ἐῤῥύσατο, καὶ τὴν ἁμαρτίαν κατέλυσε, καὶ τὴν κατάραν ἠφάνισε, καὶ ᾅδου πύλας συνέκλασε, καὶ τὸν παράδεισον ἠνέῳξεν, οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον, ἀλλ' αὐτὸν ἀπέστειλε τὸν Μονογενῆ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, ὥς φησι διὰ τοῦ προφήτου·
000-00-00 Serial Number=0895372093
De incomprehensibili dei natura Ante [Go Back]  
 [01016]  Ἅλυσις πονηρὰ καὶ χαλεπὴ τῶν δαιμόνων ἐστὶν ἡ ἐνέργεια, ἅλυσις παντὸς σιδήρου δυνατωτέρα.
 [01033]  καὶ γὰρ πυρά τίς ἐστι καὶ ἐμπρησμὸς χαλεπὸς τῶν δαιμόνων ἡ ἐνέργεια.
000-00-00 Serial Number=0399008870
De jejunio dominica quinta jejuniorum Ante [Go Back]  
 [00023]  Τοῦτο τὸ γένος τῶν δαιμόνων ἐν οὐδενὶ ἐξέρχεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
 [00024]  Καὶ τῶν δαιμόνων χειρότερον οὐδέν·
000-00-00 Serial Number=0177588284
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00024]  [1.4] Οὐ μὴν ἠρκέσθη ταῖς θυσίαις ταύταις, ἀλλ' ἐπειδὴ καλῶς ἑαυτὸν καθιέρωσε, καὶ τὴν οἰκουμένην πᾶσαν προσήνεγκε, καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς ὅσην ἥλιος ἐφορᾷ γῆν, ταύτην, καθάπερ ὑπόπτερός τις γενόμενος, ἐπῆλθε πᾶσαν, οὐχ ἁπλῶς ὁδοιπορῶν, ἀλλὰ τὰς ἀκάνθας τῶν ἁμαρτημάτων ἀνασπῶν, καὶ τὸν λόγον τῆς εὐσεβείας κατασπείρων, τὴν πλάνην ἀπελαύνων, τὴν ἀλήθειαν ἐπα νάγων, ἐξ ἀνθρώπων ἀγγέλους ποιῶν, μᾶλλον δὲ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους.
 [00051]  Ἀλλ' οὗτος οὐ τὸν ἀδελφιδοῦν, οὐδὲ τρεῖς καὶ πέντε πόλεις, ἀλλὰ τὴν οἰκουμένην πᾶσαν, οὐκ ἀπὸ βαρβάρων, ἀλλ' ἀπ' αὐτῆς τῆς τῶν δαιμόνων ἐξήρπασε χειρός, μυρίους καθ' ἑκάστην ὑπομένων κινδύνους, καὶ τοῖς οἰκείοις θανάτοις ἑτέροις πολλὴν ἀσφάλειαν κτώμενος.
 [00281]  Καὶ ὡς ἄν τις διατεθείη πατὴρ περὶ παῖδα φρενίτιδι κατεχόμενον ὅσῳ γὰρ ἂν ὑβρίζηται καὶ λακτίζῃ χαλεπῶς ὁ κάμνων, τοσούτῳ μᾶλλον αὐτὸν ἐλεεῖ καὶ δακρύει , οὕτω κἀκεῖνος τῇ τῶν δαιμόνων ὑπερβολῇ τῶν ταῦτα ἐπαγόντων αὐτῷ τὴν νόσον στοχαζόμενος, πρὸς πλείονα κηδεμονίαν διανίστατο.
 [00516]  Ἀλλ' ὅμως ἐλθὼν εἰς μέσον, καὶ φανεὶς μόνον, πάντα ἐτάραξε τὰ τῶν ἐναντίων, πάντα συνέχεε, καὶ καθάπερ πῦρ εἰς καλάμην ἐμπεσὸν καὶ χόρτον, οὕτω κατέκαυσε τὰ τῶν δαιμόνων, καὶ εἰς ἅπερ ἐβούλετο, πάντα μετέστησε.
 [00582]  Καὶ γὰρ πατὴρ ἐπολέμει παιδὶ τότε, καὶ υἱὸς ἠρνεῖτο πατέρα, καὶ γυναῖκες ἄνδρας, καὶ ἄνδρες γυναῖκας, καὶ θυγατέρες μητέρας, καὶ συγγενεῖς συγγενεῖς, καὶ φίλοι φίλους, καὶ ποικίλος τις ἦν ὁ πόλεμος οὗτος καὶ παντοδαπός, εἰς τὰς οἰκίας ἕρπων, συγγενεῖς διασπῶν, βουλευτήρια ταράττων, δικαστήρια θορυβῶν, ὡς τῶν πατρίων ἐθῶν καταλυομένων, καὶ ἑορτῶν καὶ θεραπείας δαιμόνων ἀνατρεπομένης, ἃ τοῖς πάλαι νομοθέταις πρὸ τῶν ἄλλων ἁπάντων περισπούδαστα ἦν.
 [00596]  οὕτω δὴ καὶ τῆς Παύλου γλώττης φθεγγομένης, καὶ πάντα πυρὸς σφοδρότερον ἐπιούσης, εἶκεν ἅπαντα καὶ παρεχώρει, καὶ δαιμόνων θεραπεῖαι, καὶ ἑορταί, καὶ πανηγύρεις, καὶ πάτρια ἔθη, καὶ νόμων διαφθοραί, καὶ δήμων θυμοί, καὶ τυράννων ἀπειλαί, καὶ οἰκείων ἐπιβουλαί, καὶ ψευδαποστόλων κακουργίαι·
000-00-00 Serial Number=0410880804
De mansuetudine sermo Ante [Go Back]  
 [00046]  ὁ θυμούμενος τοῦ διαβόλου παίγνιον, ἐργαστήριον δαιμόνων, τῆς ἐκείνων πονηρίας ὑπηρέτης ἄξιος.
 [00112]  καίτοι πολλὰ εἶχεν εἰπεῖν, εἴ γε λέγειν ἐβούλετο τὰ κοσμοῦντα τὸν ἀπόστολον, δαιμόνων ἔλασιν, νεκρῶν ἀνάστασιν·
000-00-00 Serial Number=0691410959
De negatione Petri Ante [Go Back]  
 [00125]  ὁ ἀγέλην δαιμόνων φυγαδεύων;
000-00-00 Serial Number=0846097350
De non judicando proximo Ante [Go Back]  
 [00017]  καὶ μετὰ τὴν τοσούτων καὶ πλειόνων ἄλλων ἀγαθῶν παροχὴν, Μωϋσέως εἰς τὸ ὄρος ἀναδραμόντος, μοσχοποιήσαντες, τῷ λεγεῶνι τῶν δαιμόνων προσεκυνήσατε·
 [00018]  ἐγὼ δὲ ἐλθὼν τὸν λεγεῶνα τῶν δαιμόνων ἀπὸ τῆς ἀνθρωπότητος ἀπήλασα.
000-00-00 Serial Number=0580707610
De oratione Ante [Go Back]  
 [00061]  Ἰδοὺ ἡμεῖς πᾶσαν τὴν νεότητα ἡμῶν μετὰ δαιμόνων ἀνηλώσαμεν·
 [00068]  τὸ εἶναι μετὰ τοῦ Χριστοῦ, ἢ τὸ εἶναι μετὰ τῶν δαιμόνων;
 [00073]  Εἰ δὲ ἐπιθυμεῖς τοῦ εἶναι μετὰ [62.740] τῶν δαιμόνων, εἰ τὴν γέενναν τοῦ πυρὸς εἰσελθεῖν, κἂν πράττῃς ὡς θέλεις, πολιτεύου ὡς βούλῃ, ὁ κωλύων οὐδείς·
000-00-00 Serial Number=0218368530
De paenitentia [1] Ante [Go Back]  
 [01117]  οὐ γὰρ ἡμῖν ἐστι φοβερὰ, ἀλλὰ τῇ τῶν δαιμόνων φύσει.
 [01137]  εἰ μηδέπω τοῦ πολέμου τῶν ἐπιθυμιῶν ἀναστάντος ἐπιτήδειον ἡμῖν τὸ ὅπλον ἦν, πολλῷ μᾶλλον μετὰ τὴν τοσαύτην μάχην τὴν ἀπὸ τῶν ἐπιθυμιῶν, τὴν ἀπὸ τῶν δαιμόνων, ἀναγκαία ἡ παρὰ τῆς νηστείας συμμαχία.
 [01989]  Εἰκὼν τῆς Ἐκκλησίας ἡ Ῥαὰβ τῆς ποτε πεφυρμένης τῇ πορνείᾳ τῶν δαιμόνων, δεχομένης δὲ νῦν τοὺς τοῦ Χριστοῦ κατασκόπους, οὐ τοὺς παρὰ Ἰησοῦ τοῦ Ναυῆ, ἀλλὰ τοὺς ἀποστόλους τοὺς παρὰ Ἰησοῦ τοῦ ἀληθινοῦ Σωτῆρος ἀπεσταλμένους.
000-00-00 Serial Number=0468410671
De paenitentia [2] Ante [Go Back]  
 [00331]  Μισήσωμεν ὄρχησιν, εὕρημα δαιμόνων καὶ μελέτην κακοδαιμόνων.
000-00-00 Serial Number=0166709542
De paenitentia [3] Ante [Go Back]  
 [00012]  Μετάνοια, διαβόλου διωγμὸς, δαιμόνων σκελισμός.
000-00-00 Serial Number=0914037049
De paenitentia sermo 1 Ante [Go Back]  
 [00374]  ὅτε ὀδυρόμενοι ἀπήρχοντο τοὺς ὀδόντας τρίζοντες καὶ ὑπὸ δαιμόνων ὠθούμενοι, ἐγὼ ἤμην συνωθοῦσα καὶ συγχαίρουσα·
 [00461]  Ὁποίαν λοιπὸν δοκεῖς δύναμιν ἔχειν λαβόντα τὴν ἐξουσίαν παρὰ τοῦ Θεοῦ καὶ ∆εσπότου τῶν ὅλων κατὰ δαιμόνων καὶ παντοίων παθῶν;
 [00552]  Τούτου οὐδέποτε φόβος ἅπτεται, τοῦτον πᾶς λεγεὼν δαιμόνων ὑποχωρεῖ καὶ πτήσσει, βλέποντες ἐν αὐτῷ τὸν τοῦ κόσμου νικητὴν Χριστὸν καταπατήσαντα αὐτοὺς, καὶ καθελόντα αὐτῶν τὸ μάταιον κράτος.
000-00-00 Serial Number=0582882166
De paenitentia sermo 2 Ante [Go Back]  
 [00093]  ἐλέησον τοὺς πεπλανημένους, ἐλέησον τοὺς τὰς σὰς παραγγελίας μὴ φυλάξαντας, καὶ ταῖς δαιμόνων κακουργίαις καθυπουργήσαντας·
000-00-00 Serial Number=0531363904
De precatione [1] Ante [Go Back]  
 [00100]  Ἂν δ' ἄρα συμβῇ τινα γυμνὸν εἶναι προσευχῆς, οὗτος ἀνάρπαστος ὑπὸ τῶν δαιμόνων φέρεται, εἰς ἁμαρτίας ὠθούμενος καὶ συμφορὰς καὶ κακά.
 [00210]  οὕτω τὴν τυραννίδα τῶν δαιμόνων κατέλυσε.
000-00-00 Serial Number=0758367419
De proditione Judae Ante [Go Back]  
 [00137]  ὅτι σοι παρέδωκε τῶν δαιμόνων τὴν ἐξουσίαν;
 [00154]  Παραδίδως, εἰπέ μοι, τὸν πάντα κρατοῦντα, τὸν δαιμόνων ἐξουσιάζοντα, τῇ θαλάττῃ ἐπιτάττοντα, τὸν τῆς φύσεως ἁπάντων ∆εσπότην;
 [00192]  Ἐδίδασκεν αὐτὸν πᾶσαν φιλοσοφίαν διὰ πραγμάτων, διὰ ῥημάτων, ἀνώτερον αὐτὸν τῶν δαιμόνων ἐποίησε, θαύματα ἐργάζεσθαι πολλὰ παρεσκεύασεν, ἐφόβησε τῇ τῆς γεέννης ἀπειλῇ, προετρέψατο τῇ τῆς βασιλείας ἐπαγγελίᾳ·
 [00536]  ὅτι τὴν κατὰ τῶν δαιμόνων ἐξουσίαν σοι παρέδωκεν, ὡς καὶ νοσήματα θεραπεύειν, καὶ λεπροὺς καθαίρειν, καὶ ἕτερα πολλὰ τοιαῦτα θαύματα ἐπιδείκνυσθαι;
000-00-00 Serial Number=0047510684
De pseudoprophetis Ante [Go Back]  
 [00241]  ἢ οὐκ ἠκούσατε τοῦ μακαρίου Παύλου βοῶντος, ὅτι Οὐ δύνασθε ποτήριον Κυρίου πιεῖν, καὶ ποτήριον δαιμόνων·
 [00532]  Ὅταν ἴδῃς λαοὺς ἐπισυντρέχοντας πρὸς τοὺς μυθολόγους καὶ φυλακτογράφους, καὶ γενεαλογίας, καὶ μαντείας, καὶ διδασκαλίας δαιμόνων, καὶ ἐπερωτήσεις πνευμάτων ἀκαθάρτων, μὴ θορυβηθῇς, μηδὲ καταπέσῃς.
 [00533]  Κἂν ἐκ τῶν δοκούντων εἶναι ποιμένων ἐὰν ἴδῃς ταῦτα πράσσοντας, μὴ ἀπογνώσῃς, ἀλλὰ δακρύσας ὑπομνήσθητι τοῦ Ἀποστόλου λέγοντος, ὅτι Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης, καὶ διδασκαλίαις δαιμόνων ἀκαθάρτων.
 [00541]  Ὅταν ἴδῃς χορεύοντας, καὶ παίζοντας, καὶ τὰ ᾄσματα τῶν δαιμόνων καταλέγοντας, στέναξον, καὶ δακρύσας ὑπομνήσθητι τοῦ ∆αυῒδ λέγοντος·
000-00-00 Serial Number=0707119465
De remissione peccatorum Ante [Go Back]  
 [00057]  ἠδάφισε τὰ ἀνελεῆ τῶν δαιμόνων αὐτοῦ τέκνα καὶ ἔκγονα, κατέκαυσε πυρὶ ἀσβέστῳ τὰ χειροποίητα αὐτοῦ ξόανα, ἐβαράθρωσε τὴν στρωμνὴν αὐτοῦ, ἀνέῤῥηξε τὰ σκοτεινὰ αὐτοῦ ταμιεῖα, ἀνεπέτασε τὰς πύλας τοῦ ᾅδου, καὶ πάντας τοὺς ὑπ' αὐτοῦ δεθέντας λύσας καὶ μεθ' ἑαυτοῦ λαβὼν, εἰς οὐρανοὺς πρὸς τὸν Πατέρα ὡς γίγας ἀνέδραμε, καθά φησιν ὁ προφήτης·
000-00-00 Serial Number=0834677398
De resurrectione mortuorum Ante [Go Back]  
 [00141]  οὕτω καὶ ὁ τὴν σάρκα τὴν ἑαυτοῦ μὴ μέθῃ, μηδὲ ἀνέσει καὶ τρυφῇ καταλιπαίνων, ἀλλὰ νηστείαις καὶ εὐχαῖς, καὶ τῇ πολλῇ τῶν θλίψεων ὑπομονῇ κουφοτέραν καὶ λεπτοτέραν κατασκευάζων, καθάπερ [50.424] τις ὑπόπτερος ἄνωθεν καταβαίνων, οὕτω μετὰ πολλῆς τῆς ῥύμης εἰς τὰς τῶν δαιμόνων ἐμπίπτων φάλαγγας, καταφέρει ῥᾳδίως τὰς ἀντικειμένας δυνάμεις, καὶ ὑποχειρίους ποιεῖ.
 [00291]  Αἱ γοῦν σκιαὶ τῶν ἀποστόλων τὰς ἀσωμάτους ἀπήλασαν δυνάμεις, καὶ ἡ κόνις καὶ ἡ τέφρα δαιμόνων περιεγένετο, καὶ τὰ ἱμάτια τὰ ὁμιλήσαντα τοῖς σώμασιν αὐτῶν νόσους ἀνεῖλον, καὶ ὑγίειαν ἐπανήγαγον.
000-00-00 Serial Number=0070350766
De sancta Droside martyre Ante [Go Back]  
 [00045]  Μαρτύρων γὰρ θάνατος, πιστῶν ἐστι παράκλησις, Ἐκκλησιῶν παῤῥησία, Χριστιανισμοῦ σύστασις, θανάτου κατάλυσις, ἀναστάσεως ἀπόδειξις, δαιμόνων γέλως, διαβόλου κατηγορία, φιλοσοφίας διδασκαλία, παραίνεσις τῆς ὑπεροψίας τῶν παρόντων πραγμάτων, καὶ τῆς τῶν μελλόντων ἐπιθυμίας ὁδὸς, παραμυθία τῶν κατεχόντων ἡμᾶς δεινῶν, καὶ ὑπομονῆς πρόφασις, καρτερίας ἀφορμὴ, καὶ πάντων τῶν ἀγαθῶν ῥίζα, καὶ πηγὴ, καὶ μήτηρ·
 [00074]  Ἀλλ' ἐντεῦθεν μὲν, ὅτι τῆς ἀσθενείας τῶν δαιμόνων ἔλεγχος ὁ τῶν μαρτύρων ἐστὶ θάνατος, ἀποδέδεικται·
000-00-00 Serial Number=0695789158
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00072]  Οὐχ οὕτω γὰρ ἡμῖν κεραυνὸς ἐκ τῶν οὐρανῶν ἀφιέμενός ἐστι φοβερὸς, ὡς τὸ σῶμα τῆς μάρτυρος κεραυνοῦ παντὸς χαλεπώτερον ἐφόβει τῶν δαιμόνων τὰς φάλαγγας.
000-00-00 Serial Number=0259598494
De sancta pentecoste Ante [Go Back]  
 [00093]  μᾶλλον δὲ οὐ χεῖρα πηλίνην μόνον ἦν ἰδεῖν, ἀλλ' ὃ πολλῷ θαυμαστότερον ἦν, πηλίνων σωμάτων σκιὰς καὶ θανάτου καὶ δυνάμεων ἀσωμάτων περιγενομένας, τῶν δαιμόνων λέγω.
000-00-00 Serial Number=0935296953
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00058]  ἀλλὰ καὶ μάντεις ἐκάλει, καὶ γόητας συνεκρότει, καὶ πάντα ἦν δαιμόνων μεστὰ καὶ πνευμάτων πονηρῶν.
000-00-00 Serial Number=0744322181
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00019]  αὕτη τῶν Ἑλλήνων ἡ αἰσχύνη, αὕτη τῆς πλάνης αὐτῶν τὸ ὄνειδος, αὕτη τῶν δαιμόνων ἡ ἐξολόθρευσις·
000-00-00 Serial Number=0996384680
De studio praesentium Ante [Go Back]  
 [00016]  αὕτη ἡ δέσποινα καὶ βαρβάρου πάσης βαρβαρικωτέρα, καὶ θηρίου χαλεπωτέρα, καὶ δαιμόνων ἀγριωτέρα, τοὺς αἰχμαλώτους λαμβάνουσα τοὺς ἑαυτῆς, περιφέρει νῦν κατὰ τὴν ἀγορὰν, χαλεπὰ ἐπιτάττουσα ἐπιτάγματα, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι συγχωροῦσα τῶν ὀλεθρίων πόνων.
 [00073]  Ἢ οὐκ ἴστε ὅτι οὐ πρὸς ἀνθρώπους ἡμῖν ὁμογενεῖς ἐστιν ὁ πόλεμος καὶ ἡ παράταξις, ἀλλὰ πρὸς τὰς ἀοράτους δυνάμεις, πρὸς τὰς τῶν δαιμόνων φάλαγγας, κατὰ τὸν μακάριον Παῦλον·
 [00079]  Κατὰ δὴ τὸν αὐτὸν τρόπον, ὥσπερ τοῦτον οὐκ ἂν καλέσαιμι ἄνδρα, ἀλλὰ γυναικὸς μαλακώτερον, οὕτω καὶ τὴν γυναῖκα τὴν ἀνδριζομένην ἀνδρὸς παντὸς στεῤῥοτέραν, ἂν τὰ ὅπλα ἁρπάσασα τὰ πνευματικὰ, καὶ τὸν θώρακα ἐνδυσαμένη τῆς δικαιοσύνης, καὶ τὸ κράνος περιθεμένη τοῦ σωτηρίου, καὶ τὴν ἀσπίδα προβαλλομένη τῆς πίστεως, καὶ τὴν ζώνην ζωσαμένη τῆς ἀληθείας, καὶ τὴν μάχαιραν λαμβάνουσα τοῦ πνεύματος, ἐπὶ τῆς παρατάξεως στῇ λάμπουσα ἀπὸ τῶν ὅπλων, ὑψηλοτέρα τῶν οὐρανῶν ἀπὸ τοῦ φρονήματος γινομένη, διαλύουσα τῶν δαιμόνων τὰς φάλαγγας, καθαιροῦσα τοῦ διαβόλου τὴν τυραννίδα, κατακεντοῦσα τὰ πάθη, πτώματα ἐργαζομένη τῶν ἐν τοῖς πολέμοις πυκνότερα, οὐκ ἀνθρώπων, ἀλλὰ λογισμῶν ἀτόπων.
000-00-00 Serial Number=0640282631
De virginitate Ante [Go Back]  
 [00493]  «Καὶ μετὰ ἀνθρώπων», γάρ φησιν, «οὐ μαστιγωθήσονται» ὡς τηρούμενοι μετὰ δαιμόνων κολάζεσθαι.
000-00-00 Serial Number=0195832431
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01003]  Ὅπου γὰρ σωφροσύνη τοσαύτη, ὡς ἐν καιρῷ τρυφῆς μεριμνᾷν ὑπὲρ τῶν θείων νόμων, καὶ τοὺς παρόντας ἅπαντας ὑπὲρ τούτου πρὸς ἀλλήλους ἀγωνίζεσθαι καὶ φιλονεικεῖν, εὔδηλον ὅτι δαιμόνων μὲν ἅπασα πονηρὰ δύναμις ἀπελήλαται, ὁ Χριστὸς δὲ πάρεστιν ἐπὶ τῇ καλῇ τῶν δούλων φιλονεικίᾳ.
 [01254]  Καὶ γὰρ ἅλυσις πονηρὰ καὶ χαλεπὴ τῶν δαιμόνων ἐστὶν ἡ ἐνέργεια, καὶ παντὸς σιδήρου χαλεπωτέρα, καὶ σὺ περὶ τῶν οὐδὲν προσηκόντων διαλέγῃ πραγμάτων;
 [01265]  Τοῦτο καὶ τῶν ὑπὸ τῶν πονηρῶν δαιμόνων ἐπηρεαζομένων ἀδελφῶν ποίει.
 [01266]  Καὶ γὰρ πυρά τίς ἐστι καὶ ἐμπρησμὸς χαλεπὸς τῶν δαιμόνων ἡ ἐνέργεια.
 [02142]  ἀσθενῆ τῶν δαιμόνων ποιεῖ τὴν ἰσχὺν, πολλῷ μᾶλλον τοῦ Θεοῦ.
 [03530]  Οὐκ ἄν τις ἁμάρτοι, καὶ θηρίων καὶ δαιμόνων χείρους τοὺς βασκαίνοντας προσειπών.
 [04788]  τοὺς ὑπὸ δαιμόνων δεδεμένους ἔλυε, καὶ σιδήριον ἔμελλεν αὐτοῦ περιέσεσθαι;
 [04790]  ὁ διὰ τῶν ἱματίων αὐτοῦ ἑτέρους τῶν δεσμῶν ἐκείνων λύων, καὶ τῶν δαιμόνων ἀπαλλάττων, αὐτὸς δι' ἑαυτοῦ ἑαυτὸν οὐκ ἂν ἔλυσεν;
 [07270]  Οὐδὲ γὰρ ὡς μαχόμενος, οὕτω τὰ πράγματα ἤνυεν, ἀλλ' ὡς ἐπὶ ἑτοίμην καὶ πρόχειρον νίκην ἐρχόμενος, οὕτως ἵστη τὰ τρόπαια, κατασκάπτων, καθαιρῶν, καταβάλλων τοῦ διαβόλου τὰ ὀχυρώματα, καὶ τῶν δαιμόνων τὰ μηχανήματα, καὶ οὐδὲ μικρὸν ἀνέπνει, ἀλλ' ἀπὸ τούτων ἐπ' ἐκείνους, καὶ πάλιν ἀπ' ἐκείνων ἐφ' ἑτέρους μεταπηδῶν, καὶ καθάπερ τις στρατηγὸς ἄριστος καθ' ἑκάστην ἡμέραν ἱστῶν τρόπαια, μᾶλλον δὲ καθ' ἑκάστην ὥραν.
 [07387]  τοὺς ὑπὸ δαιμόνων δεδεμένους ἔλυε, καὶ σιδήριον ἔμελλεν αὐτοῦ περιέσεσθαι;
 [07389]  ὁ διὰ τῶν ἱματίων αὐτοῦ ἑτέρους τῶν δεσμῶν ἐκείνων λύων, καὶ τῶν δαιμόνων ἀπαλλάττων, αὐτὸς δι' ἑαυτοῦ ἑαυτὸν οὐκ ἂν ἔλυσεν;
 [07557]  Ὥσπερ γὰρ λέων πῦρ ἀπὸ τῶν ὀφθαλμῶν ἀφιεὶς εἰς ἀλωπέκων ἀγέλας, οὕτως εἰς τὴν τῶν δαιμόνων καὶ φιλοσόφων ἐνέπεσε φατρίαν, καὶ καθάπερ σκηπτοῦ τινος ἐμβολὴ, εἰς τὰς τοῦ διαβόλου κατηνέχθη φάλαγγας.
 [08083]  Οὐδὲ γὰρ ὡς μαχόμενος, οὕτω τὰ πράγματα ἤνυεν, ἀλλ' ὡς ἐπὶ ἑτοίμην καὶ πρόχειρον νίκην ἐρχόμενος, οὕτως ἵστη τὰ τρόπαια κατασκάπτων, καθαιρῶν, καταβάλλων τοῦ διαβόλου τὰ ὀχυρώματα, καὶ τῶν δαιμόνων τὰ μηχανήματα, καὶ οὐδὲ μικρὸν ἀνέπνει, ἀπὸ τούτων πρὸς ἐκείνους, καὶ πάλιν ἀπ' ἐκείνων εἰς ἑτέρους μεταπηδῶν, καὶ καθάπερ τις στρατηγὸς ἄριστος, καθ' ἑκάστην ἡμέραν ἱστῶν τρόπαια, μᾶλλον [63.815] δὲ καθ' ἑκάστην ὥραν.
 [09141]  Οὐ μὴν ἠρκέσθη ταῖς θυσίαις ταύταις, ἀλλ' ἐπειδὴ καλῶς ἑαυτὸν καθιέρωσε, καὶ τὴν οἰκουμένην πᾶσαν προσήνεγκε, καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς τὴν κτίσιν ταύτην, καθάπερ τις ὑπόπτερος ἀετὸς γενόμενος ἐπῆλθεν, οὐχ ἁπλῶς ὁδοιπορῶν, ἀλλὰ τὰς ἀκάνθας τῶν ἁμαρ [63.843] τημάτων ἀνασπῶν, καὶ τὸν λόγον τῆς εὐσεβείας κατασπείρων, τὴν πλάνην ἀπελαύνων, τὴν ἀλήθειαν ἐπανάγων, ἐξ ἀνθρώπων ἀγγέλους ποιῶν, μᾶλλον δὲ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους.
 [09167]  Ἀλλ' οὗτος οὐ τὸν ἀδελφιδοῦν, οὐδὲ τρεῖς καὶ πέντε πόλεις, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν, οὐκ ἀπὸ βαρβάρων, ἀλλ' ἀπ' αὐτῆς τῶν δαιμόνων ἥρπα [63.844] σε τῆς χειρὸς, μυρίους καθ' ἑκάστην ὑπομένων κινδύνους, καὶ τοῖς οἰκείοις θανάτοις ἑτέροις πολλὴν ἀσφάλειαν κτώμενος.
 [09350]  Οὐδεὶς ἐγγύς σου στῆναι δυνήσεται τῶν ἀκαθάρτων δαιμόνων, ὁρῶν τὴν μάχαιραν, ἐν ᾗ τὴν πληγὴν ἔλαβεν·
 [09805]  Ἀπολώλαμεν, παρανηλώμεθα, γεγόναμεν τῶν ἐχθρῶν ἡμῶν κατάγελως, καὶ χλευασμὸς τῶν Ἑλλήνων καὶ τῶν δαιμόνων.
 [09999]  Ἀπολώλαμεν, παρανηλώμεθα, γεγόναμεν τῶν ἐχθρῶν ἡμῶν κατάγελως, καὶ χλευασμὸς τῶν Ἑλλήνων καὶ τῶν δαιμόνων.
000-00-00 Serial Number=0004952073
Epistulae Ante [Go Back]  
 [02347]  τὸ δὲ οὕτω τοῦ διαβόλου μαινομένου, καὶ τῶν δαιμόνων ὁπλιζομένων, στῆναι γενναίως, καὶ ἐξαρπάσαι τοὺς μετ' ἐκείνου τεταγμένους τῶν ἀνθρώπων, καὶ τοὺς ἄλλους κωλῦσαι εἰς τὰς ἐκείνου χεῖρας ἐμπεσεῖν, τοῦτο ἀνδρὸς γενναίου, τοῦτο νηφούσης ψυχῆς, τοῦτο τῆς σῆς διανοίας τῆς ὑψηλῆς, καὶ διεγηγερμένης, τοῦτο μυρίων στεφάνων ἄξιον, τοῦτο βραβείων ἀφάτων, τοῦτο ἀποστολικὸν κατόρθωμα.
000-00-00 Serial Number=0337786019
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00475]  Εἰ γὰρ ἕνα παριδὼν ἄνθρωπον τοιαύτας δίδωσι τιμωρίας, καὶ τῷ σκανδαλίσαντι πάλιν ἕνα λυσιτελὲς μύλην ἐκκρεμασθῆναι κατὰ τοῦ τραχήλου καὶ εἰς τὴν θάλασσαν καταποντισθῆναι, οἱ τοσαύτην οἰκουμένην σκανδαλίσαντες καὶ τοσαύτας ἀνατρέψαντες Ἐκκλησίας καὶ πάντα θορύβων καὶ ταραχῆς ἐμπλήσαντες καὶ λῃστῶν καὶ βαρβάρων νικήσαντες ὠμότητα καὶ ἀπανθρωπίαν καὶ οὕτω κατὰ κράτος ἐκβακχευθέντες ὑπὸ τοῦ στρατηγοῦντος αὐτοῖς διαβόλου καὶ τῶν συνεργούντων αὐτοῖς δαιμόνων, ὡς τὸ φρικτὸν τοῦτο δόγμα καὶ ἁγιωσύνης γέμον καὶ τοῦ δεδωκότος ἄξιον καταγέλαστον καὶ Ἰουδαίοις καὶ Ἕλλησι ποιῆσαι, οἱ μυρίας καταδύσαντες ψυχὰς καὶ μυρία ναυάγια πανταχοῦ τῆς οἰκουμένης ἐργασάμενοι, οἱ τοσαύτην ἀνάψαντες πυρὰν καὶ τὸ σῶμα τοῦ Χριστοῦ σχίσαντες καὶ τὰ μέλη αὐτοῦ πολλαχοῦ διασπείραντες·
 [01237]  καὶ τὸ ἀξίωμα τὸ διὰ τῶν παθημάτων τούτων συγκροτηθὲν διαδοχὴν οὐκ οἶδεν οὐδὲ ἀναμένει τέλος, ἀλλ' ἔστιν ἀπέραντον, οὐ δυσκολίᾳ καιρῶν, οὐκ ἀνθρώπων ἐπιβουλαῖς, οὐ δαιμόνων ἐφόδοις, οὐκ αὐτῇ διακοπτόμενον τῇ τελευτῇ.
 [01329]  Οἶσθα γάρ, οἶσθα σαφῶς, ὅτι ὑπομονῆς ἴσον οὐδέν, ἀλλ' αὕτη μάλιστά ἐστιν ἡ βασιλὶς τῶν ἀρετῶν, ὁ θεμέλιος τῶν κατορθωμάτων, λιμὴν ὁ ἀκύμαντος, ἡ ἐν πολέμοις εἰρήνη, ἡ ἐν κλύδωνι γαλήνη, ἡ ἐν ἐπιβουλαῖς ἀσφάλεια, ἡ τὸν κατωρθωκότα αὐτὴν ἀδάμαντος στερρότερον ποιοῦσα, ἣν οὐχ ὅπλα κινούμενα, οὐ στρατόπεδα παραταττόμενα, οὐ μηχανήματα προσαγόμενα, οὐ τόξα, οὐ δόρατα ἀφιέμενα, οὐκ αὐτὸ τῶν δαιμόνων τὸ στρατόπεδον, οὐχ αἱ ζοφεραὶ φάλαγγες τῶν ἀντικειμένων δυνάμεων, οὐκ αὐτὸς ὁ διάβολος μετὰ πάσης αὐτοῦ παραταττόμενος τῆς στρατιᾶς καὶ τῆς μηχανῆς παραβλάψαι δυνήσεται.
000-00-00 Serial Number=0496205568
Expositiones in Psalmos Ante [Go Back]  
 [00640]  ἀλλὰ πάσης τῆς τῶν δαιμόνων φάλαγγος καταγελᾷ, καὶ πάντων ἀνθρώπων ἐστὶν εὐθυμότερος, οὐ πενίᾳ πιεζόμενος, οὐ νόσῳ καὶ ἀῤῥωστίᾳ βαρούμενος, οὐκ ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων τῶν ἀδοκήτως προσπιπτόντων θορυβούμενος, διὰ τὸ τὴν ψυχὴν, τὴν δυναμένην ταῦτα μετὰ ἀκριβείας διαθεῖναι καὶ εὐκολίας ἁπάσης, ἐῤῤωμένην καὶ ὑγιαίνουσαν ἔχειν.
 [02604]  Καὶ τί δήποτε τὰ ἄλλα παραδραμὼν θαύματα, νεκρῶν ἀνάστασιν, λεπρῶν κάθαρσιν, δαιμόνων δίωξιν, τοῦ τῶν παίδων μέμνηται θαύματος;
 [03233]  Εἰ γὰρ ἁγίων παρουσία ἀσθενῆ δαιμόνων ποιεῖ τὴν ἰσχὺν, πολλῷ μᾶλλον Θεοῦ.
 [04367]  Καὶ τί δήποτε τὰ ἄλλα παραδραμὼν θαύματα, νεκρῶν ἀνάστασιν, λεπρῶν κάθαρσιν, δαιμόνων δίωξιν, τοῦ τῶν παίδων μέμνηται θαύματος;
 [04996]  Εἰ γὰρ ἁγίων παρουσία ἀσθενῆ δαιμόνων ποιεῖ τὴν ἰσχὺν, πολλῷ μᾶλλον Θεοῦ.
 [07478]  [55.191] δαιμόνων ἐπιβουλευόντων, καὶ τὴν οἰκουμένην διαφθειρόντων ἅπασαν.
 [07605]  Ἀπαλλάξας γὰρ αὐτοὺς ἀπονοίας καὶ κενοῦ τύφου, καὶ τῆς τῶν δαιμόνων πλάνης, ἑαυτῷ ὑπέταξεν.
000-00-00 Serial Number=0237682760
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00061]  Οὐ γὰρ ὡς ἀκινήτοις ἐκέχρητο, καθάπερ ἡ τῶν δαιμόνων ἐπίπνοια·
 [01108]  Λέγει ὁ Θεὸς, ὅτι τῶν κακῶν ἐπελθόντων εἴσονται τῶν παρὰ σοῦ λεγομένων τὴν ἀλήθειαν, καὶ ὅτι κατὰ δαιμόνων ἐνέργειαν ἐπλάνησαν αὐτοὺς οἱ μάντεις.
000-00-00 Serial Number=0300543666
Fragmenta in Job Ante [Go Back]  
 [00210]  Ἑκατέρων γὰρ εἰς ἑαυτοὺς προτρεπόντων, τῶν μὲν ἁγίων ἀγγέλων εἰς τὰ ἀγαθὰ, τῶν δὲ ἀλιτηρίων δαιμόνων εἰς τὰ φαῦλα, ἡ ἡμετέρα προαίρεσις τῷ αὐτεξουσίῳ τετιμημένη, εἰς ὃ ἂν θελήσῃ μέρος προχωρεῖ.
 [00226]  Ἔπειτα μανθάνομεν, ὅτι καὶ δαιμόνων καὶ ἀγγέλων ἡ οἰκουμένη πεπλήρωται, καὶ ὅτι ἑκάτεροι ὑπὸ τὴν ἐξουσίαν εἰσὶ τοῦ Θεοῦ, καὶ ὅτι ἄγγελοι μὲν παραγίνονται πρὸς τὸν Θεὸν ἐπίταγμα δεχόμενοι·
 [01075]  Τὸ δὲ, ἀπὸ προστάγματος Κυρίου, Μὴ νομίσῃς, φησὶ, δαιμόνων εἶναι πονηρῶν, μηδὲ ἀνθρώπων ἐπιβούλων, τὰ συμβεβηκότα.
000-00-00 Serial Number=0437583506
Fragmenta in Proverbia Ante [Go Back]  
 [00869]  οἱ δὲ μὴ ἀγαθοὶ ἄνδρες αἰχμαλωτισθήσονται ὑπὸ δαιμόνων.
 [01467]  Τὰ γὰρ ἐμπαθῆ καὶ αἴσχιστα νοήματα τὰ παρὰ τῶν δαιμόνων ἡμῖν προσφερόμενα, δῶρα ἐκάλεσε.
 [01779]  [91] α.] ∆ῶρα τοῦ ἀνθρώπου τὰς τῆς ψυχῆς ἀρετὰς ὀνομάζει, δι' ὧν νικῶν τὸν διάβολον, τίμιον ἑαυτὸν παρέχει τῷ Θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν κτησαμένων αὐτὴν δαιμόνων.
000-00-00 Serial Number=0487096310
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00138]  ἂν δὲ ἀχαλίνωτον ἀφῇς φέρεσθαι καὶ σκιρτᾷν, τοῦ διαβόλου καὶ τῶν δαιμόνων ὄχημα γίνεται.
000-00-00 Serial Number=0644160926
Homilia de capto Eutropio Ante [Go Back]  
 [00369]  Εἶδεν ὑπὸ δαιμόνων διαφθειρομένην τὴν γῆν, καὶ τὸν Υἱὸν αὐτοῦ ἐξέδωκε.
 [00577]  αὔξεται κατὰ μικρὸν, καὶ μίγνυται ἀνθρώποις, καίτοι εὑρίσκει αὐτὴν ἑλκῶν γέμουσαν, ἐκτεθηριωμένην, ὑπὸ δαιμόνων πεφορτισμένην·
 [00771]  καὶ αὕτη ἡ τέχνη κώλυμα τῇ ἀρετῇ οὐκ ἐγένετο, ἀλλ' ὁ σκηνοποιὸς δαιμόνων ἰσχυρότερος, ὁ ἄστομος φιλοσόφων φιλοσοφώτερος.
 [00794]  εὗρε τὴν γῆν δαιμόνων γέμουσαν, καὶ ἐποίησεν αὐτὴν οὐρανόν.
 [00909]  Θυγάτηρ ἦν τῶν δαιμόνων αὐτὴ πρῶτον, θυγάτηρ τῆς γῆς, ἀναξία τῆς γῆς, καὶ νῦν γέγονε θυγάτηρ τοῦ βασιλέως.
 [00985]  Ἐγὼ τί ἔχω, φησὶν, εἰσενεγκεῖν ἀπὸ βωμῶν, ἀπὸ κνίσσης, ἀπὸ δαιμόνων;
 [00993]  Τῶν δαιμόνων, τῶν εἰδώλων, τοῦ καπνοῦ, τῆς κνίσσης, τοῦ αἵματος.
000-00-00 Serial Number=0193657994
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00039]  Καὶ γὰρ καὶ ὅπλων ἡμῖν δεῖ, ἐπειδὴ πόλεμός ἐστιν ἡμῖν καθ' ἑκάστην ἡμέραν, οὐ πρὸς ἀνθρώπους ὁμογενεῖς, ἀλλὰ πρὸς ἀοράτους δυνάμεις, πρὸς τὰς φάλαγγας τῶν δαιμόνων, μυρίων πολεμίων βαρβαρικωτέρας, πρὸς τύραννον ἀκατάλλακτον, καὶ ἀκήρυκτα ἡμῖν μαχόμενον, καὶ οὔτε προαγγέλλοντα τὸν τοῦ πολέμου καιρὸν, οὔτε ὁρώμενον, ἀλλ' ἐξ ἀφανοῦς βάλλοντα.
000-00-00 Serial Number=0670594037
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00014]  τῶν δαιμόνων τὴν ἧτταν;
 [00054]  τῶν γὰρ λειψάνων φερομένων, ἐμπρησμοὶ δαιμόνων, ὀλολυγαὶ καὶ κωκυτοὶ πανταχόθεν ᾔροντο, τῆς ἀκτῖνος τῶν ὀστῶν ἐκπηδώσης, καὶ τὴν φάλαγγα τῶν ἀντικειμένων κατακαιούσης δυνάμεων.
 [00105]  ἀλλ' ἐκείνη μὲν Αἰγυπτίων καταποντισθέντων, σὺ δὲ δαιμόνων ἀποπνιγομένων·
000-00-00 Serial Number=0301004171
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00004]  Ἐβουλόμην παρεῖναι Ἕλληνας τήμερον, ὥστε τῶν ἀνεγνωσμένων ἀκοῦσαι καὶ μαθεῖν πόση τοῦ σταυρωθέντος ἡ ἰσχὺς, πόση τοῦ σταυροῦ ἡ δύναμις, πόση τῆς [63.500] Ἐκκλησίας ἡ εὐγένεια, πόση τῆς πίστεως ἡ εὐτονία, πόση τῆς πλάνης ἡ αἰσχύνη, πόσος τῶν δαιμόνων ὁ γέλως.
000-00-00 Serial Number=0913618982
Homilia in martyres Ante [Go Back]  
 [00069]  Ἦλθες ἐνταῦθα, οὐχ ἵνα εἰς ῥᾳστώνην δώσῃς σεαυτὸν, ἀλλ' ἵνα μάθῃς ἀγωνίζεσθαι, παγκρατιάζειν, καὶ ἄνθρωπος ὢν τῶν ἀοράτων δαιμόνων συγκόπτειν τὴν ἰσχύν.
000-00-00 Serial Number=0501738906
In Acta apostolorum Ante [Go Back]  
 [01533]  Γένη παρ' αὐτοῖς ἐστι δαιμόνων.
 [08214]  Οἱ εὐσεβῶς ζῶντες ἀεὶ διώκονται, κἂν μὴ παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ δαιμόνων, ὃς δὴ καὶ χαλεπώτερός ἐστι διωγμός.
 [09999]  Καὶ σκόπει, ἐπειδὴ ὁ τῶν ἔξω πειρασμὸς ἐπαύσατο, ἀπὸ τῶν δαιμόνων ἤρξατο.
 [09999]  τοῦτο καὶ δαιμόνων κηλεῖ θυμὸν, παθῶν καταθέλγει ὁρμάς.
 [09999]  Ἀπὸ τοῦ ἐφάλλεσθαι δείκνυται τῶν δαιμόνων ἡ δύναμις μεγάλη τις οὖσα, ὅταν πρὸς ἀπίστους ἔχῃ.
 [09999]  Πρὶν ἢ ὑπὸ τῶν δαιμόνων ἐλεγχθῆναι, ἑαυτῶν κατηγόρουν, φοβούμενοι μὴ τὰ αὐτὰ πάθωσιν·
000-00-00 Serial Number=0646986067
In Bassum martyrem Ante [Go Back]  
 [00113]  ἥξει καιρὸς, ὅτε σάλπιγγες πανταχόθεν κτυποῦσαι τὴν δευτέραν μου παρουσίαν δηλοῦσιν, ὅτε τὴν γῆν ὅλην διατρέχοντες ἄγγελοι τῶν νεκρῶν τὰς μυριάδας παριστῶσιν εἰς κρίσιν, ὅτε μοι βῆμα τεθῇ, καὶ ταῖς ἄνω δυνάμεσιν ἐπιβῶ, ὅτε ἀρχαὶ καὶ ἐξουσίαι δορυφοροῦσιν ἐρχόμενον, ὅτε μου τῆς βασιλείας οἱ φωστῆρες τὸν πάντα καταλάμπουσι κόσμον, ὅτε βίβλοι τῶν ἑκάστῳ βεβιωμένων ἀνοίγονται, ὅτε νόμων ἀκρίβεια, καὶ δαιμόνων ἀκριβὲς λογοθέσιον, ὅτε ὁ κρινόμενος [50.724] ἵσταται, μόνα ἔχων αὐτῷ παρεστῶτα τὰ ἔργα, ὅτε λογισμοὶ κατηγοροῦσι, καὶ ἐλέγχει συνείδησις, ὅτε πνεύματα πονηρὰ τοῖς τοῦ δικάζοντος προσέχοντα ῥήμασιν, ὅτε κάμινος τοῦ κριτοῦ περιμένουσα τὴν ἀπόφασιν, ὅτε τὸ, Ἐλέησον, ῥῆμα τῷ βοῶντι λοιπὸν ἀνωφέλητον.
000-00-00 Serial Number=0919923782
In Christi natalem Ante [Go Back]  
 [00011]  [ἔστι γὰρ] τῶν δαιμόνων πόλεμος·
000-00-00 Serial Number=0662573040
In Genesim sermo 3 Ante [Go Back]  
 [00043]  ∆ιὸ ταύτην ὑποδεξώμεθα, τὸ τίμιον δῶρον, τὸ ἅγιον κειμήλιον, τὸ τῆς ἀληθείας ἴνδαλμα, τῆς εὐσεβείας τὸ κεφάλαιον, τὸν τῆς πνευματικῆς διδασκαλίας συνήγορον, τῶν παθῶν τὴν νέκρωσιν, τῆς ἁμαρτίας τὴν ἀναίρεσιν, τῆς κακίας τὸν ἀντίπαλον, τῆς παρθενίας τὴν ὁμόδοξον, τῶν δαιμόνων τὴν ἀφανίστριαν, τοῦ διαβόλου τὴν ἀποτίμησιν, τῶν εἰδώλων τὴν καθαίρεσιν, τῶν Ἐκκλησιῶν τὴν εὐπρέπειαν, τῶν βασιλέων τὸ κράτος, τῶν ἱερέων τὸ ἐγκαλλώπισμα, τῶν ἀνδρῶν τὴν φρόνησιν, τῶν γυναικῶν τὴν σωφροσύνην, τῶν νηπίων τὴν παιδαγωγίαν, τῶν δούλων τὴν ἀνάῤῥυσιν, τῶν πτωχῶν τὴν παραμυθίαν.
 [00270]  Αὐτὸς δὲ μήτε τούτων τῶν χαρισμάτων ἐντὸς γενόμενος, μήτε τῆς ἀξίας τὴν ὑπερβολὴν τιμήσας, μήτε τοῦ κράτους αὐτοῦ τὴν ἐλευθερίαν φυλάξας, τῷ παρανόμῳ καὶ ἐχθρῷ τῆς ἀληθείας ἐπηκροάσατο, καὶ ἥψατο τῆς παρακοῆς, καὶ γέγονεν ὁ ἀθάνατος θνητὸς, ὁ ἄρχων τοῦ παραδείσου γυμνὸς τῆς τούτου οἰκήσεως, ὁ τρίβους τῆς ἀληθείας ὁδεύων, τῶν δαιμόνων ἐπίχαρμα γενόμενος, ὁ Πνεύματος ἁγίου ἐμπεπλησμένος, πνευμάτων πονηρῶν πεπληρωμένος, ὁ προφητείᾳ ἠγλαϊσμένος, μηδὲ ἑαυτὸν γνωρίζων ὁποῖος ἦν.
000-00-00 Serial Number=0687738061
In Isaiam Ante [Go Back]  
 [00278]  τὸ μέντοι θῦσαι, καὶ θυμίαμα προσενεγκεῖν, καὶ τηρῆσαι σάββατον, καὶ ὅσα τοιαῦτα πάλιν, οὐχ ἵνα αὐτὰ ταῦτα γίνηται ἁπλῶς, ἀλλ' ἵνα ἐκ τῆς τούτων μελέτης τῆς τῶν δαιμόνων ἀπάγωνται θεραπείας.
 [00346]  Πασῶν γὰρ ἐπιστημῶν αὕτη ἀνωτέρα καὶ πλείονος δεομένη σπουδῆς, ὅσῳ καὶ πλείονα ἔχει τὰ διακωλύοντα, φύσεως τυραννίδα καὶ προαιρέσεως ῥᾳθυμίαν καὶ δαιμόνων ἐπιβουλὰς καὶ πραγμάτων ὄχλον.
 [00796]  ἐνταῦθα δὲ καὶ δογμάτων πονηρῶν, καὶ ἀσεβείας λείψανα, κατὰ μικρὸν αὐτοὺς ὑποσύροντα πρὸς τὴν τῶν δαιμόνων πλάνην.
 [00931]  ἐσκοτισμένον, καὶ τὸ πάντα λάθρα παρὰ τῶν δαιμόνων πράττεσθαι.
 [02618]  Ἀνέπειθε γὰρ αὐτοὺς εὐεξαπατήτους ὄντας, ὅτι δὴ ταῦτα [τὰ δεινὰ] τὰ συμβάντα ἀπὸ τῆς τῶν δαιμόνων ὀργῆς ἐγένετο, ἀμελουμένων παρ' αὐτῶν καὶ καταφρονουμένων.
 [02619]  Τοῦτο τοίνυν τὸ δέλεαρ ἀναιρῶν ὁ Θεός, πρὸ πολλῶν ἄνωθεν χρόνων τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι δεινὰ προλέγει, ἵνα μὴ ἐξῇ τοῖς ἀπατῶσιν αὐτοὺς τῇ τῶν δαιμόνων ὀργῇ λογίζεσθαι τὰ συμβαίνοντα.
000-00-00 Serial Number=0040404618
In Joannem Ante [Go Back]  
 [00213]  Οὗτος δὴ οὖν ὁ βάρβαρος, τῇ μὲν τοῦ εὐαγγελίου γραφῇ τὴν οἰκουμένην κατέλαβεν ἅπασαν, τῷ δὲ σώματι μέσην κατέσχε τὴν Ἀσίαν, ἔνθα τὸ παλαιὸν ἐφιλοσόφουν οἱ τῆς Ἑλληνικῆς συμμορίας ἅπαντες, κἀκεῖθεν τοῖς δαίμοσίν ἐστι φοβερὸς, ἐν μέσῳ τῶν ἐχθρῶν διαλάμπων, καὶ τὸν ζόφον αὐτῶν σβεννὺς, καὶ τὴν ἀκρόπολιν τῶν δαιμόνων καταλύων·
 [02006]  τῶν δὲ τοῦ μνήματος αὐτοῦ λίθων ἡρμοσμένων τῇ θήκῃ, ἔτι καὶ τῶν σημάντρων ἐπικειμένων, ἀνίστατο ὁ νεκρὸς ὁ σταυρωθεὶς, ὁ προσηλωθεὶς, καὶ τῆς δυνάμεως τῆς πολλῆς τότε τοὺς ἔνδεκα μαθητὰς ἐμπλήσας, ἔπεμπε τοῖς κατὰ τὴν οἰκουμένην ἀνθρώποις, ἰατροὺς κοινοὺς τῆς φύσεως ἐσομένους ἁπάσης, καὶ τὸν βίον ὀρθώσοντας, τὴν τῶν οὐρανίων δογμάτων γνῶσιν πανταχοῦ διασπεροῦντας γῆς, τὴν δὲ τῶν δαιμόνων λύσοντας τυραννίδα, καὶ τὰ μεγάλα καὶ ἀπόῤῥητα διδάξοντας ἀγαθὰ, καὶ εὐαγγελιουμένους ἡμῖν ψυχῆς ἀθανασίαν, καὶ σώματος ζωὴν αἰώνιον, τὰ καὶ νοῦν ὑπερβαίνοντα ἔπαθλα, καὶ μηδέποτε ἕξοντα τέλος.
 [06006]  Ἐκείνην μὲν γὰρ μετὰ δαιμόνων θεωρεῖς τὴν πάλην, ἂν ἄρα θεωρῇς·
 [06015]  Ταῦτα δὲ θεωρῶν, εἴσῃ καὶ αὐτὸς οὕτω παλαίειν, καὶ ἀπαλλαγήσῃ δαιμόνων.
000-00-00 Serial Number=0135420084
In Kalendas Ante [Go Back]  
 [00023]  Καὶ γὰρ καὶ ἡμῖν πόλεμος συνέστηκε νῦν, οὐκ Ἀμαληκιτῶν ἐπελθόντων, καθάπερ τότε, οὐδ' ἑτέρων τινῶν βαρβάρων καταδραμόντων, ἀλλὰ δαιμόνων πομπευσάντων ἐπὶ τῆς ἀγορᾶς.
000-00-00 Serial Number=0078828275
In Lazarum ii Ante [Go Back]  
 [00043]  Ὢ θάνατος Χριστοῦ ἀγαλλίασις! [62.777] ὢ θάνατος, ζωῆς ἀνάπλεως! ὢ θάνατος θανάτου λυτήριον, σωτηρίας ἀρχηγὸς, πεπτωκότων ἀνάστασις, καμνόντων ἀνάπαυσις, ἀσθενούντων ῥῶσις, δικαίων ἀνάψυξις! ὢ θάνατος, διαβόλου κατάλυσις, δαιμόνων καθαίρεσις, τοῦ πρωτοπλάστου Ἀδὰμ ἀνανέωσις! ὦ θάνατε, εὐφροσύνης συνεργὲ, ἀφθαρσίας μηνυτὰ, χαρᾶς χορευτά! Ἵνα δὲ ἐπιτεμὼν τῷ λόγῳ εἴπω, ἔρχεται Ἰησοῦς εἰς τὴν Βηθανίαν, ἀπήντησαν αὐτῷ αἱ ἀδελφαὶ Λαζάρου, προσπίπτουσι τοῖς γόνασι τοῦ Κυρίου κλαίουσαι καὶ λέγουσαι·
000-00-00 Serial Number=0500739932
In Petrum et Paulum Ante [Go Back]  
 [00046]  Ὑμεῖς ἐστε τῶν μαρτύρων ὑπομονὴ, τῶν πατριαρχῶν τὸ ὀρθόδοξον, τῶν μοναζόντων ἡ ἄσκησις, τῶν παρθένων οἱ στεφανῖται, τῶν ἐν ὁμοζυγίαις οἱ εἰρηνοποιοὶ, τῶν ἁρπακτῶν πλουσίων οἱ χαλινοὶ, τῶν ἀκολάστων οἱ σωφρονισταὶ, ἡ σκέπη τῶν βασιλέων, τὰ τείχη τῶν Χριστιανῶν, τῶν βαρβάρων οἱ ἀντίπαλοι, οἱ φιμὸν τοῖς αἱρετικοῖς ἐπιθέντες, οἱ νεκροῦντες τὰ ἄλογα πάθη τῶν σωμάτων, οἱ τοὺς λεγεῶνας τῶν δαιμόνων ἀπελάσαντες, οἱ τοὺς βωμοὺς τῶν Ἑλλήνων καθελόντες, οἱ τὰ ἄνω καὶ τὰ κάτω κληρονομήσαντες·
 [00068]  Τῶν δαιμόνων τὰς φάλαγγας ὑμεῖς κατετροπώσατε·
 [00070]  τὴν ἀχλὺν τῆς πλάνης ὑμεῖς συνεστείλατε, τῶν δαιμόνων τὰ θράση ὑμεῖς κατεβάλετε·
000-00-00 Serial Number=0666096270
In Psalmum 118 Ante [Go Back]  
 [00635]  Τὰς ἐπιβουλὰς ἤτοι δαιμόνων, ἤτοι ἀνθρώπων, σχοινία ἐκάλεσεν, ἐκ τῆς πλοκῆς τὴν ἀφορμὴν λαβὼν τῆς τροπῆς.
 [00639]  Σχοινία δὲ τῶν ἁμαρτωλῶν ληπτέον τὰς τῶν δαιμόνων προσβολὰς, καὶ τοὺς πονηροὺς λογισμοὺς, τὰς σαρκικὰς κινήσεις·
 [01172]  Πᾶσαν προσβολὴν δαιμόνων καὶ λογισμῶν πονηρῶν ἐκκλίνειν ἐπιτάττει, ὅπως τὰς ἐντολὰς τοῦ Θεοῦ ἐν ἑαυτῷ φυλάττῃ ἔργῳ καὶ λόγῳ.
000-00-00 Serial Number=0314253330
In Psalmum 139 Ante [Go Back]  
 [00003]  Θαυμάζω τί δήποτε ὁ προφήτης οὐκ ηὔξατο ῥυσθῆναι ἀπὸ δαιμόνων, ἢ λεόντων, ἢ δρακόντων, ἀλλ' ἐξ ἀνθρώ που πονηροῦ.
 [00048]  οὐκ ἀπὸ δαιμόνων.
000-00-00 Serial Number=0624603927
In Romanum martyrem Ante [Go Back]  
 [00005]  μαρτύρων δὲ μνῆμαι ταῖς τῶν δαιμόνων τὰς ψυχὰς ἀνθοπλίζουσι τέχναις, καὶ πρὸς τὰς κατ' ἐκείνων παιδοτριβοῦσι λαβάς.
 [00012]  Ἔπνεον βασιλεῖς καταιγίδος σφοδρότερον, φοβερὰς τύραννοι τρικυμίας ἐπῆγον, ἀρχόντων συγκεκίνηντο θρόνοι, δικασταὶ τὴν εἰς Χριστὸν ἐκήρυττον ἄρνησιν, πικρὰς νομοθέται τιμωρίας ἠπείλουν, πρὸς τὰς τῶν δαιμόνων ἄνδρες θυσίας ἡρπάζοντο, πρὸς τὴν τῶν βω μῶν εἵλκοντο βδελυρίαν γυναῖκες·
 [00020]  Ὡς γὰρ εἶδε τὸν δικαστὴν πρὸς τὴν τῶν δαιμόνων σπουδὴν αὐτὸν ἐκκαλούμενον, αἰτεῖ βρέφος ἐξ ἀγορᾶς ἀχθῆναι, ὡς ἐκεῖνο τῶν ζητουμένων παρὰ τοῦ δικα στοῦ κριτὴν ποιησόμενος·
 [00106]  τῶν δαιμόνων τὴν ἀσθενῆ διάπτυσον συμμαχίαν·
 [00116]  Αὕτη τῶν σῶν δαιμόνων ἡ λίχνος προσαίτησις·
000-00-00 Serial Number=0866586804
In adorationem venerandae crucis Ante [Go Back]  
 [00073]  χαίροις, σταυρὲ, τῶν ψυχῶν ὁ ἁγιασμὸς, καὶ τῶν δαιμόνων κατακάρδιος ἧλος·
 [00193]  ζοφερὰ δὲ φάλαγξ καὶ παράταξις τῶν δαιμόνων ἐφυγαδεύετο.
 [00203]  ἡ δὲ φάλαγξ τῶν δαιμόνων κάρας γόνασι θέμενοι, τὰς ἐν χερσὶ τῶν προφητῶν κιννύρας καὶ φόρμιγγας, καὶ τυμπάνων ᾠδὰς ἐνηχοῦντο, ᾄδουσας τὸν νικηφόρον.
 [00230]  Ἠδάφισε τὰ ἀνηλεῆ τῶν δαιμόνων αὐτοῦ τέκνα καὶ ἔκγονα, κατέσβεσε πυρὶ ἀσβέστῳ τὰ χειροποίητα αὐτοῦ ξόανα, ἐβαράθρωσε τὴν στρωμνὴν αὐτοῦ, ἀνεμόχλευσεν αὐτοῦ τὰ σκοτεινὰ ταμεῖα, ἐξηδάφισεν αὐτοῦ τὰς πόλεις, καθεῖλε τὰ τείχη τῆς ἀνομίας, ἀνεπέτασε τὰς πύλας τοῦ ᾅδου, συνέτριψε τοὺς ἀδαμαντίνους μοχλοὺς, καὶ πάντας τοὺς εἰς αὐτὸν πιστεύσαντας λύσας, καὶ μεθ' ἑαυτοῦ λαβὼν εἰς οὐρανοὺς πρὸς τὸν Πατέρα, ὡς γίγας, ἀνέδραμε, καθά φησιν ὁ προφήτης·
000-00-00 Serial Number=0809034169
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00011]  Αὕτη γὰρ τοῦ οὐρανοῦ τὴν προεδρίαν ἀνείληφε, καὶ ἡ τῶν δαιμόνων γενομένη παίγνιον, σήμερον ὑπὸ ἀγγέλων καὶ τῶν ἄνω δυνάμεων προσκυνεῖται.
 [00066]  [52.796] οὕτω δὴ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θεασάμενος πολλὴν οὖσαν τὴν τῶν ἐναντίων δυνάμεων δυναστείαν, καὶ διὰ τοῦτο πολλῆς δεομένην βοηθείας τὴν ἀνθρωπίνην φύσιν, ἐδωρήσατο τοῦ ἁγίου Πνεύματος τὴν χάριν, ἵνα ὁ πρότερον δεδιὼς τῶν δαιμόνων τὰς φάλαγγας, νῦν ταύταις φοβερὸς ὀφθῇ, καὶ καταπλήττῃ, καὶ μόνον ὀφθεὶς ἀπελάσῃ τὸν δόλιον ὄφιν.
 [00068]  ὅπου γὰρ ἂν φανείη, δραπετεύειν ποιεῖ τῶν δαιμόνων τὰς φάλαγγας, καὶ πάσας τὰς ἀντικειμένας δυνάμεις.
000-00-00 Serial Number=0414004087
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00040]  καὶ δείξας, ὅτι διπλῆν ἀπὸ τοῦ πράγματος ὑπομένουσι βλάβην, τούς τε ἀσθενεῖς πλήττοντες, καὶ αὐτοὶ κοινωνοὶ δαιμόνων γινόμενοι, καὶ καταστείλας αὐτῶν ἱκανῶς τὰ φρονήματα διὰ τῶν ἔμπροσθεν εἰρημένων, καὶ παιδεύσας, ὅτι δεῖ τὸν πιστὸν μὴ τὸ ἑαυτοῦ βλέπειν μόνον, ἀλλὰ καὶ τὸ τῶν πολλῶν, βουλόμενος αὐτοῖς ἐπιτεῖναι τὸν φόβον, παλαιῶν αὐτοὺς ἀναμιμνήσκει διηγημάτων.
 [00181]  ἀλλ' οἱ μὲν τῆς Αἰγυπτίων, ἡμεῖς δὲ τῆς τῶν δαιμόνων·
000-00-00 Serial Number=0989658296
In drachmam et in illud Homo quidam habebat duos filios Ante [Go Back]  
 [00113]  Εἰ καὶ ἥμαρτον ἐν τῇ ἀκμῇ τῆς νεότητός μου, ἀλλ' οὖν γε κνίσσαν εἰδώλων κατεπάτησα, εἰκόνας δαιμόνων κατέστρεψα, ξόανα εἰδώλων ἐξῄσχυνα, διάβολον ἐνεφύσησα, δαίμοσιν ἐνέπτυσα.
000-00-00 Serial Number=0028503776
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01124]  Ὅτι Θεῷ θέμις οὐκ ἦν αἵματα δέχεσθαι τοιαῦτα, ἀλλὰ ἀλαστόρων δαιμόνων ἡ τοιαύτη τράπεζα.
 [02720]  Οὐκοῦν αὐξηθῆναι ἔδει τὴν τῶν δαιμόνων ἀρχὴν, καὶ ἐπιταθῆναι τὴν τῶν εἰδώλων θεραπείαν.
 [05783]  Οὐδὲ γὰρ μαχόμενος οὕτω τὰ πράγματα ἤνυεν, ἀλλ' ὡς ἐπὶ ἑτοίμην καὶ πρόχειρον ἐρχόμενος νίκην, τὰ τρόπαια ἵστη, κατασκάπτων, καθαιρῶν, καταβάλλων τοῦ διαβόλου τὰ ὀχυρώματα καὶ τῶν δαιμόνων τὰ μηχανήματα, καὶ τὴν λείαν μετῆγεν ἅπασαν ἐπὶ τὸ τοῦ Χριστοῦ στρατόπεδον·
 [06866]  ἐν ἐπιστασίᾳ ὄχλου, ἵνα τῆς περιστάσεως τῶν δαιμόνων ἀπαγάγῃ·
 [07181]  [61.584] Τῆς γὰρ μελλούσης κρίσεως ἴχνη καὶ σύμβολα τὰ μαρτύρια τῶν ἁγίων παρέχεται, δαιμόνων μαστιζομένων, ἀνθρώπων κολαζομένων καὶ ἐλευθερουμένων.
 [07598]  τί τράπεζαν ἐριννύων ἐπιζητεῖς, καὶ δαιμόνων ἀλαστόρων συμπόσιον κατασκευάζεις;
 [07614]  οἵαν ἀφῆκε φωνὴν ἐν [61.595] τῷ θεάτρῳ τοῦ διαβόλου, καὶ τῷ συμποσίῳ τῶν δαιμόνων;
 [07936]  Ἔστι γὰρ καὶ ἑτέρα μανία, χαλεπωτέρα ἐκείνης τῆς ἀπὸ τῶν δαιμόνων, τῆς ἀπὸ τῆς φρενίτιδος.
000-00-00 Serial Number=0802043021
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01718]  [62.639] οὐκ ὄντων, γεωργῶν οὐκ ὄντων, θηρίων ἐπινεμομένων, δαιμόνων ἐκδειματούντων σοι τὴν ψυχήν.
 [02780]  Ὁ δεῖνα, φησὶν, ἀπηλλάχθω νόσου, ἕτερος δαιμόνων, καὶ δῆσον ἐκεῖνον, καὶ λῦσον τοῦτον.
 [02837]  Ὅτι πολλοὶ οἱ κωλύοντες, γυναῖκες, παῖδες, φροντίδες, τὰ κοσμικὰ πράγματα, μετὰ τούτων δαίμονες, καὶ αὐτὸς ὁ τῶν δαιμόνων ἀρχηγέτης ὁ διάβολος.
000-00-00 Serial Number=0248698235
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00699]  Ὁ ἁλιεὺς, ὁ σκηνοποιὸς, ὁ τελώνης, ὁ ἰδιώτης, ὁ ἀγράμματος, ἐκ Παλαιστίνης τῆς χώρας μακρὰν κειμένης ἐλθόντες, τοὺς φιλοσόφους, τοὺς ῥήτορας, τοὺς δεινοὺς εἰπεῖν ἐκ τῆς οἰκείας ἀπωσάμενοι πάντας, αὐτοὶ τούτων ἐκράτησαν ἐν χρόνῳ βραχεῖ μετὰ κινδύνων πολλῶν, δήμων, βασιλέων ἀντιπιπτόντων, τῆς φύσεως αὐτῆς μαχομένης, τοῦ χρόνου τῆς παλαιότητος, τῆς πολλῆς συνηθείας ἀντιπαλαιούσης σφοδρῶς, δαιμόνων ὁπλιζομένων, διαβόλου παραταττομένου καὶ πάντα κινοῦντος, βασιλέας, ἄρχοντας, δήμους, ἔθνη, πόλεις, βαρβάρους, Ἕλληνας, φιλοσόφους, ῥήτορας, σοφιστὰς, λογογράφους, νόμους, δικαστήρια, κολάσεις ποικίλας, θανάτους μυρίους καὶ παντοδαπούς.
 [04390]  Ἂν δὲ ἐμέ τις ἔρηται, οὐκ Αἴγυπτον ἀκούσεται οὐδὲ τὸν Φαραὼ, ἀλλὰ τὴν ἐλευθερίαν τῆς πλάνης τῶν δαιμόνων καὶ τοῦ σκότους τοῦ διαβόλου·
 [04700]  περὶ γὰρ δαιμόνων ὁ λόγος αὐτῷ.
 [06130]  ἀλλὰ παράπεμψον τὴν διάνοιαν εἰς ἐκείνους τοὺς χρόνους, καὶ ἐννόησον, ἄρτι τοῦ κηρύγματος καθισταμένου, καὶ τῆς ἀσεβείας ἔτι κρατούσης, καὶ βωμῶν καιομένων καὶ θυσιῶν καὶ σπονδῶν τελουμένων, καὶ τῶν πλειόνων Ἑλλήνων ὄντων, τοὺς ἐκ προγόνων διαδεξαμένους τὴν ἀσέβειαν, καὶ πατέρων καὶ πάππων καὶ ἐπιπάππων τοιούτων ὄντας ἐκγόνους, καὶ πολλὰ παρὰ τῶν δαιμόνων παθόντας κακὰ, ἀθρόον μεταστάντας, πῶς εἰκὸς ἦν διακεῖσθαι·
 [06131]  πῶς δὲ δεδοικέναι καὶ τρέμειν τὰς τῶν δαιμόνων ἐπιβουλάς·
 [07481]  Εἰ γὰρ ἐπ' ἀνθρώπων τὸ κοινωνεῖν ἁλῶν καὶ τραπέζης φιλίας ἀφορμὴ καὶ σύμβολον γίνεται, ἐγχωρεῖ καὶ ἐπὶ δαιμόνων τοῦτο συμβῆναι·
 [07664]  Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, οὐχὶ τῶν δαιμόνων.
 [09850]  Ὅτε γοῦν ὁ Ἡσαΐας πρὸς Ἰουδαίους διελέγετο, καὶ τῆς τοῦ Θεοῦ δυνάμεως παρεῖχεν ἀπόδειξιν, καὶ τῆς τῶν δαιμόνων εὐτελείας τὸν ἔλεγχον παρῆγεν εἰς μέσον, καὶ τοῦτο τῆς θειότη-τος αὐτοῦ ἔφησεν εἶναι δεῖγμα μέγιστον, τὸ λέγειν τὰ μέλλοντα.
000-00-00 Serial Number=0294413745
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00863]  ὁμοίως καὶ τὰ παρὰ τῶν δαιμόνων, ἀρχαὶ, ἐξουσίαι, κοσμοκράτορες τοῦ σκότους τοῦ αἰῶνος τούτου, τὰ πνευματικὰ τῆς πονηρίας.
000-00-00 Serial Number=0937723756
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02433]  Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόν των γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
 [02495]  Ἅπερ εἶπεν, ὅτι τὸ μυστήριον μέγα ἐστὶν, ὅτι τὸ τούτων ἀπέχεσθαι, δαιμόνων ἐστὶν, ὅτι διὰ λόγου καὶ ἐντεύξεως Θεοῦ τὰ βρώματα καθαρίζεται.
 [02564]  Ἐν ὑστέροις γὰρ καιροῖς, φησὶν, ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν.
000-00-00 Serial Number=0853924096
In epistulam ad Colossenses Ante [Go Back]  
 [00310]  τὰ γὰρ διὰ τῶν πηκτίδων οὐδὲν ἄλλο, ἢ δαιμόνων ᾄσματα.
 [00315]  σὺ δὲ καὶ μυρία πάσχων κακὰ παρὰ τῶν δαιμόνων, ἐπ' ἄριστα αὐτοὺς εἰσάγεις·
 [01436]  δαιμόνων ὄντες θεραπευταὶ καὶ δοῦλοι, τοῦ τῶν ἀγγέλων ∆εσπότου καὶ τῶν ἀρχαγγέλων γεγόνασι σῶμα·
 [02316]  τί δὲ τῆς πίστεως, ὅταν ἀνθρώπων ἀνέχηταί τις Ἑλλήνων, μᾶλ [62.350] λον δὲ οὐχ Ἑλλήνων, ἀλλὰ δαιμόνων;
 [03057]  Τῶν δαιμόνων τοιαῦται αἱ ἐπῳδαί.
000-00-00 Serial Number=0004431963
In epistulam ad Ephesios Ante [Go Back]  
 [00644]  Τὸν ἀπὸ τῆς γῆς, τὸν τῶν ἰχθύων ἀφωνότερον, τὸν παίγνιον τῶν δαιμόνων γενόμενον, εἰς ὕψος εὐθέως ἀνήγαγεν.
 [00741]  τὸ δὲ ταύτης σῶμα καὶ ὑπὸ δαιμόνων πατεῖται;
 [02037]  τοῦτο μεῖζον τοῦ δαιμόνων κρατῆσαι, ἢ ἀπελάσαι δαίμονας.
 [02067]  τοὺς ὑπὸ δαιμόνων δεδεμένους ἔλυον, καὶ σιδήριον ἔμελλεν αὐτῶν περιέσεσθαι;
 [02074]  ὁ δαιμόνων δεσμὰ διαῤῥηγνὺς, σιδήρου δέσιν οὐκ ἂν ἔλυσεν;
 [02075]  ὁ διὰ τῶν ἱματίων αὐτοῦ τοὺς δεσμώτας ἐκείνους λύων, καὶ τῶν δαιμόνων ἀπαλλάττων, αὐτὸς δι' ἑαυτοῦ ἑαυτὸν οὐκ ἂν ἔλυσε;
 [06731]  Ὅταν τὸ πεδίον τοῦτο διέλθωμεν, ὁ διάβολος ἐφέστηκεν εὐθέως, πάντα ποιῶν καὶ μηχανώμενος, ὥστε τοὺς ἐξ Αἰγύπτου σωθέντας, ὥστε τοὺς τὴν Ἐρυθρὰν θάλασσαν διαβάντας, τοὺς ἀπὸ τῶν δαιμόνων καὶ τῶν μυρίων πληγῶν ἅμα ἀπολυομένους, τούτους λαβὼν ἀπολέσαι.
000-00-00 Serial Number=0543081701
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02042]  καὶ γὰρ ψυχικὸς ἄνθρωπος λέγεται ὁ τῆς ἀληθείας ἐστερημένος, καὶ πνεύματα πονηρίας λέγεται τὰ τῶν δαιμόνων πλήθη.
000-00-00 Serial Number=0894112468
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06849]  Ἀπολώλαμεν, παρανηλώμεθα, γεγόναμεν τῶν [63.165] ἐχθρῶν ἡμῶν κατάγελως, καὶ χλευασμὸς τῶν Ἑλλήνων καὶ τῶν δαιμόνων.
000-00-00 Serial Number=0127580225
In epistulam ad Philippenses Ante [Go Back]  
 [04209]  Ἆρα ἂν ἡ οἰκουμένη πᾶσα λαβοῦσα δάκρυα, τοὺς ταύτης τῆς ἐλπίδος ἐκπεπτωκότας δακρύῃ, ἀξίως δακρύσει, ὅτι ἐπαγγελίας ἡμῖν κειμένης ἐκείνῳ γενέσθαι σύμμορφον, μετὰ τῶν δαιμόνων ἀπέρχεται;
000-00-00 Serial Number=0004996777
In epistulam ad Romanos Ante [Go Back]  
 [05828]  Καὶ οὔτε τύραννος, οὔτε δήμιοι, οὔτε δαιμόνων φάλαγγες, οὔτε αὐτὸς ὁ διάβολος περιγενέσθαι αὐτῶν ἴσχυσεν, ἀλλ' ἐκ πολλῆς ἅπαντες ἡττῶντο τῆς περιουσίας, ἅπερ κατ' αὐτῶν ἐμηχανῶντο, πάντα ὑπὲρ αὐτῶν ὁρῶντες γινόμενα.
 [07065]  Οὐδὲ γὰρ τοῦ λιμοῦ κρατοῦντος, ἀλλὰ τῆς εὐετηρίας γενομένης, καὶ τῆς αἰσχύνης λυθείσης, καὶ τῶν δαιμόνων καταισχυνθέντων, καὶ τῆς τοῦ Θεοῦ δειχθείσης δυνάμεως, καὶ τοῦ βασιλέως ὑποκύψαντος, ἐτόλμων ταῦτα ἐκεῖνοι, ἀπὸ φόνων εἰς φόνους μεταβαίνοντες, καὶ τοὺς διδασκάλους καὶ διορθοῦντας αὐτῶν τὴν γνώμην ἀναιροῦντες.
 [09016]  Καὶ γὰρ φαρμακεῖαι λοιπὸν κινοῦνται, οὐκ ἐπὶ τὴν νηδὺν τὴν πορνευομένην, ἀλλ' ἐπὶ τὴν ἠδικημένην γυναῖκα, καὶ ἐπιβουλαὶ μυρίαι, καὶ δαιμόνων κλήσεις, καὶ νεκυομαντεῖαι, καὶ πόλεμοι καθημερινοὶ, καὶ ἄσπονδοι μάχαι, καὶ σύντροφοι φιλονεικίαι.
 [09387]  μᾶλλον δὲ τίς ἂν τοῦτο εἴποι δαιμόνων;
 [09390]  Πῶς οὖν οὐ δέδοικας καὶ φρίττεις, καὶ τῶν δαιμόνων ὁμολογούντων, αὐτὸς ἀρνούμενος;
 [09736]  Ὅταν γὰρ ἐννοήσῃς πῶς τὰ ἔθνη εἰσήγαγε καὶ ἀνεκέρασε τοῖς πάλαι κατωρθωκόσι, πῶς ἀπεγνωσμένους ἔσωσε, πῶς τῆς γῆς ἀναξίους ὄντας εἰς οὐρανοὺς ἀνήγαγε, καὶ τῆς παρούσης ζωῆς ἐκπεπτωκότας εἰς τὴν ἀθάνατον ἐκείνην καὶ ἀπόῤῥητον εἰσήγαγε, καὶ ὑπὸ δαιμόνων πατουμένους ἀγγέλοις ἐφαμίλλους ἐποίησε, καὶ παράδεισον ἠνέῳξε, καὶ τὰ παλαιὰ ἅπαντα κακὰ ἔλυσε, καὶ ταῦτα ἐν χρόνῳ βραχεῖ, καὶ δι' ὁδοῦ ῥᾳδίας καὶ συντομωτάτης·
 [09881]  Εἶτα οὐκ αἰσχυνόμεθα, ὅσην ὁ τοῦ διαβόλου καὶ τῶν δαιμόνων ἔρως ἰσχὺν ἔχει, ταύτην οὐ δυνάμενοι περὶ τὴν κατὰ Θεὸν ἐπιδεῖξαι φιλίαν;
 [09999]  Ὥσπερ γὰρ λέων πῦρ ἀφιεὶς εἰς ἀλωπέκων ἀγέλας, οὕτως εἰς τὴν τῶν δαιμόνων καὶ φιλοσόφων ἐνέπεσε φατρίαν, καὶ καθάπερ σκηπτοῦ τις ἐμβολὴ εἰς τὰς τοῦ διαβόλου κατηνέχθη φάλαγγας.
000-00-00 Serial Number=0326787651
In illud Apparuit gratia dei omnibus hominibus Ante [Go Back]  
 [00077]  Τότε μὲν γὰρ τῶν Αἰγυπτίων ἀπήλλαξεν, νῦν δὲ τῆς τῶν δαιμόνων ἠλευθέρωσεν τυραννίδος·
000-00-00 Serial Number=0436793447
In illud Ascendit dominus in templo Ante [Go Back]  
 [00046]  Ὅπου γὰρ αἱμάτων ἔκχυσις καὶ σπονδῶν, καὶ κνίσσαι εἰδωλικαὶ καὶ τελεταὶ δαιμόνων, ἐκεῖνο οὐκ ἂν εἴη ἱερὸν, ἀλλὰ μιαρὸν τῶν δαιμόνων.
000-00-00 Serial Number=0068140805
In illud Collegerunt Judaei Ante [Go Back]  
 [00041]  Ἀνθ' ὧν ἔδει χαίρειν τοὺς τάλανας, ἀνθ' ὧν ἔδει εὐφροσύνης ἡμέραν πάνδημον ἐπιτελεῖν, ὅτι νεκροὶ ἀνεβίωσαν, ὅτι ζωὴ πεφανέρωται, ὅτι θάνατος λέλυται, ὅτι ὁ διάβολος κατῃσχύνθη, ὅτι δαιμόνων
000-00-00 Serial Number=0727504492
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00026]  Ὢ τάξις ἄτακτος, καὶ νόμος ἄνομος, παρὰ διαβόλου πεμπόμενος, παρὰ δαιμόνων γραφόμενος, ὑπὸ τῶν Ἰουδαίων μέχρι τοῦ νῦν φυλαττόμενος! Ποῖος οὗτος νόμος, τὸ τοὺς μὲν φονεῖς περισώζεσθαι, τοῦτον δὲ τὸν τοῖς φονευθεῖσι τὴν ζωὴν χαριζόμενον ἀπόλλυσθαι;
 [00038]  Οἱ δαιμονιῶντες αὐτῶν, τῶν δαιμόνων ἐλευθερούμενοι ἐσωφρόνουν, κἀκεῖνοι ὑπὸ τοῦ φθόνου κινούμενοι χειρόνως τῶν δαιμονώντων ἐμαίνοντο·
 [00131]  Πάντως οὐχ οὕτως ἠγανάκτουν κατὰ τῶν τὰ δράματα τῶν ὀρχηστῶν γραφόντων, οὐδ' ἂν ἔτι καὶ νῦν οἱ πολλοὶ τὰ τῶν δαιμόνων ἀκούωσι ᾄσματα.
 [00135]  Συμφέρει γὰρ τοῖς νεωτέροις ἐν ταῖς ῥήσεσι τῶν θεολόγων διδασκάλων, κἂν ἰδιωτικαὶ τυγχάνωσιν, ἐμμελῳδοῦντας παιδεύεσθαι, ἄμεμπτον ἔχοντας φρόνημα, καὶ μὴ ἐν ταῖς τῶν δαιμόνων διδασκαλίαις ἐνασχολουμένους εἰς ἀκολασίαν ἐκμαίνεσθαι.
000-00-00 Serial Number=0776696146
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00165]  Εἰ δὲ οὗτοι τοιοῦτοι, ἐννόησον τὰ λοιπὰ μέρη τῆς οἰκουμένης πῶς διέκειντο, ὑπὸ δαιμόνων βακχευόμενοι, ὑπὸ κακίας τυραννούμενοι, τοῖς παθήμασι πᾶσιν ὑποκλινόμενοι, ξύλα θεραπεύοντες, λίθους προσκυνοῦντες, ὄρη, καὶ βουνοὺς, καὶ νάπας, καὶ δένδρα, καὶ λίμνας, καὶ πηγὰς, καὶ ποταμούς.
000-00-00 Serial Number=0484773040
In illud Ignem veni mittere in terram Ante [Go Back]  
 [00022]  Ἁμαρτία ἡμῶν κατ ηγωνίσατο, θάνατος ἡμῶν ἐκυρίευσε, γέεννα πυρὸς ἡμῖν ἠπείληται, τῶν ἐναγῶν δαιμόνων στρατόπεδον κατηγω [62.740] νίσατο ἡμῶν, καί σε ἀρωγὸν παρὰ τῶν προφητῶν ἀκούοντες ἐξεδεχόμεθα·
 [00038]  ∆εινὸν αὐτοῦ τὸ καθ' ἡμῶν στρατόπεδον τῶν ἐναγῶν δαιμόνων ἐξώπλισε·
000-00-00 Serial Number=0981086791
In illud Memor fui dei Ante [Go Back]  
 [00334]  Ἀνοίξατέ μοι πύλας, οἱ τῶν δαιμόνων ἄρχοντες·
 [00338]  Ὁ δὲ στρατηγὸς τῶν δαιμόνων ἔλεγεν αὐτοῖς ἔνδοθεν·
000-00-00 Serial Number=0068012238
In illud Messis quidem multa Ante [Go Back]  
 [00105]  πῶς καταλύ σομεν τυράννων θυμὸν, δήμων ἐπαναστάσεις, φιλοσόφων κατασκευὰς, ῥητόρων δεινότητα, προλήψεως τυραννίδα, συνηθείας παλαιᾶς ἰσχὺν, δαιμόνων ἐπιβουλὰς, ψυχὰς μυρίοις νοσήμασι προκατειλημμένας;
000-00-00 Serial Number=0767135799
In illud Pater si possibile est Ante [Go Back]  
 [00098]  Εἶδέ με ὁ διάβολος πολλὰ σημεῖα πεποιηκότα, ὅτι νόσους ἁφῇ χειρὸς ἐθεράπευσα, ὅτι λεγεῶνας δαιμόνων ῥήματι ἐφυγάδευσα, ὅτι λεπρῶν χαλαζώματα δίκην πτύου τῷ λόγῳ ἀπέξεσα, ὅτι παραλελυμένα γόνατα φωνῇ ἔπηξα, ὅτι ἀνέμοις καὶ θαλάσσῃ ἐπετίμησα, καὶ πάντα μοι ὑπήκουσαν τρόμῳ·
 [00173]  Ὢ ποτήριον, διαβόλου κεντητήριον, δαιμόνων φυγαδευτήριον, ἁμαρτιῶν λικμητήριον, ζωῆς ἐργαστήριον, ἁμαρτωλῶν ἱλαστήριον, ἀθανασίας ποτήριον! Πλὴν, οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ.
000-00-00 Serial Number=0727565408
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00092]  Ὅταν γὰρ τοὺς δαίμονας καλῇς διὰ τῶν ᾀσμάτων, ὅταν τὴν ἐκείνων ἐπιθυμίαν πληροῖς διὰ τῶν αἰσχρῶν ῥημάτων, ὅταν μίμους καὶ μαλακοὺς εἰς τὴν οἰκίαν εἰσάγῃς καὶ τὸ θέατρον ἅπαν, ὅταν πορνῶν ἐμπλή σῃς τὴν οἰκίαν, καὶ τῶν δαιμόνων ὁλόκληρον παρα σκευάσῃς ἐκεῖ κωμᾶσαι τὸν χορὸν, τί προσδοκᾷς λοι πὸν ὑγιὲς, εἰπέ μοι;
 [00127]  Ἆρ' οὖν ἑτέραν ζητήσομεν ἀπόδειξιν, εἰπέ μοι, τῶν δαιμόνων κινούντων τὰς ἐκείνων ψυχὰς ταῦτα καὶ γίνεσθαι καὶ λέγεσθαι παρ' αὐτῶν;
 [00128]  Τίς οὖν ἀμ φισβητήσει λοιπὸν, ὅτι δαιμόνων κινούντων τὰς ἐκεί νων ψυχὰς καὶ λέγεται ταῦτα πάντα καὶ γίνεται παρ' ἐκείνων;
000-00-00 Serial Number=0860375702
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00378]  καὶ τὰ ἄλλα πάντα ἦσαν πανηγύρεις, καὶ ῥητόρων χοροὶ, καὶ φιλοσόφων σύλλογοι, καὶ δαιμόνων βακχεῖαι, καὶ διαβόλου δύναμις, καὶ ξίφη ἠκονημένα, καὶ πανταχοῦ κρημνοὶ, καὶ πανταχοῦ σκόπελοι, καὶ συνήθεια ἡ κρατοῦσα, καὶ ὠδῖνες πατέρων, καὶ ἡ προγόνων ἀσέβεια, ὁδὸν ἡδονῆς ἔχουσα, καὶ νόμοι βασιλέων διεφθαρμένοι, καὶ δοῦλοι καὶ δεσπόται, καὶ ἄρχοντες καὶ ἰδιῶται, καὶ πλούσιοι καὶ πένητες, πάντες ἀσεβείᾳ συμπεπλεγμένοι, καὶ πολλὰ ἔχοντες τὰ μηχανήματα·
000-00-00 Serial Number=0857147455
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00027]  ἔξεστι γὰρ καὶ ἀπελθόντα φιλεῖν, καὶ μὴ ὁρώμενον ἀγαπᾷν, καὶ μάλιστα ὅταν τοσαῦτα καὶ τοιαῦτα τῆς ἀρετῆς ἐκείνου καθ' ἑκάστην ἡμέραν ὑπομνήματα βλέπωμεν, τὰς πανταχοῦ τῆς γῆς Ἐκ κλησίας, τῆς ἀσεβείας τὴν ἀνατροπὴν, τοῦ πονηροῦ βίου τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν, τῆς πλάνης τὴν ἀπαλλαγὴν, τοὺς ἀνατραπέντας βωμοὺς, τοὺς ἀποκε κλεισμένους ναοὺς, τὴν τῶν δαιμόνων σιγήν.
000-00-00 Serial Number=0368724287
In illud Vidi dominum Ante [Go Back]  
 [00060]  Πῶς οὖν τολμᾷς τῇ ἀγγελικῇ ταύτῃ δοξολογίᾳ τὰ τῶν δαιμόνων ἀναμιγνύειν παίγνια;
000-00-00 Serial Number=0265817523
In martyres Aegyptios Ante [Go Back]  
 [00011]  καὶ καθάπερ σκόπελοί τινες ὑψηλοὶ προβεβλημένοι πανταχόθεν, οὐχὶ τὰς τῶν αἰσθητῶν τούτων καὶ ὁρωμένων ἐχθρῶν προσβολὰς ἀποκρούονται μόνον, ἀλλὰ καὶ τὰς τῶν ἀοράτων δαιμόνων ἐπιβουλὰς, καὶ πᾶσαν τοῦ διαβόλου μεθοδείαν ἀνατρέπουσί τε καὶ διαλύουσιν οὕτως εὐκόλως, ὡς εἴ τις γενναῖος ἀνὴρ παίδων ἀθύρματα ἀνατρέψειε καὶ καταβάλοι.
 [00014]  Οὐ πρὸς ἀνθρώπων δὲ ἐπιβουλὰς μόνον, οὐδὲ πρὸς κακουργίας δαιμόνων τοῦτο ἡμῖν χρήσιμον τὸ κτῆμα, ἀγαπητέ·
000-00-00 Serial Number=0466566622
In ramos palmarum [1] Ante [Go Back]  
 [00074]  ἤκουσαν τὸν ἐν θαλάσσῃ περίπατον, τὴν ἀγε ώργητον οἰνοδοσίαν, τὴν ἄμοχθον ἀρτοτροφίαν, τὴν τῶν δαιμόνων ἀπελασίαν, τὴν τῶν καμνόντων εὐρωστίαν·
000-00-00 Serial Number=0625732899
In ramos palmarum [2] Ante [Go Back]  
 [00129]  Ποῖος γὰρ οἶκός ἐστιν ὁ μὴ ἔχων τὸ σημεῖον τοῦ σταυροῦ, τρόπαιον κατὰ δαιμόνων καὶ φυλακτήριον ψυχῶν ὑπάρχον;
000-00-00 Serial Number=0551493347
In resurrectionem domini [2] Ante [Go Back]  
 [00017]  [3] Αὕτη ἡ ἡμέρα ἐν ᾗ ὁ Ἀδὰμ ἠλευθερώθη, ἐν ᾗ ἡ Εὕα ἀπηλλάγη τῆς λύπης, ἐν ᾗ ὁ ἀνήμερος θάνατος ἔφριξεν, ἐν ᾗ τῶν κραταιῶν λίθων ἡ δύναμις παρελύθη ῥαγεῖσα καὶ τὰ τῶν μνημείων κλεῖθρα διασπασθέντα ἀνέθη, ἐν ᾗ τὰ τῶν τελευτησάντων πάλαι σώματα τῇ προτέρᾳ ζωῇ παρεδόθη, ἐν ᾗ οἱ διὰ παντὸς ἰσχυροὶ καὶ βέβαιοι τῶν καταχθονίων νόμοι ἥττηνται, ἐν ᾗ ἐξανισταμένου τοῦ δεσπότου Χριστοῦ οἱ οὐρανοὶ ἀνεῴχθησαν, ἐν ᾗ τὸ τῆς ἀναστάσεως εὐθαλὲς καὶ εὔκαρπον ὡς ἐν κήπῳ τῇ οἰκουμένῃ τῷ γένει τῶν ἀνθρώπων ἐβλάστησεν, ἐνᾗ τὰ τῶν νεοφωτίστων ἀνεφύησαν κρίνα, ἐν ᾗ τὰ τῶν ἁμαρτωλῶν ἐξηράνθησαν ῥεῖθρα, ἐν ᾗ τὰ τοῦ διαβόλου παρελύθησαν νεῦρα, ἐν ᾗ τὰ τῶν δαιμόνων ἐσκορπίσθησαν τάγματα, ἐν ᾗ τὰ τῶν Ἰουδαίων κατῃσ χύνθησαν πλήθη, ἐν ᾗ τὰ τῶν πιστῶν εὐφραίνονται τάγματα, ἐν ᾗ τὰ τῶν μαρτύρων ἀναθάλλουσι διαδήματα.
000-00-00 Serial Number=0501934171
In resurrectionem domini [3] Ante [Go Back]  
 [00094]  Μὴ ἄλλα ἐν τῇ κολυμβήθρᾳ λεγέτωσαν καὶ ἄλλα φρονήτωσαν, ἀλλ' ὡς ἐδιδάχθης, ὦ νεοφώτιστε, θρήσκευε, ὡς ἐβαπτίσθης δόξαζε, ὡς ἀνεγεννήθης πίστευε, ὃ ἐπιστεύθης φύλαττε, ὃ ἐκτήσω μὴ πίπρασκε, ὡς ἀετὸς ἀνεγεννήθης, τὰ ἄνω ζήτει, ἐκ Σοδόμων ἐξῆλθες, εἰς τὰ ὀπίσω μὴ ὑποστρέψῃς, εἰς τὸ ὄρος σῴζου μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, <ἵνα> μὴ γένῃ στήλη ἁλὸς ὡς ἡ γυνὴ τοῦ Λώτ, τέκνον ἐκλήθης τὸν Ἀβεσσαλὼμ μὴ μιμήσῃ, μαθητὴς ἐγένου τῷ Ἰούδα μὴ συντύχῃς, εἰς τὴν κιβωτὸν εἰσῆλθες μὴ πλησιάσῃς τῷ κόρακι, τῆς Αἰγύπτου ἠλευθερώθης μὴ θεοποιήσῃς βουκέφαλον, ἐκ τῶν ἐθνῶν ἀπεσπάσθης μὴ προσκυνήσῃς τὸν ἥλιον, εἰδωλολατρείας ἐρρύσθης μὴ περιεργάσῃ τῆς σελήνης τὰ σχήματα, δαιμόνων ἐλυτρώθης μὴ ὑπολάβῃς ἀστέρας εἶναι ἁγίους, τῆς τῶν ἀνθρώπων πολυθεΐας ἀπηλλάγης μὴ θεοποίει τὰ πάθη, ἐλευθερίας ἠξίωσαι μὴ γίνου δοῦλος ἡδονῶν, ᾧ γάρ τις ἥττηται τούτῳ καὶ δεδούλωται.
000-00-00 Serial Number=0654945195
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00119]  οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ μακαρίου Βαρλαὰμ τὴν χεῖρα ἀναλώσασα ἐν τῷ κατακόπτειν τὰς φάλαγγας τῶν δαιμόνων, ἑτέραν ἐπεζήτει δεξιὰν πάλιν, ὥστε καὶ ἐν ἐκείνῃ τὴν προθυμίαν ἐπιδείξασθαι.
 [00164]  καὶ ταῦτα ὥσπερ βέλη πετόμενα διὰ τοῦ ἀέρος, εἰς τὰς ἀοράτους τῶν δαιμόνων ἐμπίπτοντα φάλαγγας, πᾶσαν αὐτῶν συνταράττει τὴν παράταξιν·
000-00-00 Serial Number=0620411634
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00024]  ἐπάλληλοι οἱ πειρασμοὶ, πολὺς ὁ τῶν πραγμάτων ὄχλος, καὶ διηνεκὴς τῶν δαιμόνων ὁ πόλεμος, καὶ συνεχεῖς αἱ τῶν παθῶν ἐπαναστάσεις·
000-00-00 Serial Number=0138013780
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00127]  Πόλεμος ἀνεῤ ῥιπίσθη ποτὲ χαλεπὸς κατὰ τῶν Ἐκκλησιῶν, καὶ καθά περ τυραννίδος χαλεπωτάτης τὴν γῆν καταλαβούσης, ἐκ μέσης ἀνηρπάζοντο τῆς ἀγορᾶς ἅπαντες, ἄτοπον μὲν οὐδὲν ἐγκαλούμενοι, ὅτι δὲ τῆς πλάνης ἀπαλλαγέντες, πρὸς τὴν εὐσέβειαν ἔδραμον, ὅτι τῆς τῶν δαιμόνων θρη σκείας ἀπέστησαν, ὅτι τὸν ἀληθινὸν Θεὸν ἐπέγνωσαν, καὶ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ προσεκύνησαν, καὶ ὑπὲρ ὧν στεφανοῦσθαι αὐτοὺς ἐχρῆν, καὶ θαυμάζεσθαι καὶ τιμᾶσθαι, ὑπὲρ τούτων ἐκολάζοντο καὶ μυρίοις περιηντλοῦντο δεινοῖς πάντες οἱ τὴν πίστιν παραδεξάμε νοι, πολλῷ δὲ πλέον οἱ τῶν Ἐκκλησιῶν προεστῶτες.
000-00-00 Serial Number=0280702949
In sanctum Romanum Ante [Go Back]  
 [00070]  οὐ γὰρ τῆς ἐνταῦθα πόλεως ἐξέβαλλον, ἀλλὰ τῆς ἄνω Ἱερουσαλὴμ τῆς ἐλευθέρας ἐπεχείρουν ἀποστερεῖν, καὶ τὴν ψυχὴν ἕκαστον καταθύειν ἠνάγκαζον ἐπὶ τῶν βωμῶν, καὶ τὸν οἰκεῖον ∆εσπότην ἐξόμνυσθαι, καὶ τῇ τῶν δαιμόνων ὑποκύπτειν τυραννίδι, καὶ τοὺς λυμεῶνας καὶ ἐχθροὺς τῆς σωτηρίας τῆς ἡμετέρας θεραπεύειν δαίμονας·
000-00-00 Serial Number=0953648627
In sanctum pascha [1] Ante [Go Back]  
 [00052]  διὰ ταύτην ἡ τῶν δαιμόνων ἀπάτη κατελύθη·
000-00-00 Serial Number=0069272041
In sanctum pascha [2] Ante [Go Back]  
 [00030]  Ἡ γὰρ ἡμετέρα χαρὰ τῶν δαιμόνων ἐστὶν συμ φορά.
000-00-00 Serial Number=0006520450
In sanctum pascha [3] Ante [Go Back]  
 [00009]  δι' ἧς ὁ μονογενὴς τὸν κόσμον ἀπολλύμενον ἔσωσε καὶ τὸν ἐξορισθέντα ἀνεκαλέσατο ἄνθρωπον, δι' ἧς τὸν δουλωθέντα Ἀδὰμ ἠλευθέρωσεν, δι' ἧς τὴν κακῶς ἐκταθεῖσαν κατὰ τοῦ ξύλου δεξιὰν τῆς Εὔας ἰάσατο, δι' ἧς τὰς τοῦ ᾅδου πύλας ἀνέῳξε συντρίψας μοχλοὺς παραβάσεως καὶ δαιμόνων ἀμετάβλητον πατήσας ὠμότητα καὶ τοὺς πυλωροὺς καταπλήξας.
 [00041]  ὅθεν πολλάκις θεασάμενος τῆς θεότητος τὰ τεκμήρια ἐβόων καὶ ἔλεγον διὰ τῶν ἑπομένων μοι πονηρῶν δαιμόνων·
000-00-00 Serial Number=0279919267
In sanctum pascha sermo 5 Ante [Go Back]  
 [00016]  Ἤδη τὰ μεγάλα μνησθῆναι δεῖ, τὰ θεῖα καὶ ὄντως Θεοῦ δῶρα, καὶ μεγάλην τὴν αἰωνίαν ἑορτάζουσιν ἑορτὴν, ἐλευθέρω σιν ἐκ δαιμόνων ἀντικειμένων πολεμούντων πρὸς τὸ ἀγαθὸν, ἀφελκόντων ἀπὸ τῆς Θεοῦ βασιλείας, σωτηρίαν οὐ πρὸς βραχύν τινα βίον, ἀλλὰ πρὸς αἰωνίαν διαμονὴν, μετοικίαν ἀπὸ γῆς εἰς οὐρανὸν κατὰ τὴν παροῦσαν πο λιτείαν, καὶ εἰς αἰωνίαν κτῆσιν κατὰ τὴν μέλλουσαν ἀνά στασιν.
000-00-00 Serial Number=0391790688
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00106]  Σκοτεινὴ δὲ καὶ κατὰ νύκτα ἡ πληγή, σκοτεινὰ γὰρ καὶ σκυθρωπὰ καὶ ἀμειδῆ καὶ ἀφεγγῆ καὶ ἀνήμερα τῶν σκοτεινῶν ἔργων καὶ δαιμόνων τὰ δικαιωτήρια·
000-00-00 Serial Number=0697472811
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00148]  [40] Ὁ μὲν σωτὴρ τὸ κυριώτατον πάσχα ἐπιδειξάμενος ἀποτρόπαιον τῶν ἐπηρτημένων ἡμῖν κακῶν καὶ δαιμόνων καὶ εἰδωλολατρείας καὶ πάσης λύμης ἀπέφηνε καὶ ἐλευθέραν τὴν φύσιν ἡμῶν πρὸς τὴν τῆς μακαριότητος ἐπανάληψιν ἀπειργάσατο·
000-00-00 Serial Number=0544037282
In secundum domini adventum Ante [Go Back]  
 [00175]  Πῶς οὖν οὐ δέδοικας καὶ φρίττεις, ἄνθρωπε, τῶν δαιμόνων ὁμολογούντων αὐτὸς ἀρνούμενος;
000-00-00 Serial Number=0651011348
In synaxim incorporalium Ante [Go Back]  
 [00135]  ἀντὶ δαιμόνων βαρβάροις δουλεύσουσι καὶ τὴν μέλι καὶ γάλα ῥέουσαν γῆν καταλείψαντες τὰς ἀλλοτρίας χώρας ἐργάσονται ἀροτριῶντες ἑτέροις, θερίζοντες ἄλλοις καρπούς, τοῖς ἀλωφήτοις ἱδρῶσι τῶν ἐθνῶν τὰς γαστέρας πιαίνοντες, ὁρῶντες τέκνα οὐκ ἐκ περιτομῆς θηλυνόμενα·
000-00-00 Serial Number=0577586710
In triduanam resurrectionem domini [1] Ante [Go Back]  
 [00011]  κηρύξωμεν τὴν νέκρωσιν τοῦ διαβόλου, τὴν τῶν ἀκαθάρτων δαιμόνων αἰχμαλωσίαν, τὴν τῶν Χριστιανῶν σωτηρίαν, τὴν τῶν νεκρῶν ἀνάστασιν.
000-00-00 Serial Number=0492867947
In triduanam resurrectionem domini [2] Ante [Go Back]  
 [00011]  κηρύξωμεν τὴν νέκρωσιν τοῦ διαβόλου, τὴν τῶν ἀκαθάρτων δαιμόνων αἰχμαλωσίαν, τὴν τῶν Χριστιανῶν σωτηρίαν, τὴν τῶν νεκρῶν ἀνάστασιν.
000-00-00 Serial Number=0349502265
In venerabilem crucem sermo Ante [Go Back]  
 [00114]  Σταυρὸς Χριστιανῶν ἐλπὶς, σταυρὸς νεκρῶν ἀνάστασις, σταυρὸς τυφλῶν ὁδηγὸς, σταυρὸς ἀπηλπισμένων ἐλπὶς, σταυρὸς πεπλανημένων ὁδὸς, σταυρὸς ἀδικουμένων ἔκδικος, σταυρὸς χωλῶν βακτηρία, σταυρὸς πενήτων παραμυθία, σταυρὸς πλουσίων χαλινὸς, σταυρὸς ὑπερηφάνων καθαίρεσις, σταυρὸς ἀκολάστων μετάνοια, σταυρὸς τρόπαιον κατὰ δαιμόνων, σταυρὸς διαβόλου νῖκος, σταυρὸς νηπίων παιδαγωγὸς, σταυρὸς ἀπόρων εὐπορία, σταυρὸς πλεόντων κυβερνήτης, σταυρὸς χειμαζόντων λιμὴν, σταυρὸς πολεμουμένων τεῖχος, σταυρὸς πατὴρ ὀρφανῶν, σταυρὸς προστάτης χηρῶν, σταυρὸς ἀδίκων κριτὴς, σταυρὸς δικαίων στῦλος, σταυρὸς θλιβομένων ἄνεσις, σταυρὸς νηπίων φύλαξ, σταυρὸς ἀνδρῶν κεφαλὴ, σταυρὸς πρεσβυτέρων τέλος, σταυρὸς φῶς τοῖς ἐν σκότει καθημένοις, σταυρὸς βασιλέων μεγαλοπρέπεια, σταυρὸς βαρβάρων φιλανθρωπία, σταυρὸς δούλων ἐλευθερία, σταυρὸς ἀπαιδεύτων σοφία, σταυρὸς ἀνόμων νόμος, σταυρὸς προφητῶν κήρυγμα, σταυρὸς ἀποστόλων κατάγγελμα, σταυρὸς μαρτύρων καύχημα, σταυρὸς μοναζόντων ἄσκησις, σταυρὸς παρθένων σωφροσύνη, σταυρὸς ἱερέων χαρὰ, σταυρὸς Ἐκκλησίας θεμέλιος, σταυρὸς οἰκουμένης ἀσφάλεια, σταυρὸς ναῶν καθαίρεσις, σταυρὸς βωμῶν ἀνατροπὴ, σταυρὸς κνίσσης ἀφανισμὸς, σταυρὸς Ἰουδαίων σκάνδαλον, σταυρὸς ἀσεβῶν ἀπώλεια, σταυρὸς ἀδυνάμων δύναμις, σταυρὸς νοσούντων ἰατρὸς, σταυρὸς λεπρῶν καθαρισμὸς, σταυρὸς παραλυτικῶν σφίγξις, σταυρὸς πεινώντων ἄρτος, σταυρὸς διψώντων πηγὴ, σταυρὸς γυμνῶν σκέπη·
000-00-00 Serial Number=0909665227
In venerandum crucem Ante [Go Back]  
 [00005]  σταυροῦ τὸ θεῖον ὑψοῦται κράτος, πλῆθος δαιμόνων φυγαδευέσθω.
 [00120]  Νηστεία ὅπλον ἐστὶ πρὸς τὴν κατὰ δαιμόνων στρατηγίαν·
000-00-00 Serial Number=0026478589
Precatio in obsessos Ante [Go Back]  
 [00001]  Εὐχὴ τοῦ Χρυσοστόμου πρὸς τοὺς πάσχοντας ὑπὸ δαιμόνων, καὶ ἑκάστην ἀσθένειαν.
000-00-00 Serial Number=0721631765
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00026]  Ἐὰν οὖν τοῦτο τὸ πλοῖον, τουτέστιν ἡ ἀνθρωπίνη ὑπόστασις, ἐν τούτῳ τῷ βίῳ χειμαζομένη ὑπὸ τῆς τοῦ διαβόλου κακίας, καὶ ἀπὸ τῶν ἐναντίων δαιμόνων τῶν τὰ κύματα τῶν ἐπιθυμιῶν ἐξεγειρόντων, καὶ τὸν ἁλμυρὸν ἀφρὸν τῶν ἡδονῶν πρὸς τὸν ἔνδοθεν νοῦν ἐπιῤῥιπτόντων καὶ ταῖς ἐπιθυμίαις τὸν κυβερνήτην νοῦν σειόντων, καὶ πρὸς τὴν ἁμαρτίαν βυθιζόντων ὅτι δὲ ἕκαστος τῶν ἀνθρώπων ταῖς πολυφλόγοις ἡδοναῖς σειόμενος πρὸς τὴν ἁμαρτίαν ἐβυθίζετο, μαρτυρεῖ μου τῷ λόγῳ ∆αυῒδ ὁ προφήτης.
000-00-00 Serial Number=0186892450
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00121]  ∆ιὰ τοῦτο καὶ οὗτος ἐν διηνεκεῖ κατέστησεν ἑαυτὸν φόβῳ, ἵνα διηνεκῶς ἐν τῷ θαρρεῖν ᾖ καὶ κάθηται ἐπὶ τῶν οἰάκων, οὐκ ἀστέρων ἐπιτολὰς παρατηρῶν, οὐδὲ ὑφάλους καὶ σπιλάδας, ἀλλὰ δαιμόνων ἐπαναστάσεις καὶ διαβόλου κακουργίας καὶ λογισμῶν μάχας καὶ κύκλῳ τὸ στρατόπεδον περιιών, ἅπαντας ἐν ἀσφαλείᾳ καθίστησιν.
000-00-00 Serial Number=0076449752
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01724]  παραχωροῦντος δὲ τοῦ Θεοῦ πειρασμοὶ τοῖς ἀνθρώποις ὑπὸ δαιμόνων ἐπέρχονται, διὰ τὴν ἑκάστου δοκιμὴν καὶ τελείωσιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»