Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δούλοις [61]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δούλοις


000-00-00 Serial Number=0137852550
Ad populum Antiochenum Ante [Go Back]  
 [01445]  Σὺ δέ μοι σκόπει πανταχοῦ, πῶς ὁ διάβολος δι' ὧν πολεμεῖ τοῖς τοῦ Θεοῦ δούλοις, διὰ τούτων τὴν οἰκείαν δύναμιν καθαιρεῖ, οὐχ ἑκὼν, ἀλλὰ τοῦ Θεοῦ τοῦ σοφοῦ καὶ εὐμηχάνου τοῖς ὅπλοις τοῖς ἐκείνου καὶ ταῖς μεθοδείαις κατὰ τῆς ἐκείνου κεχρημένου κεφαλῆς.
 [01452]  Βουλόμενος τοίνυν ὁ Θεὸς πρόῤῥιζον ἀνελεῖν τῆς ἀσεβείας τὴν ὑπόθεσιν, συνεχώρησεν αὐτῷ τῷ τρόπῳ τῆς κολάσεως ταύτης, ἵνα κατ' ὀφθαλμοὺς τῶν θεραπευόντων αὐτὸ πάντων τοῖς αὐτοῦ δούλοις τὰ νικητήρια δῷ, διὰ τῶν ἔργων αὐτῶν πείσας αὐτοὺς, ὅτι οἱ τῶν Ἑλλήνων θεοὶ οὐχὶ τὸν Θεὸν μόνον, ἀλλὰ καὶ τοὺς τοῦ Θεοῦ δούλους δεδοίκασι.
 [03165]  ∆ιὰ γὰρ τοῦτο οὐ μόνον τῇ φύσει τῶν στοιχείων δεῖγμα τῆς ἀσθενείας αὐτῶν ἐγκατέθετο ὁ Θεὸς, ἀλλὰ καὶ τοῖς αὐτοῦ δούλοις ἀνθρώποις οὖσιν ἐπιτάξαι αὐτοῖς ἐκέλευσεν, ἵνα κἂν ἀπὸ τῆς ὄψεως μὴ γνωρίσῃς αὐτῶν τὴν δουλείαν, ἀπὸ τῶν ἐπιταττόντων μάθῃς, ὅτι σύνδουλά σοί ἐστι ταῦτα ἅπαντα.
 [03367]  ἀλλ' ἐπειδὴ προσέκρουσα τῷ ∆εσπότῃ, ὑπεύθυνος ἐγενόμην τοῖς δούλοις·
 [03841]  καὶ γὰρ πατέρας τοῖς υἱοῖς, καὶ δεσπότας τοῖς δούλοις, καὶ ἄνδρας ταῖς γυναιξὶ, καὶ διδασκάλους τοῖς μαθηταῖς, καὶ νομοθέτας καὶ δικαστὰς τοῖς ἀρχομένοις, καὶ φίλους τοῖς φίλοις.
000-00-00 Serial Number=0173703730
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00596]  σὺ ὁ τοσαῦτα κεκτημένος, καὶ ὑπεύθυνος ὢν διὰ ταῦτα καὶ τοῖς ἐκείνου δούλοις, καὶ ὑπὲρ ἁπάντων τρέμων, καὶ μυρίας αὐτῷ παρέχων λαβὰς, εἰ βούλοιτό σε ἀδικεῖν ὀργισθεὶς, ἢ οὗτος ὁ τῶν ἐκείνου χειρῶν ἀνώτερος ὤν;
000-00-00 Serial Number=0534595013
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00189]  Τῆς γὰρ ἀρχῆς τῆς ὑπὸ τῷ τυράννῳ κειμένης αὕτη δὲ ἦν τὸ πλεῖστον τῆς οἰκουμένης μέρος ὅσοιπερ ἂν ἦσαν ἄπιστοι κατεπλάγησαν καὶ ἐθαύμασαν μαθόντες ὅσης τοῖς ἑαυτοῦ δούλοις ὁ Χριστὸς τῆς παρρησίας μετέδωκε, κατεγέλασαν τῆς παρ' αὐτοῖς δουλοπρεπείας καὶ ἀνελευθερίας καὶ ταπεινότητος, εἶδον ὅσον τῆς Χριστιανῶν εὐγενείας πρὸς τὴν Ἑλλήνων αἰσχύνην τὸ μέσον.
000-00-00 Serial Number=0734086692
De Maccabeis Ante [Go Back]  
 [00040]  Οἱ μὲν γὰρ ἔξωθεν ἀγῶνες καὶ ἡλικίαν, καὶ φύσιν, καὶ ἀξίαν ἐξετάζοντες, καὶ δούλοις, καὶ γυναιξὶ, καὶ πρεσβυτέροις, καὶ μειρακίοις τὴν πρὸς αὐτοὺς εἴσοδον ἀποκλείουσιν, ἐνταῦθα δὲ πάσῃ μὲν ἀξίᾳ, πάσῃ δὲ ἡλικίᾳ, ἑκατέρᾳ δὲ τῇ φύσει τὸ θέατρον μετὰ πάσης ἀδείας ἠνέῳκται, ἵνα καὶ τὴν ἀφθονίαν καὶ τὴν ἄφατον δύναμιν τοῦ τὸν ἀγῶνα τιθέντος καταμάθῃς, καὶ τὸ ἀποστολικὸν ἐκεῖνο διὰ τῶν ἔργων βεβαιούμενον ἴδῃς, Ὅτι ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ τελειοῦται.
000-00-00 Serial Number=0226615071
De continentia Ante [Go Back]  
 [00003]  Ἀεὶ μὲν ἐμοὶ δοκεῖ χρησιμώτατος εἶναι καὶ πρέπων τοῖς τοῦ Χριστοῦ δούλοις ὁ περὶ σωφροσύνης λόγος, μάλιστα δὲ νῦν ἐν καιρῷ τοῦτον ποιησόμεθα πρὸς ὑμᾶς, ὅτε τὸν Χριστὸν ἐνδυσάμενοι τῆς ἐκκλησίας οἱ παῖδες σωφροσύνην μάλιστα κεκτῆσθαι πρὸ τῶν ἄλλων ὀφείλουσιν ἀγαθῶν·
 [00030]  Εἰ γὰρ ἐγώ, φησὶν ὁ Ἰωσήφ, πρὸ τῆς ἐπιφανείας τοῦ θεοῦ γεγονὼς οὔπω τὸν δεσπότην ἰδὼν δούλου μορφὴν ὑπελθόντα, οὔπω τοῦ κορυφαίου τῶν ἀποστόλων ἀκούσας βοῶντος ὅτι Τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν, ὅμως πρέπειν ἐνόμισα τοῖς τοῦ θεοῦ δούλοις τὸ κρατεῖν ἡδονῆς καὶ οὐκ ἐφάνην τῆς σωφροσύνης προδότης καίτοι πολλοὺς κινδύνους ἐπηρτημένους ὁρῶν [579] πῶς ὑμᾶς προςήκει μετὰ φόβου καὶ τρόμου σωφροσύνῃ συζῇν, ἵνα μὴ φανῆτε τῆς τιμῆς ἀνάξιοι, ἵνα μὴ τὰ μέλη τοῦ Χριστοῦ μέλη ποιήσητε πόρνης;
000-00-00 Serial Number=0663519681
De decem millium talentorum debitore Ante [Go Back]  
 [00037]  Καὶ γὰρ ἔγνων, ὡς τοσαύτη τοῦ πράγματος γίνεται σπουδὴ, ὡς καὶ ἐπὶ οἰκίας καὶ ἐπὶ τραπέζης ἀνδράσι πρὸς γυναῖκας, δούλοις πρὸς ἐλευθέρους ἅμιλλαν εἶναι περὶ τῆς ἐντολῆς ταύτης, καὶ ἐμακάρισα τοὺς οὕτως ἑστιωμένους.
000-00-00 Serial Number=0046836615
De diabolo tentatore Ante [Go Back]  
 [00174]  Εἰ γὰρ ὁ ∆εσπότης τοῖς δούλοις ἀπολογεῖται, καὶ ταῦτα ἠδικηκόσι, πολλῷ μᾶλλον ἡμᾶς ἀλλήλοις ἀπολογεῖσθαι χρὴ, κἂν τὰ μέγιστα ὦμεν ἠδικημένοι.
000-00-00 Serial Number=0502293527
De incomprehensibili dei natura Ante [Go Back]  
 [00754]  Ὅταν γὰρ μέλλῃ τινὰ παράδοξον ὄψιν δεικνύναι τοῖς ἑαυτοῦ δούλοις ὁ Θεός, ἔξω τῶν πόλεων αὐτοὺς ἐξάγει εἰς καθαρὸν θορύβων χωρίον, ὥστε μηδενὶ μήτε τῶν ὁρωμένων, μήτε τῶν ἀκουομένων ἐκκρούεσθαι τὴν ψυχήν, ἀλλ' ὅλην αὐτὴν ἀδείας ἀπολαύουσαν πρὸς τὴν τῶν ὁρωμένων ἀσχολεῖν θεωρίαν.
 [01409]  αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε.».
000-00-00 Serial Number=0257199645
De jejunio [2] Ante [Go Back]  
 [00340]  Ὅταν ἀγαπήσωμεν τὴν νηστείαν καὶ διατεθῶμεν καλῶς τὰ περὶ αὐτῆς, ὥσπερ ἑορτῆς χορεύοντες, καὶ τὴν ἐν ταῖς νηστείαις ἑστίασιν, παραθησόμεθα τὰ μυστήρια τῆς νηστείας, τιμῶν ἐς τὴν τοῦ Κυρίου τράπεζαν, τοῖς δούλοις τοῦ Κυρίου, τὴν δόξαν τὴν πρὸ αἰώνων, τὴν οἰκονομίαν αὐτοῦ τὴν ἐν ὑστέροις καιροῖς·
000-00-00 Serial Number=0816150725
De libello repudii Ante [Go Back]  
 [00116]  Εἰ γὰρ δούλοις πολλάκις τοῖς πρὸς ἀλλήλους στασιάζουσιν ὑπόθεσις τοῦτο γεγένηται, τὸ δεῖν λέγω τοὺς ἀμφοτέρους ἑνὶ καὶ τῷ αὐτῷ δουλεῦσαι δεσπότῃ, πολλῷ μᾶλλον ἐφ' ἡμῶν τοῦτο γίνεσθαι χρὴ, ὅταν καὶ δημιουργὸν καὶ δεσπότην τὸν αὐτὸν ἔχωμεν οἱ ἀμφότεροι.
000-00-00 Serial Number=0105789185
De mutatione nominum Ante [Go Back]  
 [01100]  πολλῷ μᾶλλον ὁ Θεὸς τοῖς ἑαυτοῦ δούλοις οὐχ ἁπλῶς, οὐδὲ ἄνευ λόγου τινὸς τὰς προσηγορίας ἐπέθηκεν, ἀλλὰ μετὰ πλείονος σοφίας.
000-00-00 Serial Number=0024898708
De patientia sermo 1 Ante [Go Back]  
 [00096]  θάνατος νηπίοις παράκλησις, θάνατος δούλοις ἄνεσις, κοπιώντων ἀνάψυξις, χρεωστούντων πλήρωσις·
000-00-00 Serial Number=0840995431
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00063]  Οὐ πρᾶγμα ποιήσει Κύριος, ἐὰν μὴ ἀποκαλύψῃ τοῖς δούλοις αὐτοῦ τοῖς προφήταις.
 [00806]  ὅτι οὐδὲ ἄρχοντα ἔχοντες ἐπιμελούμενον αὐτῶν βελτίους ἐγένοντο, ἐντυγχάνει τῷ προφήτῃ ὁ Θεὸς, ἐπεὶ καὶ ἡμεῖς δούλοις ἐντυγχάνομεν, ὅταν παρὰ τῶν ἐρωμένων καταφρονώμεθα.
000-00-00 Serial Number=0859929383
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00086]  Ἐπειδὴ γὰρ ἕνδεκα ὄντες μόνοι πρὸς τὴν οἰκουμένην παρετάττοντο, παλαιὰν ἀναμοχλεύοντες συνήθειαν, χρονίαν καταλύοντες πλάνην, πατέρων καὶ πάππων καὶ προγόνων ἀνατρέποντες νόμους, τὰ πάτρια τῶν πόλεων ἔθη διασαλεύοντες καὶ καθαιροῦντες, καὶ ἀπ' ἐναντίας πᾶσι φθεγγόμενοι, φιλοσόφοις, ῥήτορσιν, ἄρχουσι, δικασταῖς, τυράννοις, δήμοις, δούλοις, ἐλευθέροις, γηπόνοις, ναύταις, πόλεμος ἀνεῤῥιπίζετο χαλεπὸς, καὶ, ὅπερ ἔφθην εἰπὼν, ἅπαντα θορύβων ἦν μεστά·
000-00-00 Serial Number=0838955164
In Acta apostolorum Ante [Go Back]  
 [02055]  Ἐπεὶ καὶ πατέρες φορτικὰ ἐπιτάττουσι, καὶ δεσπόται πάλιν ὁμοίως δούλοις·
 [03622]  Καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας πάσης λαλεῖν τὸν λόγον σου.
 [03703]  Καὶ δὸς τοῖς δούλοις σου·
 [03708]  Καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας πάσης λαλεῖν τὸν λόγον σου.
 [05243]  Ἐντεῦθεν μανθάνομεν, ὡς φιλοσοφίαν ἐπεδείξαντο μεγάλην Καὶ γὰρ οὐχ ὡς δεσπόται δούλοις αὐτοῖς ἐχρῶντο, ἀλλ' ὡς ἐχθροὶ καὶ τύραννοι.
 [07783]  Οὐκ εἶπεν, Ἐνώπιον ἀνθρώπου, ἀλλὰ, Τοῦ Θεοῦ, δεικνὺς, ὅτι οὕτω δεῖ προσέχειν τοῖς τοῦ Θεοῦ δούλοις.
000-00-00 Serial Number=0481894910
In Eutropium Ante [Go Back]  
 [00114]  Ὁρᾷς ὡς οὐ μικρὸν κέρδος γέγονε καὶ πλουσίοις, καὶ πένησι, καὶ ταπεινοῖς, καὶ ὑψηλοῖς, καὶ δούλοις, καὶ ἐλευθέροις ἀπὸ τῆς ἐνταῦθα τούτου καταφυγῆς;
000-00-00 Serial Number=0750524402
In Genesim sermo 3 Ante [Go Back]  
 [00017]  Πάλιν οὖν ἐπὶ τῆς πρώτης τραπέζης ἐὰν οἴνου εἰς κόρον μεταλάβῃς, καὶ τῶν ποδῶν τὸ βάδισμα κωλύεις, καὶ τοῖς ὀφθαλμοῖς τὰ μὴ προσήκοντα θεωρεῖς, καὶ τῇ γλώσσῃ τὰ μὴ βουλόμενα λαλεῖς, καὶ συχνοὺς ἐρευγμοὺς ἐκ κατωτάτου στήθους ἀναφέρεις, καὶ τοῖς φίλοις καταγέλαστος δείκνυσαι, καὶ τοῖς δούλοις εὐκαταφρόνητος, ὡς ἐν οἴνῳ τὰς φρένας ἀπολέσας.
000-00-00 Serial Number=0539789736
In Genesim sermones Ante [Go Back]  
 [00361]  καὶ οὐκ ἀπεπήδησεν ὁ Ἀδὰμ, καθάπερ δεδοικὼς, ἀλλ' ὥσπερ δούλοις ὑποτεταγμένοις τὰ ὀνόματα ἐπέθηκεν ἅπασι.
000-00-00 Serial Number=0824032307
In Joannem Ante [Go Back]  
 [00709]  Ἀκίνδυνος δὲ τότε ἐστὶν, ὅταν ἡμῶν μὴ κρατῇ, μηδὲ περιγίνηται, μηδὲ ὡς δούλοις αὐτὴ ἐπιτάττῃ, ἀλλ' ὡς δεσπόταις καὶ ὡς ἐλευθέροις παραγίνηται.
000-00-00 Serial Number=0702688873
In Psalmos 101-107 Ante [Go Back]  
 [01063]  Μετέτρεψε τὴν καρδίαν αὐτῶν, τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ.
000-00-00 Serial Number=0810066342
In Psalmum 092 Ante [Go Back]  
 [00093]  οὐ παραιτοῦμαι τοῖς δούλοις ὑπηρε τῶν.
 [00104]  ἐξ ὧν καὶ ἐν τῷ παραναγνωσθέντι εὐαγ γελίῳ οὐ παρῃτήσατο ὑπηρετῆσαι τοῖς δούλοις, ἀνέκλινεν αὐτοὺς ἐπὶ χόρτου, καὶ λαβὼν τοὺς ἄρτους ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς προσφέρειν, τρέφων, πληθύνων, θαυματουργῶν, τὰ δέοντα χορηγῶν.
000-00-00 Serial Number=0445392430
In Psalmum 118 Ante [Go Back]  
 [00054]  δούλοις, δεσπόταις·
000-00-00 Serial Number=0104538679
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00151]  Ἀλλὰ τούτων οὕτως ἐχόντων, ἐπέστη τοῖς ἀσθενοῦσιν ὁ ἰατρὸς, τοῖς ἐν σκότει καθημένοις ὁ τῆς δικαιοσύνης ἥλιος ἐπεφάνη, τοῖς χειμαζομένοις ἡ ἄγκυρα καὶ ὁ ἀκύμαντος λιμὴν, τοῖς ἀδιάλλακτα μισουμένοις δούλοις ὁ πρέσβυς ἐτέχθη, καὶ τῆς εἰρήνης ὁ σύνδεσμος, τοῖς αἰχμαλώτοις ὁ λυτρωτὴς ἐπεδήμησε, τοῖς πολεμουμένοις ἡ κραταιὰ τῆς ἀνεκλαλήτου χαρᾶς καὶ ἀγάπης σκέπη.
000-00-00 Serial Number=0119226396
In annuntiationem deiparae Ante [Go Back]  
 [00028]  Ἐγὼ δὲ σήμερον ὑμῖν ὑπανοῖξαι βούλομαι τὰ προπύλαια τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἵνα κατοπτεύσητε, πῶς ὁ Θεὸς Λόγος ὁμοούσιος ὢν τῷ Πατρὶ, λαβὼν τὴν ἡμετέραν οὐσίαν, ὁμοούσιος γενέσθαι καὶ τοῖς δούλοις ἠθέλησε·
000-00-00 Serial Number=0036283851
In ascensionem Sermo 4 Ante [Go Back]  
 [00071]  νῦν δὲ θρόνος Χερουβικὸς, τουτέστιν, ἀόρατος δύναμις, τὴν νεφέλην καλυπτομένην ἀθρόον ἐπιστᾶσα, τὸν ∆εσπότην τοῖς δούλοις συνομιλοῦντα ἀφήρπασε.
000-00-00 Serial Number=0589249671
In drachmam et in illud Homo quidam habebat duos filios Ante [Go Back]  
 [00118]  φιλήματι λύει σου τὴν ἔχθραν, καὶ λέγει τοῖς ἑαυτοῦ δούλοις τοῖς ἱερεῦσι·
000-00-00 Serial Number=0455437660
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00602]  Ὁ δὲ ἀπὸ πολλοῦ τύφου οὐδὲ τοῦτο καταξιοῖ ποιεῖν, ἀλλ' οὕτως οἶδεν ἀνάξιον ὂν ἐλευθέρου τὸ ἔργον, ὅτι καίτοι σφόδρα τετυφωμένος οὐκ ἀνέχεται τοῦτο ποιεῖν, ἀλλὰ τοῖς δούλοις ἐπιτρέπει τοῖς ἀκολούθοις·
000-00-00 Serial Number=0969117343
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00700]  Ἐν οἰκίᾳ μὲν γὰρ ὁ δεσπότης δούλοις δικάζει καθ' ἑκάστην ἡμέραν, καὶ τῶν ἁμαρτημάτων αὐτοὺς ἀπαιτεῖ εὐθύνας, καὶ τὰ μὲν κολάζει, τὰ δὲ ἀφίησιν.
000-00-00 Serial Number=0028847337
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08239]  καὶ τοῖς δούλοις ὅταν εἴπωμεν, ὅτι γέγραπται ὑπακούειν τοῖς κυρίοις, καὶ μὴ κατ' ὀφθαλμοδουλείαν δουλεύειν, καὶ αὐτοὶ πάλιν τὰ ἑξῆς ἡμᾶς ἀπαιτοῦσι, κελεύοντες καὶ τοῖς δεσπόταις τὰ αὐτὰ παραινεῖν.
000-00-00 Serial Number=0234850228
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03774]  Καὶ γὰρ ὁρῶμεν αὐτὸν πανταχοῦ τοῖς δούλοις μᾶλλον, ἢ τοῖς δεσπόταις ἐπιτάττοντα, καὶ τρόπους ὑποταγῆς ὑποδεικνύντα, καὶ πολὺν αὐτῶν ποιούμενον λόγον.
 [03780]  Ὅτι μείζονα παρὰ τῶν [62.589] δεσποτῶν εἰσφέρεται τοῖς δούλοις, ἢ παρὰ τῶν οἰκετῶν τοῖς δεσπόταις.
 [03785]  Εἰ δὲ τοῖς δούλοις οὕτως ἐπέταττε τοσαύτῃ κεχρῆσθαι τῇ ὑπακοῇ, ἐννοήσατε πῶς ἡμᾶς πρὸς τὸν ∆εσπότην διακεῖσθαι χρὴ, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παραγαγόντα, τὸν τρέφοντα, τὸν ἐνδιδύσκοντα.
000-00-00 Serial Number=0898762941
In epistulam ad Colossenses Ante [Go Back]  
 [03082]  Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχετε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς.
 [03200]  Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε.
000-00-00 Serial Number=0748760641
In epistulam ad Ephesios Ante [Go Back]  
 [02430]  τοῖς γὰρ τοῦ Θεοῦ δούλοις πάντα δυνατά.
 [03439]  τί τοῖς δούλοις ἐπιτάττεις, αὐτὸς δὲ οὐ καταξιοῖς;
000-00-00 Serial Number=0611060023
In epistulam ad Philippenses Ante [Go Back]  
 [00420]  τοῖς γὰρ γνησίοις αὐτοῦ δούλοις σπλάγχνα χαρίζεται.
 [04274]  Οὐκ ἐπιτρέπει τοῦτο ἀγγέλοις, οὐδὲ δούλοις, ἀλλ' αὐτὸς ἐπὶ τῶν νεφελῶν ἔρχεται καλέσων ἡμᾶς εἰς τὰ βασίλεια αὐτοῦ.
000-00-00 Serial Number=0974784434
In epistulam ad Romanos Ante [Go Back]  
 [00319]  Εἰ δὲ ἐν τοῖς ἀναγκαιοτέροις καὶ πνευματικοῖς κοινὰ δούλοις καὶ ἐλευθέροις ἅπαντα πρόκειται, οἷον ἡ ἀγάπη ἡ παρὰ τοῦ Θεοῦ, ἡ κλῆσις, τὸ Εὐαγγέλιον, ἡ υἱοθεσία, ἡ χάρις, ἡ εἰρήνη, ὁ ἁγιασμὸς, τὰ ἄλλα πάντα, πῶς ἐσχάτης ἀνοίας οὐκ ἂν εἴη, οὓς ὁ Θεὸς συνῆψε καὶ ὁμοτίμους ἐποίησεν ἐν τοῖς μείζοσι, τούτους διαιρεῖν ἀπὸ τῶν ἐν τῇ γῇ πραγμάτων;
000-00-00 Serial Number=0469243526
In epistulam ad Titum Ante [Go Back]  
 [00500]  Οὐ γὰρ ἐπιτάττομεν τοιαῦτα τοῖς δούλοις τοῖς ἡμετέροις, οἷα ἐκείνη τοῖς ὑπ' αὐτῆς ἁλοῦσιν·
 [00968]  Εἰ δὲ ἐν δούλοις τοσαύτην ἔχει τὸ πρᾶγμα τὴν ἰσχὺν, πόσῳ μᾶλλον ἐν ἐλεύθεροις;
000-00-00 Serial Number=0916469276
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00413]  καὶ τὸ ἔγκλημα οὐχὶ τῶν πατέρων ἐστὶν, ἀλλὰ τῶν τοὺς πατέρας παρασκευασάντων παίδων, ὡς δούλοις κεχρῆσθαι τοῖς ἐλευθέροις.
000-00-00 Serial Number=0720482945
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00138]  Ἔδωκαν δούλοις ἐλευθερίαν, ἵνα λάβωσιν αὐτοὶ τῆς τιμωρίας ἐλευθερίαν.
000-00-00 Serial Number=0058869183
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00009]  ∆εῦρο οὖν θεωρήσωμεν τὸν ∆εσπότην Χριστὸν πᾶσαν ἀπόλαυσιν τοῖς ἑαυτοῦ χαριζόμενον δούλοις·
000-00-00 Serial Number=0229928732
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00169]  Ὁρᾷς ὅτι διὰ τοῦτο συγχωρεῖ ὁ Θεὸς τοὺς ἀγγέλους τοῦ Σατανᾶ τοῖς αὐτοῦ δούλοις ἐπικεῖσθαι, καὶ μυρία παρέχειν πράγματα, ἵνα ἡ δύναμις αὐτοῦ διαφαίνη ται;
000-00-00 Serial Number=0845595300
In venerandum crucem Ante [Go Back]  
 [00119]  Εἰ δὲ καὶ ἀγγέλων ἐστί τις τροφὴ, ἄρτος ἐστὶν (ὥς φησιν ὁ Προφήτης, Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος), οὐ κρέα, οὐκ οἶνος, οὐχ ὅσα τοῖς δούλοις τῆς γαστρὸς διεσπούδασται.
000-00-00 Serial Number=0549559951
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00728]  Ἰδοὺ καὶ τοῖς δούλοις αὐτοῦ τοῦτο ἐχαρίσατο.
000-00-00 Serial Number=0972272933
Interpretatio orationis Pater noster Ante [Go Back]  
 [00036]  Καὶ ἄφες ἡμῖν τὰ χρέη ἡμῶν, τουτέστι, τὰς ἁμαρτίας ἡμῶν καὶ τὰ πταίσματα, ὡς καὶ ἡμεῖς ἀφίεμεν πᾶσι τοῖς πταίουσι καὶ ἁμαρτάνουσιν εἰς ἡμᾶς ἀδελφοῖς ἡμῶν, ἐλευθέροις τε καὶ δούλοις, καὶ πᾶσι τοῖς ὑποχειρίοις ἡμῶν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»