Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δοκοῦν [133]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δοκοῦν


000-00-00 Serial Number=0281154275
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01092]  Πρῶτον μὲν γὰρ ἀπὸ τῶν ἀλλοφύλων ὁ πρεσβύτερος γυναῖκα λαβὼν παρὰ τὸ τῷ πατρὶ δοκοῦν, τούτῳ γε αὐτῷ σφόδρα αὐτὸν ἠνίασε, καὶ τῷ μάχην καὶ πόλεμον εἰς τὴν οἰκίαν εἰσαγαγεῖν.
 [01491]  Καὶ γὰρ ὅτε τὴν θυσίαν ἀνήνεγκε παρὰ τὸ τῷ Θεῷ δοκοῦν, καὶ ὅτε τοὺς Ἀμαληκίτας κρατήσας ἐφείσατο τοῦ βασιλέως αὐτῶν, καὶ τοῦτο παρὰ τὸ κελευσθὲν, οὕτως ἐπλήγη τὴν ψυχὴν, ὡς μηκέτι τὸν ἄνδρα ἰδεῖν, ἀλλ' ἐξ ἐκείνου μέχρι τῆς ἐσχάτης ἡμέρας πενθεῖν καὶ δακρύειν αὐτὸν, ὅτε καὶ ἐπετιμήθη διὰ τὸ τῆς ἀθυμίας σφοδρόν.
000-00-00 Serial Number=0074609101
Ad populum Antiochenum Ante [Go Back]  
 [00073]  πῶς τὸ δοκοῦν μικρὸν εἶναι, μυρίων γέμει ζητημάτων;
 [01646]  Καὶ γὰρ ταύτας ὑμῖν παρατίθημι τὰς ἱστορίας, οὐχ ἵνα ἐπαινῆτε τὰ λεγόμενα, ἀλλ' ἵνα μιμήσησθε τὴν ἀρετὴν καὶ τὴν ὑπομονὴν τῶν γενναίων ἐκείνων ἀνδρῶν, ἵνα διὰ τῶν ἔργων αὐτῶν μάθητε, ὅτι οὐδὲν δεινὸν τῶν ἀνθρωπίνων δεινῶν, ἀλλ' ἢ ἁμαρτία μόνον, οὐ πενία, οὐ νόσος, οὐχ ὕβρις, οὐκ ἐπήρεια, οὐκ ἀτιμία, οὐ τὸ πάντων δοκοῦν ἔσχατον εἶναι τῶν κακῶν ὁ θάνατος.
 [02669]  Ἰδοὺ γοῦν χρυσίον ἐκελεύσθησαν εἰσενεγκεῖν οἱ τὴν πόλιν οἰκοῦντες δοκοῦν τὴν τῶν πολλῶν ὑπερβαίνειν δύναμιν, καὶ, τὸ πλέον εἰσενήνεκται, καὶ τῶν ἀπαιτούντων ἔστιν ἀκοῦσαι λεγόντων·
 [04577]  ἀλλὰ πολλαχοῦ ταῖς ἐκείνων δουλεύομεν γνώμαις, κἂν ποιήσωμέν τι παρὰ τὸ δοκοῦν ἐκείνοις, ἄκυρον καὶ ἄχρηστον γίνεται.
 [05657]  σὸν μὲν ἐγκώμιον, ὅτι καὶ ὁρῶν τοιοῦτον γινόμενον, διὰ τὸ τῷ Θεῷ δοκοῦν οὐκ ἀπέστης θεραπεύων αὐτόν·
 [05711]  μανθανέτω ὁ ἐχθρὸς, ὅτι πολλὴν ἐποιησάμεθα σπουδὴν, διὰ τὸ τῷ Θεῷ δοκοῦν·
000-00-00 Serial Number=0589447260
Ad viduam juniorem Ante [Go Back]  
 [00084]  Εἰ μὲν γὰρ τῶν αἰσχρῶς βεβιωκότων καὶ παρὰ τὸ τῷ θεῷ δοκοῦν ὁ μακάριος ἐκεῖνος ἦν, ἔδει κόπτεσθαι καὶ θρηνεῖν, οὐκ ἀπελθόντα μόνον, ἀλλὰ καὶ ζῶντα ἐκεῖνον·
000-00-00 Serial Number=0046824872
Adversus Judaeos Ante [Go Back]  
 [00912]  τὸ δὲ παρὰ γνώμην καὶ μὴ δοκοῦν ἐκείνῳ, κἂν ἄριστον εἶναι νομίζηται, πάντων ἐστὶ φαυλότατον καὶ παρανομώτατον.
 [00914]  κἂν φείσηταί τις καὶ φιλανθρωπεύσηται παρὰ τὸ δοκοῦν ἐκείνῳ, φόνου παντὸς ἀνοσιωτέρα γένοιτ' ἂν ἡ φειδώ.
 [00918]  βασιλέα τινά ποτε τῶν Σύρων λαβὼν ὁ Ἀχαὰβ, παρὰ τὸ τῷ Θεῷ δοκοῦν αὐτὸν ἔσωσε, καὶ προσεδρίας ἀπολαῦσαι ἐποίησε, καὶ μετὰ πολλῆς ἀπέπεμψε τῆς τιμῆς.
 [00969]  κἂν εὕρῃς τι κατὰ τὸ δοκοῦν ἐκείνῳ γινόμενον, ἐκεῖνο ἀποδέχου μόνον.
 [01994]  Εἰ δὲ ἀνθρώποις ταῦτα λογίζῃ, σκόπησον πάλιν ἐκεῖνο, ὅτι καὶ ἄνθρωποι, εἰ μὴ τῷ Θεῷ δοκοῦν ἦν τοῦτο, εἰ καὶ ἐτόλμων, οὐκ ἂν ἴσχυσαν εἰς πέρας αὐτὰ ἀγαγεῖν.
000-00-00 Serial Number=0606515765
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00762]  φέρε δὴ λοιπὸν καὶ τὸν πιστὸν πατέρα διδάξωμεν, ὅτι τοῖς ἐνάγουσιν αὐτοῦ τὸν υἱὸν πρὸς τὸ τῷ Θεῷ δοκοῦν πολεμεῖν οὐ χρή.
 [01554]  ἂν δὲ εἰς δόξαν τὴν ἀληθῆ καὶ ὠφέλειαν καὶ τὸ τῷ Θεῷ δοκοῦν μετὰ πολλῆς αὐτὰ δαπανᾷ τῆς συνέσεως, οὐκέτι;
000-00-00 Serial Number=0319471896
Catechesis de juramento Ante [Go Back]  
 [00198]  τὸ μὲν γὰρ μέγα νόσημα καὶ ἐπιμελείας τυγχάνον σβέννυται, τὸ δὲ μικρὸν εἶναι δοκοῦν, δι' αὐτὸ τοῦτο καταφρονούμενον, μέγα γίνεται.
000-00-00 Serial Number=0442017078
Commentarius in Job Ante [Go Back]  
 [01424]  εἶτα, ἐπειδὴ ὁ λόγος εὐχείρωτος ἦν, ἐπάγει τὸ δεύτερον δοκοῦν ἀναμφισβήτητον εἶναι·
000-00-00 Serial Number=0977640808
Comparatio regis et monachi Ante [Go Back]  
 [00097]  πρόσκαιρος γὰρ ὁ πλοῦτος, καὶ τὸ δοκοῦν εἶναι καλὸν τῷ βίῳ τούτῳ συνδιαφθείρεται·
000-00-00 Serial Number=0598491788
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00430]  Τῶν γὰρ τὴν μεγίστην ἄθλησιν ἀθλησάντων ἐκείνην, καὶ τὰς καρτερικὰς ἐνεγκόντων ὀδύνας, οὐκ ἐλάττονα τίθεμαι ἄνθρωπον τὸν ἐπιθυμίᾳ κατεχόμενον παλαιᾷ, καὶ ἐν ἡδίστῃ τινὶ καὶ ἀρχαίᾳ προκατειλημμένον συνηθείᾳ, εἶτα διὰ τὸν τοῦ Θεοῦ φόβον διακόπτοντα τὰ δεσμὰ, καὶ πρὸς τὸ τῷ Θεῷ δοκοῦν ἀνατρέχοντα.
 [00434]  Εἰ γὰρ ὁ ἕνα ἐξαγαγὼν τίμιον ἐξ ἀναξίου ὡς στόμα τοῦ Θεοῦ ἔσται, ὁ καὶ ἑαυτὸν ἐλευθερώσας καὶ μυρίους ἑτέρους ἀπαλλάξας κατηγορίας, ἐννόησον ὅσον λήψεται τὸν μισθὸν, καὶ τῇ τῶν ἐπάθλων ἐλπίδι κουφιζόμενος καταφρόνησον συνηθείας πονηρᾶς, ἵνα κατὰ τὸ τῷ Θεῷ δοκοῦν τὸν παρόντα διαδραμὼν βίον καὶ μετὰ καθαροῦ συνειδότος αὐτὴν ἴδῃς ἐκεῖ, καὶ τῆς ἁγιωτάτης αὐτῆς ἀπολαύσῃς ὁμιλίας.
000-00-00 Serial Number=0240272343
Contra theatra Ante [Go Back]  
 [00234]  πάντως γοῦν ἀκόλουθον πεισθεῖσαν αὐτὴν προπέμψαι τὸν υἱὸν ἐπὶ τὴν θυσίαν ὁδεύοντα, στέγειν μὲν ἴσως τὸν πόνον βιαζομένην διὰ τὸ δοκοῦν τῷ Θεῷ, ὑπὸ δὲ τῆς φύσεως αὐτῆς πρὸς θρήνους ἀβουλήτως ἐξαγομένην.
000-00-00 Serial Number=0239430189
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00238]  Ὅταν γὰρ ὁ κρατῶν κατὰ τὸ δοκοῦν αὐστηρότερον εἶναι τῆς φιλοσοφίας μέρος καὶ παρρησίας καὶ ἐγκρατείας ἕνεκεν οὕτως αἰσχρὸς καὶ ἄτοπος καὶ περιττὸς ἀποφαίνηται καὶ γὰρ καὶ τὸ ἀνθρώπων ἀπογεύεσθαι ἔλεγεν ἀδιάφορον εἶναι τίς ἡμῖν πρὸς τοὺς ἄλλους λόγος ἔσται λοιπὸν τοῦ κατὰ τὴν κορυφὴν τοῦ ἐπιτηδεύματος ὑπὲρ τοὺς ἄλλους λάμψαντος οὕτω καταγελάστου καὶ μειρακιώδους καὶ ἀνοήτου δειχθέντος ἅπασι;
000-00-00 Serial Number=0155958116
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00165]  καὶ δείκνυσιν, ὅτι ἅπερ οὔτε ἡ ἔσωθεν σοφία εὗρεν ἢ ἡ ἔξωθεν, οὔτε παρὰ τῆς κτίσεως ἔμαθον πολλοὶ τῶν ἀνθρώπων, οὔτε παρὰ τῆς παλαιᾶς ἐκέρδαναν, ταῦτα τὸ δοκοῦν εἶναι τοῦτο μωρὸν καὶ ἀσθενὲς ἴσχυσε, τὸ δοκοῦν, οὐ τὸ ὄν.
000-00-00 Serial Number=0601869941
De Lazaro Ante [Go Back]  
 [00863]  Τὸ γὰρ πάντων τούτων εὐτελέστατον εἶναι πολλάκις δοκοῦν, μύρων ὀσμὴ προσπεσοῦσά ποθεν παρὰ γυναικῶν ἑταιριζομένων ἐν τῇ παρόδῳ, λαβοῦσα ἀπῆλθεν αἰχμάλωτον ἀπὸ ψιλῆς τῆς συντυχίας.
000-00-00 Serial Number=0865147650
De beato Abraham Ante [Go Back]  
 [00211]  Ὡς γὰρ ἔλεγον, ὅταν μέλλῃ ὁ Θεὸς διοικεῖν τι πρᾶγμα ἄπιστον δοκοῦν εἶναι τοῖς ἀνθρώποις, προλαμβάνει τὸν τύπον καὶ τὴν σκιὰν, ἵνα μὴ αἰφνίδιον ἐλθοῦσα ἡ ἀλήθεια εἰς ἀπιστίαν αὐτοὺς ἐμβάλῃ.
000-00-00 Serial Number=0709774971
De diabolo tentatore Ante [Go Back]  
 [00895]  Καὶ, εἰ βούλει, τὸ πάντων ἀφορητότερον εἶναι δοκοῦν, πρῶτον εἰς μέσον ἀγάγωμεν, τὴν πενίαν λέγω, καὶ τὴν ἐκ ταύτης ὀδύνην·
000-00-00 Serial Number=0960011661
De gloria in tribulationibus Ante [Go Back]  
 [00187]  Ταῦτ' οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, φέρωμεν γενναίως τὰ προσπίπτοντα λυπηρὰ, διά τε τὸ τῷ Θεῷ δοκοῦν, καὶ ἐπὶ τῷ ἡμετέρῳ συμφέροντι, καὶ μὴ ἀλύωμεν, μήτε ἀναπίπτωμεν τῇ τῶν πειρασμῶν ἐπαγωγῇ, ἀλλὰ καὶ μετὰ ἀνδρείας ἁπάσης ἱστάμενοι, εὐχαριστῶμεν τῷ Θεῷ διηνεκῶς ὑπὲρ πασῶν τῶν εἰς ἡμᾶς τελουμένων εὐεργεσιῶν, ἵνα καὶ τῶν παρόντων ἀπολαύσωμεν ἀγαθῶν, καὶ τῶν μελλουσῶν ἐπιτύχωμεν δωρεῶν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ καὶ
000-00-00 Serial Number=0794445634
De sacerdotio Ante [Go Back]  
 [00023]  «Ἐγώ, παιδίον, φησί, τῆς ἀρετῆς τοῦ πατρὸς τοῦ σοῦ οὐκ ἀφείθην ἀπολαῦσαι ἐπὶ πολύ, τῷ Θεῷ τοῦτο δοκοῦν·
 [01010]  Ἰουδαῖοι δὲ αὐτὸν οὕτω τιμῶσιν ὡς καὶ τοῦ καιροῦ κωλύοντος φιλονεικεῖν ἅπαντα φυλάττειν, παρὰ τὸ τῷ Θεῷ δοκοῦν.
000-00-00 Serial Number=0723211586
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00146]  Ἀλλ' ὅπερ ἔλεγον, παραγραφόμενοι τὰς Γραφὰς, τὰ μὲν ἄλλα παρατρέχουσι, ζητοῦσι δὲ, εἴ που εὕροιεν λῆμμα δοκοῦν τι συντρέχειν αὐτῶν τῷ νοσήματι.
000-00-00 Serial Number=0078210115
De siccitate Ante [Go Back]  
 [00052]  Οὕτω ποτὲ τοῦ παιδὸς Σαοὺλ ἁμαρτήσαντος, ἅπαν τὸ στρατόπεδον ἐμαστίζετο, καὶ τοῦ ∆αυῒδ παρὰ τὸ δοκοῦν τῷ Θεῷ τὸν λαὸν ἀριθμήσαντος, κοινῶς ὄλεθρος ἐπεισέφρησε.
000-00-00 Serial Number=0276825368
De virginitate Ante [Go Back]  
 [00245]  Ὥσπερ οὖν τὸ «Ὁ κύριος, οὐκ ἐγώ» οὐκ ἔστιν ἐναντιουμένου τῷ προστάγματι τοῦ Χριστοῦ, οὕτως τὸ «Ἐγώ, οὐχ ὁ κύριος» οὐκ ἴδιόν τι παρὰ τὸ τῷ Θεῷ δοκοῦν λέγοντος ἀλλὰ τοῦτο μόνον δεικνύντος δι' αὐτοῦ νῦν διδομένην τὴν ἐντολήν.
 [01341]  Ἀλλά, εἰ βούλει, τὰ δυσχερῆ τέως ἀφέντες τὸ δοκοῦν εἶναι ἐν αὐτῷ μακαριστὸν καὶ οὗ πολλοὶ πολλάκις, μᾶλλον δὲ πάντες εὔχονται ἐπιτυχεῖν, τοῦτο ἀγαγόντες εἰς μέσον ἐξετάσωμεν νῦν.
 [01470]  Εἰ δέ τινες εἶεν αἱ τούτων μετέχουσαι, σφόδρα μὲν ὀλίγαι καὶ εὐαρίθμητοι καὶ αὗται δὲ παρὰ τὸ τῷ θεῷ δοκοῦν·
 [01789]  Καὶ τοῦτο δὲ αὐτὸ τὸ δοκοῦν ἐλάττωμα εἶναι μέγα εἰς ἐγκωμίου λόγον ἐστί.
000-00-00 Serial Number=0827647090
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01367]  ὁ δὲ συνεχῶς λέγων, καὶ μὴ ἀκουόμενος, εἶτα οὐ παυόμενος τοῦ λέγειν, πλείονος ἂν εἴη τιμῆς ἄξιος, διὰ τὸ τῷ Θεῷ δοκοῦν καὶ μηδενὸς προσέχοντος, τὸ αὐτοῦ πληρῶν πᾶν.
 [02163]  ∆ιὰ τοῦτο τὸ δυσκολώτερον ἡμῖν εἶναι δοκοῦν ἐποίησε πρότερον, ἵνα ἐκ τούτο
 [03507]  καὶ γὰρ ἐκεῖνο δοκοῦν οἰδεῖν μετὰ τὸν ἐμπρησμὸν, καὶ διανεστηκέναι, μικρὰν χειρὸς ἁφὴν ἂν ὑπομένῃ, κατηνέχθη τε ἅπαν καὶ τέφρας ἁπάσης εὐτελέστερον ἐφάνη.
 [04627]  Ἀλλ' ὅμως πάντα αὐτοῦ κινήσας τὰ μηχανήματα, καὶ πένητα ἀντὶ πλουτοῦντος ποιήσας, τοῦτο δὴ τὸ πᾶσιν ἡμῖν φρικωδέστατον εἶναι δοκοῦν, καὶ ἀντὶ πολύπαιδος ἄπαιδα, καὶ καταξάνας αὐτοῦ τὸ σῶμα ἅπαν τῶν ἐν δικαστηρίοις δημίων χαλεπώτερον (οὐ γὰρ οὕτω διορύττουσιν οἱ ἐκείνων ὄνυχες τὰς πλευρὰς τῶν ἐμπιπτόντων αὐτοῖς, ὡς κατέξαναν αὐτοῦ τὸ σῶμα τῶν σκωλήκων τὰ στόματα), καὶ οὐχὶ τῆς πόλεως ἐκβαλὼν μόνον, οὐδὲ τῆς οἰκίας, καὶ εἰς ἄλλην μεταστήσας πόλιν, ἀλλὰ τὴν κοπρίαν αὐτῷ καὶ οἰκίαν καὶ πόλιν καταστήσας, οὐ μόνον οὐδὲν αὐτὸν ἐλυμήνατο, ἀλλὰ καὶ λαμπρότερον δι' ὧν ἐπεβούλευσεν ἀπέφηνε.
 [06213]  ἢ ὅταν ἐλεῇ μὲν μετὰ πάσης ἀκριβείας, καὶ πρὸς τὸ τῷ Θεῷ δοκοῦν, ἐπερείδεται δὲ αὐτῷ τούτῳ καὶ μέγα φρονῇ;
 [09999]  Πάντα τοίνυν ποιῶμεν κατὰ τὸ Θεῷ δοκοῦν, ἵνα εἰς δόξαν Θεοῦ ζήσωμεν, καὶ καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0922679484
Epistula ad Cyriacum Ante [Go Back]  
 [00557]  Εἴπω δὴ μετὰ τοῦτο καὶ ἕτερον, παράδοξον μὲν εἶναι δοκοῦν, ἀληθὲς δέ.
000-00-00 Serial Number=0832589626
Epistulae Ante [Go Back]  
 [03599]  Ταῦτ' οὖν καὶ αὐτὴ λογιζομένη, μηδὲν καταμαλακισθῇς πρὸς τοὺς τῆς ὑπομονῆς ἱδρῶτας, ἀλλὰ τῶν τε ἄλλων σου παιδίων ἐπιμελοῦ πλείων γάρ σοι νῦν ὁ μισθὸς, καὶ τὴν καλὴν Ἐπιφάνιον κατὰ τῷ Θεῷ δοκοῦν ἀνατρέφειν σπούδαζε.
000-00-00 Serial Number=0205337226
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00904]  Εἴπω τι μετὰ τοῦτο καὶ ἕτερον παράδοξον μὲν εἶναι δοκοῦν, ἀληθὲς δέ·
000-00-00 Serial Number=0717160344
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04723]  Ἀνέστησα σύντριμμα Ὥσπερ ἂν εἴ τις δεσπότης δημίῳ τινὰ ἡμαρτηκότα παραδοὺς τῶν οἰκείων, ἐκείνου πέρα τοῦ μέτρου μαστίξαντος τὸν παραδεδομένον, καὶ παρὰ τὸ τῷ δεσπότῃ δοκοῦν, ἔλθων οὗτος ὁ παραδοὺς, σχεδὸν καὶ ἀπολογεῖται πρὸς τὸν μεμαστιγωμένον, δεικνὺς ὅτι οὐ κατὰ τὴν αὐτοῦ γέγονε τοῦτο ἐπιτροπὴν, καὶ καταμανθάνων αὐτοῦ τὰ τραύματα ἀκριβῶς, καὶ ἐπαγγελλόμενος μυρίαν ἐκείνῳ τιμωρίαν.
000-00-00 Serial Number=0478993237
Fragmenta in Job Ante [Go Back]  
 [00369]  Ἀλλ' ὅμως πάντα αὐτοῦ νικήσας τὰ μηχανήματα, καὶ πένητα ἀντὶ πλουτοῦντος ποιήσας, τοῦτο δὴ τὸ πᾶσιν ἡμῖν φρικωδέστατον εἶναι δοκοῦν, ἀντὶ πολύπαιδος ἄπαιδα, καὶ καταξάνας αὐτοῦ τὸ σῶμα ἅπαν, τῶν ἐν δικαστηρίοις δημίων χαλεπώτερον (οὐ γὰρ οὕτω διορύττουσιν οἱ ἐκείνων ὄνυχες τὰς πλευρὰς τῶν ἐμπιπτόντων, ὡς κατέξαναν αὐτοῦ τὴν σάρκα τῶν σκωλήκων τὰ στόματα), καὶ περιθεὶς αὐτῷ πονηρὰν δόξαν (οἱ γὰρ φίλοι αὐτῷ παρόντες ἔλεγον, Οὐκ ἄξια ὧν ἥμαρτες μεμαστίγωσαι, καὶ πολλοὺς ἀπέτεινον κατ' αὐτοῦ κατηγορίας λόγους)·
 [00460]  ∆ιὰ δὴ τοῦτο οὐκ ἔχων οὐδεμίαν αἰτίαν ἐπιθεῖναι τῇ συμφορᾷ, ἐπὶ τὸ ἀκατάληπτον τῆς τοῦ Θεοῦ οἰκονομίας καταφεύγει, καὶ ἐπὶ τὸ δοκοῦν αὐτῷ ἀναφέρων τὰ γενόμενα, ἔλεγεν·
 [00650]  Οὐ πενία, οὐ νόσος, οὐχ ὕβρις, οὐκ ἐπήρεια, οὐκ ἀτιμία, οὐ τὸ πάντων δοκοῦν ἔσχατον εἶναι τῶν κακῶν, ὁ θάνατος·
 [01624]  κρα [64.625] τείτω δὲ ὅμως τὸ τῷ Θεῷ δοκοῦν, καὶ μηδεὶς τοῖς αὐτοῦ κρίμασιν ἀντιπιπτέτω.
000-00-00 Serial Number=0739087820
Fragmenta in Proverbia Ante [Go Back]  
 [00510]  καίπερ δὲ δοκοῦν ἡδὺ, οὐχ ἡδύ ἐστι·
000-00-00 Serial Number=0009524286
In Acta apostolorum Ante [Go Back]  
 [02945]  Οὐ μὴν ἐπειδὴ κατὰ ἄγνοιαν γέγονε, παρὰ τὸ τῷ Θεῷ δοκοῦν γέγονεν.
 [03549]  Οὐ κωλύω τὸν Θεὸν ἔχειν διαπαντὸς ἐν διανοίᾳ (τοῦτο γὰρ καὶ εὔχομαι καὶ βούλομαι), ἀλλὰ μὴ παρὰ τὸ δοκοῦν αὐτῷ, ἀλλ' αἰνοῦντα, ἀλλὰ τιμῶντα.
 [04623]  ἀπὸ τῆς τῶν πολλῶν μαρτυρίας τὸ δοκοῦν μᾶλλον ἱστῶσιν.
 [09999]  Οὐκοῦν καὶ ἡμεῖς πειθώμεθα τοῖς τοῦ Θεοῦ νόμοις, καὶ πάντα πράττωμεν κατὰ τὸ αὐτῷ δοκοῦν, καὶ κατὰ τὴν αὐτοῦ βούλησιν πολιτευσώμεθα, ὡς ἔτι ἐσμὲν ἐν τῷ παρόντι βίῳ, ἵνα μετὰ ἀρετῆς τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν διανύσαντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν δυνησώμεθα, καὶ σὺν τοῖς εὐαρεστήσασιν αὐτῷ τιμῆς ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, καὶ τοῦ παναγίου καὶ ζωοποιοῦ Πνεύματος, τῆς μιᾶς καὶ ἀληθοῦς θεότητος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [09999]  Εἰ γὰρ τὸ τῷ Θεῷ δοκοῦν ζητεῖς καὶ τὸ κοινῇ συμφέρον, ἑτέρα μείζων ἐστὶν ὁδός.
 [09999]  Ναὶ παρακαλῶ, κυρώσωμεν τοῦτον τὸν νόμον, ἵνα πάντα κατὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες, τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Μονογενοῦς αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [09999]  ἀλλ' ἐκεῖνος μὲν οἶδεν ὅτι, ἂν ἀκαίρως καὶ παρὰ τὸ τῷ δεσπότῃ δοκοῦν τῆς τροφῆς ἀπογεύσηται, κἀκείνης ἀποστερηθήσεται, καὶ οὐδὲ τὴν ὡρισμένην ἕξει, πληγὰς λαβὼν ἀντὶ τῆς τροφῆς·
 [09999]  οὐδὲν γὰρ εἰργάζοντο ἐναντίον, ἀλλὰ καὶ σφόδρα δοκοῦν πρᾶγμα Θεῷ.
000-00-00 Serial Number=0983554244
In Joannem Ante [Go Back]  
 [00697]  Καὶ τοῦτο πολλαχόθεν ἴδοι τις ἂν, ὅτι τὸ μὲν δόξης ἐρᾷν, ἀδοξία, δόξα δὲ ὄντως, τὸ ταύτης ὑπερορᾷν, καὶ μηδένα αὐτῆς ποιεῖσθαι λόγον, ἀλλὰ πρὸς [59.46] τὸ τῷ Θεῷ δοκοῦν ἅπαντα καὶ λέγειν καὶ ποιεῖν.
 [00896]  ∆ιὸ ῥυθμίσωμεν αὐτὴν πρὸς τὸ τῷ Θεῷ δοκοῦν, αἰσχρότητος ἁπάσης, ἀδικίας, πλεονεξίας πόῤῥω καθιστῶντες ἑαυτοὺς, ὡς ξένοι καὶ παρεπίδημοι, καὶ τῶν ἐνταῦθα ἀλλότριοι.
 [01809]  τί δὲ αὐτῶν ἐναντίον εἶναι δοκοῦν, οὐκ ὂν δέ·
 [03783]  Ἐπεὶ ὅτι σφόδρα αὐτὴν ἐτίμα, καὶ χωρὶς τῶν ἄλλων αὐτὸ τοῦτο τὸ δοκοῦν ἐπιτιμητικῶς εἰρῆσθαι, μάλιστα ἱκανὸν ἐμφῆναι.
 [03818]  Ἐπεὶ ὅτι σφόδρα αὐτὴν ἐτίμα, καὶ χωρὶς τῶν ἄλλων αὐτὸ τοῦτο τὸ δοκοῦν ἐπιτιμητικῶς εἰρῆσθαι, μάλιστα ἱκανὸν ἐμφῆναι.
 [04364]  Ὁρᾶτε πῶς, ὅταν τοῖς οἰκείοις λογισμοῖς ἐπιτρέψῃ τις τὰ πνευματικὰ, καὶ καταγέλαστα φθέγγεται, καὶ ληρεῖν δοκεῖ καὶ μεθύειν, ὅταν περιεργάζηται παρὰ τὸ τῷ Θεῷ δοκοῦν τὰ εἰρημένα, καὶ μὴ δέχηται τὴν τῆς πίστεως συγκατάθεσιν;
 [04822]  Εἶδες πῶς καὶ τὸ σφόδρα δοκοῦν ὑψηλὸν εἶναι, σφόδρα ἀνάξιον αὐτοῦ τῆς μεγαλωσύνης ἐστίν;
 [05504]  ὁ δὲ συνεχῶς λέγων, καὶ μὴ ἀκουόμενος, εἶτα οὐ παυόμενος τοῦ λέγειν, πλείονος ἂν εἴη τιμῆς ἄξιος, διὰ τὸ τῷ Θεῷ δοκοῦν, καὶ μηδενὸς προσέχοντος, τὸ αὐτοῦ πᾶν πληρῶν.
000-00-00 Serial Number=0892946303
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00133]  Μετὰ πολλῆς τοίνυν τῆς πίστεως, μετὰ πολλῆς τῆς προθυμίας ἐκεῖ [50.577] βαδίζωμεν, ἵνα καὶ ἀπὸ τῆς ὄψεως τῶν ἁγίων τούτων μνημάτων, καὶ ἀπὸ τῆς ἐννοίας τῶν ἄθλων, καὶ πανταχόθεν πολλοὺς καὶ μεγάλους λαβόντες θησαυροὺς, καὶ τὸν παρόντα βίον δυνηθῶμεν κατὰ τὸ τῷ Θεῷ δοκοῦν διανύσαι, καὶ μετὰ πολλῆς τῆς ἐμπορίας εἰς ἐκεῖνον [50.578] καταπλεῦσαι τὸν λιμένα, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0107824326
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00568]  Ἐπειδὴ πολλοὶ ἐγκρατεύονται, καὶ ἔχουσι σεμνὰς καὶ σώφρονας γυναῖκας, καὶ παρὰ τὸ δοκοῦν ἐγκρατεύονται, καὶ γίνε ται ἡ τούτων φιλοσοφία μοιχείας ὑπόθεσις, διὰ τοῦτο λέγει·
000-00-00 Serial Number=0321527660
In catenas sancti Petri Ante [Go Back]  
 [00305]  [54] Σὺ δέ μοι Πέτρε, Χριστοῦ ἐκκλησίας πέτρα καὶ στήριγμα, ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης, ὁ τοῦ Χριστοῦ γνήσιος καὶ διάπυρος μαθητὴς, ὁ πλέον τῶν ἄλλων τῇ πρὸς αὐτὸν παρρησίᾳ χρώμενος, ὁ Θεοῦ Υἱὸν Ζῶντος τοῦτον ἀνακηρύξας, ὁ τὰς κλεῖς τῶν οὐρανῶν βασιλείας ἐγχειρισθεὶς, καὶ δεσμεῖν καὶ λύειν ἐν οὐρανοῖς τὰ ὑπὸ σοῦ ἐν γῇ καὶ δεσμούμενα καὶ λυόμενα, ὁ τῆς ἐνανθρωπήσεως Χριστοῦ μεγαλοφωνότατος κήρυξ, ὁ τοὺς ἐκ περιτομῆς νομικῆς πρὸς τὴν ἀκροβυστίαν τῆς τοῦ Θεοῦ ἐπιγνώσεως μεταθέμενος, ὁ πάντα διὰ Χριστὸν καταλιπὼν καὶ αὐτὸν μόνον ἀντὶ πλούτου παντὸς κτησάμενος, ὁ θανατοῦν καὶ ζωογονεῖν τὴν ἐνέργειαν εἰληφὼς παρ' αὐτοῦ, δι' ἃς ἐκεῖνος αἰτίας σοι ἀπεκάλυψεν, ὁ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνατεταμένος στῦλος καὶ ὁδηγῶν τοὺς πρὸς τὰς ἐκεῖσε μονὰς ἐπισπεύδοντας, ὁ διὰ τῆς λευϊτικῆς ἰδιωτείας τὴν ἑλληνικὴν τεχνολογίαν ἀπομωράνας, ὁ ἐν Πνεύματι θείῳ φθεγγόμενος, καὶ τῷ ῥήματι μόνον πρὸς τὸ δοκοῦν μετατρέπων τὰ ὑποκείμενα, ὁ τὴν ἐπώδυνον ἐκείνην καθυποστὰς σταύρωσιν, ἵν' ἐν μηδενὶ καθυστερῇς τῶν τοῦ διδασκάλου παθῶν, ὁ τὰς ἁλύσεις ταύτας δίκην κακούργου φορέσας καὶ ἰαμάτων πηγὴν ταύτας ἀποτελέσας, πάρεσο σήμερον συμπαθῶς, ἐπιδήμησον ἐνταυθοῖ ἀοράτως, ἐπίστηθι, τῷ θαυματουργῷ σου τούτῳ τεμένει καὶ τῇ σῇ ἁγίᾳ κλήσει διαφερόντως [φ.
000-00-00 Serial Number=0042905450
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00226]  καίτοι καὶ καθ' ἑαυτὸ ἕκαστον αὐτῶν ἀφόρητον, καὶ τὸ δοκοῦν φορητότερον εἶναι, ἡ τῶν χρημάτων ζημία.
 [00774]  Κἂν γὰρ μυρία πάσχωμεν δεινὰ, κἂν πάντοθεν βαλλώμεθα καὶ κινδυνεύωμεν, ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν, μᾶλλον δὲ οὐ μόνον εἰς παραμυθίαν, ἀλλὰ καὶ εἰς τὸ στεφανοῦσθαι, τὸ συνειδὸς, καθαρὸν ὂν καὶ μαρτυροῦν ἡμῖν, ὅτι δι' οὐδὲν πονηρὸν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ δοκοῦν ταῦτα πάσχομεν, δι' ἀρετὴν, διὰ φιλοσοφίαν, διὰ τὴν τῶν πολλῶν σωτηρίαν.
 [01249]  (φείδεται γάρ τις ἐκείνων, οὓς καὶ κολάσαι κύριός ἐστι), τοῦτο αὐτὸ παραμυθούμενος, καὶ τὸ δοκοῦν εἶναι τραχὺ συσκιάζων φησίν·
 [01472]  Καὶ γὰρ ἐδεδοίκεισαν λοιπὸν μὴ χαρίσασθαι πρᾶγμα εἰς δόξαν αὐτοῦ διαβαῖνον, καὶ αὐτῷ δοκοῦν.
 [01716]  Αὕτη μεγίστη ἀρετὴ, τὸ πάντα τῷ Θεῷ ἀνατιθέναι, τὸ μηδὲν οἰκεῖον εἶναι νομίζειν, τὸ μηδὲν πρὸς ἀνθρώπων δόξαν ποιεῖν, ἀλλὰ πρὸς τὸ τῷ Θεῷ δοκοῦν·
 [01870]  Πρᾶγμα γὰρ δοκοῦν εἶναι σκυθρωπὸν, τὰς θλίψεις λέγω, οὕτως ἐπῆρε, καὶ ἔδειξε λαμπρὸν ὂν καὶ περιφανὲς, ὡς ταύτην αὐτῷ τὴν ἀντίθεσιν ἐκ τῶν εἰρημένων ἀνακύψαι.
 [06204]  ὅτε δὲ δεῖξαι τὸ δοκοῦν ἐλάττωμα εἶναι, οὐκέτι, ἀλλ' αὐτῷ συμπλέκεται τῷ πράγματι, καὶ δείκνυσι πλεονέκτημα τοῦτο γενόμενον·
 [07777]  Καὶ γὰρ εἰ εἵλετο, φησὶ, πρᾶγμα ὑπομεῖναι δοκοῦν ἀσθενείας ἔχειν ὑπόληψιν, ἀλλ' οὐδὲν τοῦτο τὴν δύναμιν αὐτοῦ διακόπτει·
 [07778]  μένει γὰρ αὕτη ἄμαχος οὖσα, καὶ οὐδὲν τὸ πρᾶγμα τὸ δοκοῦν ἀσθενείας εἶναι ταύτην παρέβλαψεν, ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοῦ δείκνυσι τὴν ἰσχὺν, ὅτι καὶ τοιοῦτον πρᾶγμα ὑπέμεινε, καὶ τὰ τῆς δυνάμεως αὐτοῦ οὐκ ἠκρωτηριάσθη.
000-00-00 Serial Number=0978808701
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00817]  Χριστιανῶν γὰρ αὕτη παράκλησις, τὸ μὴ μόνον ποιῆσαί τι χρηστὸν βούλεσθαι, ἀλλὰ καὶ τῷ Θεῷ δοκοῦν.
000-00-00 Serial Number=0308489084
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00155]  καὶ γὰρ καὶ αὐτὸς ὑπὸ πολλῶν κρατεῖται, καὶ οὐ πάντα κατὰ γνώμην πράττει, ἀλλὰ πολλὰ παρὰ τὸ δοκοῦν αὐτῷ χαρίζεται, καὶ μάλιστα πάντων ἐκεῖνός ἐστιν ὁ πάντα πράττων ἃ μὴ θέλει.
000-00-00 Serial Number=0594777524
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00923]  περὶ τοῦ σταυροῦ λέγων τὸ μωρὸν καὶ τὸ ἀσθενὲς, οὐ τὸ ὂν, ἀλλὰ τὸ δοκοῦν·
 [04323]  Καὶ τοῦτο δὲ Θεῷ δοκοῦν ἐγίνετο, ὥστε κολάζεσθαι αὐτοῦ τὴν σάρκα.
 [05077]  ∆ιὰ τοῦτο τὸ δυσκολώτερον εἶναι δοκοῦν ἐποίησε πρότερον, ἵνα ἐκ τούτου τὸ εὐκολώτερον παραδέξῃ.
 [07008]  ∆είξας ὅτι πολὺ χρήσιμον τὸ συγκαταβαίνειν, καὶ ὡς τοῦτο ἡ ἄκρα τελειότης, καὶ ὅτι αὐτὸς πάντων πλέον πρὸς τὸ τέλειον ἀναβὰς, μᾶλλον δὲ καὶ ὑπερβὰς αὐτὸ τῷ μὴ λαμβάνειν, πάντων πλέον κατέβη πάλιν, καὶ ἑκατέρων τούτων τοὺς καιροὺς γνωρίμους [61.188] ποιήσας ἡμῖν καὶ τῆς τελειότητος καὶ τῆς συγκαταβάσεως, πληκτικώτερον αὐτῶν καθικνεῖται λοιπὸν, αἰνιττόμενος ὅτι τοῦτο τὸ παρ' αὐτῶν γινόμενον καὶ δοκοῦν εἶναι τελειότητος, ματαιοπονία τίς ἐστι περιττή.
 [07891]  Οὐδὲ γὰρ ἐγὼ τοῦτό φημι, ὅτι ἁπλῶς καὶ εἰκῆ δεῖ κολάζεσθαι παρὰ τὸ τῷ Θεῷ δοκοῦν·
 [08786]  ∆ιὰ δὴ τοῦτο, οὐκ ἔχων οὐδεμίαν αἰτίαν ἐπιθεῖναι τῇ συμφορᾷ, ἐπὶ τὸ τῷ Θεῷ δοκοῦν ἀναβαίνει, καί φησιν·
 [09889]  καὶ ἀπὸ τοῦ κατὰ τὸ δοκοῦν τῷ Πνεύματι καὶ τῷ Θεῷ ταῦτα τετυπῶσθαι, Πάντα γὰρ
 [09999]  Καὶ γὰρ ἔθος αὐτῷ τοῦτο, μὴ τὸ προκείμενον ἐργάζεσθαι μόνον, ἀλλὰ καὶ ἐξ ἐκείνου τὸ δοκοῦν αὐτῷ συγγενὲς ὁπωσδήποτε εἶναι διορθοῦν, καὶ πάλιν ἐπὶ τὸ πρότερον ἐπανιέναι, ὥστε μὴ δοκεῖν τῆς ὑποθέσεως ἐκπίπτειν.
 [09999]  Ὁ γὰρ τῆς ἄνω δόξης καταφρονῶν καὶ βασι-λείας καὶ γεέννης διὰ τὸ τῷ Χριστῷ δοκοῦν (καὶ γὰρ ἀνάθεμα εὔχεται εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῆς τοῦ Χριστοῦ δόξης·
000-00-00 Serial Number=0847423434
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02314]  Ὁ Σαοὺλ πάλιν φεισάμενος παρὰ τὸ τῷ Θεῷ δοκοῦν, τοσαύτην ὑπέστη τιμωρίαν·
 [02317]  οὐχὶ μᾶλλον θηρίων ἀλλήλους κατεσθίομεν παρὰ τὸ τῷ Θεῷ δοκοῦν, καὶ οὐδεὶς ἔπεσεν ἐν πολέμῳ.
 [02813]  Πάντως οἱ παρὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες.
000-00-00 Serial Number=0942452013
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01542]  Ἔκβαλε ταύτην ἀπὸ τῆς ψυχῆς, καὶ ὄψει πηλοῦ τὸ δοκοῦν εἶναι τίμιον ἀτιμότερον·
000-00-00 Serial Number=0535967350
In epistulam ad Colossenses Ante [Go Back]  
 [01111]  Πάντα τοίνυν ποιῶμεν κατὰ τὸ τῷ Θεῷ δοκοῦν, ἵνα εἰς δόξαν Θεοῦ ζήσωμεν, καὶ καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
000-00-00 Serial Number=0807118118
In epistulam ad Ephesios Ante [Go Back]  
 [03221]  Ἀνὴρ δέ τις ἅγιος εἶπέ τι δοκοῦν εἶναι τολμηρὸν, πλὴν ἀλλ' ὅμως ἐφθέγξατο.
 [03852]  Γένοιτο δὲ καὶ τὰς γυναῖκας καὶ τοὺς ἄνδρας κατὰ τὸ τῷ Θεῷ δοκοῦν ἅπαντας βιοῦν, ἵνα καταξιωθῶμεν ἅπαντες ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς φιλανθρωπίας ἀπολαῦσαι τοῦ ∆εσπότου, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
000-00-00 Serial Number=0776075482
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00159]  Κἂν γὰρ ὁ Πατὴρ λέγηται δεδωκέναι, οὐχ ἵνα δουλικὴν διακονίαν ἐννοήσῃς, τοῦτο λέγεται, ἀλλ' ἵνα μάθῃς, ὅτι καὶ τῷ Πατρὶ τοῦτο δοκοῦν ἦν, ὅπερ οὖν καὶ ἐνταῦθα ὁ Παῦλος ἐδήλωσεν εἰπών·
 [00805]  Εἶδες πῶς κατὰ μικρὸν ἔδειξε καὶ τῷ Χριστῷ τοῦτο δοκοῦν, καὶ τοῖς ἀποστόλοις;
 [00806]  Οὐδὲ γὰρ ἂν ἐδόθη, οὐδὲ ἐνήργησεν ἡ χάρις, εἰ μὴ δοκοῦν αὐτῷ τὸ τοιοῦτον κήρυγμα ἦν.
 [00825]  Ἐν μὲν τῷ κηρύγματι, φησὶ, δειλόμεθα τὴν οἰκουμένην, κἀγὼ μὲν τοὺς ἐξ ἐθνῶν, ἐκεῖνοι δὲ τοὺς Ἰουδαίους ἔλαβον κατὰ τὸ τῷ Θεῷ δοκοῦν·
000-00-00 Serial Number=0709474385
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01549]  Γένοιτο δὲ ὑμᾶς βιοῦν κατὰ τὸ δοκοῦν τῷ Θεῷ, ἵνα καταξιωθῶμεν ἅπαντες τυχεῖν τῶν ἀγαθῶν, ὧν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
 [02455]  Ἀπίθανον γὰρ λόγον λαβὼν, εἰ πίστις ἐργάζεται τοῦτο ὅπερ οὐκ ἴσχυσεν ὁ τοῦ νόμου πόνος καὶ ὁ τῆς πολιτείας ἱδρὼς, καὶ θέλων δεῖξαι ὅτι τὸ δοκοῦν ἀδύνατον γέγονε καὶ κατώρθωται, κατέφυγεν ἐπὶ τὸν πατριάρχην, καὶ εἰς ἐκεῖνον τὸν χρόνον τὸ πᾶν ἀνήγαγεν.
 [03459]  Τὸ γὰρ ἐν σάλῳ ὂν, καὶ οὐ σφόδρα δοκοῦν ἡδράσθαι, ἐπὶ τῆς ὑγρᾶς, ὡς ἐπὶ γῆς, ἕστηκε, καὶ σαλεύεται, καὶ οὐ σαλεύεται.
 [03895]  παρὰ τὸ τῷ Θεῷ δοκοῦν ταῦτά φασιν.
 [07943]  ∆ιὸ παρακαλῶ νῦν γοῦν ἀποστῆναι τῆς μητρὸς τῶν κακῶν, τῆς κενοδοξίας, καὶ ζῆσαι κατὰ τὸ τῷ Θεῷ δοκοῦν·
 [08521]  Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον·
 [08532]  Οἱ μὲν γὰρ, φησὶ, πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον·
 [08544]  Καὶ καλῶς εἶπεν, Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας ἐπαίδευον κατὰ τὸ δοκοῦν αὐτοῖς·
 [08545]  οὐ γὰρ πανταχοῦ τὸ δοκοῦν συμφέρον·
000-00-00 Serial Number=0825964689
In epistulam ad Romanos Ante [Go Back]  
 [00450]  Ὁρᾷς καὶ ὠδίνοντα αὐτοὺς ἰδεῖν, καὶ οὐκ ἀνεχόμενον παρὰ τὸ τῷ Θεῷ δοκοῦν ἰδεῖν, ἀλλὰ κεκερασμένον φόβῳ Θεοῦ τὸν πόθον ἔχοντα;
 [00452]  οὐ μὴν, ἐπειδὴ ἐφίλει, παρὰ τὸ τῷ Θεῷ δοκοῦν ἐβούλετο ἰδεῖν.
 [00454]  Ἢ γὰρ οὐδένα φιλοῦμεν, ἢ ἐπειδὰν φιλήσωμέν ποτε, παρὰ τὸ τῷ Θεῷ δοκοῦν φιλοῦμεν, ἀμφότερα παρὰ τὸν θεῖον ποιοῦντες νόμον.
 [00456]  Καὶ πῶς παρὰ τὸ τῷ Θεῷ δοκοῦν φιλοῦμεν,
 [00710]  Καὶ ἕτερος δὲ προφήτην παρὰ τοῦ Θεοῦ κελευσθεὶς ῥαπίσαι, ἐπειδὴ τὸ δοκοῦν ἄτοπον εἶναι τοῦ πράγματος περιειργάσατο, καὶ οὐχ ἁπλῶς ὑπήκουσε, δίκην ἔδωκε τὴν ἐσχάτην·
 [00712]  Καὶ ὁ Σαοὺλ δὲ σώσας ἀνθρώπους παρὰ τὸ τῷ Θεῷ δοκοῦν, τῆς βασιλείας ἐξέπεσε, καὶ τὰ ἀνήκεστα ἔπαθε.
 [02108]  Ὅτε ἔδειξεν ἀνωτέρους ὄντας ἀπὸ τῆς πίστεως τῶν Ἰουδαίων, τότε λοιπὸν μετὰ πολλῆς τῆς παῤῥησίας καὶ περὶ αὐτῆς διαλέγεται, καὶ τὸ δοκοῦν ἐνταῦθα θορυβεῖν, πάλιν ἰᾶται.
 [04116]  Λοιπὸν γὰρ ἀκούσας, καὶ περὶ τῆς διαθέσεως αὐτοῦ πληροφορηθεὶς, ζητεῖ μετ' αὐτοῦ τὸ δοκοῦν εἶναι ἄπορον, καὶ οὐχ ὑποπτεύει τὸν λέγοντα·
 [05650]  Καὶ γὰρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον σφόδρα ἡμῶν κήδεται, καὶ τῷ Θεῷ τοῦτό ἐστι τὸ δοκοῦν.
 [07485]  Πλὴν ἀλλὰ τὰ αὐτῷ συνήθη ποιῶν, προάγει τὸν λόγον εἰς ἕτερον ἐγκώμιον, οὐκ ὂν ἐγκώμιον, ἀλλὰ δοκοῦν εἶναι μόνον, τοὺς ἀρίστους τῶν ἰατρῶν μιμούμενος, οἳ τοσαῦτα παραμυθοῦνται τοὺς κάμνοντας, ὅσα ἡ τῆς ἀῤῥωστίας ἐνδίδωσι φύσις.
 [09999]  Ἐκεῖνοι μὲν γὰρ οὐδὲ τοῦ αἵματος ἐφείσαντο διὰ τὸ τῷ Θεῷ δοκοῦν, σὺ δὲ καὶ χρημάτων ὀλίγων φείδῃ, πολλάκις ὑπεριδὼν τῆς σεαυτοῦ ψυχῆς;
000-00-00 Serial Number=0413932741
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00031]  ἀλλὰ τὸ δοκοῦν τῆς ἀπάτης ἡδὺ καὶ τῆς ματαίας ἡδονῆς τὴν ἀπάτην μέλι ὁ λόγος ἐκάλεσεν·
000-00-00 Serial Number=0775211692
In illud In faciem ei restiti Ante [Go Back]  
 [00372]  Καὶ τὸ μὲν δοκοῦν ἔγκλημα εἶναι, τοῦτο.
000-00-00 Serial Number=0503325522
In illud Messis quidem multa Ante [Go Back]  
 [00086]  μόνον δὲ τὸ Ἰουδαίων ἔθνος τὸ δοκοῦν εὐσεβεῖν προφήτας εἶχε [63.520] καὶ θεογνωσίας σπέρματα μικρά·
000-00-00 Serial Number=0320631981
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00213]  Ἀλλὰ γὰρ μεταξὺ τούτου τοῦ ἀναγινώσκειν με τὸν νόμον, ἐπῆλθε τὸ δοκοῦν φύεσθαι ζήτημα ἐξ αὐτοῦ, καὶ πολλοῖς παρέχειν κατὰ τοῦ Παύλου λαβὴν, ὅπερ προθεῖναι τήμερον εἰς μέσον ὑμῖν.
 [00281]  Ὅτι τοῦτο τὸ δοκοῦν εἶναι φορτικὸν, ἐν τῇ Παλαιᾷ σοι δείκνυμι κατορθούμενον, ὅτε οὔπω τοσαύτης φιλοσοφίας ἐπίδειξις ἦν.
000-00-00 Serial Number=0551268756
In principium Actorum Ante [Go Back]  
 [00141]  Πολλοῖς γοῦν τὸ βιβλίον τοῦτο οὐδὲ γνώριμόν ἐστι, πολλοῖς δὲ δοκοῦν σαφὲς εἶναι, πάλιν παρορᾶται·
000-00-00 Serial Number=0749189973
In principium indictionis [1] Ante [Go Back]  
 [00048]  ὥσπερ γάρ τι δύσκωφον θηρίον τῆς τῶν ἐπᾳδόντων τέχνης ἀνήκοον ἔμενεν, ὥσπερ ἀντιλέγειν τοιαῦτα δοκοῦν τοῖς βιαζομένοις ἀνόνητα·
000-00-00 Serial Number=0673431695
In sanctum pascha sermo 5 Ante [Go Back]  
 [00119]  ὥσπερ καὶ αὐτὸ τὸ τῆς χρίσεως τοῦ αἵματος δοκοῦν ἀπρεπὲς εἶναι Θεῷ περιαιρεῖται, κατὰ τὴν ἀλήθειαν νοουμένου τοῦ τύπου.
 [00120]  Ἀπρεπὲς γὰρ τὸ δοκοῦν χρῄζειν Θεὸν αἵματος σημείῳ πρὸς ἐπίγνωσιν τῶν Ἑβραϊκῶν οἰκιῶν·
000-00-00 Serial Number=0784190416
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00057]  Ἀλλ' ὅμως πάντα αὐτοῦ κινήσας τὰ μηχανήματα καὶ πένητα ἀντὶ πλουτοῦντος ποιήσας, τοῦτο δὴ πᾶσιν ἡμῖν φρικωδέστατον εἶναι δοκοῦν, ἀντὶ πολύπαιδος ἄπαιδα καὶ καταξάνας αὐτοῦ τὸ σῶμα ἅπαν, τῶν ἐν δικαστηρίοις δημίων χαλεπώτερον οὐ γὰρ οὕτως διορύττουσιν οἱ ἐκείνων ὄνυχες τὰς πλευρὰς τῶν ἐμπιπτόντων αὐτοῖς ὡς κατέξαναν αὐτοῦ τὴν σάρκα τῶν σκωλήκων τὰ στόματα καὶ πονηρὰν αὐτῷ περιθεὶς δόξαν οἱ γὰρ φίλοι αὐτῷ παρόντες ἔλεγον·
000-00-00 Serial Number=0488962591
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00613]  Ἀνῆλθον ἐπὶ τὸν Ἀμαλὴκ παρὰ τὸ δοκοῦν τῷ Θεῷ, καὶ ἡ κιβωτὸς ἀνέμεινεν ἐν τῇ παρεμβολῇ μετὰ Μωϋσέως.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»