Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θόρυβον [82]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θόρυβον


000-00-00 Serial Number=0636899471
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00255]  Καὶ γὰρ οἷς ἂν γνησίως τοῦτο παραγένηται τὸ καλὸν, τοσαύτην ἐπιδείκνυται τὴν ἰσχὺν, ὅσην ἐν ταῖς ἀκάνθαις τὸ πῦρ, κἂν ὑπὸ μυρίων ἀγχόμενον εὕρῃ κακῶν, κἂν πολλὰ τὰ σχοινία τῶν ἁμαρτημάτων περικείμενα, κἂν σφόδρα τῶν ἐπιθυμιῶν τὴν φλόγα καίουσαν, καὶ πολὺν τῶν βιωτικῶν πραγμάτων περιεστῶτα τὸν θόρυβον, πάντα εὐθέως ἐκεῖνα σφοδρᾷ τινι μάστιγι κατάκρας ἐλαύνουσα πόῤῥω καθίστησι τῆς ψυχῆς.
000-00-00 Serial Number=0468188941
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00687]  Ὅταν δέ τις τῇ πρὸς τὸν Θεὸν ἐλπίδι τοῦτο διασκεδάσας τὸ σκότος, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης καταφυγὼν, σπεύσῃ τὰς ἀκτῖνας ἐκείνας εἰς τὴν ἑαυτοῦ καταθεῖναι ψυχὴν, ἀπὸ τῶν οἰκείων λογισμῶν ἐπὶ τὸν λῃστὴν μεταθήσει τὸν θόρυβον·
 [00946]  νῦν δὲ ἁπλῶς καὶ ἀδιορίστως ἀκούσας Γῆν, οὐ τήνδε ἢ τήνδε, ἀλλ', Ἣν ἄν σοι δείξω, [47.459] πανταχοῦ περιῄει τῷ νῷ, καὶ πολὺν ἐδέχετο θόρυβον τῇ ψυχῇ, μηδαμοῦ τῷ λογισμῷ στῆναι δυνάμενος, ἀλλὰ πολλὰ ὑποπτεύειν ἔχων, καὶ μεριμνᾷν ἀναγκαζόμενος.
 [01132]  Εἰ γὰρ μὴ δεδουλεύκει τὰ ἑπτὰ ἔτη, εἰ γὰρ μηδὲν ὧν ἀπωδύρατο πρὸς τὸν κηδεστὴν ἔπαθεν, εἰ γὰρ μὴ ἤρα τῆς παιδὸς, αὐτὸ μόνον τὸ κατεγγυηθῆναι μὲν αὐτῷ τὴν ἀμείνω, δοθῆναι δὲ τὴν φαυλοτέραν ἀντ' ἐκείνης, πόσην ἀθυμίαν, πόσον θόρυβον, πόσην ἐπήρειαν παρεῖχε τῷ μακαρίῳ τότε ἐκείνῳ! Ἄλλος μὲν οὖν εἴ τις ἦν, οὐκ ἂν ῥᾳδίως τὴν [47.466] ἐπήρειαν ἤνεγκεν, ἀλλὰ πᾶσαν τῶν κηδεστῶν ἀνέτρεψεν ἂν τὴν οἰκίαν συσφάξας ἑαυτὸν ἐκείνοις, ἢ καὶ ἄλλῳ τινὶ συνδιαφθείρας τρόπῳ·
 [01258]  πῶς ἄν τις τὸν χειμῶνα διηγήσαιτο τῆς ψυχῆς καὶ τὸν θόρυβον καὶ τὴν ἀγωνίαν, τῆς φύσεως καὶ τῆς ἡλικίας ἔνδοθεν ταρασσούσης αὐτὸν, καὶ τῶν παρὰ τῆς Αἰγυπτίας μηχανημάτων ἔξωθεν προσβαλλόντων, καὶ ταῦτα οὐ μέχρι μιᾶς ἡμέρας καὶ δευτέρας, ἀλλ' ἐπὶ χρόνον πολύν;
 [01365]  τὸν θόρυβον τῆς ψυχῆς αὐτοῦ δι' ἑνὸς ῥήματος τούτου ἐμφαίνων ἡμῖν.
 [01571]  Εἶτα ἐξαναστάς τις ἐκεῖθεν, καὶ τὸ σαφὲς οὐ μαθὼν διὰ τὸν θόρυβον, ἀπήγγειλε τῷ βασιλεῖ, ὅτι τεθνήκασι πάντες οἱ παῖδες αὐτῷ.
000-00-00 Serial Number=0901261449
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00041]  οὐδὲ γὰρ ἱκανὰ ταῦτα μόνα ψυχῆς θόρυβον ἐξελεῖν·
 [00087]  Τοῦτο κἂν ὑπὸ μυρίων ἀγχόμενον εὕρῃ κακῶν, κἂν πολλὰ τὰ σχοινία τῶν ἁμαρτημάτων περικείμενον, κἂν σφοδρὰν τῶν ἐπιθυμιῶν τὴν φλόγα καίουσαν, κἂν πολὺν τῶν βιωτικῶν πραγμάτων περιεστῶτα θόρυβον, πάντα ἐκεῖνα εὐθέως σφοδρᾷ τινι μάστιγι κατ' ἄκρας ἐλαύνουσα πόῤῥω καθίστησι τῆς ψυχῆς.
000-00-00 Serial Number=0008721173
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00264]  Τὸν τοίνυν τοιοῦτον ἀπὸ τούτου θόρυβον ἐγγινόμενον ἡμῖν καὶ τὸν τρόμον καὶ τὴν παράλυσιν καὶ τὴν ἔκστασιν τὴν πολλὴν ἐκεῖνος σαφῶς παραστῆσαι μόνος ὁ καιρὸς ἱκανός.
000-00-00 Serial Number=0903810263
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00209]  ἀλλὰ τοὺς λογισμοὺς ἡσυχάζειν ἀφέντες καὶ τὸν τούτων θόρυβον, ἐπιληψώμεθα τῆς πέτρας ἐκείνης, καὶ τῆς ῥήσεως τῆς λεγούσης·
 [00484]  ἀλλ' ὅμως καὶ τηλικούτων, ὅπερ ἔφην, κωλυμάτων ὄντων, εἰδὼς τί ποτέ ἐστιν ἐπαγγελία Θεοῦ, πῶς εὐμήχανός τε καὶ εὔπορος καὶ οὐ νόμοις φύσεως, οὐ δυσχολίᾳ πραγμάτων, οὐκ ἄλλῳ τινὶ κωλυομένη, ἀλλὰ διὰ τῶν ἐναντίων βαδίζουσα καὶ τὸ ἐπηγγελμένον εἰς ἔργον ἄγουσα, [10.4] κατεδέξατο τὸ εἰρημένον καὶ ἐπίστευσε τῇ ὑποσχέσει καὶ τὸν θόρυβον τὸν ἐκ τῶν λογισμῶν οὐδὲ κινηθῆναι ὅλως ἀφείς, ἀξιόπιστον ἔκρινεν εἶναι, ὥσπερ οὖν καὶ ἔστι, πρὸς τὴν τῆς ἐπαγγελίας πλήρωσιν τοῦ ὑποσχομένου τὴν δύναμιν, οὐκ ἐξετάσας, πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται καὶ τίνος ἕνεκεν οὐκ ἐν νεότητι, ἀλλ' ἐν γήρᾳ καὶ ὀψέ ποτε καὶ βραδέως.
 [00736]  καὶ πάντα ἐκεῖνα κατευνάσας καὶ τὸν ἐκείνων θόρυβον ἀνελών, ἀπὸ τῆς πίστεως διέλαμψεν.
000-00-00 Serial Number=0253638208
Ad populum Antiochenum Ante [Go Back]  
 [00371]  Ἵνα οὖν μὴ λέγωμεν, ὃ πολλοὶ πολλάκις λέγουσιν, Οὐδεὶς οὐδὲν οἶδεν, ἱκανὰ τὰ εἰρημένα ἅπαντα τὸν τοιοῦτον θόρυβον ἐκβαλεῖν.
000-00-00 Serial Number=0036368728
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00721]  ἀλλὰ διαπαντὸς ἀχείμαστον τηρεῖ τὴν ψυχὴν, καὶ θόρυβον οὐδένα, οὐδὲ κλόνον ἐπάγει, καθαρὰν δέ τινα εὐφροσύνην καὶ εἰλικρινῆ καὶ ἔνδοξον καὶ τέλος οὐκ ἔχουσαν, δυνατωτέραν τε πολλῷ καὶ σφοδροτέραν τῆς παρ' ὑμῖν.
000-00-00 Serial Number=0379034102
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00426]  Τὸ γὰρ ἔρωτα πονηρὸν ἐν ψυχῇ τρέφειν, καὶ πρὸς ἐπιθυμίαν ὁρᾶν γυναῖκα, καὶ καταμανθάνειν κάλλος ἀλλότριον, καὶ καταισχύνειν μὲν ἑαυτὸν, βλάπτειν δὲ τοὺς ἀσθενεστέρους, καὶ πολλὰς μὲν Ἕλλησι παρέχειν λαβὰς, πολλὰς δὲ Ἰουδαίοις, καὶ τούς τε οἰκείους τούς τε ἀλλοτρίους ὑποσκελίζειν, καὶ πολλὴν τῆς τοῦ Θεοῦ δόξης κατασκεδάζειν βλασφημίαν, καὶ δουλοπρεπεῖς ἀναδέχεσθαι διακονίας, καὶ πρὸς τὸν τῶν βιωτικῶν πραγμάτων θόρυβον ἑαυτοὺς εἰσωθεῖν, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἐλευθερίαν προπίνειν τῷ διαβόλῳ, καὶ ταύτης χαλεπωτάτην ἀντικαταλλάττεσθαι τυραννίδα, καὶ καταγέλαστον μὲν φίλοις, ἐπονείδιστον δὲ ἐχθροῖς εἶναι, καὶ πονηρὰν μὲν τῷ κοινῷ τῆς Ἐκκλησίας προστρίβεσθαι δόξαν, καταισχύνειν δὲ τὸ σεμνὸν τῆς παρθενίας ἀξίωμα, καὶ τοῖς ἀσελγαίνειν βουλομένοις πολλὰς παρέχειν προφάσεις, καὶ ἕτερα τούτων πλείονα κατασκευάζειν δεινά, οὐ γὰρ ἅπαντα οὔτε συνιδεῖν οὔτε λόγῳ παραστῆσαι δυνατὸν, ὅσα διὰ τῶν πραγμάτων αὐτῶν ὑπομένουσι, καὶ τῶν σφόδρα κεκωλυμένων ἐστὶ, καὶ τῶν κόλασιν ἐχόντων ἀφόρητον.
000-00-00 Serial Number=0715967178
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00092]  τὸ δὲ ἐλπισθὲν συμβὰν οὐ πολὺν ἐπάγει τὸν θόρυβον.
000-00-00 Serial Number=0297880352
De Anna i Ante [Go Back]  
 [01076]  οὐ μόνον δὲ οὐκ ἤκουον, ἀλλὰ καὶ τοῖς ἀκούουσιν ἠνώχλουν, θόρυβον καὶ ταραχὴν ἐμποιοῦντες.
000-00-00 Serial Number=0711503625
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00536]  Πόσον θόρυβον;
000-00-00 Serial Number=0180045426
De Lazaro Ante [Go Back]  
 [00464]  ἀλλ' ἀνάπτυξόν μοι τούτου τὸ συνειδὸς, καὶ ὄψει πολὺν ἔνδοθεν θόρυβον τῶν ἁμαρτημάτων, φόβον διηνεκῆ, χειμῶνα, ταραχὴν, καθάπερ ἐν δικαστηρίῳ τὸν νοῦν ἐπὶ τὸν θρόνον ἀναβάντα τὸν βασιλικὸν τοῦ συνειδότος, καὶ ὥσπερ τινὰ δικαστὴν καθήμενον, καὶ τοὺς λογισμοὺς παριστῶντα, καθάπερ δημίους, καὶ ἀναρτῶντα τὴν διάνοιαν, καὶ καταξαίνοντα ὑπὲρ τῶν ἡμαρτημένων, καὶ ἐμβοῶντα μεγάλα, μηδενὸς εἰδότος, ἀλλ' ἢ τοῦ ταῦτα ἐπισταμένου βλέπειν Θεοῦ μόνου.
 [02338]  Ἐὰν γὰρ μάθητε ταῦτα διακρίνειν, οὐδένα ὑποστήσεσθε θόρυβον.
 [02515]  τῇ συνεχείᾳ τῆς διδασκαλίας σφίγγω καὶ σφραγῖδας ἐπιτίθημι, καὶ ἀσφαλίζομαι ὑμῶν τὴν γνώμην, ἵνα μὴ γένηται ἐξίτηλος τῇ ῥᾳθυμίᾳ, ἀλλ' ἵνα τηρήσας μᾶλλον, τῇ ἐνταῦθα γαλήνῃ τὸν ἔξω θόρυβον ἀποκρούσωμαι.
000-00-00 Serial Number=0083685160
De Maccabeis Ante [Go Back]  
 [00119]  πόσον οὐκ ἂν ἐδέξατο θόρυβον τῇ ψυχῇ;
000-00-00 Serial Number=0132470548
De Melchisedech Ante [Go Back]  
 [00085]  Ἐκεῖθεν γὰρ θόρυβον ἐμποιοῦσι τοῖς διαλεγομένοις, ἐπειδὴ ἡμεῖς αὐτοῖς ἀκολουθοῦμεν, καὶ οὐκ ἀπάγομεν ὑπὸ τοὺς νόμους τῶν θείων Γραφῶν.
000-00-00 Serial Number=0644500613
De baptismo Christi Ante [Go Back]  
 [00216]  Πῶς οὖν οὐκ ἄτοπον, ἔνθα μὲν ὁ διάβολος πομπεύει, τοσαύτην εἶναι τὴν ἡσυχίαν, ἔνθα δὲ ὁ Χριστὸς πρὸς ἑαυτὸν καλεῖ, πολὺν εἶναι τὸν θόρυβον;
000-00-00 Serial Number=0320751727
De diabolo tentatore Ante [Go Back]  
 [00970]  Εἰ γὰρ καὶ καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον, ἐννόησον ὁμοῦ συνελθόντα πόσον ἤγειρε θόρυβον.
000-00-00 Serial Number=0092474461
De fato et providentia Ante [Go Back]  
 [00641]  Ὥσπερ γὰρ φεύγει τὸν τῦφον, καὶ τὸν ὑψηλόφρονα ἅπαντα, καὶ τὸν θόρυβον·
000-00-00 Serial Number=0063378036
De futurae vitae deliciis Ante [Go Back]  
 [00063]  Ἐπειδὴ γὰρ ἦλθε κομίζων πολιτείαν ἀγγελικὴν, καὶ τὴν γῆν οὐρανὸν ἐργαζόμενος, καὶ ταῦτα ἐπιτάττων, ἃ τοῖς ἀσωμάτοις ἐξωμοίουν δυνάμεσι τοὺς μετιόντας, καὶ τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε, καὶ πρὸς τὰς ἐλπίδας ἐκάλει τὰς ἄνω, καὶ μικρὰ σκάμματα διέτεινε, καὶ ὑψηλότερα ἵπτασθαι ἐκέλευσε, καὶ πρὸς αὐτὰς ἀναβαίνειν τῶν οὐρανῶν τὰς ἁψῖδας, καὶ πρὸς δαίμονας ἀποδύεσθαι, καὶ πρὸς ἅπασαν τοῦ διαβόλου τὴν φάλαγγα παρατάττεσθαι, σῶμα ἔχοντας, σαρκὶ συμπεπλεγμένους, καὶ τὰ σώματα νεκροῦν, καὶ τῶν παθῶν ἐξορίζειν τὸν θόρυβον, καὶ τὴν σάρκα ἁπλῶς περικεῖσθαι, τὴν ἅμιλλαν δὲ πρὸς τὰς ἀσωμάτους δυνάμεις τείνασθαι.
000-00-00 Serial Number=0229951978
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00286]  ὡς ἐὰν αὕτη ἀναπεπταμένη πᾶσιν ᾖ, ἐκείνῃ λυμανεῖται καὶ τοῖς ἔνδον πᾶσι ποιήσει θόρυβον.
000-00-00 Serial Number=0679876149
De mutatione nominum Ante [Go Back]  
 [00810]  ἵνα μὴ καὶ ἐπὶ Παύλου τοῦτο γένηται, καὶ μεθύων τῇ μανίᾳ τῶν γεγενημένων παραπέμψηται τὴν φωνὴν, ἢ μηδὲ ἀκούσῃ τὴν ἀρχὴν, τὴν διάνοιαν ἅπασαν πρὸς τὴν λεηλασίαν ἐκείνην ἔχων, πρότερον διὰ τοῦ φωτὸς πηρώσας αὐτοῦ τοὺς ὀφθαλμοὺς, καὶ τὸν θυμὸν καταστείλας, καὶ σβέσας ἅπαντα τῆς ψυχῆς τὸν θόρυβον, καὶ πολλὴν ἐν τῇ διανοίᾳ γαλήνην ποιήσας, οὕτω τὴν φωνὴν ἀφῆκεν, ἵνα κατενεχθείσης τῆς ἀλαζονείας σώφρονι τῷ λογισμῷ προσέχῃ τοῖς λεγομένοις λοιπόν.
000-00-00 Serial Number=0918665648
De patientia sermo 1 Ante [Go Back]  
 [00006]  ∆ιὸ καὶ παρ' ὑμῶν τὸν θρῆνον ὁρῶ, πολὺν ἐν τῇ πόλει τὸν θόρυβον, πολλὴν ἐν τῇ Ἐκκλησίᾳ τὴν ταραχὴν, ἄμετρα τῶν πενθούντων τὰ δάκρυα, ἄτοπα τῶν πολλῶν τὰ ἤθη καὶ τὰ πράγματα.
 [00192]  ἡσυχάσατε, καὶ τὸν θόρυβον λύσατε·
000-00-00 Serial Number=0124111116
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00137]  ∆εῖ δὲ λοιπὸν καὶ τὸν θόρυβον τῶν ἀδελφῶν ἐκβαλεῖν, καὶ διδάξαι τίνος ἕνεκεν οὕτως εἴρηκεν, ὅτι Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι·
 [00139]  Ἵν' οὖν καὶ τὴν ἀπορίαν λύσωμεν, καὶ τὸν θόρυβον τῆς ψυχῆς κατευνάσωμεν, συντείνατέ μοι τὴν διάνοιαν, παρασκευάσατέ μοι τὴν γνώμην·
 [00151]  Οἶμαι γὰρ ὑμῖν ηὐξῆσθαι τὸν θόρυβον, καὶ πλείονα γενέσθαι τὴν ἀπορίαν, καὶ ἐναγωνίους εἶναι·
000-00-00 Serial Number=0679832816
De prophetiarum obscuritate Ante [Go Back]  
 [00088]  Ἐκεῖθεν θόρυβον ἐμποιοῦσι τοῖς διαλεγομένοις, ἐπειδὴ ἡμεῖς αὐτοῖς ἀκολουθοῦμεν, καὶ οὐκ ἄγομεν ὑπὸ τοὺς νόμους τῶν θείων Γραφῶν.
000-00-00 Serial Number=0683993399
De pseudoprophetis Ante [Go Back]  
 [00538]  Ὅταν ἴδῃς ἄριστα πολυτελῆ, καὶ δεῖπνα, καὶ τρυφὴν, καὶ ἀπάτην, καὶ θόρυβον, καὶ ἀτάκτους φωνὰς, ὑπομνήσθητι τοῦ Κυρίου λέγοντος·
000-00-00 Serial Number=0095034599
De sacerdotio Ante [Go Back]  
 [01241]  Εἰ γὰρ οἱ μετὰ πολλῆς τῆς ἐξουσίας δυνάμενοι λέγειν τοσαύτης δέονται τῆς γυμνασίας πρὸς τὴν τῆς κτήσεως φυλακήν, ὁ μηδὲν ὅλως συναγαγών, ἀλλ' ἐν τοῖς ἀγῶσιν ἀναγκαζόμενος μελετᾶν, πόσην ὑποστήσεται τὴν δυσχέρειαν, πόσον θόρυβον, πόσην ταραχήν, ἵνα πολλῷ τῷ μόχθῳ μικρόν τι συναγαγεῖν δυνηθῇ;
 [01251]  ταύτης δὲ οὐκ ἀπηλλαγμένος πόλεμόν τινα πολυειδῆ καὶ θόρυβον συνεχῆ καὶ ἀθυμίας καὶ τῶν λοιπῶν παθῶν τὸν ὄχλον κατασκεδάζει τῆς ἑαυτοῦ ψυχῆς.
 [01462]  ἀλλ' ὥσπερ οἱ κατὰ κρημνῶν ὑπό τινος ῥεύματος ἢ καὶ ἑτέρως ὠθούμενοι, τὴν μὲν ἀπώλειαν εἰς ἣν τελευτῶσι προορᾶν δύνανται, βοήθειαν δέ τινα ἐπινοεῖν οὐκ ἔχουσιν, οὕτω καὶ αὐτὸς εἰς τὸν πολὺν τῶν παθῶν θόρυβον ἐμπεσών, τὴν μὲν κόλασιν καθ' ἑκάστην αὐξομένην μοι τὴν ἡμέραν δυνήσομαι συνορᾶν, ἐν ἐμαυτῷ δὲ γενέσθαι καθάπερ νῦν καὶ ἐπιτιμῆσαι πάντοθεν τοῖς νοσήμασι λυττῶσι τούτοις οὐκέτι ὁμοίως εὔπορον ἐμοὶ καθάπερ καὶ πρότερον.
 [01510]  Καταλεγέτω καὶ τὰ τοῦ ναυτικοῦ πάθη, τριήρεις τὰς μὲν ἐν μέσοις ἀναπτομένας τοῖς ὕδασι, τὰς δὲ αὐτοῖς ὁπλίταις καταδυομένας, τὸν τῶν ὑδάτων ἦχον, τὸν τῶν ναυτῶν θόρυβον, τὴν τῶν στρατιωτῶν βοήν, τῶν κυμάτων καὶ τῶν αἱμάτων μιγνυμένων τὸν ἀφρὸν καὶ ὁμοῦ τοῖς πλοίοις ἐπεισιόντα πᾶσι, τοὺς ἐπὶ τῶν καταστρωμάτων νεκρούς, τοὺς καταποντιζομένους, τοὺς ἐπιπλέοντας, τοὺς εἰς τοὺς αἰγιαλοὺς ἐκβρασσομένους, τοὺς ἔνδον τοῖς κύμασι περικλυζομένους καὶ ταῖς ναυσὶν ἀποφράττοντας τὴν ὁδόν.
000-00-00 Serial Number=0278842151
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00327]  Ὥστε μειζόνως διὰ τῶν θυγατέρων ἐμαρτύρησεν αὕτη, καὶ πρὸς αὐτὴν ἀπεδύσατο τῆς φύσεως τὴν τυραννίδα, καὶ πρὸς τὴν φλόγα τῶν ὠδίνων ἔστη, καὶ πρὸς τὴν ἀφόρητον τῶν σπλάγχνων ταραχὴν, καὶ πρὸς τὸν τῆς μήτρας θόρυβον.
000-00-00 Serial Number=0414126039
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04461]  Εἰ γὰρ καὶ καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον, ἐννόησον ὡς ὁμοῦ πάντα συνελθόντα, πόσον ἤγειρε καὶ τὸν θόρυβον.
 [09999]  ἔνθα δὲ ὁ Χριστὸς πρὸς ἑαυτὸν συγκαλεῖ, πολὺν εἶναι τὸν θόρυβον;
000-00-00 Serial Number=0135654747
Epistula ad Cyriacum Ante [Go Back]  
 [00429]  Ταὐτοῦν εἰδώς, δέσποτά μου θεοφιλέστατε, κάμνε καὶ φιλονίκει καὶ βιάζου τὴν ἀπὸ τῶν εἰρημένων ἔχων συμμαχίαν ἐξωθεῖσθαι καὶ ἐκβάλλειν μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς ταράττοντάς σε λογισμοὺς καὶ θόρυβον καὶ ζάλην ἐμποιοῦντας τοσαύτην.
000-00-00 Serial Number=0026427507
Epistulae Ante [Go Back]  
 [01147]  Χάρισαι καὶ σαυτῇ τὰ μεγάλα ταῦτα, ἅπερ εἶπον ἐγὼ, τὸ ἀτάραχον, τὸ ἐξοικίσαι τῆς ψυχῆς τὸν ἐντεῦθεν θόρυβον, τὸ μετὰ πολλῆς παῤῥησίας καὶ ἐντεῦθεν αἰτεῖν παρὰ τοῦ φιλανθρώπου Θεοῦ τὴν εἰς τὴν βασιλείαν εἴσοδον.
 [02105]  Χάρισαι καὶ σαυτῇ τὰ μεγάλα ταῦτα, ἅπερ εἶπον ἐγὼ, τὸ ἀτάραχον, τὸ ἐξοικίσαι τῆς ψυχῆς τὸν ἐντεῦθεν θόρυβον, τὸ μετὰ πολλῆς παῤῥησίας καὶ ἐντεῦθεν αἰτεῖν παρὰ τοῦ φιλανθρώπου Θεοῦ τὴν εἰς τὴν βασιλείαν εἴσοδον.
 [03229]  Χάριν δὲ ὑμῖν ἔχω καὶ τῆς σπουδῆς ἣν ἐπεδείξασθε ὑπὲρ τοῦ μηδένα θόρυβον γενέσθαι ἐν τῇ Ἐκκλησίᾳ τῇ τῶν Γότθων, ἀλλ' εἰς ἀναβολὴν τὸ πρᾶγμα ἐμπεσεῖν.
000-00-00 Serial Number=0875532568
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00315]  [8.3] Εἰ δὲ ὑπὲρ ὧν αὐτός τι ἐπλημμέλησε καὶ πλημμέλημα τοιοῦτον, οὐκ ἀφίησιν ὁ Παῦλος πολλῇ τῇ λύπῃ κεχρῆσθαι, ἀλλὰ σπεύδει καὶ ἐπείγεται καὶ πάντα ποιεῖ καὶ πραγματεύεται ὥστε ἐκκόψαι τὸν ὄγκον τῆς ἀθυμίας, σατανικὴν εἶναι λέγων τὴν ἀμετρίαν καὶ διαβόλου πλεονεξίαν καὶ τῆς ἐκείνου κακουργίας καὶ τῶν πονηρῶν αὐτοῦ νοημάτων ἔργον, ὑπὲρ ὧν ἕτεροι πεπλημμελήκασι καὶ ἄλλοι μέλλουσιν εὐθύνας ὑπέχειν, πῶς οὐκ ἐσχάτης ἀνοίας τε καὶ μανίας οὕτω κατακόπτεσθαι καὶ ἀλγεῖν ὡς καὶ σκότος ἄφατον ἐπάγειν τῇ διανοίᾳ, καὶ πολὺν τὸν θόρυβον καὶ σύγχυσιν καὶ ταραχὴν καὶ ζάλην ἄφατον;
 [00765]  [10.2] Ταῦτα οὖν εἰδυῖα, δέσποινά μου θεοφιλεστάτη, κάμνε καὶ φιλονείκει καὶ βιάζου τὴν ἀπὸ τῶν εἰρημένων ἔχουσα συμμαχίαν, ἐξωθεῖσθαι καὶ ἐκβάλλειν μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς ταράττοντάς σε λογισμοὺς καὶ θόρυβον καὶ ζάλην ἐμποιοῦντας τοσαύτην.
000-00-00 Serial Number=0701447368
Expositiones in Psalmos Ante [Go Back]  
 [01398]  Εἰπὼν τὴν μετάνοιαν, λέγει πάλιν τὰ πάθη, τὸν θόρυβον τὸν ἐν τῇ διανοίᾳ, τὸν φόβον τὸν ἀπὸ τῆς ὀργῆς τοῦ Θεοῦ ἐγγινόμενον.
000-00-00 Serial Number=0291513026
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00249]  Τὸν θόρυβον, τὴν ζέσιν, τὴν ὀδύνην, τὸν τηγανισμὸν διὰ τοῦ λέβητος δηλοῖ.
 [01196]  Οὐ νῦν, ἀλλὰ μικρῷ πρόσθεν εἶπε ταῦτα, ἐπὶ πραγμάτων ὁρᾷ συμβαίνοντα προφητικοῖς ὀφθαλμοῖς, πολέμους, καὶ παρατάξεις, καὶ μάχας, σαλπίγγων ἠχὴν, θόρυβον ἵππων, ἔφοδον πολεμίων ἀνδρῶν, πάσας τὰς Ἰουδαίων συμφοράς.
000-00-00 Serial Number=0755385876
Fragmenta in Job Ante [Go Back]  
 [01285]  [64.601] Εἰ γὰρ καὶ καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον, ἐννόησον, ὁμοῦ συνελθόντα πόσον ἤγειρε θόρυβον·
000-00-00 Serial Number=0349057853
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσά μενος ὁ Παῦλος τοὺς μαθητὰς, καὶ ἀσπασάμενος, ἐξῆλθε πορευθῆναι εἰς τὴν Μακεδονίαν.
000-00-00 Serial Number=0549670339
In Genesim sermo 3 Ante [Go Back]  
 [00011]  οὐ μίμων καὶ κακοηθῶν ἀνδρῶν ἄγει θόρυβον, ἀλλὰ προφητικὰς σάλπιγγας, τὰ ὦτα τῆς διανοίας ἡμῶν πρὸς διδασκαλίαν ψυχωφελῆ χειραγωγοῦσα·
000-00-00 Serial Number=0190447628
In Joannem Ante [Go Back]  
 [04684]  Τῷ γὰρ εἰπεῖν, Μὴ θαυμάσῃς, δείκνυσιν αὐτοῦ τὸν θόρυβον τῆς ψυχῆς, καὶ ἐπὶ τὸ λεπτότερον αὐτὸν ἄγει τῶν σωμάτων.
 [05315]  Καὶ γὰρ ἐν τοῖς βασιλείοις τούτοις οὐδεὶς τῶν τῷ βασιλεῖ παρεστηκότων δορυφόρων, ἀφεὶς ἀρέσαι τῷ τὸ διάδημα ἔχοντι καὶ ἐπὶ τοῦ θρόνου καθημένῳ, κολοιῶν περιεργάζεται φωνὰς, ἢ μυιῶν καὶ κωνώπων περιιπταμένων καὶ βομβούντων θόρυβον·
 [05344]  Καὶ γὰρ ἐν τοῖς βασιλείοις τούτοις οὐδεὶς τῶν τῷ βασιλεῖ παρεστηκότων δορυφόρων, ἀφεὶς ἀρέσαι τῷ τὸ διάδημα ἔχοντι καὶ ἐπὶ τοῦ θρόνου καθημένῳ, κολοιῶν περιεργάζεται φωνὰς, ἢ μυιῶν καὶ κωνώπων περιιπταμένων καὶ βομβούντων θόρυβον·
000-00-00 Serial Number=0977771521
In Kalendas Ante [Go Back]  
 [00060]  ἐκεῖνος θόρυβον ἐπεισάγει, οὗτος ταραχὴν ἐκβάλλει·
000-00-00 Serial Number=0174332559
In decem virgines Ante [Go Back]  
 [00045]  Ἐπέστη ἡ ὥρα, ἔφθασεν ὁ καιρὸς, οἱ κτύποι κατήρξαντο, ἤχουν αἱ σάλπιγγες, ἐδονοῦντο τὰ στοιχεῖα, ὁ ἀνὴρ ἐκλονεῖτο, ἐκλίνετο ὁ οὐρανὸς, ἔτρεμε τὸ στερέωμα, ἀστέρες ἐλύοντο, ἐταράττοντο αἱ δυνάμεις, προέτρεχον ἄγγελοι, ἀστραπαὶ προεβάδιζον, μέγαν εἶχεν ἡ κτίσις τὸν θόρυβον.
000-00-00 Serial Number=0846551299
In epistulam II ad Corinthios Ante [Go Back]  
 [07720]  Πολλὴν ἀσάφειαν ἔχει τὰ ῥήματα, καὶ τοῖς ἀσθενεστέροις θόρυβον ἐντίθησι.
000-00-00 Serial Number=0231689513
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02866]  κἂν ἀπέλθῃς λοιπὸν ἐντεῦθεν, κἂν τὴν ἀγορὰν ὑπερβῇς, καὶ τὸν πολὺν θόρυβον, ὅπερ ἐστὶν ὁ βίος, καὶ πρὸς τὰ μετέωρα τούτων ἔλθῃς, ὅπερ ἐστὶν ὁ μέλλων αἰών.
000-00-00 Serial Number=0308391571
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08983]  ∆αίμονος μὲν γὰρ ἴδιον, τὸ θόρυβον καὶ μανίαν ποιεῖν καὶ πολὺν τὸν ζόφον, Θεοῦ δὲ, τὸ φωτίζειν καὶ μετὰ συνέσεως διδάσκειν τὰ δέοντα.
 [09999]  Καὶ γὰρ πρὶν ἢ φανῆναι, ἀφίπταται, καὶ πρὶν ἀποπτῆναι, πολὺν παρέχει τὸν θόρυβον καὶ πλείονα τῆς ἡδονῆς.
 [09999]  Εἰ γὰρ τὸν γλώσσαις λαλοῦντα καθόλου κω-λύει λέγειν, ὅταν ἑρμηνέα μὴ ἔχῃ, διὰ τὸ ἀνωφελὲς, εἰκότως καὶ προφητείαν, ἂν μὴ τοῦτο ἔχῃ, ἀλλὰ σύγ-χυσιν ποιῇ καὶ ταραχὴν καὶ θόρυβον ἄκαιρον, κατ-έχειν κελεύει.
 [09999]  Περικόψας τὸν θόρυβον τὸν ἀπὸ τῶν γλωττῶν, καὶ τὸν ἀπὸ τῶν προφητειῶν, καὶ νομοθετήσας, ὥστε μὴ σύγχυσιν γίνεσθαι, τούς τε γλώσσαις λαλοῦντας ἀνὰ μέρος τοῦτο ποιεῖν, τούς τε προφητεύοντας ἀρξαμέ-νου ἑτέρου σιγᾷν, λοιπὸν καὶ ἐπὶ τὴν ταραχὴν τὴν ἀπὸ τῶν γυναικῶν γινομένην ὁδῷ πρόεισι, τὴν ἄκαιρον αὐτῶν ἐκκόπτων παῤῥησίαν, καὶ σφόδρα εὐκαίρως.
 [09999]  Καὶ γὰρ τὰς λοιπὰς Ἐκκλησίας παρήγαγε τοῦτον τη-ρούσας τὸν νόμον, καὶ ἀπὸ τῆς καινοτομίας τὸν θό-ρυβον ὑποτεμνόμενος, καὶ τῇ τῶν πολλῶν ψήφῳ τὸν λόγον ποιῶν εὐπαράδεκτον.
000-00-00 Serial Number=0069435298
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02120]  ὅταν ἴδωσι τοσοῦτον ἐπὶ τῆς γῆς θόρυβον, τότε εἴσονται.
000-00-00 Serial Number=0750354409
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02911]  πόσον τὸν θόρυβον;
000-00-00 Serial Number=0002946198
In epistulam ad Colossenses Ante [Go Back]  
 [04145]  ὅταν δὲ συνίωσιν, οὐκ εἰκόνα ἄψυχον, οὐδὲ εἰκόνα τινὸς τῶν ἐπὶ γῆς, ἀλλ' αὐτοῦ ποιοῦντες τοῦ Θεοῦ, τοσοῦτον ἐπεισάγεις θόρυβον, καὶ ταράττεις τοὺς ὄντας, καὶ αἰσχύνεις τὴν ψυχὴν, καὶ θορυβεῖς;
000-00-00 Serial Number=0796623468
In epistulam ad Philippenses Ante [Go Back]  
 [04047]  Καὶ καθάπερ τὰ μὲν παιδία ἐν πλοίῳ πλέοντα θορυβεῖται, ὁ δὲ κυβερνήτης κάθηται γελῶν καὶ ἀκλινὴς ὢν, τὸν θόρυβον ἐκείνων ὁρῶν, καὶ τερπόμενος·
000-00-00 Serial Number=0448733747
In epistulam ad Romanos Ante [Go Back]  
 [04315]  Καὶ τὰ ἄλλα δὲ εἴ τις ἐπέλθοι τῆς κακίας μέρη, πολὺν τὸν θόρυβον ὄψεται, πολλοὺς τοὺς σκοπέλους.
 [04368]  Πολὺ γὰρ εὐκολώτερον, τὴν ἀρχὴν μηδὲ ἰδεῖν εὔμορφον γυναῖκα, ἢ θεασάμενον, καὶ δεξάμενον τὴν ἐπιθυμίαν, ἐκβάλλειν τὸν ἐκ ταύτης θόρυβον.
 [06858]  σκόπει τοῦ Παύλου τὴν σύνεσιν, πῶς αὐτὸ τοῦτο, ὃ τὸν θόρυβον ἐποίει, τοῦ θορύβου καὶ τῆς ταραχῆς δείκνυσιν ὂν ἀναιρετικόν.
 [06871]  Εἶτα, ἐπειδὴ τὸν θόρυβον τοῦτον ἐξεῖλε παρεμβαλὼν τὸν προφήτην, πάλιν ἔχεται τῆς προτέρας ἀκολουθίας.
000-00-00 Serial Number=0330476642
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00126]  Καὶ γὰρ πολὺν τῷ μὴ προσέχοντι τὸν θόρυβον ἐμποιεῖ τὸ εἰρημένον.
000-00-00 Serial Number=0358526766
In illud Ne timueritis Ante [Go Back]  
 [00004]  πολὺ δὲ ἥδιον τῷ λέγοντι, ὅταν εἰς ἀκοὴν καταβάλλῃ τὰ θεῖα νοήματα θόρυβον οὐκ ἔχουσαν.
000-00-00 Serial Number=0692039967
In illud Nolite thesaurizare vobis thesauros in terra Ante [Go Back]  
 [00108]  ὀλίγον χρόνον τὴν ταραχὴν καὶ τὸν θόρυβον ἐνταῦθα ἔχω.
000-00-00 Serial Number=0126009643
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00072]  Ἂν τοίνυν τὸν διάβολον ἀπελάσῃς, ἂν τὰ πορνικὰ ᾄσ ματα, καὶ τὰ κεκλασμένα μέλη, καὶ τὰς ἀτάκτους χορείας, καὶ τὰ αἰσχρὰ ῥήματα, καὶ τὴν διαβολικὴν πομπὴν, καὶ τὸν θόρυβον, καὶ τὸν κεχυμένον γέλωτα καὶ τὴν λοιπὴν ἐξελάσῃς ἀσχημοσύνην, εἰσαγάγῃς δὲ τοὺς ἁγίους Χριστοῦ δούλους, καὶ ὁ Χριστὸς δι' αὐτῶν παρέσται πάντως μετὰ τῆς μητρὸς καὶ τῶν ἀδελ φῶν·
000-00-00 Serial Number=0458072782
In illud Vidi dominum Ante [Go Back]  
 [00889]  ἀλλ' ὕστερόν ποτε εἰς ἀπόνοιαν ἦλθεν, εἰς ἀπόνοιαν, τὴν μητέρα τῶν κακῶν, εἰς ἀλαζονείαν, τὸν θόρυβον τῶν νοσούντων, εἰς ὑπερηφανίαν, τὴν ἀπώλειαν τοῦ διαβόλου.
000-00-00 Serial Number=0747466862
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00028]  ἐπιτηδεύματα πάντα καὶ πράξεις πάσας ἀνθρωπίνας ἀργούσας, καὶ ἔργον μὲν οὐδὲν παρ' οὐδενὸς οὐδαμοῦ τελούμενον, οἰμωγὴν δὲ ὁμοῦ πάντων καὶ θόρυβον, καὶ βοὴν εἰς οὐρανὸν πεμπομένην.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»