Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θόρυβος [77]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θόρυβος


000-00-00 Serial Number=0946680427
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01288]  εἰπὲ γάρ μοι, εἴ τίς σε εἰς βασιλείαν ἐκάλει τὴν ἐν τῇ γῇ, εἶτα πρὶν εἰς τὴν πόλιν εἰσελθεῖν, καὶ τὸν στέφανον ἀναδήσασθαι, ἔμελλες ἐν πανδοχείῳ καταλύειν, ἐν ᾧ καὶ βόρβορος καὶ καπνὸς, καὶ ὁδοιπόρων θόρυβος, καὶ λῃστῶν ταραχὴ, καὶ στενοχωρία καὶ θλῖψις πολλὴ, ἆρα ἂν ἀπεστράφης πρὸς ἐκεῖνα τὰ λυπηρὰ, ἀλλ' οὐκ ἂν ἁπάντων αὐτῶν ὡς οὐδὲν ὄντων κατεφρόνησας;
 [01540]  οὕτω καὶ τότε, καὶ ἀθυμίας καὶ φόβου τὴν τοῦ δικαίου διακοπτόντων ψυχὴν, πολλὴ ἦν ἡ ζάλη καὶ ὁ θόρυβος, τῶν παθῶν τούτων ἐπαλλήλων κρατούντων καὶ κρατουμένων συνεχῶς.
000-00-00 Serial Number=0791653693
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00012]  Ἐπεὶ γὰρ πολλὰ μὲν τὰ ἐπισκοτοῦντα τῇ ὄψει, πολλὰ δὲ τὰ θορυβοῦντα τὴν ἀκοὴν, καὶ τὴν γλῶτταν ὑποσκελίζοντα, δεῖ πάσης ἑαυτὸν ὑπεξαγαγόντα τῆς ταραχῆς καὶ τοῦ καπνοῦ, πρὸς ἐκείνην ἀναχωρῆσαι τὴν ἐρημίαν, ἔνθα πολλὴ μὲν ἡ γαλήνη, λαμπρὰ δὲ ἡ αἰθρία, θόρυβος δὲ οὐδεὶς, ἀλλὰ πεπήγασι μὲν ἀκλινεῖς οἱ ὀφθαλμοὶ πρὸς τὸν τοῦ Θεοῦ πόθον ἐνορῶντες ἀτενὲς, ἑστήκασι δὲ ἀτρεμεῖς αἱ ἀκοαὶ, πρὸς ἓν μόνον ἠσχολημέναι, τὴν τῶν θείων λογίων ἀκρόασιν, καὶ τῆς παναρμονίου καὶ πνευματικῆς ἐπακούουσαι συμφωνίας, ἧς ἡ τυραννὶς οὕτω κρατεῖ τῆς ἅπαξ ἁλούσης ψυχῆς, ὡς μήτε σῖτα, μήτε ποτὸν, μήτε ὕπνον αἱρεῖσθαι μεθ' ἡδονῆς τὸν ὑπ' ἐκείνης ἐφελκυσθέντα τῆς μελῳδίας.
 [00013]  Οὐκοῦν οὔτε πραγμάτων θόρυβος βιωτικῶν, οὔτε σωματικῶν ὄχλος πολλῶν, χαλάσαι τὸν τόνον ἐκεῖνον ἰσχύσειεν ἄν.
000-00-00 Serial Number=0047444344
Ad populum Antiochenum Ante [Go Back]  
 [00539]  Σιγὴ πανταχοῦ φρίκης γέμουσα καὶ ἐρημία, καὶ ὁ ποθεινὸς ἐκεῖνος τοῦ πλήθους ἔσβεσται θόρυβος, καὶ καθάπερ ἁπάντων εἰς τὴν γῆν καταδυόντων, οὕτως ἀφωνία τὴν πόλιν κατέχει νῦν, καὶ τοῖς λίθοις ἐοίκασιν ἅπαντες, καὶ ὥσπερ τινὶ γλωττοπέδῃ τῇ συμφορᾷ κατεχόμενοι βαρυτάτην κατέχουσιν ἡσυχίαν, καὶ τοσαύτην, ὅσηπερ ἂν εἰ πολεμίων ἐπελθόντων καὶ πάντας ὁμοῦ πυρὶ καὶ σιδήρῳ δαπανησάντων ἐγένετο.
000-00-00 Serial Number=0595441043
Adversus Judaeos Ante [Go Back]  
 [00972]  Εἰ γὰρ δὴ μὴ μέλλοιμεν τοῦτο ποιεῖν, ἀλλὰ γυμνὰ τὰ πράγματα καθ' ἑαυτὰ φέροντες εἰς μέσον σκοποῖμεν μόνον, πολλὴ ἡ σύγχυσις ἔσται, καὶ πολὺς ὁ θόρυβος.
000-00-00 Serial Number=0942844987
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00058]  Οὗτος δὲ ἅπαντα ταῦτα ὑπήνεγκεν, καὶ τὸ δὴ θαυμαστότερον, ὃ προλαβὼν εἶπον, ὅτι καὶ ὁμοῦ πάντα, ὅπερ διπλασίονα καὶ τριπλασίονα ποιεῖ τὰ χαλεπὰ φαίνεσθαι, ὅταν μηδὲ τὴν ἐκ τῆς ἀνακωχῆς ἔχῃ παραμυθίαν ὁ ἀγωνιζόμενος, ἀλλὰ τῇ συνεχείᾳ τῆς ἐπαγωγῆς πλείων ὁ θόρυβος γίνηται καὶ μείζων ἡ ταραχή·
000-00-00 Serial Number=0113951027
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01585]  Τὸν δὲ τοιοῦτον ἐν γαλήνῃ διαπαντὸς καὶ ἡσυχίᾳ εἶναι δεῖ, οὐκ εἰς πράγματα ἐμβάλλεσθαι, οὐδὲ ἐν τῷ μέσῳ στρέφεσθαι, ἔνθα πολὺς ὁ θόρυβος καὶ ἡ ταραχή.
000-00-00 Serial Number=0398179293
De Anna i Ante [Go Back]  
 [00760]  Τῆς ἑσπέρας γὰρ καταλαβούσης εὐθέως ὁ κρότος ἐκεῖνος καὶ ὁ θόρυβος ἅπας μαραίνεται, καὶ παρελθούσης τῆς πανηγύρεως, ὥσπερ ὄναρ τρυφήσαντες, οὕτως ἔρημοι πάσης καθίστανται εὐφροσύνης, καὶ οὔτε τὴν ἀπὸ τοῦ στεφάνου, οὔτε τὴν ἀπὸ τῆς στολῆς τῆς λαμπρᾶς καὶ τῆς ἄλλης φαντασίας ἁπάσης εὐθυμίαν ἐγγινομένην αὐτοῖς ζητοῦντες εὑρεῖν δύναιντ' ἂν, ἀνέμου παντὸς ταχύτερον παραδραμόντων αὐτοὺς ἁπάντων.
000-00-00 Serial Number=0840355337
De baptismo Christi Ante [Go Back]  
 [00228]  Βούλεσθε εἴπω πόθεν ὁ θόρυβος καὶ ἡ κραυγὴ γίνεται;
000-00-00 Serial Number=0566744685
De beato Philogonio Ante [Go Back]  
 [00041]  Οὐδεὶς ἐκεῖ θόρυβος καθάπερ ἐνταῦθα, οὐδεμία ταραχὴ, ἀλλὰ πολὺς ὁ κόσμος πάντων μετὰ τῆς προσηκούσης εὐταξίας, ὥσπερ ἐν κιθάρᾳ τινὶ, μετὰ ῥυθμοῦ τὴν παναρμόνιον μελῳδίαν καὶ πάσης ἡδίω μουσικῆς τῷ ∆εσπότῃ τῆς κτίσεως ἑκατέρας ἀναπεμπόντων, καὶ τῆς ψυχῆς ἐκεῖ καθάπερ ἐν ἱεροῖς ἀδύτοις καὶ θείοις τισὶ μυστηρίοις τὴν θείαν τελουμένης μυσταγωγίαν.
 [00207]  καταλυέτω τὴν ἔχθραν, καταστελλέτω τὴν διάνοιαν φλεγμαίνουσαν, οἰδοῦσαν, ἵνα μηδεὶς ἔνδον θόρυβος ᾖ μηδὲ ταραχή.
000-00-00 Serial Number=0416324198
De eleemosyna [5] Ante [Go Back]  
 [00095]  αἱματοχειρίαι, θόρυβος τοσοῦτος, ἵνα τοῦ ἑνὸς πλουσίου ἐκείνου τὴν κοιλίαν χορτάσωσιν.
000-00-00 Serial Number=0218842983
De fato et providentia Ante [Go Back]  
 [00014]  Ἡ γὰρ ταραχὴ καὶ ὁ θόρυβος οὐχὶ τούτων ἐστὶ περιπέτεια, ἀλλ' ἡμεῖς καὶ ἡ ἡμετέρα διάνοια·
000-00-00 Serial Number=0445014656
De paenitentia [1] Ante [Go Back]  
 [01937]  πολὺς ὁ φόβος, πολὺς ὁ θόρυβος·
000-00-00 Serial Number=0802815557
De resurrectione mortuorum Ante [Go Back]  
 [00049]  καὶ παντὸς ἐμφυλίου πολέμου χαλεπώτερος ἦν ὁ τότε κατέχων θόρυβος.
000-00-00 Serial Number=0807965100
De salute animae Ante [Go Back]  
 [00020]  μέγας ὁ χειμὼν ἐκεῖνος, μεγάλη ἡ ὀδύνη, χαλεπὴ ἡ περίστασις, ἀκατάπαυστος ὁ θόρυβος, μέγας ὁ ὀλολυγμός.
000-00-00 Serial Number=0994359732
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00212]  ὅπου γυνὴ, καὶ παρθένοι, καὶ διακόνων ἐρημία, καὶ φίλων προδοσία, καὶ θόρυβος, καὶ ταραχὴ, καὶ φόβος ἀφόρητος, καὶ κίνδυνος ἐν αὐταῖς ποικίλος, καὶ περὶ ψυχῆς ὁ δρόμος, καὶ παντάχοθεν οἱ πολέμιοι, ποῖος λόγος τὰ ἀγωνίσματα τῶν γυναικῶν παραστῆσαι δυνήσεται, τὴν ἀνδρείαν, τὴν μεγαλοψυχίαν, τὴν πίστιν;
000-00-00 Serial Number=0517146051
De virginitate Ante [Go Back]  
 [00810]  Τί γὰρ ἀτερπέστερον, εἰπέ μοι, ἢ ὅταν μετὰ τὸν πολὺν κωκυτὸν καὶ τὰς οἰμωγὰς καὶ τὰ δάκρυα καὶ τὴν αὐχμηρὰν κόμην καὶ τὴν μέλαιναν στολὴν ἐξαίφνης κρότοι καὶ παστάδες γαμήλιοι καὶ θόρυβος ἀπ' ἐναντίας τῷ προτέρῳ, ὥσπερ ὑποκριτῶν ἐν σκηνῇ παιζόντων καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο γινομένων;
000-00-00 Serial Number=0640376449
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [07962]  τί γέγονεν ἡ κραυγὴ καὶ ὁ θόρυβος;
 [09999]  Βούλεσθε εἴπω, πόθεν ὁ θόρυβος γίνεται;
000-00-00 Serial Number=0383417189
Epistula ad Cyriacum Ante [Go Back]  
 [00168]  Νῦν δὲ ἐπὶ τῆς ἡμετέρας θαλάσσης χείρων ὁ θόρυβος καὶ πλείονα τὰ κύματα.
 [00704]  Ἐπειδὴ γὰρ εἶδέ τινας αὐτόθι τεταραγμένους καὶ ἀθυμοῦντας, προσῆλθεν εὐθέως τὴν αἰτίαν εἰσόμενος καὶ μαθὼν ὅτι ἐξ ὄψεως ὀνειράτων ὁ θόρυβος ἔλυσε τὰ ὀνείρατα.
000-00-00 Serial Number=0253599167
Epistulae Ante [Go Back]  
 [01280]  νῦν δὲ ἐπὶ τῆς ἡμετέρας θαλάσσης χείρων ὁ θόρυβος, καὶ χείρω τὰ κύματα.
 [02238]  νῦν δὲ ἐπὶ τῆς ἡμετέρας θαλάσσης χείρων ὁ θόρυβος, καὶ χείρω τὰ κύματα.
 [02971]  τῶν πραγμάτων ὁ θόρυβος;
 [03365]  Εἰ δὲ αὐτοὶ τὰ παρ' ἑαυτῶν μὴ εἰσενέγκαιμεν, ἀλλὰ ῥᾳθυμήσαιμεν, οὐδὲν εἰς τοῦτο ἡμῶν προστήσεται ὁ τῶν πραγμάτων θόρυβος·
 [03585]  ἡμεῖς δὲ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἑτέρωθεν, καὶ ὅθεν μάλιστα χρὴ, καὶ αἰδούμεθα καὶ φιλοῦμέν σου τὴν τιμιότητα, ὅτι σοι τῶν παρόντων λόγος οὐδεὶς, ὅτι τὸν καπνὸν ἤλασας, καὶ τὴν κόνιν ἔσβεσας, καὶ τὸν πηλὸν κατεπάτησας, καὶ κοῦφόν σοι γέγονε τὸ πτερὸν πρὸς τὴν ὁδὸν τὴν εἰς τὸν οὐρανὸν φέρουσαν, καὶ οὔτε ἀνδρὸς μέριμνα, οὔτε παιδοτροφίας φροντὶς, οὔτε οἰκίας ἐπιμέλεια, οὔτε ὁ ἐντεῦθεν τικτόμενος θόρυβος ἴσχυσεν ὑποσκελίσαι σοι τὸν δρόμον καὶ βραδύτερον ἐργάσασθαι, ἀλλ' αὐτοῖς δὴ τούτοις τοῖς δοκοῦσιν εἶναι κωλύμασιν εἰς πλεῖον τάχος πτήσεως κέχρησαι·
000-00-00 Serial Number=0032640636
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01068]  Καὶ μαθὼν ὅτι ἐξ ὄψεως ὀνειράτων ὁ θόρυβος ἦν, διέλυσε τὰ ὀνείρατα.
000-00-00 Serial Number=0464254022
Expositiones in Psalmos Ante [Go Back]  
 [00544]  Εἰ δὲ οἱ παχύτεροι, καὶ σὰρξ ὄντες, καὶ τῇ γῇ προσηλωμένοι, τούτοις οὐ προσέχουσιν, οὐ παρὰ τὸν ὑποσχόμενον, ἀλλὰ παρὰ τὴν ἐκείνων ἀγνωμοσύνην ἡ ταραχὴ καὶ ὁ θόρυβος γίνεται.
 [02365]  Ὁμοῦ τε γὰρ ἐβουλεύσατό τίς τι πονηρὸν, καὶ πρὶν ἢ πῆξαι τῇ διανοίᾳ, θόρυβος καὶ ταραχὴ κατὰ τὴν διάνοιαν.
000-00-00 Serial Number=0050700486
Fragmenta in Job Ante [Go Back]  
 [00406]  ὅταν μηδὲ τὴν ἐκ τῆς ἀνακωχῆς ἔχει παραμυθίαν ὁ ἀγωνιζόμενος, ἀλλὰ τῇ συνεχείᾳ τῆς ἐπαγωγῆς, πλείων ὁ θόρυβος γίνεται, καὶ μείζων ἡ ταραχὴ, ὅπερ ἐπὶ τούτου συνέβη·
000-00-00 Serial Number=0085001230
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00114]  Ἵνα γὰρ μὴ τῶν ἱππέων τὸ πλῆθος μηδὲ τῶν ὡπλισμένων στρατιωτῶν ὁ θόρυβος λυμήνηται παρθένοις, γεγηρακυίαις, πρεσβύταις ἀνδράσι, καὶ διαταράξῃ τὴν ἑορτὴν, ἄξια τῆς ἑαυτῆς συνέσεως ποιοῦσα διενείματο τὴν πανήγυριν.
000-00-00 Serial Number=0288678586
In Acta apostolorum Ante [Go Back]  
 [05454]  Καθάπερ γὰρ ἐπὶ τῶν ὑπεράντλων πλοίων, πολὺς ὁ θόρυβος τῶν ναυτῶν, τοῦ κυβερνήτου, τοῦ πρωρέως, τῶν ἐπιβατῶν, τὰ μὲν ἄνωθεν ῥιπτούντων εἰς τὸ πέλαγος, τὰ δὲ κάτωθεν·
 [05723]  Καθάπερ γὰρ ἐν χειμῶνι θαλαττίῳ πολὺς ὁ θόρυβος, μεγάλη ἡ κραυγὴ, καὶ οὐκ ἂν ἔχοι τις καιρὸν φιλοσοφεῖν·
 [05727]  Εἰ δὲ ὁ ἔξωθεν ἐκκρούει θόρυβος, πολλῷ μᾶλλον ἡ ἔνδον ταραχή.
 [06154]  Οὐκ ἔστιν ἐκεῖ κραυγὴ, οὐκ ἔστι θόρυβος, οὐκ ἐχθροὶ διάφοροι, οὐχ αἱρέσεις·
 [09131]  Καθάπερ γὰρ ἐν πόλει πολιορκίας γενομένης πολὺς θόρυβος γίνεται καὶ τάραχος τῶν πολεμίων ἐπεισελθόντων·
 [09651]  Ἦλθε τὸ Πάσχα, πολὺς ὁ θόρυβος, πολλὴ ἡ ταραχή·
 [09654]  Ἀπῆλθεν ἡ ἑορτὴ, ὁ μὲν θόρυβος ὑποτέμνεται, ἡσυχία δὲ πάλιν ἄκαρπος.
 [09999]  Εἰπέ μοι, ἐν τοῖς μυστηρίοις, μή τις θόρυβος;
 [09999]  μάχη παρ' ὑμῖν πολλὴ καὶ στάσις, πολὺς θόρυβος·
 [09999]  Θεάτροις ἐπιτήδειος ὁ θόρυβος καὶ βαλανείοις καὶ πομπαῖς καὶ ἀγοραῖς·
 [09999]  Καθάπερ γὰρ ἐν θεά [60.287] τρῳ χοροῦ μουσικῶν πάντες μετὰ σιγῆς ἐπακούουσι, καὶ οὐδεὶς ἐκεῖ θόρυβος·
 [09999]  Οὐ γὰρ ἀρκεῖ ἡμῖν ὁ ἕτερος θόρυβος τῆς ψυχῆς ὁ μηδενὸς κινοῦντος κινούμενος·
000-00-00 Serial Number=0695407748
In Christi natalem Ante [Go Back]  
 [00012]  [καὶ τοῦ] διαβόλου θόρυβος·
000-00-00 Serial Number=0609436572
In Eutropium Ante [Go Back]  
 [00009]  ποῦ ὁ τῆς πόλεως θόρυβος, καὶ αἱ ἐν ἱπποδρομίαις εὐφημίαι, καὶ τῶν θεατῶν αἱ κολακεῖαι;
000-00-00 Serial Number=0902201176
In Isaiam Ante [Go Back]  
 [01834]  Καὶ ἐντεῦθεν ἐπὶ θάλατταν ἐξάγει τὸν λόγον, λέγων ὅτι τοσοῦτος ἔσται ὁ θόρυβος, τοσαύτη ἡ ταραχή, ὅση ἂν γένοιτο μαινομένης θαλάσσης καὶ κύματα διεγειρούσης·
000-00-00 Serial Number=0606854141
In Joannem Ante [Go Back]  
 [00441]  Οὐ γὰρ παρὰ τὴν τῶν πραγμάτων φύσιν ὁ θόρυβος ἡμῖν ἐγγίνεται, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς διανοίας τῆς ἡμετέρας.
000-00-00 Serial Number=0681554914
In Psalmum 050 Ante [Go Back]  
 [00143]  Καὶ σὺ βόησον, ἀγαπητὲ, ὅτι μέγας ὁ θόρυβος τῶν ἁμαρτημάτων, καὶ εὐθέως ἀκούεις·
000-00-00 Serial Number=0078973591
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00135]  Μέγας ὁ θόρυβος τῶν ἁμαρτημάτων μου, ἀλλὰ πολλὴ ἡ ἀσφάλεια τῆς τοῦ ∆εσπότου μου φιλανθρωπίας.
000-00-00 Serial Number=0459654570
In catenas sancti Petri Ante [Go Back]  
 [00059]  Ἐκεῖνοι γὰρ ἔλεγον, μὴ ἐν τῇ ἑορτῇ γενέσθαι τὴν τούτου σύλληψιν, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ, ὡς μετὰ τὴν ἑορτὴν πάντως ἐπὶ τὸν σταυρὸν ἄγειν μέλλοντες.
000-00-00 Serial Number=0286300600
In diem natalem Ante [Go Back]  
 [00295]  Ὁ θόρυβος καὶ ἡ ὀργὴ ὕβρις εἰς τὴν προκειμένην θυσίαν γίνεται.
000-00-00 Serial Number=0837795615
In epistulam II ad Corinthios Ante [Go Back]  
 [06355]  τί γέγονεν ἡ κραυγὴ καὶ ὁ θόρυβος;
 [06807]  πάντοθεν αὐτῷ θόρυβος καὶ ταραχὴ, ἀπὸ τῶν οἰκείων, ἀπὸ τῶν ἀλλοτρίων.
000-00-00 Serial Number=0276511252
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00884]  διὰ τοῦτο πολὺς ὁ θόρυβος, ἐξελεῖν αὐτὸν ἑκάστου ἐπιχειροῦντος, καὶ ταῖς ἀσπίσι περιφράττουσι πάντοθεν, τὴν ἐκείνου βουλόμενοι διασῶσαι κεφαλήν.
000-00-00 Serial Number=0118262291
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01730]  Χλευασία ταῦτα πάντα, κύματα, καὶ ζάλη, καὶ χειμὼν, καὶ τρικυμία, καὶ πολὺς ὁ θόρυβος τῇ ψυχῇ·
 [02867]  Καθάπερ γὰρ ἐν ἐρημίᾳ, οὐδεὶς θόρυβος, οὐδεὶς ὁ ἐνοχλῶν, οὐδεὶς ὁ κατέχων.
000-00-00 Serial Number=0806815326
In epistulam I ad Corinthios Ante [Go Back]  
 [09240]  Ἐπεὶ οὖν ταύτης πόῤῥω που καὶ μακρὰν ἑστήκατε, διὰ τοῦτο θόρυβος τῶν λογισμῶν, διὰ τοῦτο τὰ πολλὰ κύματα, διὰ τοῦτο ἡ ζάλη.
 [09999]  Νῦν δὲ, μίμου μὲν γελωτοποιοῦντος, καὶ πορνευομένης γυναικὸς καὶ ἀσχημονούσης, θέατρον τοσοῦτον κάθ-ηται, πολλὴν παρέχον τὴν ἡσυχίαν τοῖς λεγομένοις, καὶ ταῦτα οὐδενὸς κελεύοντος σιγᾷν, καὶ οὔτε θόρυ-βος οὔτε κραυγὴ, οὐχ ὁ τυχὼν θροῦς·
 [09999]  Ἐνταῦθα δὲ πολὺς ὁ θόρυβος, πολλὴ ἡ σύγχυσις, καὶ καπηλείου οὐδὲν διενήνοχε τὰ παρ' ἡμῖν·
 [09999]  Οὐκ ἔστιν οὐδεμία, ἀλλὰ θόρυβος καὶ ὀδύνη καὶ νε-φέλαι ζοφώδεις ἀντὶ ὑδάτων πολλὴν φέρουσαι τὴν ἀθυμίαν·
 [09999]  Ὥστε οὐχ ἡδονὴ τοῦτο, ἀλλ' ἔκστασις μᾶλλον καὶ θόρυβος καὶ ταραχή.
000-00-00 Serial Number=0037237763
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01765]  νυνὶ δὲ παρ' αὐταῖς πολὺς ὁ θόρυβος, πολλὴ ἡ κραυγὴ, πολλὴ ἡ διάλεξις, οὐδαμοῦ ἀλλαχοῦ τοσαύτη, ὅση ἐνταῦθα·
 [03272]  Οὐκ ἔστι φόβος ἀρχόντων ἐκεῖ, οὐκ ἔστι δεσποτῶν ἀπόνοια, οὐκ ἔστι δούλων φόβος, οὐκ ἔστι γυναικῶν θόρυβος, οὐκ ἔστι παίδων ταραχὴ, οὐκ ἔστι κιβωτίων πλῆθος, οὐδὲ ἱματίων ἀπόθεσις περιττὴ, οὐ χρυσίον, οὐκ ἀργύριον·
000-00-00 Serial Number=0645225823
In epistulam ad Colossenses Ante [Go Back]  
 [04285]  Μηδεὶς ἔστω θόρυβος, μηδεμία ταραχή·
000-00-00 Serial Number=0360995531
In epistulam ad Ephesios Ante [Go Back]  
 [02106]  Εἰ δὲ ἐν ἡμέρᾳ ἐγένετο ταῦτα, πολὺς ἂν ἐγένετο θόρυβος.
 [03525]  καὶ πολὺς ὁ θόρυβος, πολλὴ ἡ ταραχή.
000-00-00 Serial Number=0281984746
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05078]  οὐδεὶς θόρυβος ἐκεῖ, οὐδεμία ταραχὴ, οὐδὲ κραυγή.
000-00-00 Serial Number=0251622081
In epistulam ad Philippenses Ante [Go Back]  
 [04851]  Μὴ γὰρ εἰς τὸ διάδημα ἴδῃς, ἀλλ' εἰς τὸ κλυδώνιον φροντίδων, δι' οὗ αὐτῷ ὁ θόρυβος τίκτεται·
000-00-00 Serial Number=0332395136
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00098]  ποῖος στρατιωτῶν θόρυβος οὕτω ταχέως τῆς ἀσφαλείας ἀποστῆναι ἠνάγκασε·
000-00-00 Serial Number=0558520794
In illud Domine non est in homine Ante [Go Back]  
 [00016]  ∆ιὰ τοῦτο πρώην ὑμῖν περὶ Παύλου καὶ Πέτρου διαλεχθέντες, καὶ τῆς ἐν Ἀντιοχείᾳ γενομένης αὐτοῖς πρὸς ἀλλήλους ἀμφισβητήσεως, καὶ τὴν δοκοῦσαν ἐκείνων εἶναι μάχην πάσης εἰρήνης χρησιμωτέραν ὑμῖν ἀποδείξαντες, καὶ ἐπὶ τὴν ὑπτίαν ἐκείνην καὶ τραχείαν ἀγαγόντες ὁδὸν, ἐπειδὴ πεπονηκότας εἴδομεν, τῇ μετ' ἐκείνην ἡμέρᾳ πρὸς ἑτέραν εὐκολωτέραν ἐχειραγωγοῦμεν ὑπόθεσιν, τοῦ μακαρίου Εὐσταθίου τὰ ἐγκώμια διηγούμενοι, καὶ μετ' ἐκεῖνον τοῦ γενναίου μάρτυρος Ῥωμανοῦ τοὺς ἐπαίνους διεξιόντες, ὅτε δὴ καὶ λαμπρότερον ἡμῖν τὸ θέατρον γέγονε, καὶ πλείων ὁ κρότος, καὶ μείζων ὁ θόρυβος.
000-00-00 Serial Number=0162309349
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00592]  Καὶ γὰρ παισὶν ἐπολέμουν πατέρες, καὶ θυγατέρες ἐμίσουν τὰς κυησάσας, καὶ φίλοι φίλους ἀπεστρέφοντο, καὶ εἰς τὰς συγγενείας καὶ εἰς τὰς οἰκίας ὁ πόλεμος οὗτος ἕρπων εἰσῄει, καὶ θόρυβος ἦν τότε πολὺς κατὰ τὴν οἰκουμένην.
000-00-00 Serial Number=0441947103
In illud Ne timueritis Ante [Go Back]  
 [00008]  τὰ δὲ ὄμματα ἑστηκότα καὶ μετέωρα γινόμενα φωνὴν ἀφίησιν, ὅτι θόρυβος οὐδεὶς ἔνδον ἐστὶν, ἀλλὰ μᾶλλον βοᾶτε μετὰ προθυμίας·
000-00-00 Serial Number=0517523587
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00015]  οὐχ ὁ θόρυβος κατὰ τὸν καιρὸν τῆς ἀκροάσεως, ἀλλ' ἡ σπουδὴ ἡ διαπαντὸς τοῦ χρόνου.
 [00101]  ἐπὶ δὲ τῆς ἀγορᾶς, εἰπέ μοι, ἔνθα τοσοῦτος θόρυβος καὶ στενοχωρία καὶ πολὺς ὁ καύσων, πῶς οὐ προβάλλῃ πνῖγος καὶ θέρμην;
000-00-00 Serial Number=0984824896
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00104]  Οὐαί σοι, ὅτι αὐτὸς μέν σε ἐπὶ τὰς παστάδας εἵλκυσε τὰς πνευματικὰς, σὺ δὲ ἑαυτὴν ἀπορρήξασ' ἀπὸ τῆς δόξης ἐκείνης, εἰς τὸ τοῦ διαβόλου κατηνέχθης πῦρ καὶ πρὸς τὰς ἀνηκέστους κολάσεις, ἔνθα κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων, ἔνθα οὐδεὶς ὁ παραμυθησόμενος, οὐδὲ χεῖρα ὀρέξων, ἀλλὰ σκότος πάντα καὶ ἀπορία καὶ θόρυβος καὶ κακὰ παραμυθίαν οὐκ ἔχοντα οὐδὲ πέρας·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»