Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θανάτους [90]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θανάτους


000-00-00 Serial Number=0551496506
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00238]  Καὶ οἱ μὲν τὰς τῶν ἀρχόντων ὑπηρεσίας καὶ τὰς τῶν δημοσίων διοικήσεις ἀναδεχόμενοι, τούτων πολυπραγμονοῦσιν οὐδὲν, ἀλλ' εἰ μόνον κέρδος ἔχοι τὸ πρᾶγμα, κέρδος ἐπίκαιρον, κἂν ὑπὲρ τούτου θαῤῥῆσαι δυνηθῶσί ποτε, οὐ πόνους, οὐ κινδύνους, οὐκ ἀτιμίας, οὐ διακονίας δουλοπρεπεῖς, οὐκ ἀποδημίας μακρὰς, οὐ τὴν ἐν ἀλλοτρίᾳ διαγωγὴν, οὐχ ὕβρεις, οὐ βασάνους, οὐ καιρῶν μεταβολὴν, οὐ τὸ πρὸς τῷ τέλει σφαλῆναι τῆς ἐλπίδος πολλάκις, οὐ θανάτους ἀώρους, οὐ τὸν τῶν οἰκείων χωρισμὸν, οὐ γυναικὸς ἐρημίαν καὶ παίδων, οὐκ ἄλλο οὐδὲν δυσχερῶν ἐννοοῦσι λοιπόν·
 [00269]  ∆ιὰ τοῦτο καὶ λιμὸν καὶ δίψαν καὶ γυμνότητα καὶ δεσμὰ καὶ θανάτους καὶ διαποντίους ἀποδημίας καὶ ναυάγια καὶ τὰ ἄλλα πάντα, ἃ κατέλεξε, ἔφερε, καὶ οὐ μόνον οὐκ ἐβαρύνετο τούτοις, ἀλλὰ καὶ ἔχαιρε·
000-00-00 Serial Number=0935823619
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00479]  ∆ιὰ τοῦτο ποικίλοι καὶ διάφοροι τῶν μαστίγων οἱ τρόποι, καὶ ὁ μὲν νόσῳ δοκιμάζεται μακρᾷ, ὁ δὲ βαρυτάτῃ πενίᾳ, τῷ βιάζεσθαι καὶ ἀδικεῖσθαι ἕτερος, ἄλλος τῷ συνεχεῖς καὶ ἐπαλλήλους θανάτους καὶ παίδων καὶ τῶν αὐτῷ προσηκόντων ἰδεῖν·
 [00697]  καὶ τοὺς πλείονας τῶν βρόχους ἁψάντων, ἢ ξίφει διαφθαρέντων, ἢ ποταμοῖς ἀποπνιγέντων, ἢ καὶ ἑτέρως πως ἀπολεσάντων ἑαυτοὺς, ἀπὸ τῆς ἀθυμίας ἐπὶ τοὺς βιαίους τούτους θανάτους ὠσθέντας εὑρήσομεν·
 [00988]  Τὸ γὰρ μετὰ τριακοσίων οἰκετῶν καὶ μικρῷ πλειόνων πρὸς τοσαύτην παρατάττεσθαι στρατιὰν, οὐδὲν ἕτερον ἢ ταῦτα λογιζομένου ἦν, καὶ πρὸς αἰχμαλωσίαν καὶ πρὸς τιμωρίαν, καὶ πρὸς μυρίους παρεσκευασμένου θανάτους.
 [01698]  Τὸν μὲν οὖν λιμὸν, καὶ τὸ δίψος, καὶ τὴν γύμνωσιν, καὶ τὰ ναυάγια, καὶ τὰς ἐν ταῖς ἐρήμοις διατριβὰς, καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους, καὶ τὰς ἐπιβουλὰς, καὶ τὰ δεσμωτήρια, καὶ τὰς πληγὰς, καὶ τὰς ἀγρυπνίας, καὶ τοὺς μυρίους θανάτους, καὶ τἄλλα ὅσα τοῦ κηρύγματος ἕνεκεν ὑπέμεινεν, οὐδὲν οἶμαι δεῖν λέγειν.
000-00-00 Serial Number=0364080071
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00332]  Εἰ γὰρ μυρίους καθ' ἑκάστην ἡμέραν θανάτους ὑπομένειν ἐχρῆν, εἰ γὰρ τὴν γέενναν αὐτὴν ὑπὲρ τοῦ τὸν Χριστὸν ἐρχόμενον ἰδεῖν ἐν τῇ δόξῃ αὐτοῦ καὶ εἰς τὸν τῶν ἁγίων ἐγκαταλεγῆναι χορόν, οὐκ ἐχρῆν ἅπαντα ὑπομένειν ἐκεῖνα;
 [00466]  Οὐδὲ γὰρ ἐπὶ τοὺς κινδύνους σε καλοῦμεν τέως ἐκείνους, οὐδ' ἐπὶ τοὺς θανάτους τοὺς καθημερινούς, τοὺς διωγμοὺς τοὺς συνεχεῖς, τὰς μάστιγας, τὰ δεσμά, τὴν πρὸς τὴν οἰκουμένην ἀπέχθειαν, τὸ παρὰ τῶν οἰκείων μῖσος, τὰς ἀγρυπνίας τὰς ἐπαλλήλους, τὰς ὁδοιπορίας τὰς μακράς, τὰ ναυάγια, τὰς τῶν λῃστῶν ἐφόδους, τὰς παρὰ τῶν συγγενῶν ἐπιβουλάς, τὰς ὑπὲρ τῶν φίλων ὀδύνας, τὸν λιμόν, τὸν κρυμόν, τὴν γυμνότητα, τὴν πύρωσιν, τὴν ἀθυμίαν τὴν ὑπὲρ τῶν αὐτοῦ, τὴν ὑπὲρ τῶν οὐκ αὐτοῦ.
000-00-00 Serial Number=0523097336
Ad populum Antiochenum Ante [Go Back]  
 [00396]  νυνὶ δὲ ἐντεῦθεν μάλιστα ἂν εἶεν θαυμαστοὶ οἱ τὰ τοιαῦτα πράττοντες, ὅτι καὶ κινδύνους καὶ ζημίας καὶ θανάτους καὶ μυρία κακὰ προορώμενοι, ὅμως τῶν τοιούτων οὐκ ἀφίσταντο κατορθωμάτων, οὐδὲ ὀκνηρότεροι ἐγίνοντο ταῖς τῶν φόβων προσδοκίαις.
 [00400]  καὶ σὺ τοίνυν, ὅταν μέλλῃς τί ποτε ἐργάζεσθαι τῶν κατὰ Θεὸν, πολλοὺς προόρα κινδύνους, πολλὰς ζημίας, πολλοὺς θανάτους·
 [03743]  οὕτω δὴ κἀκεῖναι, εἴ ποτε φωνῶν καὶ ὀλολυγμῶν ᾔσθοντο φερομένων, δεδοικυῖαι μὴ πρὸς τὰς βασάνους ἀπαγορεύσαντες οἱ καταμαρτυρεῖν ἀναγκαζόμενοι, κατείπωσί τινος τῶν αὐτοῖς ἐπιτηδείων, μυρίους πρὸ τῶν ὀφθαλμῶν ἑώρων θανάτους.
 [05062]  νῦν δὲ πολλοὶ τῶν πλουτούντων ἀβίωτον εἶναι τὸν βίον νομίζουσι, καὶ θανάτους μυρίους εὔχονται, ἐπειδὰν δυσημερίας τινὸς αἴσθωνται, καὶ οἱ σφόδρα ἀθυμοῦντες, οὗτοι μάλιστα [49.182] πάντων εἰσί.
 [05188]  ∆ιὰ τοῦτο ὁ Παῦλος μυρία ὑπομείνας δεινὰ, ναυάγια, πολέμους, ἐπαναστάσεις, ἐπιβουλὰς, λῃστῶν ἐφόδους, καὶ ὅσα οὐδὲ ἀπαριθμήσασθαι ἔνι τῷ λόγῳ, καὶ καθημερινοὺς θανάτους ἀποθνήσκων, οὐ μόνον οὐκ ἤλγει οὐδὲ ἐδυσχέραινεν, ἀλλὰ καὶ ἐκαυχᾶτο καὶ ἔχαιρε, καὶ λέγει·
000-00-00 Serial Number=0152185678
Adversus Judaeos Ante [Go Back]  
 [02879]  καὶ πολλοὺς καὶ διαφόρους διηγησάμενος θανάτους, ἐπήγαγεν οὕτω·
 [02914]  Εἰ γὰρ μυρίους ἀποθανεῖν θανάτους ἔδει, εἰ γὰρ τὰ ἀνήκεστα παθεῖν, οὐ πολλῷ βέλτιον ἦν ἅπαντα ὑπομεῖναι τὰ χαλεπὰ, ἢ τῶν μιαρῶν ἐκείνων γενέσθαι γέλωτα καὶ χλευασίαν, καὶ μετὰ συνειδότος ζῇν πονηροῦ;
000-00-00 Serial Number=0634000242
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00673]  Ἂν οὖν ἀκούσῃς αὐτοῦ λέγοντος ἡμῖν γὰρ ἴσως οὐ πείσῃ, ὅτι τῶν ἐν τρυφῇ ζώντων καὶ πορνείαις καὶ μουσικῇ καὶ παρασίτοις καὶ κόλαξι καὶ τῇ ἄλλῃ βλακείᾳ, τοσούτῳ τὸν βίον ἡγεῖται τοῦτον ἡδίω, ὡς ἑλέσθαι μυρίους θανάτους πολλάκις, εἴ τις κελεύοιτο ταύτην τὴν ἡδονὴν ἀφέντα πρὸς ἐκείνην μεταπηδῆσαι, τί πρὸς ταῦτα ἐρεῖς;
 [00724]  ἐκείνης δὲ, κἂν μυρίους θανάτους τις ἐπιφέρῃ, οὐ πείσει καταφρονεῖν, ἀλλὰ καὶ γελασθήσεται μᾶλλον·
000-00-00 Serial Number=0018817782
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00355]  ἀλλ' ἵνα βάλλωμεν τὰς ἀοράτους δυνάμεις τὰς ἀντικειμένας ἡμῖν, ἵνα πλήττωμεν τὸν στρατηγοῦντα αὐταῖς διάβολον, ἵνα ἐλαύνωμεν τὰς ἀγρίας τῶν δαιμόνων φάλαγγας, ἵνα κατασκάπτωμεν αὐτῶν τὰ ὀχυρώματα, ἵνα τὰς ἐξουσίας τοῦ κοσμοκράτορος τοῦ σκότους δήσαντες αἰχμαλώτους ἀγάγωμεν, ἵνα τὰ πνευματικὰ τῆς πονηρίας φυγαδεύσωμεν, ἵνα πῦρ πνέωμεν, ἵνα πρὸς καθημερινοὺς θανάτους ὦμεν ἕτοιμοι καὶ παρεσκευασμένοι.
000-00-00 Serial Number=0561081469
De futurae vitae deliciis Ante [Go Back]  
 [00048]  καὶ ὥσπερ σωμάτων θανάτους ἔστι καθημερινοὺς ὁρᾷν, οὕτω καὶ πραγμάτων.
000-00-00 Serial Number=0281641483
De gloria in tribulationibus Ante [Go Back]  
 [00122]  Οὐ τοίνυν ταῦτα λέγει μόνον τὰ γενόμενα καὶ τὰ ἐσόμενα, ἀλλὰ καὶ αὐτὰ τὰ δοκοῦντα εἶναι ἐν ἀνθρώποις λυπηρὰ, τὰ δικαστήρια λέγω, τὰς ἀπαγωγὰς, τοὺς θανάτους, τὰς ἀπειλὰς, τοὺς λιμοὺς, τὰς βασάνους, τὰ τήγανα, τὰς καμίνους, τὴν λεηλασίαν, τοὺς πολέμους, τὰς πολιορκίας.
000-00-00 Serial Number=0765408218
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00030]  Ἀλλ' ἐγώ σοι μυρίους ἠρίθμησα θανάτους, καὶ τοσούτους ὅσας ἡμέρας κηρύττων ἔζησεν ὁ μακάριος οὗτος.
 [00601]  [4.19] Καὶ ἵνα μάθῃς ἡλίκον τοῦτό ἐστιν, ἀπείλησον τοῖς Ἕλλησιν, οὐ λέγω κινδύνους καὶ θανάτους καὶ λιμόν, ἀλλ' ὀλίγην ζημίαν χρημάτων, καὶ ὄψει μεταβαλλομένους εὐθέως.
 [00820]  Πρόσθες τούτοις τὰς καθημερινὰς θλίψεις, τοὺς θανάτους τοὺς καθ' ἑκάστην ἡμέραν·
 [00825]  Μετὰ γὰρ τοιαύτης ψυχῆς καὶ τοιούτου σώματος τοὺς μυρίους ὑπέμενε θανάτους, καὶ κατεφρόνει τῶν παρόντων, τῶν μελλόντων.
 [00933]  Οὔτε γὰρ κυβερνήτην, οὔτε τὸν πρὸς τὰ θηρία πυκτεύοντα, οὐ τὸν μονομαχεῖν ἑλόμενον, οὐκ ἄλλον οὐδένα οὕτω πρὸς θανάτους καὶ σφαγὰς παρατεταγμένην ἔχειν δεῖ τὴν ψυχήν, ὡς τὸν τὸ κήρυγμα ἀναδεχόμενον.
 [01024]  Ἐπειδὴ δὲ κινδύνους ἠγάπων, καὶ θανάτους ἐπεσπῶντο, ἵνα τοὺς ἄλλους διασώσωσιν ἅπαντας, τίς οὕτως ἄθλιος ὥστε ἐγκαλέσαι προθυμίᾳ τοσαύτῃ;
000-00-00 Serial Number=0315267682
De libello repudii Ante [Go Back]  
 [00186]  Ἑνὶ γὰρ καὶ ψιλῷ ῥήματι τούτῳ κατέλιπε τῷ συνειδότι τῶν ἀκροατῶν ἅπαντα ἀναλέξασθαι, τὰς ὠδῖνας, τὰς παιδοτροφίας, τὴν φροντίδα, τὰς ἀῤῥωστίας, τοὺς θανάτους τοὺς ἀώρους, τὰς ἀπεχθείας, τὰς φιλονεικίας, τὸ γνώμαις μυρίαις δουλεύειν, τὸ τῶν ἀλλοτρίων κακῶν ὑπεύθυνον εἶναι, τὸ μυρίας ἀναδέχεσθαι λύπας μίαν ἔχουσαν ψυχήν.
000-00-00 Serial Number=0849710286
De mutatione nominum Ante [Go Back]  
 [00195]  Εἰ δὲ μὴ ἀνέστη, οὐκ ἂν ὁ ζῶντα ἀρνησάμενος, ὥστε μὴ ἀρνήσασθαι τελευτήσαντα, μυρίους ἂν θανάτους ὑπέμεινε·
 [00245]  ὥστε αὐτὴν (sic) ἀθρόᾳ μεταβολῇ καὶ μεταστάσει, καὶ τὸ καταλιπεῖν μὲν τὴν παρὰ Ἰουδαίοις τιμὴν καὶ τὸν ἀπόλεμον βίον, ἀνταλλάξασθαι δὲ τὴν τῶν ἀποστόλων ζωὴν, τὴν μυρίους ἔχουσαν θανάτους, μεγίστη γέγονεν ἀπόδειξις τοῦ μὴ δι' ἀνθρωπίνην τινὰ πρόφασιν μετατεθῆναι τὸν Παῦλον.
000-00-00 Serial Number=0131819487
De resurrectione mortuorum Ante [Go Back]  
 [00088]  διὰ τούτων τοὺς καθημερινοὺς θανάτους δηλῶν, ὅτι καθάπερ ἔμψυχοι νεκροὶ περιῄεσαν εἰς θάνατον παραδιδόμενοι καθ' ἡμέραν.
000-00-00 Serial Number=0316680849
De sacerdotio Ante [Go Back]  
 [00506]  Ἄνθρωπος εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν καὶ ἀπορρήτων κοινωνήσας Θεῷ καὶ τοσούτους ὑπομείνας θανάτους ὅσας μετὰ τὸ πιστεῦσαι ἔζησεν ἡμέρας, ἄνθρωπος μηδὲ τῇ δοθείσῃ παρὰ Χριστοῦ χρήσασθαι ἐξουσίᾳ βουληθείς, ἵνα μή τις τῶν πιστευσάντων σκανδαλισθῇ.
 [00938]  ∆ιὰ τί γὰρ περὶ στρατείας καὶ ἐμπορίας καὶ γεωργίας καὶ τῶν ἄλλων τῶν βιωτικῶν βουλῆς προκειμένης, οὔτε ὁ γεωργὸς ἕλοιτ' ἂν πλεῖν, οὔτε ὁ στρατιώτης γεωργεῖν, οὔτε ὁ κυβερνήτης στρατεύεσθαι, κἂν μυρίους τις ἀπειλῇ θανάτους;
 [01054]  Τί γὰρ ἄν τις εἴποι τὸν ζῆλον, τὴν ἐπιείκειαν, τοὺς συνεχεῖς κινδύνους, τὰς ἐπαλλήλους φροντίδας, τὰς ἀδιαλείπτους ὑπὲρ τῶν Ἐκκλησιῶν ἀθυμίας, τὸ πρὸς τοὺς ἀσθενεῖς συμπαθές, τὰς πολλὰς θλίψεις, τοὺς καινοτέρους διωγμούς, τοὺς καθημερινοὺς θανάτους;
000-00-00 Serial Number=0606029868
De studio praesentium Ante [Go Back]  
 [00090]  πῶς ἑώρα, πῶς ἤκουε, πῶς ἐδέχετο τὴν κνῖσσαν τὴν ἀπὸ τῶν σωμάτων ἐκείνων, μυρίους θανάτους ἑκάστῳ τῶν παίδων ἐπαγομένους βλέπουσα.
000-00-00 Serial Number=0393683493
De virginitate Ante [Go Back]  
 [00764]  Καὶ τί θαυμαστὸν εἰ ἐπὶ τῆς ἐγκρατείας τοῦτο ποιεῖ, ὅπου γε καὶ περὶ τοῦ κηρύγματος διαλεγόμενος τῷ αὐτῷ κέχρηται τρόπῳ, περὶ τοῦ κηρύγματος ὑπὲρ οὗ μυρίους ἤνεγκε πόνους, θλίψεις συνεχεῖς, ταλαιπωρίας ἀφάτους, θανάτους καθημερινούς;
000-00-00 Serial Number=0501120567
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04700]  Καὶ σὺ τοίνυν, ὅταν μέλλῃς τι ἐργάζεσθαι τῶν κατὰ Θεὸν, πολλοὺς προόρα τοὺς κινδύνους, πολλὰς τὰς ζημίας, πολλοὺς τοὺς θανάτους, καὶ μὴ ξενίζου μηδὲ θορυβοῦ συμβαινόντων τούτων.
 [05684]  Ἐὰν γὰρ καθ' ἑκάστην ἡμέραν ἁμαρτάνωμεν καὶ παίωμεν τὴν ψυχὴν τὴν ἡμετέραν, μηδέποτε δὲ αἰσθανώμεθα, καθάπερ οἱ συνεχῆ τραύματα λαμβάνοντες, εἶτα καταφρονοῦντες, πυρετοὺς καὶ θανάτους ἑαυτοῖς ἐπισπῶνται, οὕτω δὴ καὶ ἡμεῖς ἐκ τῆς συνεχοῦς ταύτης ἀναισθησίας ἀπαραίτητον ἐπισπασώμεθα τὴν τιμωρίαν.
 [06090]  Εἰ γὰρ μυρίους θανάτους καθ' ἑκάστην ἡμέραν ὑπομένειν ἐχρῆν·
 [09148]  Ἀλλ'ἐγώ σοι μυρίους ἠρίθμησα θανάτους, καὶ τοσούτους, ὅσας ἡμέρας κηρύττων ὁ μακάριος ἔζησεν οὗτος.
 [09789]  πολλοὶ τῶν ἀδικουμένων, πολλοὶ τῶν πλεονεκτουμένων μυρίους εὔχονται θανάτους ἢ ταῦτα παθεῖν·
 [09999]  ἐὰν δέ τι τῶν τὴν εὐσέβειαν παραβλαπτόντων γίνηται, κἂν μυρίους ὑποστῆναι θανάτους δέῃ, μὴ παραιτώμεθα μηδέν.
 [09999]  Πολλοὶ γὰρ τῶν πλεονεκτουμένων μυρίους εὔχονται θανάτους, ἢ ταῦτα παθεῖν·
000-00-00 Serial Number=0455115497
Epistula ad episcopos Ante [Go Back]  
 [00027]  Οὐδὲ γὰρ ἕνα, καὶ δύο, καὶ τρεῖς, ἀλλὰ πολλοὺς ὑπομεμενήκατε θανάτους τῇ γνώμῃ, εἰ καὶ μὴ τῇ πείρᾳ.
000-00-00 Serial Number=0701712251
Epistulae Ante [Go Back]  
 [01179]  Ἀνηλώθημεν, ἐδαπανήθημεν, μυρίους ἀπεθάνομεν θανάτους·
 [02137]  Ἀνηλώθημεν, ἐδαπανήθημεν, μυρίους ἀπεθάνομεν θανάτους·
 [03562]  Καὶ πάντες δὲ οἱ ἅγιοι, οἵ τε ἐν τῇ Παλαιᾷ, οἵ τε ἐν τῇ Καινῇ, ταύτην ὥδευσαν τὴν ὁδὸν, ἐπιβουλευόμενοι συνεχῶς, ἐλαυνόμενοι, φυγάδες καὶ μετανάσται γινόμενοι, ἀπόλιδες, ἄοικοι, θανάτους ἀώρους ὑπομένοντες, καὶ παρ' ὧν μάλιστα οὐδαμῶς ἐχρῆν.
000-00-00 Serial Number=0823677361
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01225]  Ἐπειδὴ γὰρ οὐκ ἔνι ἄνθρωπον ὄντα τῇ πείρᾳ πολλοὺς θανάτους ἀποθανεῖν, τῇ γνώμῃ τοῦτο πεποίηκας.
000-00-00 Serial Number=0310015917
Expositiones in Psalmos Ante [Go Back]  
 [00645]  Τί οὖν ὄφελος τῆς ἔξωθεν εἰρήνης τούτῳ, ὅταν αὐτὸς λυσσῶν καὶ μαινόμενος, καὶ κοινὸς τῆς φύσεως ὢν ἐχθρὸς, περιέρχηται τοσοῦτον ἔνδοθεν φέρων πόλεμον, καὶ μυρία τόξα καὶ βέλη, μᾶλλον δὲ μυρίους θανάτους εὐχόμενος, ἢ ἰδεῖν τινα τῶν ὁμογενῶν εὐδοκιμοῦντα καὶ εὐημερίας ἀπολαύοντα;
 [02494]  Ἐννόησον γοῦν τὸν μοιχὸν, πῶς ἀθλιώτερον πάντων ζῇ, καὶ πρὸ τῆς γεέννης πάντα ὑποπτεύων, καὶ τὰς σκιὰς τρέμων, καὶ πρὸς οὐδένα ἐλευθέροις ἀντιβλέπων ὀφθαλμοῖς, ἀλλὰ πάντας δεδοικὼς, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας, ξίφη βλέπων ἠκονημένα, θανάτους ἐπηρτημένους, δημίους, δικαστήρια.
000-00-00 Serial Number=0981798589
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00056]  καὶ ἐν δικαστηρίῳ εἰσιὼν, καὶ μέλλων εὐθύνας ὑπέχειν, καὶ τὴν ἐπὶ θάνατον ἄγεσθαι, τό γε εἰς τοὺς δικάζοντας ἧκον, πάντα ἐκεῖνα ἀφεὶς, τὸν φόβον, τὸν κίνδυνον, τὰς ἀπειλὰς, τοὺς θανάτους, τὰς τιμωρίας, τὰς κολάσεις, τοὺς δημίους, τῶν ἀρχόντων τὸν θυμὸν, τῶν ἐπιβουλευόντων τὰ μηχανήματα, τὰς μάστιγας, τῶν πιστῶν ἐμέμνητο καὶ ἐν ἐκείνῳ τῷ καιρῷ·
 [00133]  καὶ ταῦτα ὁρῶντες πολλοὶ τῶν ἀσθενεστέρων ἐξελύοντο, ἐνάρκων, ἀλύοντες διετέλουν, τὰ μὲν χρηστὰ τοῦ κηρύγματος ἐν ἐλπίσιν ὁρῶντες, βασιλείαν καὶ ἀνάστασιν καὶ ἀφθαρσίαν, τὰ δὲ λυπηρὰ ἐνταῦθα ἐν τῇ πείρᾳ καὶ ὑπομονῆ, τήγανα, καμίνους, δεσμωτήρια, πολέμους, ἔχθρας, ἀπεχθείας, θανάτους, κινδύνους, καὶ τοὺς διδασκάλους αὐτῶν νῦν μὲν ἐν δεσμωτηρίοις, νῦν δὲ ἐν ἀπαγωγαῖς [λ.
000-00-00 Serial Number=0511555552
In Joannem Ante [Go Back]  
 [04902]  Κἂν μὲν ἄνθρωπον ἴδωμεν κινδύνους καὶ θανάτους ὑπὲρ ἡμῶν καταδεξάμενον, πάντων προτίθεμεν, καὶ ἐν τοῖς πρώτοις ἀριθμοῦμεν τῶν φίλων, καὶ πάντα αὐτῷ τὰ ἡμέτερα ἐγχειρίζομεν, καὶ αὐτοῦ μᾶλλον ἢ ἡμέτερα εἶναί φαμεν·
000-00-00 Serial Number=0474469721
In Psalmum 705 Ante [Go Back]  
 [00142]  Εὐχὴ νεκροὺς ἀνεγείρει, δαίμονας φυγαδεύει, νόσους ἰᾶται, θανάτους ἐκλύει.
000-00-00 Serial Number=0366672039
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02396]  Καὶ τί λέγω [61.450] θανάτους καὶ ζημίας καὶ προσκρούματα καὶ κολακείας καὶ θεραπείας;
 [03085]  Τὸ θαῤῥοῦντες, πρὸς τοὺς διωγμοὺς, πρὸς τὰς ἐπιβουλὰς, πρὸς τοὺς θανάτους τοὺς συνεχεῖς εἴρηται·
 [03946]  Οὐ τίθησιν ἐνταῦθα τοὺς κινδύνους τοὺς ὑπὲρ αὐτῶν καὶ τοὺς πόνους καὶ τοὺς θανάτους, καίτοι πολλὰ ἔχων εἰπεῖν·
000-00-00 Serial Number=0034730613
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02446]  ὁ μὲν γὰρ πτηνὸς ἁπλῶς διέτρεχεν, οὗτος δὲ οὐχ ἁπλῶς, ἀλλὰ τὸ πτερὸν ἔχων τοῦ πνεύματος, καὶ μυρία διακόπτων κωλύματα, θανάτους, ἐπιβουλὰς, συμφοράς.
 [02857]  Εἴ τις βασιλείᾳ ἐπιθέσθαι βούλοιτο, οὐχὶ θανάτους μυρίους ἑαυτῷ ὑποτίθησι πρότερον;
000-00-00 Serial Number=0934058309
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00699]  Ὁ ἁλιεὺς, ὁ σκηνοποιὸς, ὁ τελώνης, ὁ ἰδιώτης, ὁ ἀγράμματος, ἐκ Παλαιστίνης τῆς χώρας μακρὰν κειμένης ἐλθόντες, τοὺς φιλοσόφους, τοὺς ῥήτορας, τοὺς δεινοὺς εἰπεῖν ἐκ τῆς οἰκείας ἀπωσάμενοι πάντας, αὐτοὶ τούτων ἐκράτησαν ἐν χρόνῳ βραχεῖ μετὰ κινδύνων πολλῶν, δήμων, βασιλέων ἀντιπιπτόντων, τῆς φύσεως αὐτῆς μαχομένης, τοῦ χρόνου τῆς παλαιότητος, τῆς πολλῆς συνηθείας ἀντιπαλαιούσης σφοδρῶς, δαιμόνων ὁπλιζομένων, διαβόλου παραταττομένου καὶ πάντα κινοῦντος, βασιλέας, ἄρχοντας, δήμους, ἔθνη, πόλεις, βαρβάρους, Ἕλληνας, φιλοσόφους, ῥήτορας, σοφιστὰς, λογογράφους, νόμους, δικαστήρια, κολάσεις ποικίλας, θανάτους μυρίους καὶ παντοδαπούς.
 [01016]  Ἀλλ' ὅμως τὰ πάντα ἐπῆλθον, καὶ κατέλυσαν ταῦτα, καὶ ἐπέδραμον ἐν βραχεῖ καιρῷ τὴν οἰκουμένην ἅπασαν, καθάπερ ὑπόπτεροί τινες, οὐ κινδύνους λογιζόμενοι, οὐ θανάτους, οὐ τὴν τοῦ πράγματος δυσκολίαν, οὐ τὴν ὀλιγότητα τὴν ἑαυτῶν, οὐ τὸ πλῆθος τῶν ἐναντιουμένων, οὐ τὴν ἐξουσίαν, οὐ τὴν δυναστείαν, οὐ τὴν σοφίαν τῶν πολεμούντων.
 [01620]  πολλῷ μᾶλλον ἡμᾶς τοὺς ἀπάτης ἀπάγοντας, καὶ κινδύνους, καὶ θανάτους, καὶ πάντα ὑπομένειν χρὴ, ἵνα καὶ ἑαυτοὺς καὶ τοὺς ἄλλους κερδάναντες, καὶ τοῖς ἐναντίοις ἀκαταγώνιστοι γενόμενοι, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
 [02020]  Ἀπὸ γὰρ πορνείας ἐπὶ σωφροσύνην ἐκάλουν, ἀπὸ μέθης ἐπὶ νηστείαν, ἀπὸ γέλωτος ἐπὶ δάκρυα καὶ κατάνυξιν, ἀπὸ πλεονεξίας ἐπὶ ἀκτημοσύνην, ἀπὸ φιλοζωΐας ἐπὶ θανάτους, ἀπὸ ἀδείας ἐπὶ κινδύνους·
 [07281]  Οὐδὲ γὰρ, εἴ τίς σοι δίκην προσῆγε, καὶ κατηγορῶν τοῦ δεῖνος ἔλεγεν, ὅτι μυρίους μέλλων ὑπομένειν θανάτους, καὶ κύριος ὢν λῦσαι τὰς ψήφους χρήμασιν ὀλίγοις, εἵλετο μᾶλλον ἀποθανεῖν, ἤ τι τῶν αὑτοῦ προέσθαι, ἐλέου τινὸς ἢ συγγνώμης ἔφης αὐτὸν ἄξιον εἶναι.
000-00-00 Serial Number=0713064969
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00056]  Μὴ γὰρ οὐ τοιαῦτά ἐστι τὰ ἐπηγγελμένα, ὡς καὶ μυρίους θανάτους πείσεσθαι τὸν πιστεύοντα ἀνελέσθαι;
 [00086]  ∆ιὰ γὰρ τοῦτο συνεχώρει ὁ Θεὸς εὐθέως γενέσθαι διωγμοὺς, ἵνα μή τις εἴπῃ, ὅτι ἁπλῶς καὶ κολακείᾳ τὸ κήρυγμα συνίστατο, καὶ ἵνα τὸ θερμὸν αὐτῶν δειχθῇ, καὶ ὅτι οὐ πεισμονὴ ἀνθρωπίνη, ἀλλὰ Θεοῦ δύναμις ἦν ἡ τὰς τῶν πιστευόντων ψυχὰς πείθουσα, ὥστε καὶ πρὸς θανάτους μυρίους παρασκευάζεσθαι·
000-00-00 Serial Number=0382575750
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00569]  Ἐννόησον γὰρ [62.516] ὅσον ἦν πρὸς καθημερινὰς ὕβρεις, λοιδορίας, ἐπιβουλὰς, κινδύνους, σκώμματα, ὀνείδη, θανάτους ἵστασθαι, καὶ μὴ ἀποκάμνειν μηδὲ ὀλισθαίνειν μηδὲ περιτρέπεσθαι, ἀλλὰ, πάντοθεν βαλλόμενον μυρίοις καθ' ἑκάστην ἡμέραν τοῖς βέλεσιν, ἀτενὲς ἔχοντα τὸ ὄμμα ἑστάναι καὶ ἀκατάπληκτον.
 [02957]  ∆ύο γὰρ θανάτους ἐργάζεσθε, τὸν τῶν θλιβομένων, καὶ τὸν ὑμῶν αὐτῶν, ἀμφοτέρους ἐξ ἀμετρίας.
 [04263]  Ἐπιόρκει, ψεύδου, ὄμνυε, κατηγόρει, συκοφάντει, κἂν εἰς πῦρ ἐμβῆναι δέῃ, μὴ παραιτήσῃ, κἂν μυρίους ὑποστῆναι θανάτους, κἂν λιμῷ διαφθαρῆναι, κἂν προσπαλαῖσαι νόσῳ.
000-00-00 Serial Number=0041951120
In epistulam ad Colossenses Ante [Go Back]  
 [00623]  Εἰ γὰρ εἰς μυρίους θανάτους πηδῆσαι ἑκάστης τῆς ἡμέρας ἔδει, οὐ πάντα ἐχρῆν ὑπομεῖναι;
000-00-00 Serial Number=0997601867
In epistulam ad Ephesios Ante [Go Back]  
 [00715]  Πόσους βούλει θεῖναι θανάτους;
000-00-00 Serial Number=0516819060
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00404]  Ὁ δὲ ἔθνους ὁλοκλήρου καὶ οἰκείων καὶ φίλων καὶ συγγενῶν καὶ δόξης τοσαύτης καταφρονήσας, καὶ ἀνταλλαξάμενος τούτων διωγμοὺς καὶ ἔχθρας καὶ πολέμους καὶ θανάτους καθημερινοὺς, εὔδηλον ὅτι καὶ ταῦτα, ἃ λέγω νῦν, οὐ τῆς τῶν ἀνθρώπων δόξης ἐφιέμενος λέγω.
 [01550]  Ἠλαυνόμην, φησὶν, ἐμαστιγούμην, μυρίους θανάτους ὑπέμενον κηρύττων ὑμῖν, καὶ οὐδὲ οὕτω κατεφρονήσατέ μου.
000-00-00 Serial Number=0238159180
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01826]  Ἐὰν δέ τι τῶν τὴν εὐσέβειαν παραβλαπτόντων γίνηται, κἂν μυρίους ὑποστῆναι δέῃ θανάτους, μηδὲν παραιτώμεθα.
 [06810]  Πολλοὶ τῶν ἀδικουμένων, πολλοὶ τῶν πλεονεκτουμένων, μυρίους εὔχονται θανάτους ἢ ταῦτα παθεῖν·
 [06832]  Πολλοὶ τῶν ἀδικουμένων, πολλοὶ τῶν πλεονεκτουμένων, μυρίους εὔχονται θανάτους ἢ ταῦτα παθεῖν·
 [08214]  Ὑπὲρ τούτων οὖν κατακοπῆναι μυριάκις οὐ καλὸν, ἀναιρεθῆναι, κατακαῆναι, μυρίους ὑποστῆναι θανάτους, πᾶν ὁτιοῦν ὑπομεῖναι δεινὸν καὶ λόγῳ καὶ ἔργῳ;
000-00-00 Serial Number=0924663723
In epistulam ad Philippenses Ante [Go Back]  
 [01959]  οὐκ ἔστι τῶν τυχόντων, θανάτους οἶδε τίκτειν ὀλεθρίους μυρίους.
 [02917]  ἐπεὶ εἰ μὴ καλὸν, διὰ τί ἐν τάξει τιμωρίας τίθησι τοὺς ἀώρους θανάτους;
 [03837]  Εἰ γὰρ Παῦλος μετὰ μυρίους θανάτους, μετὰ τοσούτους κινδύνους τοῦτο ἐλογίζετο, πολλῷ μᾶλλον ἡμεῖς.
 [04185]  Οὐχὶ μυρίους ὑπομένουσιν οὗτοι θανάτους;
000-00-00 Serial Number=0251075387
In epistulam ad Romanos Ante [Go Back]  
 [00528]  πολὺ γὰρ χαλεπώτερα τούτων ἔπασχον ἐκεῖνοι, διεσπαρμένοι καὶ ἐλαυνόμενοι, καὶ λιμῷ καὶ πολέμοις συζῶντες, καὶ καθημερινοὺς θανάτους τρέμοντες, καὶ ὑποπτεύοντες καὶ φίλους καὶ οἰκείους καὶ συγγενεῖς, καὶ καθάπερ ξένην τὴν οἰκουμένην οἰκοῦντες, μᾶλλον δὲ πολλῷ τῶν ἐν ἀλλοτρίᾳ διατριβόντων χαλεπώτερον.
 [01048]  καὶ εἰ ἐπῃσθάνοντο τῶν γινομένων οἱ πάσχοντες, μυρίους ἂν κατεδέξαντο θανάτους, ὥστε μὴ τοῦτο παθεῖν.
 [03548]  ∆ύο τοίνυν ἐνταῦθα νεκρώσεις εἶναί φησι, καὶ θανάτους δύο·
 [03832]  σὺ δὲ ταῖς συκοφαντίαις, ταῖς ἐπηρείαις, ταῖς ἐπιβουλαῖς τὸ φῶς ἐργαζόμενος αὐτῷ σκότος, καὶ ἐν ἐπιθυμίᾳ καθιστὰς τοῦ μυριάκις ἀποθανεῖν, ἐννόησον ὅσους ἐργάζῃ ἀνθ' ἑνὸς θανάτους.
 [05799]  Ἐπειδὴ γὰρ ἀνθρώπους [60.545] ὄντας οὐκ ἐνῆν μυρίους ὑπομεῖναι θανάτους, δείκνυσιν ὅτι οὐδὲν ταύτῃ τὰ βραβεῖα ἠλάττωται.
 [05812]  Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, τοὺς καθημερινοὺς τῶν ἀποστόλων θανάτους λέγων.
 [09999]  Εἰ γὰρ τὸ σῶμα κατακόπτεσθαι ἔδει, εἰ γὰρ μυρίους ὑποστῆναι θανάτους, οὐχ ὡς ἐπὶ πανήγυριν τρέχειν ἐχρῆν;
000-00-00 Serial Number=0301564515
In illud Messis quidem multa Ante [Go Back]  
 [00048]  ὁρῶμεν αὐτῶν τὰ τραύματα καὶ τὰ στίγματα, τὸ αἷμα τὸ ῥέον τὸ χρυσίου τιμιώτερον, τὰς ἁλύσεις, τὰς μάστιγας, τοὺς θανάτους τοὺς καθημερινοὺς, οὓς ὑπὲρ τῆς Ἐκκλησίας ἔπαθον·
000-00-00 Serial Number=0498424768
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00112]  Καὶ Παύλου δὲ ἔστιν ἀκοῦσαι τοῦτο λέγοντος, ὅτι θανάτους ἀώρους πολλάκις ἁμαρτημάτων ἐποίησε πλῆθος.
000-00-00 Serial Number=0550361097
In martyres Aegyptios Ante [Go Back]  
 [00059]  Ἴστε γὰρ, ἴστε σαφῶς, ὅτι τῆς τιμωρίας ταύτης οὐκ ἔστιν ἑτέρα χαλεπωτέρα, καὶ ὅτι μυρίους θανάτους ἄλλους ἂν εἵλοντο ὑπομεῖναι οἱ ταύτῃ τῇ ψήφῳ καταδικαζόμενοι, ἢ τῆς ὀδύνης ἀνέχεσθαι τῆς ἐκεῖθεν γενομένης.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»