Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θαυμάζω [62]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θαυμάζω


000-00-00 Serial Number=0233013511
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00353]  ∆ιὰ ταῦτα θαυμάζω τοὺς [47.408] ἀποστόλους ἐγώ·
000-00-00 Serial Number=0043982565
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01250]  Εἰ μὲν γὰρ ὑπὸ μηδεμιᾶς ἐπιθυμίας ἐνοχλούμενος διέπτυσε τὸν ἐκείνης ἔρωτα, οὐ σφόδρα ἐπαινῶ, οὐδὲ θαυμάζω τὸν ἄνδρα ἐγὼ πειθόμενος τῷ Χριστῷ.
 [01303]  Καὶ οὐ τοῦτο θαυμάζω τοσοῦτον νῦν, ἀλλ' ἀπὸ τοῦ φόνου στοχαζόμενος ὅσην ἐν τῷ παρελθόντι χρόνῳ φλόγα ἀθυμίας ἔτρεφε, ταύτην μᾶλλον ἐκπλήττομαι.
000-00-00 Serial Number=0956473351
Ad populum Antiochenum Ante [Go Back]  
 [03268]  Πλὴν ἀλλ' ὅπερ ἐπὶ τῆς κτίσεως ἕλεγον, τοῦτο καὶ ἐπὶ τοῦ σώματος λέγω, ὅτι ὁμοίως δι' ἀμφότερα ταῦτα θαυμάζω τὸν Θεὸν, καὶ ὅτι φθαρτὸν αὐτὸ ἐποίησε, καὶ ὅτι ἐν τῇ φθορᾷ τὴν οἰκείαν ἰσχὺν ἐπεδείξατο καὶ σοφίαν.
 [03276]  Ἐπεὶ καὶ ἀνδριαντοποιὸν οὐχ οὕτω θαυμάζω τὸν ἀπὸ χρυσοῦ καλὸν ἀνδριάντα ποιοῦντα, ὡς τὸν ἀπὸ πηλοῦ τοῦ διαπίπτοντος τῇ τῆς τέχνης εὐπορίᾳ δυνάμενον κάλλος ἐπιδεῖξαι πλάσεως θαυμαστὸν καὶ ἀμήχανον.
000-00-00 Serial Number=0870307148
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00309]  τοῦτό ἐστιν ὃ μάλιστα πάντων ἐγὼ θαυμάζω, καὶ τοῦ πάντα διεφθάρθαι τεκμήριον εἶναί φημι ἱκανόν.
000-00-00 Serial Number=0112387300
Contra theatra Ante [Go Back]  
 [00287]  Ἐγὼ δὲ καὶ τοῦ νέου θαυμάζω τὴν σύνεσιν, ὅπως αἰδεσίμως προσέρχεται τῷ πατρὶ, καί φησι·
000-00-00 Serial Number=0622902215
De Anna i Ante [Go Back]  
 [00448]  Καὶ γὰρ ἐκεῖνον οὐχ οὕτω θαυμάζω πρὸ τῆς παραινέσεως τῆς γυναικὸς, ὡς μετὰ τὴν ὀλεθρίαν συμβουλὴν ἐκείνην.
 [00865]  οὕτως αὐτῆς θαυμάζω τὴν εὐμορφίαν τῆς ψυχῆς, καὶ τὸ κάλλος τῆς διανοίας.
 [00868]  ἣν θαυμάζω μὲν ὅτι ἐφιλοσόφησε, θαυμάζω δὲ μειζόνως, ὅτι γυνὴ οὖσα ἐφιλοσόφησε, γυνὴ, ἧς πολλοὶ πολλάκις κατηγόρησαν.
 [00874]  ∆ιὰ τοῦτο μάλιστα αὐτὴν θαυμάζω, ὅτι τὰ ἐγκλήματα ταῦτα διεκρούσατο, ὅτι τὴν κατηγορίαν ἀπέθετο, ὅτι τοῦ διαβαλλομένου γένους οὖσα καὶ κατηγορουμένου, τὰ ὀνείδη πάντα ἀπετρίψατο, διὰ τῶν ἔργων παιδεύουσα, ὅτι κἀκεῖναι οὐ παρὰ τὴν φύσιν τοιαῦται γεγόνασιν, ἀλλὰ παρὰ τὴν προαίρεσιν καὶ τὴν οἰκείαν ὀλιγωρίαν, καὶ ὅτι ἐν τῷ γένει τούτῳ δυνατὸν ἄκρας ἀρετῆς ἐπιλαβέσθαι.
000-00-00 Serial Number=0818591356
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00130]  Ἐγὼ δὲ εἴ τινες ἔλαβον τοῦτον τὸν λογισμὸν ἐπαινῶ μὲν αὐτοὺς καὶ θαυμάζω τῆς πυρώσεως λείπειν δὲ αὐτῶν οὐ μικρὸν τῷ θαύματι τούτῳ καὶ τοῖς ἐπαίνοις φημί, ∆ικαίαν μὲν γὰρ τὴν ἀγανάκτησιν ἔσχον ὑπέρ τε τοῦ οὐκ ἐν δίκῃ κατακοπέντος παιδὸς ὑπέρ τε τῶν τοῦ Θεοῦ νόμων οὕτως ὑβρισθέντων ἰταμῶς, ἀλλὰ τῷ θυμῷ ζέοντες οὐ συνεῖδον ὅσον ἰδεῖν ἐχρῆν.
 [00178]  [38] Εἰ δὲ δεῖ τι καὶ παράδοξον εἰπεῖν οὐχ οὕτω θαυμάζω τοῦ μακαρίου τὸ κατατολμῆσαι τῆς τοῦ κρατοῦντος μανίας ὡς τὸ συνιδεῖν μέχρι τίνος τοῦτο ποιῆσαι ἐχρῆν, καὶ μηδὲν περαιτέρω μήτε πρᾶξαι μήτε εἰπεῖν.
000-00-00 Serial Number=0737322271
De Davide et Saule Ante [Go Back]  
 [00744]  Οὐχ οὕτω θαυμάζω τὸν Μωσέα, ὅτι ἀπὸ πέτρας ἀκροτόμου πηγὰς ἐξήγαγεν ὑδάτων, ὡς θαυμάζω τὸν ∆αυῒδ, ὅτι ἐξ ὀφθαλμῶν λιθίνων πηγὰς ἐξήγαγε δακρύων.
000-00-00 Serial Number=0401234508
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00016]  Τούτων ἐγὼ συνεχῶς ἀκούων τῶν λόγων, καὶ τῶν ἀνθρώπων τὴν ἐπὶ τὰ μάταια βλέπων σπουδὴν, λίαν θαυμάζω τῶν εἰρημένων τὴν ἀλήθειαν.
000-00-00 Serial Number=0336682856
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00251]  ∆ιὰ τοῦτο ἐκπλήττομαι τοῦ Θεοῦ τὴν δύναμιν, διὰ ταῦτα θαυμάζω τοῦ Παύλου τὴν προθυμίαν, ὅτι τοσαύτην ὑπεδέξατο χάριν, ὅτι τοιοῦτον παρεσκεύασεν ἑαυτόν.
 [00659]  Ἀλλ' οὐ θαυμάζω τοῦτο, ὥσπερ οὐδ' ὅτι τὴν σκιὰν Πέτρου τὰ νοσήματα ἔφυγεν·
 [00660]  ἀλλὰ θαυμάζω ὅτι τὸ θαυμαστὸν τοῦτο πρὸ τῆς χάριτος, καὶ ἀπὸ βαλβῖδος αὐτῆς καὶ προοιμίων αὐτῶν ἐφάνη ποιῶν·
 [01000]  Καὶ γὰρ καὶ τοὺς ἀγγέλους διὰ τοῦτο θαυμάζω, ὅτι κατηξιώθησαν τοιαύτης τιμῆς, οὐχ ὅτι ἀσώματοι ἔτυχον ὄντες·
000-00-00 Serial Number=0186282635
De paenitentia [1] Ante [Go Back]  
 [02040]  Πλὴν θαυμάζω ἐκεῖνο, πῶς τὴν λύπην ἀπ' ἀρχῆς τῷ ἀνθρώπῳ δοὺς ὁ Θεὸς διὰ τὴν ἁμαρτίαν τῇ ἀποφάσει τὴν ἀπόφασιν λύει, καὶ τῇ καταδίκῃ τὴν καταδίκην ἐκβάλλει·
000-00-00 Serial Number=0357148826
De sancta Droside martyre Ante [Go Back]  
 [00038]  ∆ιὰ δὴ ταῦτα καὶ τὸν γενναῖον τοῦτον θαυμάζω πατέρα, ὅτι γαληνῆς ἡμέρας ἐπιλαβόμενος ἐνταῦθα ἡμᾶς ἐξήγαγε, προηγουμένης δὲ καὶ ὁδηγούσης τῆς μακαρίας ∆ροσίδος, ἧς τὴν μνήμην ἐπιτελοῦμεν.
000-00-00 Serial Number=0623053670
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00044]  Ἐγὼ δὲ πρὸς τοῖς εἰρημένοις καὶ τοῦτο θαυμάζω, πῶς ἔδωκαν τὴν χάριν οἱ στρατιῶται, πῶς ἠπάτησε τοὺς ἄνδρας ἡ γυνὴ, πῶς οὐδὲν τῶν μελλόντων συμβήσεσθαι ὑπείδοντο ἐκεῖνοι, πῶς οὐ συνῆκαν τὸν δόλον.
000-00-00 Serial Number=0677328885
De virginitate Ante [Go Back]  
 [00185]  Ἀλλ' οὐκ ἐγώ, ἀλλὰ θαυμάζω μὲν τοὺς εἰς τοῦτον ἀπογραψαμένους τὸν ἀγῶνα, οὐ κατηγορῶ δὲ τῶν ἔξω τῆς ἀθλήσεως μενόντων.
000-00-00 Serial Number=0396034002
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02511]  Ἐπεὶ καὶ τὸν Ἰὼβ οὐχ οὕτω θαυμάζω τὴν οἰκίαν ἀνοίγοντα τοῖς δεομένοις, ὡς ἐκπλήττομαι καὶ ἀνακηρύττω τὴν ἁρπαγὴν τῶν χρημάτων εὐχαρίστως φέροντα.
 [03937]  διὰ γὰρ τοῦτο τοὺς κρατοῦντας θαυμάζω.
 [07067]  Οὐχ οὕτω τὸν Μωϋσέα θαυμάζω, ὅτι ἀπὸ πέτρας ἀκροτόμου ὑδάτων πηγὰς ἐξήγαγεν, ὡς θαυμάζω τοῦτον, ὅτι ἐξ [63.783] ὀφθαλμῶν τοιούτων πηγὰς δακρύων κατήγαγεν.
 [07070]  Ὅσον οὖν αὐτὸν ἐπαινῶ διὰ τὴν οἰκείαν πραότητα, μειζόνως αὐτὸν θαυμάζω διὰ τὴν τοῦ Σαοὺλ μεταβολήν.
 [09068]  Ἀλλ' οὐ θαυμάζω τοῦτο, ὥσπερ οὐδ' ὅτι τὴν σκιὰν Πέτρου τὰ νοσήματα ἔφυγε.
 [09265]  ∆ιὰ ταῦτα θαυμάζω τὴν πόλιν, οὐ διὰ τὸν χρυσὸν τὸν πολὺν, οὐ διὰ τοὺς κίονας, οὐ διὰ τὴν ἄλλην φαντασίαν, ἀλλὰ διὰ τοὺς στύλους τῆς Ἐκκλησίας τούτους.
000-00-00 Serial Number=0282826364
Epistulae Ante [Go Back]  
 [00037]  Οὐ θαυμάζω, ὅτι τὴν μακρὰν ἡμῶν ἐπιστολὴν βραχεῖαν ἐκαλέσατε.
 [02470]  Ἐγὼ σφόδρα ἐκπλήττομαι καὶ θαυμάζω, καὶ αἰτίαν οὐδεμίαν εὑρίσκω τοῦ σὲ ἐπὶ τοσοῦτον ἡμῶν ἀπολειφθῆναι, ἢ ῥᾳθυμίαν καὶ ὄκνον μόνον.
 [03183]  Οὐ διὰ ταῦτα δὲ θαυμάζω μόνον, ἀλλ' ὅτι καὶ ἐν ἑνὶ ἱδρυμένος χωρίῳ, τὴν οἰκουμένην ἅπασαν μεριμνᾷς, τὰ ἐν Παλαιστίνῃ, τὰ ἐν Φοινίκῃ, τὰ ἐν Κιλικίᾳ, ὧν καὶ μάλιστα φροντίζειν ὀφείλεις.
 [03230]  Καὶ οὐ μόνον οὐκ ἐγκαλῶ, ὅτι οὐδένα ἐπέμψατε, ἀλλὰ καὶ ἐπαινῶ καὶ θαυμάζω.
000-00-00 Serial Number=0431226134
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00452]  Οὐδὲ γὰρ τὴν εὐτέλειαν θαυμάζω τῆς περιβολῆς μόνον τὴν ἄφατον καὶ αὐτοὺς τοὺς προσαιτοῦντας ὑπερακοντίζουσαν, ἀλλὰ καὶ τὸ ἀσχημάτιστον μάλιστα, τὸ ἀνεπιτήδευτον τῶν περιβλημάτων, τῶν ὑποδημάτων, τῆς βαδίσεως ἅπερ ἅπαντα χρώματά ἐστιν ἀρετῆς, τὴν ἐναποκειμένην τῇ ψυχῇ φιλοσοφίαν ἔξωθεν διαζωγραφοῦντα.
000-00-00 Serial Number=0747196257
Fragmenta in Job Ante [Go Back]  
 [00911]  Ἐγὼ δὲ οὐχ οὕτω θαυμάζω τὸν Ἰὼβ πρὸ τῆς παραινέσεως τῆς γυναικὸς, ὡς μετὰ τὴν ὀλεθρίαν συμβουλὴν ἐκείνην.
 [01983]  Ὡς ἔγωγε δι' ἀμφότερα ταῦτα θαυμάζω τὸν Θεὸν, ὅτι τε φθαρτὸν τὸ ἀνθρώπινον σῶμα ἐποίησε, καὶ ὅτι ἐν τῇ φθορᾷ τὴν οἰκείαν ἰσχὺν ἐπέδειξε καὶ σοφίαν·
000-00-00 Serial Number=0953277588
In Acta apostolorum Ante [Go Back]  
 [02447]  Οὐ θαυμάζω τοὺς καταφρονοῦντας, ἀλλὰ τοὺς μὴ καταφρονοῦντας·
 [09999]  Ἀλλὰ τί τοῦτο θαυμάζω, ὅπου γε καὶ Θεὸν ὑβρίζουσι πολλοί;
000-00-00 Serial Number=0560558498
In Genesim sermones Ante [Go Back]  
 [01360]  Ἐγὼ δὲ ἐπαινῶ μὲν ὑμᾶς, ὅτι οὕτω δάκνεσθε ὑπὲρ τῆς ῥᾳθυμίας τῶν ἀδελφῶν, καὶ τὸν ζῆλον θαυμάζω·
000-00-00 Serial Number=0999641061
In Joannem Ante [Go Back]  
 [00956]  διὰ γὰρ τοῦτο τοὺς κρατοῦντας τοῦ δεινοῦ τούτου θηρίου θαυμάζω.
000-00-00 Serial Number=0087117493
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00236]  Ἐπεὶ καὶ τὸν Ἰὼβ οὐχ οὕτω θαυμάζω τὴν οἰκίαν ἀνοίγοντα τοῖς δεομένοις, ὡς ἐκπλήττομαι, καὶ ἀνακηρύττω τὴν ἁρπαγὴν τῶν χρημάτων εὐχαρίστως φέροντα.
000-00-00 Serial Number=0048015833
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01445]  Ἐγὼ γὰρ διὰ τοῦτο αὐτὸν θαυμάζω, ὅτι φοβούμενος, καὶ οὐχ ἁπλῶς φοβούμενος, ἀλλὰ καὶ τρέμων τοὺς κινδύνους, διαπαντὸς ἔδραμε στεφανούμενος, καὶ ἐν οὐδενὶ τῶν κινδύνων ἐνέδωκεν, ἐκκαθαίρων τὴν οἰκουμένην, καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ κήρυγμα σπείρων.
 [01674]  Ἀκούω ἐγὼ, ὅτι ἐσταυρώθη ὁ Χριστὸς, καὶ τὴν φιλανθρωπίαν εὐθέως θαυμάζω·
 [01676]  Ἀκούω ὅτι δοῦλος γέγονε, καὶ τὴν κηδεμονίαν θαυμάζω·
 [02831]  Τοῦτο γὰρ κἀγώ φημι, καὶ διὰ τοῦτο αὐτὸ μάλιστα θαυμάζω τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι ἃ δύναται καὶ ἄκοντός σου παρὰ σοῦ λαβεῖν, ταῦτα οὐ βούλεται ἄκοντος εἰσενεχθῆναι, ἵνα καὶ μισθὸν ἔχῃς.
000-00-00 Serial Number=0182837903
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00258]  Οὐδὲ γὰρ ἂν, εἰ τῶν τυχόντων ἐνόμιζεν αὐτοὺς εἶναι καὶ εὐεξαπατήτων, ἐθαύμασεν ἂν ἐπὶ τῷ γενομένῳ, ἀλλ' ἐπειδὴ τῶν γνησίων, φησὶ, καὶ πολλὰ πεπονηκότων ὑμεῖς, διὰ τοῦτο θαυμάζω·
000-00-00 Serial Number=0663320422
In epistulam ad Philippenses Ante [Go Back]  
 [02309]  ὅταν εἴπω, ὅτι οὐκ ἐλάττονα κατὰ τὴν οὐσίαν, ἀλλ' ἴσον, οὐδὲ ἑτέρας οὐσίας, καὶ ἐν τούτῳ πάλιν τὸν Θεὸν θαυμάζω, καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἀγαθότητα καὶ τὴν σοφίαν, ὅτι ἄλλον ἡμῖν τοιοῦτον ἔδειξεν ἐξ αὐτοῦ, πλὴν τοῦ Πατέρα εἶναι.
 [04908]  Οὐχ οὕτως αὐτὸν ἐπὶ τοῖς κινδύνοις θαυμάζω·
 [04909]  μᾶλλον δὲ οὐχ ἧττον αὐτὸν τῶν κινδύνων θαυμάζω, ὑφ' ὧν καθ' ἑκάστην ἡμέραν ἀπέθνησκεν·
000-00-00 Serial Number=0754526675
In epistulam ad Romanos Ante [Go Back]  
 [09999]  ∆ιὰ ταῦτα θαυμάζω τὴν πόλιν, οὐ διὰ τὸν χρυσὸν τὸν πολὺν, οὐ διὰ τοὺς κίονας, οὐ διὰ τὴν ἄλλην φαντασίαν, ἀλλὰ διὰ τοὺς στύλους τῆς Ἐκκλησίας τούτους.
000-00-00 Serial Number=0320446491
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00641]  ∆ιότι οὐχ οὕτω θαυμάζω τοὺς τότε, ὅτι ἐθλίβοντο, ὡς θαυμάζω, ὅτι θλιβόμενοι διὰ τὸν Θεὸν ἔχαιρον.
000-00-00 Serial Number=0791571319
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00255]  Ὥστε διὰ τοῦτο αὐτὸν μάλιστα ἐπαινῶ καὶ θαυμάζω καὶ σοφώτατον καλῶ, ὅτι πρᾶγμα ἀφροσύνης εἶναι ἐνόμισε τὸ ἑαυτὸν ἐγκωμιάζειν καὶ ἐπαινεῖν.
000-00-00 Serial Number=0809044003
In illud Vidi dominum Ante [Go Back]  
 [00452]  Τοῦτο γὰρ κἀγὼ θαυμάζω καὶ διαπορῶ, μᾶλλον δὲ οὐκ ἂν εἴη τοῦτο διαπορήσεως ἄξιον·
000-00-00 Serial Number=0651584446
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00040]  Οὐ γὰρ μόνον ὅτι τοσαύτης ἀρχῆς ἄξιος εἶναι ἔδοξε, θαυμάζω τὸν ἄνδρα ἐγὼ, ἀλλ' ὅτι καὶ παρὰ τῶν ἁγίων ἐκείνων τὴν ἀρχὴν ταύτην ἐνεχειρίσθη, καὶ αἱ τῶν μακαρίων ἀποστόλων χεῖρες τῆς ἱερᾶς ἥψαντο κεφαλῆς.
000-00-00 Serial Number=0876587629
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00126]  Ναὶ, φησὶν ὁ ∆εσπότης, ὦ βαπτι στὰ, θαυμάζω σου τὴν εὐλάβειαν, ἀλλὰ τὴν εὐπεί θειαν ἐπιζητῶ.
000-00-00 Serial Number=0631204545
Post reditum a priore exsilio Ante [Go Back]  
 [00212]  Ὥστε θαυμάζω ὑμᾶς καὶ ἐπαινῶ, ὅτι μετὰ τὸν πόλεμον καὶ τῆς εἰρήνης γενομένης σκοπεῖτε, ὅπως ἂν τελεία γένηται εἰρήνη.
000-00-00 Serial Number=0015974402
Quales ducendae sint uxores Ante [Go Back]  
 [00157]  ὅταν δὲ ἴδω εἰς τὸν Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν αὐτὸ συμβαῖνον, τότε ἐκπλήττομαι, τότε θαυμάζω.
000-00-00 Serial Number=0103303015
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00383]  [17] Πλὴν ἀλλ' ἐγὼ τοὺς παῖδας ἐκείνους οὐ διὰ τοῦτο θαυμάζω καὶ μακαρίζω καὶ ζηλωτοὺς εἶναί φημι, ὅτι τὴν φλόγα κατεπάτησαν καὶ τῆς τοῦ πυρὸς ἐνεργείας κρείττους ἐγένοντο, ἀλλ' ὅτι ὑπὲρ τῶν ἀληθῶν ἐδέθησαν δογμάτων καὶ εἰς κάμινον ἐνεβλήθησαν καὶ τῷ πυρὶ παρεδόθησαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»