Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θεωρίαν [80]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θεωρίαν


000-00-00 Serial Number=0987424850
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00054]  τὸ δὲ μετὰ ταῦτα ἑτέρας ἀνοιγῆναι πρὸς τὴν τῶν μελλόντων θεωρίαν ὄψεις αὐτοῖς, τῆς τοῦ Θεοῦ λοιπὸν ἐγίνετο χάριτος.
000-00-00 Serial Number=0268663585
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00114]  Ὥσπερ γὰρ ἐκ βασιλείων τινῶν βασιλεῖς, οὕτως ἀπὸ τῆς καμίνου προῄεσαν οἱ παῖδες ἐκεῖνοι, οὐδενὸς εἰς τὸν βασιλέα ἀνεχομένου λοιπὸν ὁρᾶν, ἀλλὰ πάντων ἀπ' ἐκείνου τοὺς ὀφθαλμοὺς μεταθέντων ἐπὶ τὴν παράδοξον θεωρίαν, καὶ οὔτε τὸ διάδημα, οὔτε ἡ ἀλουργίς, οὔτε ἄλλο τι τῆς φαντασίας τῆς βασιλικῆς, οὕτω τοὺς ὄχλους ἐπέστρεφεν, ὡς ἡ θέα τῶν παίδων ἐκείνων, ἐγχρονισάντων μὲν τὸ πυρί, οὕτω δὲ ἐξελθόντων ἐκεῖθεν ὡς τοὺς ἐν ὀνείρῳ τοῦτο παθόντας εἶκος ἦν.
000-00-00 Serial Number=0443685174
Ad populum Antiochenum Ante [Go Back]  
 [02493]  ἀλλὰ κἀντεῦθεν μεγάλην ἡμῖν παραδείκνυσι θεωρίαν, οὕτω λέγων·
000-00-00 Serial Number=0049907029
Adversus Judaeos Ante [Go Back]  
 [00423]  ∆ιαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἐάν τις ἢ τῶν παρόντων ὑμῶν, ἢ τῶν ἀπόντων, πρὸς τὴν θεωρίαν ἀπέλθῃ τῶν σαλπίγγων, ἢ εἰς τὴν συναγωγὴν ἀπαντήσῃ, ἢ εἰς τὰ Ματρώνης ἀνέλθῃ, ἢ νηστείᾳ κοινωνήσῃ, ἢ σαββάτων μετάσχῃ, ἢ ἄλλο τι μικρὸν ἢ μέγα Ἰουδαϊκὸν ἔθος ἐπιτελέσῃ, καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ὑμῶν πάντων.
000-00-00 Serial Number=0274881601
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00041]  εἶτα, ἵνα μὴ χρυσὸν ἀκούσας πρὸς τὰ αἰσθητὰ καταπέσῃς, ἀνάγει σου τὴν διάνοιαν καὶ παραπέμπει πρὸς τὴν τῶν νοητῶν θεωρίαν ἐπάγων καὶ λέγων·
000-00-00 Serial Number=0156537473
Contra ludos et theatra Ante [Go Back]  
 [00015]  Μετὰ μακροὺς διαύλους λόγων, καὶ τοσαύτην διδασκαλίαν, καταλιπόντες ἡμᾶς τινες, πρὸς τὴν θεωρίαν τῶν ἁμιλλητηρίων ἵππων ηὐτομόλησαν, καὶ οὕτως ἐξεβακχεύθησαν, ὥστε πᾶσαν τὴν πόλιν ἐμπλῆσαι βοῆς καὶ κραυγῆς ἀτάκτου, καὶ πολὺν γέλωτα, μᾶλλον δὲ θρῆνον φερούσης.
 [00028]  τότε σὺ καταλιπὼν ἐκκλησίαν καὶ θυσίαν πνευματικὴν, καὶ ἀδελφῶν σύλλογον, καὶ νηστείας τὸ σεμνὸν, αἰχμάλωτος ὑπὸ τοῦ διαβόλου πρὸς τὴν θεωρίαν ἀπηνέχθης ἐκείνην;
000-00-00 Serial Number=0779331088
Contra theatra Ante [Go Back]  
 [00063]  Ὁ μακάριος Μωϋσῆς, ἀγαπητὲ, ὁ τοῖς κατ' εὐσέβειαν ἔργοις οἰκειωθεὶς τῷ Θεῷ, ὁ παρὰ πάντας τοὺς μετ' αὐτὸν προφήτας ἰδικωτέρας ἀξιωθεὶς τῆς τοῦ κτίσαντος [56.545] ὁμιλίας, ὡς καὶ στόμα κατὰ στόμα λαλήσαντος αὐτῷ τοῦ Θεοῦ ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, ὁ θείῳ πυρὶ, φωτίζειν μόνον, οὐ καίειν εἰδότι, πρὸς τὴν τοῦ Θεοῦ μυσταγωγηθεὶς θεωρίαν, ὁ θείᾳ βουλῇ θεὸς εἶναι Φαραὼ χρηματίσας, καὶ μετοχῇ σεβασμίου προσηγορίας παρὰ πάντας ἐξαιρέτως τοὺς τότε κοσμούμενος, ὁ τῶν ἐν Αἰγύπτῳ γεγενημένων θεηλάτων πληγῶν διάκονος προχειρισθεὶς φοβερώτατος, καὶ τῆς τοῦ Θεοῦ δραστηρίου δυνάμεως φανεὶς ὑπηρέτης ὀξύτατος, ὁ δᾳδουχίᾳ Πνεύματος ἁγίου τὸν νοητὸν τῆς ψυχῆς φωτισθεὶς ὀφθαλμὸν, καὶ τῶν ἀρχαίων τοῦ Παντοκράτορος ἔργων ἐξηγητὴς γενόμενος ὄψιμος, οὗτος ὁ μακάριος μετὰ τὴν εὔτακτον καὶ καλὴν τῆς κοσμοποιίας διήγησιν, ἐπὶ τὴν τῶν παλαιῶν ἀνδρῶν ἱστορίαν ἐχώρησεν, ἰδίᾳ μὲν τῶν ἀγαθῶν, ἰδίᾳ δὲ τῶν πονηρῶν, καὶ τῶν μὲν ἀγαθῶν τρισμακάριον ὄντως τὸ τέλος, τῶν δὲ ἐναντίων τούτοις ἐπάρατον ἀνεγράψατο, ἵνα ἔχοντες ἐκ μὲν τῆς κοσμοποιίας τὰ περὶ τῆς θεοσεβείας παιδεύεσθαι δόγματα, ἐκ δὲ τῶν προλαβόντων τοῦ βίου καὶ μισεῖν πονηρίαν, καὶ τιμᾷν ἀρετὴν, ῥᾳδίως τὸν θεοφιλῆ καὶ μακάριον διανύωμεν βίον.
000-00-00 Serial Number=0295166552
De Anna i Ante [Go Back]  
 [00810]  Ἵνα δὲ μάθητε, ὅτι καὶ ταῦτα σκῆψις καὶ πρόφασις καὶ ῥᾳθυμίας ἐστὶ παραπετάσματα, οὐδὲν ἐμοῦ λέγοντος, ἡ μετὰ τὴν αὔριον αὐτοὺς ἐλέγξει πάντας ἡμέρα τοὺς τὰ τοιαῦτα προφασιζομένους, ὅταν πᾶσα ἡ πόλις πρὸς τὸν ἱππόδρομον μεταστῇ, καὶ οἰκίαι, καὶ ἀγοραὶ εἰς τὴν παράνομον θεωρίαν κενωθῶσιν ἐκείνην.
 [00821]  ὅταν δὲ σωφρονίζειν δέῃ τὸν νέον, καὶ κανόνα τινὰ ἀρετῆς αὐτὸν γίνεσθαι, οὐδαμοῦ τῆς ἡλικίας αὐτοῖς λόγος, ἀλλ' αὐτῶν ἐκείνων μανικώτερον ἐπὶ τὴν παράνομον βαδίζουσι θεωρίαν.
 [00838]  Ὅταν τοίνυν εἰς ἀγορὰν ἐμβάλῃς, καὶ πάντας ἴδῃς ἐπὶ τὴν θεωρίαν τρέχοντας ἐκείνην, κατάφυγε σὺ ἐπὶ τὴν ἐκκλησίαν εὐθέως, καὶ μικρὸν καρτερήσας χρόνον, τρύφα διηνεκῶς τῶν θείων ῥημάτων.
000-00-00 Serial Number=0032511234
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00020]  Οἱ γὰρ ἀλάστορες ἐκεῖνοι δι' ὧν ὁ Θεὸς αὐτοὺς ἐπὶ τὴν θεωρίαν τοῦδε τοῦ κόσμου παρήγαγε διὰ τούτων αὐτοὺς ταύτης ἐκβαλεῖν ἐφιλονείκησαν τῆς δωρεᾶς, τοὺς πρὸς τὸ ζῆν ὑπηρετησαμένους τούτους καὶ τοῦ θανάτου καταστήσαντες αἰτίους ὥσπερ ἐπιδείξαι βουλόμενοι ὅτι πλέον αὐτοῖς οὐδὲν γέγονεν ἐκ τῆς ἀγαθότητος τοῦ Θεοῦ·
 [00598]  Ἐλθόντα δὲ ἐκεῖνον καὶ ἀμφοτέρους ἐπὶ τῆς κλίνης εὑρόντα δεσμὰ αὐτοῖς οὕτως ὡς εἶχον περιβαλ όντα καλέσαι τε τοὺς θεοὺς ἐπὶ τὴν ἀσχήμονα θεωρίαν καὶ ταύτην τῆς μοιχείας πράξασθαι δίκην αὐτούς.
000-00-00 Serial Number=0653423965
De Chananaea Ante [Go Back]  
 [00209]  νῦν δὲ νεκρὸν ἔχω διηνεκῆ θεωρίαν μοι ἐργαζόμενον, ὑφαίνοντά μοι τὸ τραῦμα, πλεονάζοντά μοι τὸ πάθος.
000-00-00 Serial Number=0229345441
De Lazaro Ante [Go Back]  
 [02569]  Νυνὶ δὲ ὅταν θεασώμεθα, ὅτι μετὰ τὰς τοσαύτας ἡμῶν παραινέσεις, μετὰ τὰς τοσαύτας νουθεσίας καὶ ἐπιπλήξεις (οὐδὲ γὰρ ἐπαυσάμεθα συνεχῶς ὑμᾶς ὑπομιμνήσκοντες τοῦ φοβεροῦ δικαστηρίου καὶ τῶν εὐθυνῶν τῶν ἀπαραιτήτων, καὶ τοῦ πυρὸς ἐκείνου τοῦ ἀσβέστου, καὶ τοῦ σκώληκος τοῦ ἀτελευτήτου), τινὲς τῶν ταῦτα ἀκουόντων (οὐδὲ γὰρ κατὰ πάντων ἐκφέρω τὴν ψῆφον, μὴ γένοιτο), πάντων τούτων ἐπιλαθόμενοι, πάλιν ἐπὶ τὴν σατανικὴν θεωρίαν τῆς ἱπποδρομίας ἑαυτοὺς ἐκδεδώκασι, ποίᾳ λοιπὸν προσδοκίᾳ τῶν αὐτῶν ἁψόμεθα πόνων, καὶ τὴν διδασκαλίαν αὐτοῖς ταύτην τὴν πνευματικὴν παραθήσομεν, ὁρῶντες μηδὲν πλέον αὐτοὺς ἐντεῦθεν καρπουμένους, ἀλλ' ἁπλῶς συνηθείᾳ τινὶ κατακολουθοῦντας, καὶ κροτοῦντας μὲν τὰ παρ' ἡμῶν λεγόμενα, καὶ δεικνύντας ἡμῖν ὡς μεθ' ἡδονῆς δέχονται τοὺς ἡμετέρους λόγους, καὶ μετὰ τοῦτο πάλιν ἐπὶ τὸν ἱππόδρομον τρέχοντας, καὶ μείζονας τοὺς κρότους ἐπὶ τοὺς ἡνιόχους ἐπιδεικνυμένους καὶ ἀκάθεκτον τὴν μανίαν, καὶ μετὰ πολλοῦ τοῦ τόνου συντρέχοντας, καὶ πρὸς ἀλλήλους πολλάκις διαπληκτιζομένους καὶ λέγοντας, ὅτι ὁ μὲν τῶν ἵππων οὐ καλῶς ἔδραμεν, ὁ δὲ ὑποσκελισθεὶς κατέπεσεν, καὶ ὁ μὲν τούτῳ τῷ ἡνιόχῳ ἑαυτὸν προσνέμει, ὁ δὲ τῷ ἑτέρῳ·
 [02584]  Πόσης γὰρ οὐκ ἂν εἴη καταγνώσεως ἄξιον, ὅταν ὁ πιστὸς καὶ τῶν ἐνταῦθα τελουμένων καὶ εὐχῶν καὶ φρικτῶν μυστηρίων καὶ πνευματικῆς διδασκαλίας ἀπολαύων, μετὰ τὴν ἐνταῦθα τελετὴν ἀπελθὼν καθέζηται εἰς τὴν σατανικὴν ἐκείνην θεωρίαν μετὰ τοῦ ἀπίστου, μετὰ τοῦ ἐν τῷ σκότει τῆς ἀσεβείας πλανωμένου, ὁ τῷ φωτὶ τοῦ τῆς δικαιοσύνης ἡλίου καταυγασθείς;
 [02602]  μόνον ἐὰν βουληθῶσι μηκέτι τοῖς αὐτοῖς πάλιν περιπεσεῖν, ἀλλὰ μέχρι τούτου στῆσαι τὰ τῆς ῥᾳθυμίας, καὶ ἀπαγορεῦσαι ἑαυτοῖς τὴν ἐπὶ τὰς ἱπποδρομίας ἄνοδον, καὶ πᾶσαν τὴν τοιαύτην σατανικὴν θεωρίαν.
000-00-00 Serial Number=0373102009
De circo Ante [Go Back]  
 [00002]  Στάδιον ἡμῖν σήμερον πνευματικὸν καὶ δρόμος οὐράνιος ἀνέῳγε τοῖς ἑτοίμως πρὸς τὴν θεωρίαν τοῦ πνεύματος ἔχουσιν, οὐ κατὰ τὸν ἐκ γῆς χοϊκὸν, ἀλλὰ κατὰ τὸν τοῦ πνεύματος ἐπουράνιον ἄνθρωπον·
 [00008]  οὐκ ἀπὸ λευκῆς ἐπὶ σφενδόνα μιλιοδρομῶν, ἀλλ' ἀπὸ γῆς [59.569] εἰς οὐρανὸν πυρίνου ἅρματος κατατολμῶν, ἔνθα λαὸς οὐρανοπολιτῶν ἐπὶ τὴν θεωρίαν πάρεστι, καὶ κριτὴς πνευματικὸς καθέζεται, καὶ βασιλεὺς θεωρεῖ, καὶ ἐπινίκιον οὐράνιον δῶρον τίθεται, καὶ μάστιγες φοβερᾶς κρίσεως πρόκεινται.
 [00051]  οὐδὲν ἧττον καὶ οἱ ἐπὶ τὴν ἐκκλησιαστικὴν θεωρίαν εἰς τὸ αὐτὸ ἀθροιζόμενοι, τοῦ διακόνου ἀνοίγειν μέλλοντος τὸ τοῦ Εὐαγγελίου τετράθυρον, πάντες αὐτῷ ἀτενίζομεν ἡσυχίαν παρέχοντες, καὶ ἡνίκα τοῦ δρόμου τῆς ἀναγνώσεως ἄρξηται, εὐθέως διανιστάμεθα ἡμεῖς, ἐπιφωνοῦντες·
000-00-00 Serial Number=0764769316
De incomprehensibili dei natura Ante [Go Back]  
 [00754]  Ὅταν γὰρ μέλλῃ τινὰ παράδοξον ὄψιν δεικνύναι τοῖς ἑαυτοῦ δούλοις ὁ Θεός, ἔξω τῶν πόλεων αὐτοὺς ἐξάγει εἰς καθαρὸν θορύβων χωρίον, ὥστε μηδενὶ μήτε τῶν ὁρωμένων, μήτε τῶν ἀκουομένων ἐκκρούεσθαι τὴν ψυχήν, ἀλλ' ὅλην αὐτὴν ἀδείας ἀπολαύουσαν πρὸς τὴν τῶν ὁρωμένων ἀσχολεῖν θεωρίαν.
 [01091]  ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς νύκτα ἐνομοθέτησεν εἶναι μετὰ τὴν ἡμέραν, ἵνα πεπονηκότας παραλαβοῦσα τοὺς ὀφθαλμοὺς καταστείλῃ τὰ βλέφαρα, κοιμήσῃ τὰς κόρας, ἀναπαύσῃ καμοῦσαν ἡμῖν τὴν ὀπτικὴν δύναμιν καὶ πρὸς τὴν τῆς μελλούσης ἡμέρας θεωρίαν ἐπιτηδειοτέραν παρασκευάσῃ.
000-00-00 Serial Number=0808456361
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [01114]  Ἕκαστος τὴν κατὰ τάξιν οἰκείαν καθαρότητα σῴζων προξενείτω τὴν τοῦ δεσπότου Χριστοῦ τῇ ψυχῇ θεωρίαν·
000-00-00 Serial Number=0958828330
De mutatione nominum Ante [Go Back]  
 [00099]  Καὶ γὰρ εἰ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς πληρῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν, καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο, πάντες ἂν μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν.
 [00100]  Ἐπεὶ οὖν καὶ νῦν πόλεμος συνέστηκεν, Ἰουδαίων θορυβούντων ἅπαντα καὶ ταραττόντων, καὶ πολλὰ τῇ τῆς Ἐκκλησίας ἀσφαλείᾳ προσαγόντων μηχανήματα, τὸ δὲ κεφάλαιον τῶν πολεμίων ἦν ὁ Παῦλος, ὁ πάντων μείζονα καὶ ποιῶν καὶ λέγων, ὁ πάντα θορυβῶν καὶ ταράττων, ἔδησε [51.118] δὲ αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ βασιλεὺς ὁ ἡμέτερος, ἔδησε καὶ αἰχμάλωτον εἰσήγαγε τοῦτον τὸν πάντα ἀνατρέποντα, οὐκ ἐξέλθωμεν ἅπαντες ἐπὶ τὴν θεωρίαν ταύτην, ὥστε ἰδεῖν αὐτὸν αἰχμάλωτον ἀγόμενον;
 [01127]  ἀλλ' ἵνα καὶ τῆς δευτέρας ἁψώμεθα λέξεως, ἐνταῦθα τὴν περὶ τοῦ ὀνόματος στήσας θεωρίαν, ἐπ' ἐκείνην βαδιοῦμεν λοιπόν.
000-00-00 Serial Number=0850913107
De nativitate Joannis Baptistae [1] Ante [Go Back]  
 [00085]  Καλὸν γὰρ συμμετρεῖν καὶ τῷ καιρῷ τὴν ἐξήγησιν καὶ ἐντρυφᾶν μὲν ἤδη τοῖς ὁπωσοῦν εἰρημένοις, περιμένειν δὲ σὺν θεῷ καὶ τὴν τῶν καθεξῆς θεωρίαν.
000-00-00 Serial Number=0582556725
De paenitentia [1] Ante [Go Back]  
 [01735]  Καθ' ὅλων οὖν τῶν πραγμάτων ταύτην ἐκλάμβανε τὴν θεωρίαν.
000-00-00 Serial Number=0851432025
De patientia sermo 1 Ante [Go Back]  
 [00225]  ἴδε κειμένους ἐκεῖ τούς ποτε βασιλεῖς, ἴδε τούς ποτε ἄρχοντας ἐν τοῖς λειψάνοις, ἴδε τὴν φοβερὰν θεωρίαν τῶν λειψάνων, καὶ εἰπέ·
000-00-00 Serial Number=0590887666
De proditione Judae Ante [Go Back]  
 [00059]  εἰ δέ τις ἀκριβῶς ἐξετάσῃ ἓν ἕκαστον τῶν λεγομένων, πολλὴν ἔχει τὴν θεωρίαν, καὶ πολὺ τὸ βάθος τῶν νοημάτων.
 [00463]  εἰ δέ τις ἀκριβῶς ἐξετάσειεν ἕκαστον τῶν εἰρημένων, πολλὴν ἔχει θεωρίαν καὶ πολὺ τὸ βάθος τῶν νοημάτων.
000-00-00 Serial Number=0921776116
De sancta Thecla martyre [2] Ante [Go Back]  
 [00012]  Ἕκαστος τὴν κατὰ τάξιν οἰκείαν καθαρότητα σῴζων προξενείτω τὴν τοῦ δεσπότου Χριστοῦ τῇ ψυχῇ θεωρίαν·
000-00-00 Serial Number=0718844652
De sancta trinitate Ante [Go Back]  
 [00289]  Βλέπε δὲ θεωρίαν·
000-00-00 Serial Number=0645937383
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [07251]  οὐκ ἂν ἅπαντες μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν;
 [07253]  οὐκ ἐξέλθωμεν ἅπαντες ἐπὶ τὴν θεωρίαν ταύτην, ὥστε ἰδεῖν αὐτὸν αἰχμάλωτον ἀγόμενον;
 [08073]  οὐκ ἂν ἅπαντες μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν;
 [08076]  οὐκ ἐξέλθωμεν ἅπαντες ἐπὶ τὴν θεωρίαν ταύτην, ὥστε ἰδεῖν αὐτὸν αἰχμάλωτον ἀγόμενον;
000-00-00 Serial Number=0847264171
Epistulae Ante [Go Back]  
 [03464]  ἐπειδήπερ, κἂν πολὺ τὸ μέσον ᾖ τῶν διαστημάτων, ταύτην οὐδέποτε διείργει τὴν θεωρίαν.
000-00-00 Serial Number=0482968867
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00552]  [8.13] Καὶ ἵνα μάθῃς πῶς ἐκκαίεται εἰς τὴν θεωρίαν ταύτην εἰπών·
000-00-00 Serial Number=0294299603
Fragmenta in Job Ante [Go Back]  
 [00181]  Τό γε μὴν τῇ τῶν ζώων ἐν διαφόρῳ γένει καταγραφῇ, πνευματικὴν θεωρίαν ἐπάγειν, ὀνειροκριτικὸν ἅμα καὶ περιττόν.
000-00-00 Serial Number=0392472923
Fragmenta in Proverbia Ante [Go Back]  
 [00042]  ὁ οὖν γενόμενος νοήμων, φησὶ, τὸ λεῖπον προσθήσει κατά τε πρᾶξιν καὶ θεωρίαν, ὥστε τὸν περὶ ταῦτα πλοῦν κατευθῦναι·
 [00389]  κατὰ δὲ θεωρίαν, ὅτι οὐδὲν θαυμαστὸν, εἴ τις ἑνὶ καὶ δευτέρῳ κέχρηται θεωρήματι τῆς ἔξω σοφίας, ὡς δι' αὐτῶν εἰς φῶς ἄγειν τὸ ἀληθὲς, καὶ τὰ παρ' αὐτοῖς δοκοῦντα βέβαια διελέγχειν·
 [01799]  Εἶτα κατὰ πνευματικὴν θεωρίαν, τὴν ἀνθρωπότητα νόει, παραλαμβανομένην ἐκ τοῦ κατ' ἀντικρὺ τόπου τοῦ παραδείσου, ἵνα ἀγαλματοφοροῦσα εἰς τὸν παράδεισον εἰσέλθῃ.
 [01949]  Πολὺ οὖν εἶναι περὶ τούτων ὄντων θεωρίαν ἀσύμφορον.
000-00-00 Serial Number=0438956380
Homilia in martyres Ante [Go Back]  
 [00071]  Μὴ τοίνυν καὶ σὺ ψυχῆς ἀνδρείαν καὶ γνώμης εὐτονίαν ἐλθὼν θεάσασθαι, καὶ τρόπαιον καινὸν καὶ παράδοξον, καὶ μάχην τινὰ ἐξηλλαγμένην, καὶ τραύματα καὶ πολέμους, καὶ παγκράτιον ἀνθρώπου, πράξεις δαιμονικὰς εἰσαγάγῃς, μετὰ τὴν ξένην καὶ φρικτὴν ταύτην θεωρίαν μέθῃ καὶ τρυφῇ ἑαυτὸν ἐκδοὺς, ἀλλὰ τὰ κέρδη τῆς ψυχῆς συναγαγὼν, οὕτως οἴκαδε ἄπιθι, διὰ τῆς ὄψεως πᾶσιν ἐνδεικνύμενος, ὅτι μάρτυρας θεωρήσας ἀνεχώρησας.
000-00-00 Serial Number=0463995755
In Genesim sermo 3 Ante [Go Back]  
 [00010]  οὐ πορνικοῖς ὀρχήμασι τοῖς αἰσθητοῖς ὀφθαλμοῖς τὴν θεωρίαν ἐκλύουσα, ἀλλὰ τοὺς ὀφθαλμοὺς τῆς καρδίας πρὸς πόθον τῆς βασιλείας τῶν οὐρανῶν διεγείρουσα·
000-00-00 Serial Number=0332908392
In Isaiam Ante [Go Back]  
 [01239]  Οὐκ ἐπιτιμᾷ δὲ μόνον τοῦτο λέγων, ἀλλὰ καὶ διορθοῦται, πρὸς τὴν θεωρίαν αὐτοὺς παραπέμπων τῆς ἁρπαγῆς.
 [01673]  Ἢ τὰ θαύματα αὐτοῦ φησιν, ἢ τῆς κτίσεως τὴν θεωρίαν.
000-00-00 Serial Number=0581578195
In Joannem Ante [Go Back]  
 [00315]  ἀλλ' ὥσπερ εἴ τις τὸν ἑστῶτα παρ' αἰγιαλὸν, καὶ βλέποντα πόλεις, καὶ ἀκτὰς, καὶ λιμένας, ἐπειδὰν εἰς μέσον ἀγάγῃ πελάγους, τῶν μὲν προτέρων ἀπέστησεν, οὐ μὴν ἔστησέ που τὸ ὄμμα αὐτῷ, ἀλλ' εἰς ἄπειρον ἤγαγε θεωρίαν·
 [02492]  Εἰ γὰρ ἁπλῶς τῆς ὁποιασοῦν ἀσωμάτου δυνάμεως, καίτοι γε γενητῆς οὔσης, οὐ δυνάμεθα δέξασθαι θεωρίαν σαφῆ, καὶ τοῦτο πολλάκις ἐπὶ τῶν ἀγγέλων ἐδείχθη·
 [02527]  Γνῶσιν γὰρ ἐνταῦθα τὴν ἀκριβῆ λέγει θεωρίαν τε καὶ κατάληψιν, καὶ τοσαύτην ὅσην ὁ Πατὴρ ἔχει περὶ τοῦ Παιδός.
 [06010]  Ἐνταῦθα δὲ μετὰ τοῦ βασιλέως τῶν ἀγγέλων θεωρῶν, καὶ ὁρῶν ἐκ μέσων κατεχόμενον τῶν νώτων τὸν διάβολον, καὶ πολλὰ μὲν φιλονεικοῦντα περιγενέσθαι, ἰσχύοντα δὲ οὐδὲν, οὐ τρέχεις εἰς τοιαύτην θεωρίαν;
000-00-00 Serial Number=0206845641
In Psalmos 101-107 Ante [Go Back]  
 [01749]  ∆ι' ὧν δὲ λέγει, Συνήσουσιν, ὡς μέλλουσαν τοῖς ἐξ ἐθνῶν τὴν θεωρίαν ἀνέπεμψεν·
000-00-00 Serial Number=0404712737
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00003]  Οἱ ζωγράφοι μιμοῦνται τῇ τέχνῃ τὴν φύσιν, καὶ κεραννύντες τὰ χρώματα, γράφουσι τὰς εἰκόνας τῶν ὁρωμένων σωμάτων, καὶ ποιοῦσιν ἀνθρώπους, καὶ ἄλογα, καὶ δένδρα, καὶ πολέμους, καὶ μάχας, καὶ αἱμάτων χει μάῤῥους, καὶ δόρατα, καὶ θώρακας, καὶ ἀσπίδας, καὶ βασιλεῖς, καὶ ἰδιώτας, καὶ θρόνον βασιλικὸν, καὶ βασι λέα καθήμενον, καὶ βάρβαρον ὑποκείμενον, καὶ αἰχμὴν ἠκονημένην, καὶ ποταμοὺς ῥέοντας, καὶ πεδία ποικίλα, καὶ ἁπλῶς ἅπαντα τὰ ὁρώμενα διὰ τῆς τέχνης μιμούμε νοι, παρέχουσι θεωρίαν τοῖς βλέπουσιν.
 [00016]  Ἄφες ἐκείνας τὰς εἰκόνας, καὶ βλέπε ταύτην τὴν θεωρίαν.
000-00-00 Serial Number=0027603149
In Psalmum 118 Ante [Go Back]  
 [00222]  Τὰς γὰρ θείας Γραφὰς κατὰ ἀναγωγὴν καὶ θεωρίαν κατοπτριζό μεθα καὶ νοοῦμεν·
 [00404]  Ἱκετεύει τοίνυν ὁ προφήτης εἰς ἑτέραν θεωρίαν ῥέψαι τῆς διανοίας τὰ ὄμματα, καὶ τῇ τῶν παρόντων ματαιότητι μὴ θελχθῆναι.
 [01601]  κατὰ δὲ θεωρίαν καὶ διάνοιαν ἄρχοντές εἰσι τὰ πονηρὰ πνεύματα, ὡς ὁ μακά ριος Παῦλος ἡμᾶς διδάσκει·
000-00-00 Serial Number=0196956813
In Samaritanam in die mediae pentecostes Ante [Go Back]  
 [00024]  Ἡ δέ γέ που τάχα τῆς οἰκίας ἐξῄει κατὰ μικρὸν προϊοῦσα, γυναικικοῖς χρωμένη βαδίσμασιν, ἀνειμένη, τὴν ὑδρίαν ἐπαγομένη, πρὸς καρπὸν ὡς ἐν ἀγρῷ θεωρίαν ἱσταμένη πολλάκις μεταξὺ τοῦ βαδίσμα τος.
000-00-00 Serial Number=0512321115
In assumptionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00066]  Ὢ τῆς φρικτῆς σήμερον θεωρίας τοῖς δαίμοσι! φρικτὴν γὰρ αὐτοῖς θεωρίαν ἑώρων, ἀνθρώπου κατὰ τὸ φαινόμενον φύσιν, ὁδοιπόρον ἀέρος, ὑψηλοτέραν αὐτῶν ἀναβαίνουσαν, ἀνωτέραν οὐρανοῦ γενομένην.
000-00-00 Serial Number=0283452332
In catechumenos Ante [Go Back]  
 [00027]  Ἀλλ' εἴ τις διψᾷ, ὡς ἐδίψησε Ζακχαῖος τὴν ἐμὴν θεωρίαν, ὡς ἐδίψησε τὴν θεραπείαν αἱμόῤῥους, ὡς ἐδίψησε πόρνη πλυθῆναι τὰς ἁμαρτίας, ὡς ἐδίψησε Ματθαῖος τοῦ εὐαγγελιστοῦ τὸ ἀξίωμα, ὡς ἐδίψησεν ὁ λῃστὴς τὸν παράδεισον, ὡς ἐδίψησε Θωμᾶς τὴν ζωοποιὸν τραυμάτων ψηλάφησιν, ὡς ἐδίψησεν ὁ τῆς Αἰθιοπίας εὐνοῦχος τὸ βάπτισμα, ἐφ' ὃ πυρακτούμενος ἐβόα πρὸς τὸν Ἀπόστολον·
000-00-00 Serial Number=0255886316
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03389]  δείκνυσιν ὅτι ταῦτα ἐκείνων ἀμείνω, εἴ γε διὰ ταῦτα μὴ μόνον ἀνθρώπων, ἀλλὰ καὶ αὐτῶν τῶν ἀγγέλων τὸν δῆμον πρὸς τὴν θεωρίαν ἐπέστρεψε τὴν ἑαυτῶν.
000-00-00 Serial Number=0168601453
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01018]  ∆ιπλῆν ἔχει τοῦτο τὴν θεωρίαν·
000-00-00 Serial Number=0877904773
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00090]  Τίς οὖν ἄρα οὕτως ἄθλιος, ὅστις τοῦ βασιλέως σπουδάζοντος ἐπὶ τὴν θεωρίαν τῶν αὐτοῦ κατορθωμάτων ἐλθεῖν, ἐκεῖνον ἀφεὶς πρὸς τοὺς ἐλαχίστους καθίζει τὸ ἑαυτοῦ θέατρον, καὶ μισθὸν παρ' ἐκείνων ἐκδέχεται;
000-00-00 Serial Number=0595148623
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00088]  ὁρᾷς ὅτι οὐκ ἀρκεῖ ἡ τοῦ σώματος ὄψις πρὸς τὴν τοῦ θαύματος θεωρίαν;
 [00097]  Ἐπεὶ οὖν βλέπουσιν οἱ ὀφθαλμοὶ ὑμῶν θεωρίαν, καὶ ἀκούει τὰ ὦτα ἀκρόασιν, ἣν ὁ Χρι στὸς ἐμακάρισε, φέρε ὑμῖν τοὺς μαργαρίτας τῶν Γρα φῶν παραθῶμεν.
000-00-00 Serial Number=0345455647
In illud Pater si possibile est Ante [Go Back]  
 [00008]  ∆ιὸ δὴ καὶ ἡμεῖς, ἀγαπητοὶ, ἐν ταῖς προλαβούσαις ἡμέραις τοῖς εὐθυλύτοις λόγοις ὑμᾶς γαλακτοτροφήσαντες, νῦν πρὸς διδαγμάτων θεωρίαν ἄγωμεν, τοῦ ἁγίου Πνεύματος νόστιμον ὑμῖν τὸν λόγον τῆς διδασκαλίας ἀρτύοντος.
000-00-00 Serial Number=0075918853
In illud Vidi dominum Ante [Go Back]  
 [00591]  ἀλλά Μὴ καταμάνθανε, φησίν, τὴν ἐκ μελέτης κατανόησιν, τὴν περίεργον ὄψιν, τὴν μετὰ διατριβῆς θεωρίαν, τὴν ἀπὸ ψυχῆς διεφθαρμένης καὶ ἐπιθυμούσης ἀναιρῶν.
 [01313]  ἀλλ' ἵστησιν ὑμῖν ὁ λόγος τὴν θεωρίαν, ἕως οὗ πάντα ἐπέλθητε, ὅσα δυνατὸν ἐπελθεῖν.
000-00-00 Serial Number=0877876401
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00166]  Καλὸν γὰρ συμμετρεῖν τῷ καιρῷ τὴν ἐξήγησιν, καὶ ἐντρυφᾷν μὲν τοῖς εἰρημένοις, περιμένειν δὲ καὶ τὴν τῶν καθεξῆς θεωρίαν.
000-00-00 Serial Number=0679462254
In principium Actorum Ante [Go Back]  
 [01332]  Ἡ γὰρ τῶν σημείων ἐπίδειξις χειραγωγεῖ σε πρὸς τὴν τῆς πίστεως θεωρίαν.
000-00-00 Serial Number=0089829206
In sanctam theophaniam seu baptismum Christi Ante [Go Back]  
 [00142]  Καὶ ἦν ἰδεῖν θεωρίαν φρικώδη.
000-00-00 Serial Number=0100854814
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00044]  ∆ιὸ χρὴ μὴ παρέχειν τῷ πυρὶ τῆς ἐπιθυμίας τροφὴν τὴν ἔξωθεν θεωρίαν, ἀλλὰ περιστέλλειν αὐτὸ πανταχόθεν καὶ κατασβεννύναι λογισμοῖς εὐσεβέσι, χαλινοῦντας πρόσω φερόμενον τὸν ἐμπρησμὸν, καὶ μὴ συγχω ροῦντας αὐτῷ περιτρέπειν τὸ στεῤῥὸν τῆς διανοίας τῆς ἡμετέρας.
 [00178]  ἀλλὰ πάντων ἐκείνων ἀνώτερος γενόμενος, ἕξεις διδασκαλίαν ἀρετῆς διηνεκῆ τῆς εἰκόνος ταύτης τὴν θεωρίαν.
000-00-00 Serial Number=0278898597
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00020]  Καὶ γὰρ καὶ ἡμεῖς εἰς τὸν πνευματικὸν τοῦ τον λειμῶνα τῶν Ἰγνατίου κατορθωμάτων εἰσελθόντες, καὶ οὐχὶ ἄνθη ἠρινὰ, ἀλλ' αὐτὸν τοῦ Πνεύματος τὸν καρπὸν ποικίλον τε καὶ διάφορον ἐν τῇ τούτου ψυχῇ θεώμενοι θορυβούμεθα, καὶ διαποροῦμεν, οὐκ ἔχοντες ποῦ πρῶτον τὸν λογισμὸν ἀπερείσωμεν, ἑκάστου τῶν ὁρωμένων ἀπὸ τῶν πλησίον ἀνθέλκοντος, καὶ πρὸς τὴν τῆς οἰκείας εὐπρεπείας θεωρίαν ἐπισπωμένου τὴν τῆς [50.588] ψυχῆς ὄψιν.
000-00-00 Serial Number=0298905432
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00002]  ἠπείγμεθα δὲ εἰπεῖν σήμερον τὴν αἰτίαν τῆς παρολκῆς καί, ἐπείπερ ἡ τοιαύτη διήγησις ἀπαιτεῖ ὅλου τοῦ πρὸς τὸ πάσχα τόπου τὴν θεωρίαν, βουλόμεθα, ἐὰν καὶ ὁ κύριος βούληται, ἀναλαβεῖν τὴν ὑπόθεσιν καὶ ὅση δύναμις ἐξειπεῖν τοῦ μυστηρίου τὰ [2] θεωρήματα.
 [00008]  ἐπειδὴ οὖν καὶ πρῶτον χρόνον τηροῦμεν καὶ ἰσημερίαν καὶ μετὰ τοῦτο καὶ σελήνης τεσσαρεσκαιδεκάτην καὶ σὺν τούτῳ τὴν τριήμερον, τουτέστι παρασκευὴν σάββατον κυριακήν, καὶ ἀδύνατόν ἐστιν ἑνὸς χρόνου τούτων λείποντος ἐπιτελεσθῆναι τὸ πάσχα, διὰ τοῦτο μὲν οὐ δυνάμεθα μίαν ἡμέραν ὡρισμένην πρὸς τὸ μυστήριον τοῦ πάσχα παραλαμβάνειν, ἀλλ' ὅλας ταύτας τὰς προθεσμίας συναγαγόντες ἀπαρτίζομεν τοῦ σωτηρίου πάθους τὴν θεωρίαν.
 [00063]  ἤδη ὀφείλω λέγειν καὶ ἑκάστου τῶν προκειμένων τὴν θεωρίαν ἀποδοῦναι, οὐκ ἀπὸ γλώττης ἐμῆς σχεδιαζο μένου τοῦ λόγου, ἀλλ' ἀπὸ πιστῶν πραγμάτων πιστοῦ δεικνυμένου τοῦ λόγου.
 [00192]  [48] Ἐπειδὴ οὖν ταῦτα μεγάλων μυστηρίων χάριν ἐπράττετο ἐπὶ τοῦ σωτῆρος πάσχοντος, διὰ τοῦτο καὶ ἡμεῖς καθ' ἕ καστον πάσχα τοῦ μυστηρίου τὴν σημασίαν ἀνανεοῦσθαι πειρώμενοι καὶ τὰς προθεσμίας συνάγομεν ὅση δύναμις, καὶ παραλαμβάνομεν καὶ τὴν τεσσαρεσκαιδεκάτην, οὐ μόνον διὰ τὰς λοιπὰς θεωρίας τὰς εἰρημένας καὶ τὰς μὴ ῥηθείσας, ἀλλὰ καὶ διὰ τὸ δῦναι τὸν ἥλιον μεσημβρίας, ἵνα φαίνηται οὐ τέχνης ἑλληνικῆς ἀλλὰ δίκης ἔργον τὸ σκότος, ὡς πολλάκις ἐρρήθη, οὐχ ὑποδραμούσης σελήνης ἀλλὰ κατὰ διάμετρον τῷ ἡλιακῷ ἀντανατελλούσης δρόμῳ καὶ οὕτως, ὡς ἄν τις εἴποι, κινουμένης γινόμενον, ἵνα ᾖ σημεῖον τοῦ συμβεβηκότος θαύματος ἡ τεσσαρεσκαιδεκάτη τοῖς πᾶσιν αἰώνιον, παραλαμβάνομεν καὶ παρασκευὴν καὶ σάββατον καὶ κυριακὴν διὰ τὰς προρρηθείσας αἰτίας, καὶ ὁλόκληρον τοῦ μυστηρίου τὴν θεωρίαν τῇ τῶν προθεσμιῶν συνδρομῇ ἐκτελοῦντες καὶ τὴν τῶν Ἰουδαίων ἄνοιαν καὶ τὴν τῶν μὴ τοῦτον τὸν τρόπον ἀσμενιζόντων αἱρετικῶν μανίαν ἀποπεμπόμεθα, καὶ χαρα κτῆρα ὁλοτελῆ τῆς τοῦ παντὸς ἀνακεφαλαιώσεως ἐπὶ τῇ τοῦ πάσχα ἱερᾷ τελετῇ προβαλλόμεθα.
000-00-00 Serial Number=0013970375
Oratio de epiphania Ante [Go Back]  
 [00073]  [11] Καὶ ἦν ἰδεῖν εὐθέως θεωρίαν φρικώδη.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»