Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θορύβου [56]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θορύβου


000-00-00 Serial Number=0990467131
Ad populum Antiochenum Ante [Go Back]  
 [04525]  Οὐχ ὁρᾷς τοὺς κυβερνήτας, ὅτι τῆς θαλάσσης μαινομένης, νεφῶν συντρεχόντων, βροντῶν καταῤῥηγνυμένων, πάντων τῶν ἐπὶ τοῦ πλοίου θορυβουμένων, ἐπὶ τῶν οἰάκων αὐτοὶ κάθηνται, χωρὶς θορύβου καὶ ταραχῆς τῇ τέχνῃ τῇ ἑαυτῶν προσέχοντες, καὶ σκοποῦντες, ὅπως τὸν ἐπιόντα διακρούσωνται χειμῶνα;
000-00-00 Serial Number=0082839966
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00475]  Τίνα γὰρ οἴει μᾶλλον τρυφᾷν, τὸν ἐπὶ βαθείας κατακεκλιμένον πόας, παρὰ πηγὴν καθαρὰν, ὑπὸ σκιὰν δένδρων ἀμφιλαφῶν, καὶ τὸν ὀφθαλμὸν ἑστιῶντα τῇ θέᾳ, καὶ καθαρωτέραν ἔχοντα τοῦ οὐρανοῦ τὴν ψυχὴν, καὶ ταραχῆς καὶ θορύβου πόῤῥω καθήμενον, ἢ τὸν ἐν οἰκίσκῳ κατακεκλεισμένον;
000-00-00 Serial Number=0593746364
Catecheses ad illuminandos Ante [Go Back]  
 [00610]  [4.9] Ἐπειδὴ γὰρ ἃ πρότερον εἰργάζετο ἐξ ἀγνοίας ἅπαντα εἰργάσατο καὶ νομίζων τὸν νόμον ζήλῳ διεκδικεῖν, θορύβου καὶ ταραχῆς πᾶσι αἴτιος καθίστατο, μαθὼν παρ' αὐτοῦ τοῦ νομοθέτου ὅτι τὴν ἐναντίαν ὁδὸν βαδίζει καὶ κατὰ κρημνῶν ἀπιὼν οὐκ αἰσθάνεται, οὐχ ὑπερέθετο, οὐκ ἀνεβάλετο, ἀλλ' εὐθέως ἐπειδὴ κατέλαμψεν αὐτὸν τὸ φῶς τὸ νοητὸν πᾶσαν τὴν πλάνην ἀποθέμενος κῆρυξ τῆς ἀληθείας καθίστατο καὶ ἐκείνους πρώτους ἐπὶ τὴν τῆς εὐσεβείας ὁδὸν ἄγειν ἐβούλετο πρὸς οὓς καὶ τὰς ἐπιστολὰς ἐκόμιζε παρὰ τῶν ἀρχιερέων λαβών, καθὼς καὶ αὐτὸς τῷ τῶν Ἰουδαίων πλήθει δημηγορῶν ἔλεγεν·
000-00-00 Serial Number=0634452462
De Anna i Ante [Go Back]  
 [01078]  Ἀλλ', εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, ἔχει τι πλέον οὗτος ἐκείνου, ὅσῳ καὶ ἀτάραχος ἡ διάλεξις, καὶ ἀθόρυβος ἡ διδασκαλία, καὶ μετὰ πλείονος συνέσεως ἡ ἀκρόασις, οὐδενὸς ἡμῶν τὴν ἀκοὴν ἐνοχλοῦντος θορύβου.
000-00-00 Serial Number=0979558289
De fato et providentia Ante [Go Back]  
 [00056]  Ταῦτα τῆς ταραχῆς ἡμῖν αἴτια, ταῦτα θορύβου.
 [00414]  Μετὰ γὰρ τοῦ δόξαν βλάσφημον καὶ ἀσεβῆ καὶ ὀλεθρίαν ἐντιθέναι ταῖς τῶν ἠπατημένων ψυχαῖς, καὶ πείθειν τοιαῦτα λέγειν περὶ Θεοῦ, ἃ μηδὲ περὶ δαιμόνων τις εἴποι, καὶ τὸν βίον συγχεῖ τὸν ἡμέτερον, πάντα θορύβου καὶ πολλῆς ἐμπίπλησι τῆς ταραχῆς·
000-00-00 Serial Number=0980068445
De futurae vitae deliciis Ante [Go Back]  
 [00012]  Ἐκεῖ μὲν γὰρ τὰ διδόμενα, οἷα ἂν ᾖ, τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ θορύβου γέμει καὶ ταραχῆς ἐμπέπλησται·
000-00-00 Serial Number=0558555067
De gloria in tribulationibus Ante [Go Back]  
 [00036]  διὰ ταῦτα πόλεμος ἀνήφθη χαλεπὸς, καὶ πολέμων ἁπάντων ὁ τυραννικώτατος, καὶ πάντα θορύβου καὶ ταραχῆς καὶ στάσεως ἔγεμε, καὶ πόλεις ἅπασαι, καὶ δῆμος ἅπας, καὶ οἰκία, καὶ οἰκουμένη καὶ ἀοίκητος, ἅτε δὴ τῶν παλαιῶν ἐθῶν διασαλευομένων, καὶ τῆς ἐπὶ τοσοῦτον κατασχούσης προλήψεως διασειομένης, καινῶν δὲ εἰσαγομένων δογμάτων, καὶ ὧν μηδεὶς μηδέποτε ἤκουσε·
000-00-00 Serial Number=0020543933
De incomprehensibili dei natura Ante [Go Back]  
 [00837]  μετὰ πολλοῦ θορύβου καὶ κρότου τὴν παραίνεσιν ἐδέξασθε.
000-00-00 Serial Number=0229731143
De mutatione nominum Ante [Go Back]  
 [00099]  Καὶ γὰρ εἰ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς πληρῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν, καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο, πάντες ἂν μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν.
000-00-00 Serial Number=0254208088
De paenitentia [1] Ante [Go Back]  
 [01242]  Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δικαστήριον ἐν τῷ πλοίῳ καθιστάντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας ἐξήταζον, ὥσπερ μέλλοντές τινι παρέχειν εὐθύνας, ὧν ἂν ψηφίσωνται.
000-00-00 Serial Number=0912161529
De sacerdotio Ante [Go Back]  
 [00065]  Ἐγκλήματα παρ' ἐκείνου τῆς ἀπάτης ἕνεκεν Καί ποτε μικρὸν ἀπ' ἐκείνου καταστὰς τοῦ θορύβου τῆς ψυχῆς·
000-00-00 Serial Number=0681648374
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00199]  Καὶ καθάπερ οἰκίας ἐν μέσῃ νυκτὶ πυρπολουμένης, οἱ καθεύδοντες ἔνδον, ἐπειδὰν αἴσθωνται τοῦ θορύβου, ταχέως ἐξαλλόμενοι τῆς κλίνης ἐκπηδῶσι τῶν προθύρων τῆς οἰκίας, οὐδὲν τῶν ἔνδον λαβόντες·
 [00205]  διὰ τοῦτο τοὺς μὲν ἐχθροὺς παρέτρεχον, τοῖς δὲ φίλοις καὶ τοῖς οἰκείοις προσεῤῥήγνυντο, καὶ νυκτομαχία τις ἦν χαλεπὴ, καὶ πολλοῦ θορύβου τὰ πράγματα ἔγεμε.
 [00264]  Τότε τοίνυν ταῦτα ἐπιτάττοντες οἱ ἐχθροὶ καὶ τὴν ὠμότητα ἐπεδείκνυντο τὴν ἑαυτῶν, καὶ ἄκοντες ἐμαρτύρουν τῇ τοῦ Χριστοῦ προφητείᾳ, καὶ ἀδελφοὶ παρεδίδοσαν ἀδελφοὺς, καὶ πατέρες τέκνα, καὶ αὐτὴ ἑαυτὴν ἐπολέμει ἡ φύσις, καὶ ἐσχίζετο καθ' ἑαυτῆς ἡ συγγένεια, καὶ πάντες ἐκ βάθρων ἀνετρέποντο οἱ νόμοι, καὶ πάντα θορύβου τινὸς ἔγεμε καὶ ταραχῆς, καὶ αἱμάτων τὰς οἰκίας ἐνέπλησαν συγγενικῶν οἱ δαίμονες τότε.
 [00278]  θορύβου καὶ ταραχῆς πάντα ἐμπεπλησμένα·
000-00-00 Serial Number=0330646336
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03534]  οὗτοι δὲ οὐδὲ τὴν κοινωνίαν αἰδοῦνται τῆς φύσεως, οὐδὲ τῆς οἰκείας φείδονται σωτηρίας, ἀλλὰ πρὸ τῶν φθονουμένων τὰς ἑαυτῶν ψυχὰς κολάζουσι, θορύβου παντὸς καὶ ἀθυμίας πληροῦντες αὐτὰς εἰκῆ καὶ μάτην.
 [05540]  Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, καὶ τῆς θαλάσσης οὐδὲ ἀναπνεῖν ἐπιτρεπούσης, ἀλλὰ καὶ μαινομένης καὶ καταβοώσης καὶ συνεχῆ τὰ κύματα ἐπεγειρούσης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δὴ καὶ δικαστήριον ἐν τῷ πλοίῳ καθίσαντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας ἐξήταζον, ὥσπερ τινὶ μέλλοντες εὐθύνας παρασχεῖν ὧν ἂν ψηφίσοιντο·
 [06638]  ὃς οὔτε τὴν φύσιν, οὔτε τὴν ἀνατροφὴν, οὔτε τὴν ἡλικίαν, οὔτε τὰ προλαβόντα ᾐδεῖτο, ἀλλ' οὕτως ἦν καθάπαξ ὠμὸς καὶ ἀπηνὴς, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, ὡς ἅπαντα ταῦτα διαῤῥήξας τὰ κωλύματα, αὐτοῖς μετὰ ἀναισχυντίας ἐπιπηδῆσαι τοῖς τῆς φύσεως νόμοις, καὶ ταραχῆς ἐμπλῆσαι ἅπαντα καὶ θορύβου.
 [07250]  εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἐμπιπλῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς, αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο·
 [08072]  Εἰ γὰρ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἐμπιπλῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο·
000-00-00 Serial Number=0948776960
Epistulae Ante [Go Back]  
 [03057]  Τοῦτο τὸν Ἰὼβ ἐστεφάνωσε, τοῦτο τὸ ῥῆμα τὸν διάβολον ἐτρέψατο, καὶ ἐγκαλυψάμενον ἀναχωρῆσαι πεποίηκεν, τοῦτο θορύβου παντὸς ἀναίρεσις.
000-00-00 Serial Number=0086511552
Expositiones in Psalmos Ante [Go Back]  
 [01503]  ἀλλ' οὕτως ἦν καθάπαξ ὠμὸς καὶ ἀπηνὴς, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, ὡς ἅπαντα ταῦτα διαῤῥήξας τὰ κωλύματα, αὐτοῖς ἐπιπηδῆσαι τοῖς τῆς φύσεως νόμοις, καὶ ταραχῆς ἐμπλῆσαι ἅπαντα καὶ θορύβου.
000-00-00 Serial Number=0634428382
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04174]  Ἐκ γὰρ τοῦ θορύβου οὔτε ἐκόπη, οὔτε ἀπεπλύνθη αὐτοῦ τὸ σῶμα·
000-00-00 Serial Number=0294816077
In Acta apostolorum Ante [Go Back]  
 [00411]  αὐτὸς ὁ κείμενος ἐσκοτωμένος, θορύβου γέμων καὶ ταραχῆς, ὅτε πανηγυρίζειν ἔδει·
 [04992]  θορύβου γὰρ ἄξιον, εἰ ἐκεῖ μέλλοις θλίβεσθαι·
 [05726]  Οὐχ ὁρᾷς πῶς, ὅταν βουλώμεθα περί τινων ἀναγκαίων διαλεχθῆναι, τόπους θορύβου καθαροὺς παρατηροῦμεν, ἔνθα ἡσυχία, ἔνθα γαλήνη, ἵνα μὴ ἐκκρουώμεθα;
 [09999]  κοινωνοὺς δὲ ὄντας αὐτοὺς τῆς τέχνης, κοινωνοὺς λαμβάνει καὶ τοῦ θορύβου.
 [09999]  οὐ γὰρ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου τοῦτο ἐποίουν·
 [09999]  ∆ι' ἐτῶν δὲ πλειόνων παρεγενόμην, ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφορὰς, ἐν οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ οὐ μετὰ ὄχλου, οὐδὲ μετὰ θορύβου τινός.
 [09999]  Οὐ μετὰ ὄχλου, φησὶν, οὐδὲ μετὰ θορύβου.
000-00-00 Serial Number=0838738441
In Isaiam Ante [Go Back]  
 [01087]  ταραχῆς, φησίν, ἐμπέπλησται καὶ θορύβου, συγχύσεως καὶ ἀταξίας.
000-00-00 Serial Number=0319215000
In Joannem Ante [Go Back]  
 [00066]  ἡ δὲ τούτου φωνὴ θορυβεῖ μὲν οὐδένα τῶν πιστῶν, ἀλλὰ καὶ ἀνίησι θορύβου καὶ ταραχῆς·
 [00640]  Εἰ δὲ πάλιν ἔροιο τί δήποτε ὁ δῆμός ἐστιν, ἐροῦσι, Πρᾶγμα θορύβου γέμον καὶ ταραχῶδες, καὶ ἐξ ἀνοίας τὸ πλέον συγκείμενον, ἁπλῶς φερόμενον, κατὰ τὰ τῆς θαλάττης κύματα, πολλάκις καὶ ἐκ ποικίλου καὶ μαχομένης συνιστάμενον γνώμης.
000-00-00 Serial Number=0478554368
In diem natalem Ante [Go Back]  
 [00278]  Εἰρήνης πολλῆς καὶ ἡσυχίας χρεία, οὐχὶ θορύβου καὶ θυμοῦ καὶ ταραχῆς·
000-00-00 Serial Number=0385729134
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00268]  Καθάπερ γὰρ ἡμεῖς, ἐπειδὰν μέλλωμεν καθαιρεῖν οἰκίας, οὐκ ἀφίεμεν τοὺς ἔνδον οἰκοῦντας μένειν, ἀλλ' ὥστε ἀπαλλαγῆναι τῆς κόνεως καὶ τοῦ θορύβου, [ἀλλὰ] κελεύσαντες πρὸς βραχὺ μεταστῆναι, ἐπειδὰν κατασκευάσωμεν ἀσφαλὲς τὸ δωμάτιον, τότε αὐτοὺς μετὰ ἀδείας εἰσάγομεν·
000-00-00 Serial Number=0946126223
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02732]  Εἰ γὰρ μέλλοι θορύβου καὶ ταραχῆς ἐμπεπλῆσθαι τὰ κατὰ τὴν οἰκίαν, ἕκαστος τῶν πολιτευομένων ἔμελλεν οἴκοι καθῆσθαι, καὶ τὰ κατὰ τὴν πόλιν κακῶς ἂν διακείσεται.
000-00-00 Serial Number=0106670797
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04906]  Καὶ ἔτι πρὸς τούτοις ἀπήλλαξέ σε φροντίδων, ἀγωνίας, βασκανίας συκοφαντῶν, θορύβου, ταραχῆς, φόβου διηνεκοῦς·
 [06911]  καὶ ἡνίκα δὲ εἰς τὰς οἰκίας εἰσῄει, καθάπερ θηρίον οὕτως εἰσεπήδα, σύρων, σπαράττων ἄνδρας, γυναῖκας, θορύβου καὶ ταραχῆς καὶ μυρίων πολέμων πάντα πλη [61.186] ρῶν.
 [09999]  Ὁ μὲν γὰρ ἐκεῖνα περιβεβλημένος, ὑπὸ θυμοῦ κρατηθεὶς πολλάκις, καθάπερ μειράκιον εὐτελὲς, περιτρέπεται, καὶ πάντα θορύβου πληροῖ καὶ ζάλης·
 [09999]  μᾶλλον δὲ ἅπας ὁ βίος ἐν ἡδονῇ, τοῦ συνειδότος αὐτῷ στεφανουμένου, τῶν κυμάτων ἐστορεσμένων, οὐδενὸς οὐδαμόθεν ἐγγινο-μένου θορύβου.
000-00-00 Serial Number=0037329555
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03188]  Ὄντως οἰκία πένθους τὰ μοναστήρια, ἔνθα σάκκος καὶ σποδὸς, ἔνθα μόνωσις, ἔνθα γέλως οὐδεὶς, οὐδὲ βιωτικῶν πραγμάτων ὄχλος, ἔνθα νηστεία, ἔνθα χαμευνία, πάντα καθαρὰ κνίσσης, αἱμάτων, θορύβου, ταραχῆς, πολυοχλίας.
000-00-00 Serial Number=0195975840
In epistulam ad Ephesios Ante [Go Back]  
 [04128]  ὅταν δὲ τῷ θυμῷ κρατηθῇ, καὶ διακλάσας τοὺς διὰ μέσου βεβλημένους κανόνας ἐκπηδῆσαι δυνηθῇ, παντὸς θορύβου τὴν πόλιν ἐμπίπλησι καὶ ταραχῆς, καὶ πάντας ἀπελαύνει·
 [05193]  Τί γὰρ, εἰπέ μοι, τῶν παρ' ἡμῖν τῶν ἀπὸ ταυτομάτου οὐ πολλῆς γέμει τῆς ἀταξίας καὶ πολλοῦ τοῦ θορύβου καὶ τῆς ταραχῆς;
000-00-00 Serial Number=0305669308
In epistulam ad Philippenses Ante [Go Back]  
 [00621]  Κατέλαβεν ἑσπέρα, κατέλαβε νὺξ, καὶ τὸν τῆς ἀναπαύσεως καιρὸν οὗτος θορύβου καιρὸν καὶ ἀηδίας καὶ λύπης ἔχει καὶ μερίμνης.
000-00-00 Serial Number=0907191932
In epistulam ad Romanos Ante [Go Back]  
 [00346]  Ὁ γὰρ τὴν υἱοθεσίαν διατηρῶν, καὶ τὴν ἁγιωσύνην μετὰ ἀκριβείας φυλάττων, αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου καὶ τὴν ἁλουργίδα ἔχοντος, λαμπρότερός τέ ἐστι πολλῷ καὶ μακαριστότερος, καὶ κατὰ τὸν παρόντα βίον γαλήνῃ τε ἐντρυφῶν πολλῇ, καὶ χρησταῖς συντρεφόμενος ἐλπίσι, καὶ οὐδεμίαν θορύβου καὶ ταραχῆς ἔχων ὑπόθεσιν, ἀλλ' ἡδονῆς διηνεκοῦς ἀπολαύων.
 [02184]  τί θορύβου τὴν ψυχὴν πληροῖς;
 [04407]  πρότερον ἀπαλλάττεις σεαυτὸν θορύβου καὶ ταραχῆς·
 [04413]  Καὶ γὰρ ἑαυτοὺς καταισχύνομεν, καὶ ὑπεύθυνοι παρὰ τοῖς παροῦσι δοκοῦμεν εἶναι τοῖς λεγομένοις, καὶ τὴν ψυχὴν θορύβου πληροῦμεν, καὶ τὸν ἐχθρὸν εὐφραίνομεν, καὶ τὸν Θεὸν παροξύνομεν, καὶ τοῖς ἁμαρτήμασι προστίθεμεν τοῖς ἡμετέροις.
 [06858]  σκόπει τοῦ Παύλου τὴν σύνεσιν, πῶς αὐτὸ τοῦτο, ὃ τὸν θόρυβον ἐποίει, τοῦ θορύβου καὶ τῆς ταραχῆς δείκνυσιν ὂν ἀναιρετικόν.
000-00-00 Serial Number=0248314977
In illud Ne timueritis Ante [Go Back]  
 [00654]  Τούτους δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ τῆς πρώην [55.513] γενομένης ταραχῆς ἀπαλλαγέντες, καὶ τοῦ θορύβου, καὶ τῶν κυμάτων, ὥσπερ εἴς τινα λιμένα εὔδιον, τῶν Γραφῶν τὴν ἀνάγνωσιν τὴν ψυχὴν τὴν ἡμετέραν ὁρμίσωμεν.
000-00-00 Serial Number=0975373089
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00016]  Ἵν' οὖν καὶ τὴν ἐκείνων ἔφοδον ἀποτειχίσωμεν, καὶ τοὺς διαποροῦντας θορύβου καὶ ταραχῆς ἀπαλλάξωμεν, μεταχειρίσαντες τὸ εἰρημένον, ἐνδιατρίψωμεν τῇ λέξει, καὶ πρὸς τὸ βάθος καταβῶμεν τῶν νοημάτων.
000-00-00 Serial Number=0980417013
In illud Vidi dominum Ante [Go Back]  
 [01309]  Θεάσασθε τοίνυν καὶ τὴν ἐπιθυμίαν ἐμπλήσατε, ἀλλὰ μὴ μετὰ θορύβου, μηδὲ σπεύδοντι λογισμῷ, ὅπερ ἐπὶ τῶν βασιλικῶν ἐξόδων καὶ εἰσόδων γίνεται·
000-00-00 Serial Number=0094130456
In lacum Genesareth et in sanctum Petrum apostolum Ante [Go Back]  
 [00155]  Ἐνένευον, οὐκ ἔκραζον, οἱ ἄνευ κραυγῆς καὶ θορύβου μηδὲν διαπραττόμενοι ναῦται.
000-00-00 Serial Number=0303954482
In principium Actorum Ante [Go Back]  
 [00010]  ἀλλ' ἐμοὶ τῶν κυμάτων ἐκείνων ποθεινοτέρα ἡ ὑμετέρα γαλήνη, ἐμοὶ τοῦ θορύβου καὶ τῆς ταραχῆς ἐκείνης τιμιωτέρα ὑμῶν ἡ ἡσυχία.
000-00-00 Serial Number=0209089339
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00122]  Οὐ γὰρ ὅπως μὴ βαπτισθείη τὸ σκάφος σκοπεῖ μόνον, ἀλλ' ὅπως μηδὲ τῶν ἐμπλεόντων τις πειραθείη θορύβου τινός, ἅπαντα πραγματεύεται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»