Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θορύβων [70]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θορύβων


000-00-00 Serial Number=0042199731
Ad Innocentium papam i Ante [Go Back]  
 [00071]  Καθάπερ γὰρ ἀπὸ κεφαλῆς πονηροῦ ῥεύματος ἐκχυθέντος, τὰ λοιπὰ διαφθείρεται μέρη, οὕτω δὴ καὶ νῦν ὥσπερ ἐκ πηγῆς τῆς μεγάλης ταύτης πόλεως τῶν κακῶν ἀρξαμένων, ὁδῷ τὰ τῶν θορύβων πανταχοῦ προέβη, καὶ κλῆροι πανταχοῦ ἐπανέστησαν ἐπισκόποις, καὶ ἐπίσκοποι ἐπισκόπων, καὶ λαοὶ μὲν λαῶν διεσχίσθησαν, οἱ δὲ μέλλουσι, καὶ πανταχοῦ τῶν κακῶν ὠδῖνες, καὶ τῆς οἰκουμένης ἁπάσης ἀνατροπή.
000-00-00 Serial Number=0445769608
Ad Innocentium papam ii Ante [Go Back]  
 [00015]  ἐκεῖνο δὲ παρακαλῶ τὴν ἄγρυπνον ὑμῶν ψυχὴν, κἂν οἱ πάντα θορύβων ἐμπλήσαντες ἀμετανόητα νοσῶσι καὶ ἀνίατα, αὐτοὺς τοὺς θεραπεῦσαι αὐτὰ ἑλομένους μὴ περικακῆσαι, μηδὲ ἀπαγορεῦσαι, τὸ μέγεθος τοῦ κατορθώματος ἐννοήσαντας.
000-00-00 Serial Number=0513075113
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00185]  Τί γὰρ ἄν τις λέγοι τὴν ἐν τῷ καιρῷ τούτῳ γαλήνην, τὴν ἡσυχίαν, καὶ πῶς ἅπαντα γέμει σιγῆς, καὶ θορύβων ἐστὶ καθαρὰ, καὶ οὐκ ἔστιν ἀκοῦσαι κραυγῆς τινος καθάπερ ἐν ἡμέρᾳ, τῶν μὲν πενίαν ὀδυρομένων, τῶν δὲ ἐπήρειαν καταβοώντων, τῶν δὲ ἀῤῥωστίαν σώματος καὶ πηρώσεις θρηνούντων, καὶ τῶν μὲν θάνατον τῶν οἰκείων, τῶν δὲ ζημίαν χρημάτων, τῶν δὲ ἄλλο τι τῶν ἀνθρωπίνων·
000-00-00 Serial Number=0164613187
Ad illuminandos catecheses Ante [Go Back]  
 [00046]  Εἶτα μεταξὺ τῶν θορύβων καὶ τῆς ταραχῆς αὐτῆς, ἐπεισέρχεται ὁ ἱερεὺς αὐτοῦ τοῦ πυρετοῦ φοβερώτερος ὢν, καὶ τοῦ θανάτου τοῖς τοῦ κάμνοντος προσήκουσιν ἀπηνέστερος·
000-00-00 Serial Number=0587135196
Ad populum Antiochenum Ante [Go Back]  
 [00607]  τί δὲ τῶν ἐπαίνων καὶ τῶν θορύβων;
 [03934]  Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, πειρασμὸν νῦν μὲν σβεσθέντα, νῦν δὲ ἐγερθέντα πάλιν, μὴ καταπέσῃς μηδὲ ἀπαγορεύσῃς, ἀλλὰ χρηστὰς ἔχε [49.144] τὰς ἐλπίδας, ἐκεῖνο πρὸς ἑαυτὸν λογιζόμενος, ὅτι οὐχὶ μισῶν οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ὁ Θεὸς παραδίδωσι ταῖς χερσὶ τῶν ἐχθρῶν, ἀλλὰ σπουδαιοτέρους καὶ οἰκειοτέρους αὐτῷ κατασκευάσαι βουλόμενος Μὴ τοίνυν ἀπαγορεύσωμεν μηδὲ τὴν ἐπὶ τὸ βέλτιον ἀπογνῶμεν μεταβολὴν, ἀλλὰ ταχίστην προσδοκῶμεν ἔσεσθαι γαλῄνην, καὶ τὸ τέλος ἁπάντων τῶν κατεχόντων ἡμᾶς θορύβων ῥίψαντες ἐπὶ τὸν Θεὸν, αὐτοὶ τῶν συνήθων ἁπτώμεθα πάλιν, καὶ τὴν εἰωθυῖαν διδασκαλίαν εἰς μέσον ἀγάγωμεν.
 [04068]  πολέμων γὰρ μυρίων καὶ θορύβων τὰς τῶν ἐραστῶν πληροῦσι ψυχὰς, μάχας αὐτοῖς καὶ φιλονεικίας κινοῦσαι διηνεκεῖς διὰ ῥημάτων, διὰ πραγμάτων ἁπάντων.
000-00-00 Serial Number=0375660479
Adversus Judaeos Ante [Go Back]  
 [02490]  ∆ιὰ γὰρ τοῦτο τοιοῦτον ἡμεῖς ἀναδεχόμεθα πόνον, οὐχ ἵνα ἁπλῶς εἴπωμεν, οὐδ' ἵνα κρότων καὶ θορύβων ἀπολαύσωμεν, ἀλλ' ἵνα ἐπαναγάγωμεν πρὸς τὴν τῆς ἀληθείας ὁδὸν τοὺς ἀποῤῥαγέντας.
000-00-00 Serial Number=0279310703
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00020]  Πάντα θορύβων γέμει καὶ ταραχῆς·
000-00-00 Serial Number=0448181808
De Anna i Ante [Go Back]  
 [00021]  Οὐχὶ καὶ οἰκίαι θορύβων καὶ δρόμων καὶ πάσης εἰσὶν ἠλευθερωμέναι ταραχῆς;
000-00-00 Serial Number=0239603162
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00525]  Ὡς καθαρὸν μὲν θορύβων ἡ ∆άφνη χωρίον καθαρώτερος δὲ ὁ νεὼς οἷον λιμένος ἐπὶ λιμένι παρ' αὐτῆς πεποιημένου τῆς φύσεως, ἀκυμάντοιν μὲν ἀμφοῖν πλείω δὲ τὴν ἡσυχίαν παρεχομένου τοῦ δευτέρου.
 [00531]  Πῶς δὲ καθαρώτερος θορύβων ὁ νεὼς καὶ λιμὴν ἀκύμαντος ἔνθα αὐλοὶ καὶ τύμπανα καὶ κραιπάλαι καὶ κῶμοι καὶ μέθαι;
000-00-00 Serial Number=0158735096
De Lazaro Ante [Go Back]  
 [00851]  Οἱ μὲν γὰρ μοναχοὶ τῆς ἀγορᾶς καὶ τῶν ἐκ τῆς ἀγορᾶς ἀπαλλαγέντες θορύβων, καὶ τὰς καλύβας ἐν ἐρημίᾳ πηξάμενοι, καὶ πρὸς οὐδένα κοινὸν οὐδὲν ἔχοντες, ἀλλ' ἐμφιλοσοφοῦντες μετὰ ἀδείας τῇ τῆς ἡσυχίας ἐκείνης γαλήνῃ, καθάπερ ἐν λιμένι καθήμενοι, πολλῆς τῆς ἀσφαλείας ἀπολαύουσιν·
000-00-00 Serial Number=0958651304
De baptismo Christi Ante [Go Back]  
 [00009]  Ἢ ἀγνοεῖτε ὅτι καθάπερ λιμένας ἐν πελάγει, οὕτω τὰς ἐκκλησίας ἐν ταῖς πόλεσιν ἔπηξεν ὁ Θεὸς, ἵνα ἀπὸ τῆς ζάλης τῶν βιωτικῶν θορύβων ἐνταῦθα καταφεύγοντες, γαλήνης μεγίστης ἀπολαύωμεν;
000-00-00 Serial Number=0574466646
De beato Abraham Ante [Go Back]  
 [00010]  Οὐ δύναται ὁ γέρων εἰς πόλεμον παρατάξασθαι, οὐχ ἵππῳ ἀναβῆναι, οὐ δόρυ κινῆσαι, οὐκ ἀσπίδα σεῖσαι, οὐχ ἡλίου θερμότητα ὑπενεγκεῖν, οὐχ ὁδοιπορίας μέγεθος βαστάσαι, οὐ λιμοῦ δεινότητα ὑπομεῖναι, οὐ θορύβων ὄγκον·
000-00-00 Serial Number=0617828727
De fato et providentia Ante [Go Back]  
 [00004]  Πολλῆς γέμει ταραχῆς ἡμῶν ἡ ζωὴ, καὶ θορύβων μεστὸς ὁ παρὼν βίος ἐστίν·
000-00-00 Serial Number=0002818167
De incomprehensibili dei natura Ante [Go Back]  
 [00754]  Ὅταν γὰρ μέλλῃ τινὰ παράδοξον ὄψιν δεικνύναι τοῖς ἑαυτοῦ δούλοις ὁ Θεός, ἔξω τῶν πόλεων αὐτοὺς ἐξάγει εἰς καθαρὸν θορύβων χωρίον, ὥστε μηδενὶ μήτε τῶν ὁρωμένων, μήτε τῶν ἀκουομένων ἐκκρούεσθαι τὴν ψυχήν, ἀλλ' ὅλην αὐτὴν ἀδείας ἀπολαύουσαν πρὸς τὴν τῶν ὁρωμένων ἀσχολεῖν θεωρίαν.
000-00-00 Serial Number=0740122795
De precatione [2] Ante [Go Back]  
 [00039]  Οὕτω δὴ ταύτῃ τὰ πρεσβεῖα τῶν ἐντολῶν ὁ Κύριος ἔδωκεν, ὥστε πόλεων [64.465] καὶ κωμῶν καὶ τῶν ἰδίων ἀποφεύγοντα μαθητῶν, ἐν ταῖς ἐρήμοις ὑποχωρεῖν τῆς προσευχῆς ἕνεκεν, ἵνα ἐκτὸς θορύβων καὶ περιστάσεων ἀνθρωπίνων ἐν ἡσυχίᾳ ταύτῃ μετὰ μεγάλου πόθου προσομιλῇ, διδάσκων ἡμᾶς ἅμα, ὅτι χρὴ τὸν τοιαύτην ἐπαγγελλόμενον πολιτείαν, τόπους καταλαμβάνειν ἐρήμους, ἀπερισπάστως τὸ τοιοῦτον πράττοντας.
000-00-00 Serial Number=0538890064
De sacerdotio Ante [Go Back]  
 [01273]  Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαρρεῖν τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ μυρίας ἑτέρας προστιθέασι φυλακάς, πάντοθεν ἑαυτοὺς περιφράττοντες καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες ἵνα μετὰ παρρησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται, πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχὴν καὶ ἀσινὲς τὸ πνευματικὸν τηρῆσαι κάλλος;
000-00-00 Serial Number=0048044801
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00061]  Ἴστε γὰρ δήπου καὶ μέμνησθε, πῶς κενὴ μὲν ἦν ὠνίων ἡ ἀγορὰ, μεστὰ δὲ θορύβων τὰ ἐργαστήρια, ἑκάστου φιλονεικοῦντος τὸ φανὲν προαρπάσαι, καὶ ἀπελθεῖν.
000-00-00 Serial Number=0991710961
Epistula ad Cyriacum Ante [Go Back]  
 [00409]  Εἰ γὰρ καὶ τὴν τυραννίδα κατελύσαμεν τῆς ἀθυμίας καὶ τὴν ἀκρόπολιν κατεσκάψαμεν διὰ τῶν ἔμπροσθεν γραμμάτων, ἀλλ' ὅμως πολλῆς ἔτι χρεία τῷ λόγῳ τῆς προσεδρείας, ἵνα σοι καὶ βαθεῖαν ἐργάσηται εἰρήνην καὶ τὴν μνήμην πάντων τῶν ἐξ ἐκείνης γενομένων ἐξαλείψας θορύβων λευκήν σοι καὶ παγίαν δείξῃ γαλήνην καὶ ἐν πολλῇ σε καταστήσῃ τῇ εὐθυμίᾳ.
 [00697]  Καὶ οἱ μὲν ἀδελφοὶ οἱ μέλλοντές με προσκυνεῖν τοῦτο γὰρ τὰ ὀνείρατα ἐδήλου ἐν ἐλευθερίᾳ καὶ ἀδείᾳ καὶ τρυφῇ καὶ πατρίδι καὶ οἰκίᾳ πατρῴᾳ, ἐγὼ δὲ ὁ μέλλων αὐτῶν κρατεῖν μετὰ τυμβωρύχων, λῃστῶν, βαλαντιοτόμων ἐνταῦθα δέδεμαι οὔτε μετὰ τὸ τῆς πατρίδος ἐκπεσεῖν, θορύβων ἀπηλλαγμένος καὶ πραγμάτων.
000-00-00 Serial Number=0184821367
Epistulae Ante [Go Back]  
 [00520]  Αὐτὸς μὲν, κύριέ μου τιμιώτατε καὶ εὐλαβέστατε, τῶν γοῦν ἐν Ἀρμενίᾳ ἀπηλλάγης κακῶν, ἡμᾶς δὲ μετὰ τῶν ἐνταῦθα θορύβων, μᾶλλον δὲ τῶν θανάτων τῶν καθημερινῶν, οὐχ ὡς ἔτυχε λυπεῖ καὶ τὸ τῆς σῆς κεχωρίσθαι γλυκύτητος, καὶ τῆς γνησίας καὶ εἰλικρινοῦς διαθέσεως.
 [00563]  Τῆς μὲν οὖν χαλεπῆς ἀῤῥωστίας ἀπηλλάγημεν, τοῦ χειμῶνος παρελθόντος, καὶ ἐπιστάντος τοῦ ἦρος, ἔτι δὲ τὰ λείψανα αὐτῆς περιφέρομεν, ἅπερ ἐπιτρίβει τῶν Ἰσαυρικῶν θορύβων ἡ συνέχεια.
 [00692]  Ἀφικόμεθα εἰς τὴν Κουκουσὸν ὑγιαίνοντες ἐντεῦθεν γὰρ προοιμιάσομαι, ὅθεν καὶ αὐτὸς ἐπιθυμεῖς ἀρχομένης ἀκοῦσαι τῆς ἐπιστολῆς, καὶ εὑρήκαμεν χωρίον θορύβων καθαρὸν, καὶ πολλῆς μὲν ἀπραγμοσύνης, πολλῆς δὲ γέμον ἡσυχίας, καὶ οὐδένα τὸν ἐνοχλοῦντα οὐδὲ ἀπελαύνοντα ἔχον.
 [00730]  ∆ιὸ δὴ ἐνταῦθα διατρίβοντες καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, καὶ ἐπιστέλλομεν, καὶ παρακαλοῦμεν ὑμῶν τὴν εὐλάβειαν, τὴν ἀνδρείαν ἣν ἐξ ἀρχῆς ἐπεδείξασθε ἀποστραφέντες τοὺς τὰς Ἐκκλησίας τοσούτων θορύβων ἐμπλήσαντας, ταύτην καὶ νῦν διατηρεῖν, καὶ ἄξιον τῶν προοιμίων, μᾶλλον δὲ καὶ πολλῷ λαμπρότερον προσθεῖναι τὸ τέλος.
 [01210]  Ἴστε γὰρ, ἴστε σαφῶς, ὡς πάντα θορύβων καὶ ταραχῆς πεπλήρωται, καὶ οὐχ ὑπὲρ Κωνσταντινουπόλεως χρὴ μόνον παρακαλεῖν, ἀλλ' ὑπὲρ τῆς οἰκουμένης ἁπάσης·
 [01478]  Αὐτὸς μὲν, κύριέ μου τιμιώτατε καὶ εὐλαβέστατε, τῶν γοῦν ἐν Ἀρμενίᾳ ἀπηλλάγης κακῶν, ἡμᾶς δὲ μετὰ τῶν ἐνταῦθα θορύβων, μᾶλλον δὲ τῶν θανάτων τῶν καθημερινῶν, οὐχ ὡς ἔτυχε λυπεῖ καὶ τὸ τῆς σῆς κεχωρίσθαι γλυκύτητος, καὶ τῆς γνησίας καὶ εἰλικρινοῦς διαθέσεως.
 [01521]  Τῆς μὲν οὖν χαλεπῆς ἀῤῥωστίας ἀπηλλάγημεν, τοῦ χειμῶνος παρελθόντος, καὶ ἐπιστάντος τοῦ ἦρος, ἔτι δὲ τὰ λείψανα αὐτῆς περιφέρομεν, ἅπερ ἐπιτρίβει τῶν Ἰσαυρικῶν θορύβων ἡ συνέχεια.
 [01650]  Ἀφικόμεθα εἰς τὴν Κουκουσὸν ὑγιαίνοντες ἐντεῦθεν γὰρ προοιμιάσομαι, ὅθεν καὶ αὐτὸς ἐπιθυμεῖς ἀρχομένης ἀκοῦσαι τῆς ἐπιστολῆς, καὶ εὑρήκαμεν χωρίον θορύβων καθαρὸν, καὶ πολλῆς μὲν ἀπραγμοσύνης, πολλῆς δὲ γέμον ἡσυχίας, καὶ οὐδένα τὸν ἐνοχλοῦντα οὐδὲ ἀπελαύνοντα ἔχον.
 [01688]  ∆ιὸ δὴ ἐνταῦθα διατρίβοντες καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, καὶ ἐπιστέλλομεν, καὶ παρακαλοῦμεν ὑμῶν τὴν εὐλάβειαν, τὴν ἀνδρείαν ἣν ἐξ ἀρχῆς ἐπεδείξασθε ἀποστραφέντες τοὺς τὰς Ἐκκλησίας τοσούτων θορύβων ἐμπλήσαντας, ταύτην καὶ νῦν διατηρεῖν, καὶ ἄξιον τῶν προοιμίων, μᾶλλον δὲ καὶ πολλῷ λαμπρότερον προσθεῖναι τὸ τέλος.
 [02168]  Ἴστε γὰρ, ἴστε σαφῶς, ὡς πάντα θορύβων καὶ ταραχῆς πεπλήρωται, καὶ οὐχ ὑπὲρ Κωνσταντινουπόλεως χρὴ μόνον παρακαλεῖν, ἀλλ' ὑπὲρ τῆς οἰκουμένης ἁπάσης·
 [02379]  οὕτω πάντα τὰ ἐνταῦθα θορύβων γέμει καὶ ταραχῆς.
 [02437]  οὕτω πάντα θορύβων ἐμπέπλησται καὶ ταραχῆς, καὶ πῦρ καὶ σίδηρος ἅπαντα δαπανᾷ, καὶ σώματα, καὶ οἰκοδομήματα.
 [02441]  καὶ ὥσπερ εἰς νῆσόν τινα ὑπὸ πελάγους ἀπλώτου κυκλουμένην ἀποικισθέντες, οὕτως οὐδαμόθεν οὐδένα ῥᾳδίως ὁρᾷν δυνάμεθα, πάσης ὁδοῦ τῷ φόβῳ τῶν θορύβων τούτων ἀποτετειχισμένης.
 [02496]  Πολλὴν δέ σοι χάριν ἴσμεν, δέσποτά μου τιμιώτατε, καὶ τῆς φροντίδος, καὶ τῆς μερίμνης, ἣν ἔχεις ὑπὲρ τῶν ἐνταῦθα θορύβων.
 [02516]  Ἡμεῖς γάρ σε καὶ διὰ τοῦτο μειζόνως θαυμάζομεν, καὶ τὴν στεῤῥότητά σου καὶ τὴν ἀνδρείαν ἐπαινοῦμεν, ὅτι καὶ τοσαύτης σε ζάλης περιαντλούσης, ἕστηκας ἀνώτερος τῶν ἐντεῦθεν θορύβων γενόμενος.
 [02522]  Καὶ τὸ δὴ θαυμαστὸν τῆς φιλοσοφίας ταύτης τοῦτο μάλιστά ἐστιν, ὅτι τῆς θαλάττης μαινομένης, ἐξουρίας πλεῖ καὶ μετὰ πολλῆς τῆς γαλήνης ὁ γνησίως αὐτὴν μετιὼν καὶ θερμῶς, καὶ ὅτι, πολλῶν πανταχόθεν θορύβων ἐγειρομένων, ἡσυχίαν καρποῦται καθαρὰν, καὶ μυρίων πανταχόθεν πεμπομένων βελῶν, ἕστηκεν ἄτρωτος, δεχόμενος μὲν τὰ ἀκόντια, πάσχων δὲ ἐντεῦθεν οὐδέν.
 [02580]  Ἐπειδὴ δὲ εὖ οἶδ' ὅτι καὶ τὰ ἡμέτερα βούλει μανθάνειν, ὑγείας ἀπολαύομεν καὶ ἀπραγμοσύνης πολλῆς, καὶ ἡσυχίας, καὶ ἐν ἀσφαλείᾳ διάγομεν, τῶν Ἰσαυρικῶν τέως ἀπηλλαγμένοι θορύβων.
 [02657]  Εἰ γὰρ ἕνα τις ἀδικούμενον καὶ παρανομούμενον ἀνέχων ἄφατον ἔχει παρὰ τοῦ Θεοῦ τὸν μισθὸν, ἐννόησον ὅσην αὐτὸς λήψῃ τὴν ἀμοιβὴν, Ἐκκλησίας τοσαύτας ταρασσομένας διὰ τῆς καλῆς ταύτης σπουδῆς ἀπαλλάττων μὲν θορύβων καὶ ταραχῆς, εἰς δὲ γαληνὸν λιμένα εἰρήνης ὁρμίσαι ἐσπουδακώς.
 [02697]  Εἰ γὰρ οἱ πάντα ταράξαντες, καὶ θορύβων ἐμπλήσαντες, τοσαύτῃ κέχρηνται τῇ φιλονεικίᾳ, πολλῷ μᾶλλον ὑμᾶς, τοὺς τὰ κακῶς γεγενημένα διορθοῦν ἐσπουδακότας, πολλῇ δίκαιον κεχρῆσθαι τῇ ὑπομονῇ, καὶ καρτερίᾳ τῇ περὶ τὴν τοιαύτην σπουδήν.
 [03662]  κἂν μάθωμεν, ὅτι θορύβων ἐκτός ἐστε καὶ ταραχῆς καὶ τὰ περὶ τῆς ῥώσεως ὑμῶν, οὐ τὴν τυχοῦσαν καρπούμεθα [52.748] εὐφροσύνην.
000-00-00 Serial Number=0220663488
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00009]  Ταῦτ' οὖν καὶ αὐτὴ λογιζομένη, δέσποινά μου θεοφιλεστάτη, ὑψηλοτέρα γίνου τῶν θορύβων τούτων καὶ τῶν κλυδώνων καὶ δηλῶσαί μοι καταξίωσον τὰ περὶ τῆς ὑγιείας τῆς σῆς·
 [00435]  Ὁ χειμὼν τῶν θορύβων τῶν ἐν τῷ λογισμῷ γινομένων αὐτῷ οὗτος μάλιστα ἦν αὐτὸν ἀποπνίγων ἀφόρητος, καὶ τὸ συνειδὸς αὐτοῦ τὸ καθαρὸν τοῦτο μάλιστα ἐποίει τὴν ἔνδον ζάλην καὶ ἐσκότου τὸν λογισμὸν καὶ τὸν κυβερνήτην ἐτάραττεν.
 [00475]  Εἰ γὰρ ἕνα παριδὼν ἄνθρωπον τοιαύτας δίδωσι τιμωρίας, καὶ τῷ σκανδαλίσαντι πάλιν ἕνα λυσιτελὲς μύλην ἐκκρεμασθῆναι κατὰ τοῦ τραχήλου καὶ εἰς τὴν θάλασσαν καταποντισθῆναι, οἱ τοσαύτην οἰκουμένην σκανδαλίσαντες καὶ τοσαύτας ἀνατρέψαντες Ἐκκλησίας καὶ πάντα θορύβων καὶ ταραχῆς ἐμπλήσαντες καὶ λῃστῶν καὶ βαρβάρων νικήσαντες ὠμότητα καὶ ἀπανθρωπίαν καὶ οὕτω κατὰ κράτος ἐκβακχευθέντες ὑπὸ τοῦ στρατηγοῦντος αὐτοῖς διαβόλου καὶ τῶν συνεργούντων αὐτοῖς δαιμόνων, ὡς τὸ φρικτὸν τοῦτο δόγμα καὶ ἁγιωσύνης γέμον καὶ τοῦ δεδωκότος ἄξιον καταγέλαστον καὶ Ἰουδαίοις καὶ Ἕλλησι ποιῆσαι, οἱ μυρίας καταδύσαντες ψυχὰς καὶ μυρία ναυάγια πανταχοῦ τῆς οἰκουμένης ἐργασάμενοι, οἱ τοσαύτην ἀνάψαντες πυρὰν καὶ τὸ σῶμα τοῦ Χριστοῦ σχίσαντες καὶ τὰ μέλη αὐτοῦ πολλαχοῦ διασπείραντες·
 [00748]  Εἰ γὰρ καὶ τὴν τυραννίδα κατελύσαμεν τῆς ἀθυμίας καὶ τὴν ἀκρόπολιν ταύτης κατεσκάψαμεν διὰ τῶν ἔμπροσθεν γραμμάτων, ἀλλ' ὅμως πολλῆς ἔτι χρεία τῷ λόγῳ τῆς προσεδρίας, ἵνα σοι καὶ βαθεῖαν ἐργάσηται τὴν εἰρήνην καὶ τὴν μνήμην πάντων τῶν ἐξ ἐκείνης γενομένων ἐξαλείψασα θορύβων λευκήν σοι καὶ παγίαν δείξῃ γαλήνην, καὶ ἐν πολλῇ σε καταστήσῃ τῇ εὐθυμίᾳ.
 [01059]  οὔτε μετὰ τὸ τῆς πατρίδος ἐκπεσεῖν θορύβων ἀπαλλαττόμενος καὶ πραγμάτων, ἀλλὰ καὶ ἐν ἀλλοτρίᾳ πάλιν βάραθρα ἡμᾶς καὶ ξίφη ἠκονημένα διαδέχεται.
000-00-00 Serial Number=0205117106
Expositiones in Psalmos Ante [Go Back]  
 [02351]  πῶς τὸ μὲν ἀτάραχον, τὸ δὲ θορύβων γέμον;
 [03420]  Πολλῷ γὰρ μείζων τῆς ἀρχῆς τῆς ἀπὸ τῶν θορύβων ἡ ἀσφάλεια ἡ ἀπὸ τῆς ἐλπίδος τῆς εἰς τὸν Θεόν.
 [05183]  Πολλῷ γὰρ μείζων τῆς ἀρχῆς τῆς ἀπὸ τῶν θορύβων ἡ ἀσφάλεια ἡ ἀπὸ τῆς ἐλπίδος τῆς εἰς τὸν Θεόν.
 [06669]  Εἰ γὰρ ἔνθα σάλπιγγες ἤχουν, τοσαύτη ἦν εὐταξία, ἔνθα αὐτὸς ὁ Θεὸς φθέγγεται, τίνος τεύξονται συγγνώμης οἱ διὰ τῶν οἰκείων θορύβων τῆς ἐκείνων ἀκοῆς τὴν ἀκρίβειαν ἐκκρούοντες;
000-00-00 Serial Number=0163316309
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00085]  Ἡνίκα τὸ κήρυγμα κατεσπάρη (ἀνάγκη γὰρ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν, ὥστε σαφεστέραν ποιῆσαι τὴν διδασκαλίαν), πολλῶν θορύβων πάντα ἐπληροῦτο, καὶ ταραχῆς ἦν ἅπαντα μεστά.
 [00086]  Ἐπειδὴ γὰρ ἕνδεκα ὄντες μόνοι πρὸς τὴν οἰκουμένην παρετάττοντο, παλαιὰν ἀναμοχλεύοντες συνήθειαν, χρονίαν καταλύοντες πλάνην, πατέρων καὶ πάππων καὶ προγόνων ἀνατρέποντες νόμους, τὰ πάτρια τῶν πόλεων ἔθη διασαλεύοντες καὶ καθαιροῦντες, καὶ ἀπ' ἐναντίας πᾶσι φθεγγόμενοι, φιλοσόφοις, ῥήτορσιν, ἄρχουσι, δικασταῖς, τυράννοις, δήμοις, δούλοις, ἐλευθέροις, γηπόνοις, ναύταις, πόλεμος ἀνεῤῥιπίζετο χαλεπὸς, καὶ, ὅπερ ἔφθην εἰπὼν, ἅπαντα θορύβων ἦν μεστά·
000-00-00 Serial Number=0991538525
In Genesim sermo 3 Ante [Go Back]  
 [00436]  Πολλάκις ἐν τοῖς κουβουκλείοις αὐτῶν διερχόμεναι, καὶ τόπον ἐκ τόπου διατρέχουσαι, διὰ τοῦ βαδίσματος τῶν ποδῶν κτύπον ἀποτελοῦσι, καὶ μειδιάμασιν ἀσχημοσύνης θορύβων καὶ κρότων τὰς ἀκοὰς τῶν νέων διηχοῦσι, καὶ ἐκ θυρίδος εἰς θυρίδα ἀναπετῶσαι τὰς χεῖρας, μέχρι στέρνων ἀναισχύντως αὐτὰς ἐπιδιδόασι·
000-00-00 Serial Number=0085912406
In Heliam et viduam Ante [Go Back]  
 [00056]  Καθαρὸν γὰρ θορύβων ἦν τὸ χωρίον, καὶ πάσης φιλοσοφίας μεστὸν, καὶ λιμένος παντὸς εὐδιώτερον.
000-00-00 Serial Number=0003169179
In catenas sancti Petri Ante [Go Back]  
 [00074]  καὶ ποτὲ μὲν ὡς στασιώδη καὶ θορύβων αἴτιον διαβαλλόμενον, ποτὲ δὲ ὡς τῶν μωσαϊκῶν νόμων ἀντίπαλον λοιδορούμενον.
000-00-00 Serial Number=0837763608
In diem natalem Ante [Go Back]  
 [00102]  Ὅτε τῶν Αἰγυπτιακῶν θορύβων καὶ τῆς τοῦ βαρβάρου τυραννίδος τὸν τῶν Ἑβραίων δῆμον ἀπήλλαξεν ὁ Θεὸς, ὁρῶν αὐτοὺς ἔτι λείψανα ἀσεβείας ἔχοντας καὶ περὶ τὰ αἰσθητὰ ἐπτοημένους, καὶ μεγέθη καὶ κάλλη ναῶν θαυμάζον [49.355] τας, ἐκέλευσεν αὐτοῖς οἰκοδομηθῆναι ναὸν, οὐχὶ τῇ πολυτελείᾳ τῆς ὕλης μόνον, οὐδὲ τῇ ποικιλίᾳ τῆς τέχνης, ἀλλὰ καὶ τῷ σχήματι τῆς οἰκοδομῆς πάντας τοὺς ἐν τῇ γῇ ναοὺς ἀποκρύπτοντα.
000-00-00 Serial Number=0012386084
In epistulam II ad Corinthios Ante [Go Back]  
 [07355]  τὸ δὲ καὶ τοὺς τῶν ἐν μέσῳ θορύβων ἀπηλλαγμένους ἔχεσθαι τοῦ νοσήματος τούτου αὐτὸ τοῦτο πάντων χαλεπώτερον.
000-00-00 Serial Number=0140801370
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08328]  ἂν δὲ θορύβων καὶ ταραχῆς ἐμπλήσῃς, σαυτῷ χαλεπώτερον κατασκευάζεις τὸ ναυάγιον.
 [09999]  Ὁ Ἰακὼβ ἄπλαστος ἦν, οἰ-κῶν οἰκίαν, καὶ πόνων ἀμελέτητος καὶ κινδύνων, ἀνειμένον τινὰ βίον ζῶν καὶ ἐλεύθερον, καὶ καθάπερ παρθένος ἐν θαλάμῳ, οὕτω καὶ οὗτος ἔνδον καθήμε-νος τὰ πλείονα οἰκουρεῖν ἠναγκάζετο, ἀγορᾶς μὲν καὶ τῶν ἐκ τῆς ἀγορᾶς θορύβων καὶ πάντων τῶν τοιούτων ἀπηλλαγμένος, διαπαντὸς δὲ ἐν ἀδείᾳ καὶ ἡσυχίᾳ μένων.
000-00-00 Serial Number=0736207366
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01387]  Ἐκεῖνος γὰρ ὁ βίος ἐπιβουλὰς ἔχει καὶ μάχας, τῆς ψυχῆς καθ' ἑκάστην ἡμέραν τιτρωσκομένης ὑπὸ τῶν θορύβων τῶν ἐν τοῖς λογισμοῖς.
000-00-00 Serial Number=0195533812
In epistulam ad Ephesios Ante [Go Back]  
 [02889]  Τοῦτο γάρ ἐστιν ὃ πάντα ἄνω καὶ κάτω πεποίηκε, καὶ οὐ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν Ἐκκλησίαν μυρίων ἐνέπλησε θορύβων.
000-00-00 Serial Number=0518421173
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02358]  Τοὺς μὲν γὰρ τόνους χαλάσαν τοῦ σώματος τὸ γῆρας, οὐδὲ βουλομένην ἀφίησιν αὐτοῖς χρήσθαι τὴν ψυχὴν, ἀλλ' ὥσπερ πολεμίους παντοδαποὺς καταστεῖλαν ἐν καθαρῷ θορύβων χωρίῳ καθίστησιν αὐτὴν, καὶ πολλὴν ἐργάζεται τὴν γαλήνην, καὶ τὸν φόβον ἐπεισάγει πλείονα.
000-00-00 Serial Number=0134658992
In epistulam ad Romanos Ante [Go Back]  
 [05906]  Τί γὰρ ὄφελος τῶν κρότων καὶ τῶν θορύβων τούτων;
000-00-00 Serial Number=0468745828
In illud Ne timueritis Ante [Go Back]  
 [00651]  Φέρε οὖν καὶ ἡμεῖς τῆς ζάλης τῶν ἤδη γεγενημένων θορύβων ἀπαλλαγέντες, ὥσπερ τισὶ ποταμίοις ὕδασι τῇ τῶν Γραφῶν ἀναγνώσει τὴν ἀκοὴν ἀποπλύνωμεν.
000-00-00 Serial Number=0105584443
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00017]  ἀλλ' οὐκ ἐκεῖνος ὁ πρὸς τὸν οὐρανὸν μεταστὰς, ὁ πρὸς τὸν ποθούμενον ἀπελθὼν Ἰησοῦν, ὁ πρὸς χω ρίον ἐλθὼν καθαρὸν θορύβων, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
000-00-00 Serial Number=0715271235
In venerandum crucem Ante [Go Back]  
 [00054]  Ἡσυχασάτω ποτὲ καὶ ὁ οἶκος ἀπὸ τῶν μυρίων θορύβων, καὶ τοῦ καπνοῦ καὶ τῆς κνίσης, καὶ τῶν ἄνω καὶ κάτω διατρεχόντων, καὶ οἱονεὶ ἀπαραιτήτῳ δεσποίνῃ τῇ γαστρὶ λειτουργούντων.
000-00-00 Serial Number=0013102949
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [02002]  Αἱ γὰρ πόλεις θορύβων γέμουσι, καὶ ταραχῆς.
000-00-00 Serial Number=0676431537
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00247]  ἀλλ' ὥσπερ χρυσίον τῇ σφοδροτέρᾳ πυρώσει μειζόνως καθαιρόμενον λαμπρότερον γίνεται, οὕτως ὑπὸ τῶν παθημάτων τούτων ἐνοχλούμενος, πάντων ὑψηλότερος ἦν καὶ τῶν παθῶν καὶ τῶν ἐντεῦθεν πολλοῖς τικτομένων θορύβων.
000-00-00 Serial Number=0203474581
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00102]  Εἶδεν εἰς τὸν πατριάρχην Ἀβραάμ, εἶδεν εἰς τὸν μέγαν Μωϋσῆν ὃς ἐν οἰκίᾳ τραφεὶς βασιλικῇ καὶ τραπέζης μετασχὼν συβαριτικῆς καὶ μεταξὺ θορύβων ἀποληφθεὶς αἰγυπτιακῶν ἴστε δὲ οἷα τὰ βαρβάρων, ὅσου τύφου καὶ φαντασίας γέμει, πάντα ἀτιμάσας ἐκεῖνα, πρὸς τὸν πηλὸν καὶ τὴν πλινθείαν ηὐτομόλησε καὶ τῶν δούλων καὶ αἰχμαλώτων εἶναι ἐπιθυμήσας, ὁ βασιλεὺς καὶ τοῦ βασιλέως υἱός.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»