Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θυρῶν [66]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θυρῶν


000-00-00 Serial Number=0976311505
Ad illuminandos catecheses Ante [Go Back]  
 [00495]  Ὅτε γοῦν οἱ δόξαντες εἰς τὸν βασιλέα ὑβρικέναι, εἰς τὸ δικαστήριον εἵλκοντο καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευον, τότε αἱ μητέρες καὶ αἱ γυναῖκες τὰ περιδέῤῥαια καὶ τὰ χρυσία καὶ τοὺς μαργαρίτας ἀποθέμεναι καὶ τὸν κόσμον ἅπαντα καὶ τὰ ἱμάτια τὰ χρυσᾶ, λιτὴν καὶ εὐτελῆ λαβοῦσαι ἐσθῆτα, καὶ σποδὸν καταπασάμεναι, καὶ πρὸ τῶν θυρῶν τοῦ δικαστηρίου κυλινδούμεναι, οὕτω τοὺς δικάζοντας ἐπέκαμπτον.
000-00-00 Serial Number=0813539267
Ad populum Antiochenum Ante [Go Back]  
 [03735]  Καὶ ταῦτα μὲν ἦν πρὸ τῶν θυρῶν·
 [03737]  Ἐπειδὴ γὰρ οἱ προσήκοντες ἅπαντες ἐκείνοις, καὶ γυναῖκες, καὶ μητέρες, καὶ θυγατέρες, καὶ πατέρες εἱστήκεισαν πρὸ τῶν τοῦ δικαστηρίου θυρῶν, ὥστε, εἴ τινα συμβαίη τὴν ἐπὶ θάνατον ἀπενεχθῆναι, μηδένα τῇ θέᾳ τῆς συμφορᾶς ἐμπρησθέντα θόρυβόν τινα ποιῆσαι καὶ ταραχὴν, πόῤῥωθεν ἐφόβουν οἱ στρατιῶται πάντας, προκαταλαμβάνοντες αὐτῶν τῷ δέει τὴν διάνοιαν.
 [04852]  Καὶ γὰρ διημέρευον πρὸ τῶν θυρῶν τοῦ δικαστηρίου καθήμενοι, τοὺς ἀπάγεσθαι μέλλοντας ἐξαρπάσαι τῶν δημίων παρεσκευασμένοι.
000-00-00 Serial Number=0086951196
Adversus Judaeos Ante [Go Back]  
 [02901]  ἂν δὲ μὴ σφραγίσῃς, ἀπὸ τῶν θυρῶν εὐθέως τὸ ὅπλον ἔῤῥιψας·
000-00-00 Serial Number=0848929763
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00097]  Ὅταν γὰρ ἔξω μείνῃ τῶν θυρῶν, ὅταν ἐκπέσῃ τῆς βασιλείας, ὅταν ἔρημος γένηται τῆς σωτηρίας, ὅταν εἰς τὴν κόλασιν αἰώνιον παραπεμφθῇ·
000-00-00 Serial Number=0003850996
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00782]  Καὶ δεῖ πρὸ τῶν ἄλλων ἁπάντων ἐκείνης αὐτὸν ἀναμνῆσαι τῆς ἡμέρας, καὶ τοῦ ποταμηδὸν ῥέοντος πυρὸς, τῆς οὐδέποτε σβεννυμένης φλογὸς, τῆς ἀφανιζομένης ἀκτῖνος, τῆς κρυπτομένης σελήνης, τῶν πιπτόντων ἄστρων, τῶν ἑλισσομένων οὐρανῶν, τῶν κλονουμένων δυνάμεων, τῆς τινασσομένης πανταχόθεν καὶ ἀναβρασσομένης γῆς, τῆς φοβερᾶς καὶ ἐπαλλήλου τῶν σαλπίγγων ἠχῆς, τῶν διατρεχόντων τὴν οἰκουμένην ἀγγέλων, τῶν παρεστηκυιῶν χιλιάδων, τῶν λειτουργουσῶν μυριάδων, τῶν μετ' αὐτοῦ τοῦ κριτοῦ παραγινομένων τῶν στρατοπέδων, τοῦ ἔμπροσθεν [47.350] λάμποντος σημείου, τοῦ τιθεμένου θρόνου, τῶν ἀνοιγομένων βίβλων, τῆς ἀπροσίτου δόξης, τῆς φοβερᾶς καὶ φρικτῆς τοῦ δικάζοντος φωνῆς, τοὺς μὲν εἰς τὸ πῦρ πέμποντος τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, τοὺς δὲ τῶν θυρῶν ἀποκλείοντος, μετὰ τὸν πολὺν τῆς παρθενίας πόνον, καὶ τῶν διακόνων αὐτοῦ τοῖς μὲν ἐπιτάττοντος τὰ ζιζάνια δῆσαι καὶ εἰς τὴν κάμινον ἐμβαλεῖν, τοῖς δὲ ἄλλους τινὰς συμποδίσαι, καὶ τὼ χεῖρε στραγγαλῶσαι, καὶ ἀπαγαγεῖν εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ τῷ ἀνηκέστῳ παραδοῦναι τῶν ὀδόντων βρυγμῷ·
000-00-00 Serial Number=0654016495
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00340]  Ἀπό τε γὰρ τῶν θυρῶν αὐτὰς ἔξωθεν δεχόμενοι, καὶ ἀντὶ τῶν εὐνούχων γινόμενοι σοβοῦσιν, καὶ προηγούμενοι μέγα φρονοῦσιν, ὁρώντων ἁπάντων, καὶ οὐ καταδύονται, ἀλλὰ καὶ ἐπαγάλλονται·
000-00-00 Serial Number=0046232402
De Anna i Ante [Go Back]  
 [01000]  κἂν γὰρ εἰς ἐκκλησίαν δραμεῖν μὴ ῥᾴδιον, ἑστῶτα ἐκεῖ πρὸ τῶν θυρῶν, καὶ τῷ δικαστηρίῳ προσηλωμένον εὔξασθαι δυνατόν·
 [01004]  Τοῦτο καὶ ἄλλοι πολλοὶ πολλάκις ἐποίησαν, καὶ βοῶντος τοῦ ἄρχοντος ἔνδοθεν, ἀπειλοῦντος, διατεινομένου, μαινομένου, πρὸ τῶν θυρῶν ἑστῶτες σφραγισάμενοι, καὶ ὀλίγα ῥήματα κατὰ διάνοιαν εὐξάμενοι, εἰσελθόντες μετέβαλον αὐτὸν καὶ ἐπράϋναν, καὶ ἥμερον ἐξ ἀγρίου κατέστησαν·
000-00-00 Serial Number=0778947473
De Lazaro Ante [Go Back]  
 [00745]  πρὸ τῶν θυρῶν καθήμενος ἐσαγήνευε τοὺς παριόντας [48.989] ἅπαντας, καὶ καθάπερ τις ἁλιεὺς ἀμφίβληστρον βάλλων εἰς τὴν θάλασσαν ἀνασπᾷ μὲν ἰχθὺν, ἀνασπᾷ δὲ καὶ χρυσίον πολλάκις καὶ μαργαρίτας·
000-00-00 Serial Number=0040213883
De confessione pretiosae crucis Ante [Go Back]  
 [00017]  ∆ιὰ τοῦτο καὶ ἐν οἰκίαις, καὶ ἐπὶ τῶν τοίχων, καὶ ἐπὶ τῶν θυρῶν, καὶ ἐπὶ τοῦ μετώπου, καὶ ἐπὶ τῆς διανοίας, μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς.
000-00-00 Serial Number=0315679789
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00228]  Μοχλὸς δὲ ἔστω τῶν θυρῶν τούτων ὁ τοῦ Κυρίου σταυρός, ὅλος δι' ὅλων ἀπὸ λίθων κατεσκευασμένος τιμίων καὶ διὰ μέσων βεβλημένος τῶν θυρῶν πλάγιος.
 [00271]  Ταῦτα καὶ τῇ μητρὶ παραίνει διαλέγεσθαι τῷ παιδὶ καὶ τῷ παιδαγωγῷ καὶ τῷ ἀκολούθῳ, ὥστε πάντας ὁμοῦ φύλακας εἶναι καὶ παρατηρεῖν μηδένα προπηδᾶν τῶν λογισμῶν ἐκείνων τῶν πονηρῶν ἀπὸ τοῦ παιδίου καὶ τοῦ στόματος ἐκείνου καὶ τῶν θυρῶν τῶν χρυσῶν.
000-00-00 Serial Number=0998986661
De negatione Petri Ante [Go Back]  
 [00227]  ∆ιὰ τοῦτο καὶ πρὸ τῶν θυρῶν τῶν οἴκων τῶν εὐκτηρίων ἔστησαν τοὺς πένητας οἱ ἡμέτεροι πατέρες, ἵνα καὶ τὸν νωθρότατον καὶ ἀπανθρωπότατον αὕτη τῶν πενήτων ἡ ὄψις πρὸς ὑπόμνησιν ἐγείρῃ τῆς ἐλεημοσύνης.
 [00229]  ∆ιὰ ταῦτα πρὸ τῶν θυρῶν ἡμῶν εἱστήκασι, παντὸς τοῦ λόγου δυνατώτερον διὰ τῆς ὄψεως ἐπισπώμενοι πρὸς φιλανθρωπίαν τοὺς εἰσιόντας.
 [00231]  οὕτω καὶ τοὺς πένητας ἀντὶ πηγῶν καὶ κρηνῶν ἔστησαν οἱ πατέρες πρὸ τῶν θυρῶν, ἵνα, ὥσπερ ὕδατι τὰς χεῖρας ἀπονίπτομεν, οὕτω φιλανθρωπίᾳ τὴν ψυχὴν ἀποσμήχοντες πρότερον, οὕτως εὐχώμεθα.
 [00255]  καὶ πρό γε τῶν ἄλλων πάντων ἐκείνην τὴν εἰκόνα τηρεῖτε διηνεκῶς, καθ' ἣν εἶπον τοὺς πένητας πρὸ τῶν θυρῶν ἑστάναι τῶν εὐκτηρίων οἴκων, ταύτην ἐπὶ τῆς ψυχῆς ἀναπληροῦντας τὴν χρείαν, ἣν ἐπὶ τοῦ σώματος ἡ κρήνη.
000-00-00 Serial Number=0357452273
De paenitentia [1] Ante [Go Back]  
 [00386]  Ἔρχεται οὖν πρὸς αὐτὸν ὁ Νάθαν, καὶ οὐκ εὐθὺς ἀπὸ θυρῶν ἐλέγχει αὐτὸν καὶ [49.287] λέγει·
 [00704]  ∆ιὰ τοῦτο ὥσπερ οἱ λουτῆρες ὕδατος πεπληρωμένοι εἰσὶ πρὸ τῶν θυρῶν τῆς ἐκκλησίας, ἵνα νίψῃ τὰς χεῖρας·
000-00-00 Serial Number=0244396746
De paenitentia sermo 1 Ante [Go Back]  
 [00662]  ἰδοὺ γὰρ ὁ κριτὴς τῶν κριτῶν πρὸ τῶν θυρῶν ἕστηκε.
000-00-00 Serial Number=0134039402
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00071]  Ἐὰν ἴδῃς ἄνδρα συνετὸν, ὄρθριζε πρὸς αὐτὸν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποῦς σου.
000-00-00 Serial Number=0501183212
De proditione Judae Ante [Go Back]  
 [00634]  Ἵν', ὅταν ἐπερωτήσῃ σε ὁ υἱός σου, Τί ἐστι τοῦτο, εἴπῃς, ὅτι τοῦτο τοῦ προβάτου τὸ αἷμα ἐπέχρισαν ταῖς φλιαῖς τῶν θυρῶν, καὶ διέφυγον τὸν θάνατον ὃν ὁ ὀλοθρεύων ἐπήγαγε τοῖς κατὰ τὴν Αἴγυπτον ἅπασι·
000-00-00 Serial Number=0229036450
De virginitate Ante [Go Back]  
 [01732]  Καὶ γὰρ αἱ πέντε ἐκεῖναι καὶ λαμπάδας εἶχον καὶ παρθενίαν ἤσκησαν ἀλλ' οὐδενὸς τούτων ἀπώναντο, ἀλλὰ τῶν θυρῶν ἀποκλεισθεισῶν ἔμενον ἔξω καὶ ἀπώλλυντο.
000-00-00 Serial Number=0745122731
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00514]  Κἂν γὰρ εἰς ἐκκλησίαν δραμεῖν μὴ ῥᾴδιον, ἑστῶτα ἐκεῖ πρὸ τῶν θυρῶν καὶ τῷ δικαστηρίῳ προσηλωμένον εὔξασθαι δυνατόν.
 [00515]  Καὶ τοῦτο πολλοὶ ἐποίησαν πολλάκις, καὶ βοῶντος τοῦ ἄρχοντος ἔνδοθεν, ἀπειλοῦντος, διατεινομένου, μαινομένου, πρὸ τῶν θυρῶν ἑστῶτες σφραγισάμενοι, καὶ ὀλίγα ῥήματα κατὰ διάνοιαν εὐξάμενοι, εἰσελθόντες μετέβαλον αὐτὸν καὶ ἐπράϋναν, καὶ ἥμερον ἐξ ἀγρίου κατέστησαν·
 [09338]  ∆ιὰ τοῦτο καὶ ἐν οἰκίαις, καὶ ἐπὶ τῶν τοίχων, καὶ ἐπὶ τῶν θυρῶν, καὶ ἐπὶ τοῦ μετώπου, καὶ ἐπὶ τῆς διανοίας μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς.
000-00-00 Serial Number=0535425901
Epistula ad monachos Ante [Go Back]  
 [00134]  Ὥσπερ οὐδὲν ὄφελος οἰκίας, οὐ πόλεως, οὐ θυρῶν, ἐὰν μὴ ὦσιν οἱ φυλάσσοντες καὶ εἰδότες πότε μὲν κλείειν, πότε δὲ ἀνοίγειν, οὕτως οὐδὲ μοναχῷ τῶν ἄλλων κατορθωμάτων ὄφελος, ἂν μὴ ὁ λογισμὸς ᾖ θυρωρὸς τῶν αὐτοῦ βουλευμάτων.
000-00-00 Serial Number=0836330354
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03830]  Καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τεθνηκότων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν θυρῶν τῆς πύλης τῆς Χαρσίδις.
000-00-00 Serial Number=0855675101
In Acta apostolorum Ante [Go Back]  
 [04170]  Ὁρῶσι γὰρ κεκλεισμένην τὴν φυλακὴν μετὰ ἀσφαλείας, καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν.
 [04175]  ἀναστρέψαντες [60.106] δὲ ἀπήγγειλαν, λέγοντες, ὅτι τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν·
 [04180]  Τίς αὐτοὺς ἐξήγαγε τῶν θυρῶν κεκλεισμένων;
 [04181]  πῶς ἐξῆλθον τῶν φυλάκων πρὸ τῶν θυρῶν ἑστώτων;
000-00-00 Serial Number=0218966544
In Joannem Ante [Go Back]  
 [04917]  ἀλλ' οὕτως ἐσμὲν ἀγνώμονες, ὡς οἰκέταις μὲν καὶ ἡμιόνοις καὶ ἵπποις περιδέραια χρυσᾶ περιτιθέναι, τὸν δὲ ∆εσπότην γυμνὸν περιϊόντα, καὶ θύρας ἐκ θυρῶν ἀμείβοντα, καὶ ἀεὶ πρὸς ταῖς ἐξόδοις ἱστάμενον καὶ χεῖρας ἐκτείνοντα περιορᾷν, πολλάκις δὲ καὶ ἀπηνεῖ βλέπειν αὐτὸν ὀφθαλμῷ·
000-00-00 Serial Number=0302615166
In Psalmos 101-107 Ante [Go Back]  
 [01554]  Καθάπερ γὰρ τὸν καθειργμένον ἔσωθεν τῶν θυρῶν καὶ τῶν μοχλῶν δια φυγεῖν τῶν ἀδυνάτων ἐστὶν, οὕτως ἀμήχανον ἦν καὶ Ἰουδαίους τὴν Βαβυλωνίων διαδρᾶναι δουλείαν, καὶ πάντας ἀνθρώπους τοῦ θανάτου τὴν δυναστείαν.
000-00-00 Serial Number=0218600452
In Psalmum 145 Ante [Go Back]  
 [00180]  ἀνέῳξε μὲν γὰρ τὰς τοῦ δεσμωτηρίου θύρας, ἔκλεισε δὲ τοὺς ὀφθαλμοὺς τῆς καρδίας δε σμωτῶν, ὥστε μὴ αἰσθάνεσθαι τῶν θυρῶν ἐκείνων ἀνεῳγμένων, ἵνα μὴ καὶ τῇ ἀδείᾳ ἀποχρησάμενοι εἰς φυγὴν ἀποπηδήσωσιν.
000-00-00 Serial Number=0907351136
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00487]  καὶ τοσοῦτον ἴσχυσεν, ὡς, κεκλεισμένων τῶν θυρῶν, καὶ ἁλύσεων ἐπικειμένων, καὶ φυλάκων ἑκατέρωθεν παρακαθευδόντων, ἐξαγαγεῖν τὸν Ἀπόστολον καὶ ἀπαλλάξαι πάντων ἐκείνων.
 [08032]  Καὶ διὰ τούτων τῶν πυλῶν καὶ τῶν θυρῶν καὶ εἰσῆλθε καὶ εἰσέρχεται πρὸς ἡμᾶς ὁ Χριστὸς, ἡνίκα ἂν κοινωνῶμεν.
000-00-00 Serial Number=0718479455
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00233]  ∆ιὰ τοῦτο ἑστήκασιν οἱ πένητες πρὸ τῶν θυρῶν, ἵνα μηδεὶς εἰσίῃ κενὸς, ἵνα μετὰ ἐλεημοσύνης εἰσίῃ.
000-00-00 Serial Number=0090453386
In epistulam I ad Corinthios Ante [Go Back]  
 [09484]  Καὶ ἡμῶν τῶν τοῦ λαοῦ προκαθημένων καὶ παραινούντων ὑμῖν τὰ συμφέροντα οὐκ ἔλαττον ἐκεῖνος διαλέγεται ὁ πρὸ τῶν θυρῶν τῆς ἐκκλησίας καθήμενος διὰ τῆς σιγῆς καὶ τῆς ὄψεως.
000-00-00 Serial Number=0245954931
In epistulam ad Ephesios Ante [Go Back]  
 [02101]  Οἱ γὰρ τοίχους [62.60] διατέμνοντες, καὶ ὀρόφους καὶ θριγκία ὑπερβαίνοντες, καὶ πάντα τολμῶντες μετὰ δεσμῶν, οὐκ ἂν ἐκαρτέρησαν, καὶ τῶν δεσμῶν λελυμένων καὶ τῶν θυρῶν ἀνεῳγμένων, ἔνδον μένειν, καὶ τοῦ δεσμοφύλακος καθεύδοντος αὐτοῦ.
 [02228]  Τί γὰρ οὐκ ἔμελλεν, ἀνοιγέντος αὐτῷ τοῦ οὐρανοῦ διὰ τῆς ἀνοίξεως τῶν τοῦ δεσμωτηρίου θυρῶν;
 [02279]  νῦν δὲ παρέστησεν, ἀνέκρινεν, ἔμαθεν ὅτι ἐδέδετο, ὅτι τὸ δεσμωτήριον ἠσφάλιστο, ὅτι οἱ φύλακες ἦσαν πρὸ τῶν θυρῶν·
 [02295]  Ἀκούσαντες γὰρ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι παρὰ τῶν ἀποσταλέντων παρ' αὐτῶν εἰς τὸ δεσμωτήριον, ὥστε ἐξαγαγεῖν τὸν Πέτρον, ὅτι Ἔσω οὐδένα εὕρομεν, ἀλλὰ καὶ κεκλεισμένας τὰς θύρας, καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν·
000-00-00 Serial Number=0902680278
In epistulam ad Hebraeos Ante [Go Back]  
 [07701]  ὁρᾷς, ὁμοῦ καὶ ἐπίστευον, καὶ τὴν κόλασιν ἐδεδοίκεσαν ἔν τε τῷ αἵματι τῶν θυρῶν, ἔν τε τῇ Ἐρυθρᾷ θαλάττῃ;
000-00-00 Serial Number=0750314295
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00107]  Τοῦ γὰρ σεισμοῦ γενομένου καὶ τῶν θυρῶν ἀνοιχθεισῶν, τὰ δεσμὰ ἀνέθη πάντων τῶν αὐτόθι, καὶ οὐδεὶς αὐτῶν ἐκπηδῆσαι συνεχωρήθη.
 [00109]  Τὰ μὲν γὰρ ἄλλα πάντα γέγονεν, ὁ σεισμὸς, λέγω, καὶ ἡ τῶν θυρῶν ἄνοιξις, ἵνα μάθωσι διὰ τῶν ἔργων ἅπαντες, τίνες ἦσαν οἱ τότε τὸ δεσμωτήριον οἰκοῦντες, καὶ ὅτι οὐχ οἱ τυχόντες εἰσὶν ἄνθρωποι·
000-00-00 Serial Number=0191482067
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00819]  ∆ιὰ τοῦτο καὶ πρὸ τῶν θυρῶν τῶν οἴκων τῶν εὐκτηρίων ἔστησαν τοὺς πένητας οἱ πατέρες οἱ ἡμέτεροι, ἵνα καὶ τὸν νωθρότατον καὶ ἀπανθρωπότατον αὐτὴ τῶν πενήτων ἡ ὄψις πρὸς ὑπόμνησιν ἐγείρῃ τῆς ἐλεημοσύνης.
 [00822]  ∆ιὰ ταῦτα πρὸ τῶν θυρῶν ἡμῶν ἑστήκασι παντὸς λόγου δυνατώτεροι, διὰ τῆς ὄψεως ἐπισπώμενοι, πρὸς φιλανθρωπίαν τοὺς εἰσιόντας ἐκκαλούμενοι.
 [00824]  οὕτω καὶ τοὺς πένητας ἀντὶ πηγῶν καὶ κρηνῶν ἔστησαν οἱ πατέρες πρὸ τῶν θυρῶν, ἵν', ὥσπερ ὕδατι τὰς χεῖρας ἀπονίπτομεν, οὕτω φιλανθρωπίᾳ τὴν ψυχὴν ἀποσμήχοντες πρότερον, οὕτως εὐχώμεθα.
 [00846]  καὶ πρό γε τῶν ἄλλων ἁπάντων ἐκείνην μοι τὴν εἰκόνα διατηρεῖτε διηνεκῶς, καθ' ἣν εἶπον τοὺς πένητας πρὸ τῶν θυρῶν ἑστάναι τῶν εὐκτηρίων οἴκων, ταύτην ἐπὶ τῆς ψυχῆς ἀναπληροῦντες τὴν χρείαν, ἣν ἐπὶ τοῦ σώματος ἡ κρήνη.
000-00-00 Serial Number=0603269279
In illud Homo quidam descendebat Ante [Go Back]  
 [00007]  Οἱ μὲν γὰρ ἰδόντες ἐν ἑτέρῳ τὴν οἰκείαν κινδυνεύουσαν φύσιν, τὰ σπλάγχνα ἀπέκλεισαν τῆς συμπαθείας, καὶ τοὺς ὀφθαλμοὺς καμμύσαντες, ὡς στήλην νεκρὰν τὸν κείμενον ὑπερέβησαν, ὡς καί ποτε ὁ πλούσιος πρὸ τῶν θυρῶν αὐτοῦ ἐῤῥιμμένον τὸν Λάζαρον·
000-00-00 Serial Number=0099536061
In illud Ne timueritis Ante [Go Back]  
 [00476]  ποία συγγνώμη, ὅταν ὁ Χριστὸς ἕστηκε πρὸ τῶν θυρῶν σου ἐν σχήματι πτωχοῦ, σὺ δὲ μηδὲ ὅλως εἶ ἐπικαμπτόμενος;
000-00-00 Serial Number=0603350461
In illud Vidi dominum Ante [Go Back]  
 [00287]  Ζητήσαντες τὸν τὰ κλεῖθρα τῶν θυρῶν ἐγκεχειρισμένον, ἐκείνῳ προσέρχονται καὶ διαλέγονται καὶ ἱκετεύουσιν, πολλάκις δὲ καὶ ἀργύριον καταβάλλουσιν, ὥστε δοῦναι αὐτοῖς τὴν χάριν.
 [00296]  Μηδεὶς φροντίδας ἔχων βιωτικὰς εἰσίτω, μηδεὶς μετέωρος, μήτε ἐπτοημένος, ἀλλὰ ταῦτα πάντα ἔξω πρὸ τῶν θυρῶν ἀποθέμενοι, πάντες οὕτως εἰσίωμεν.
000-00-00 Serial Number=0551563025
In nativitatem Joannis Baptistae Ante [Go Back]  
 [00062]  οὐκέτι τὸν τῆς ἐξορίας ὀνειδισμὸν ὑποπτεύομεν, οὐκέτι δειλιῶμεν τὴν φλογίνην ῥομφαίαν, οὐκέτι τὰ κλεῖθρα τῶν θυρῶν τοῦ παραδείσου δεδοίκαμεν, οὐκέτι τὰ τοῦ ὄφεως φοβούμεθα δήγματα, οὐκέτι παρὰ συκῆς δανειζόμεθα φύλλα, οὐκέτι τρέμομεν τὸν τοῦ βαδίσματος κτύπον·
000-00-00 Serial Number=0015458047
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00010]  Εἰσελθόντος τοῦ Σωτῆρος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς κεκλεισμένων τῶν θυρῶν, καὶ πάλιν ἐξελθόντος ὥσπερ εἰσῆλθεν, ὁ Θωομᾶς ἀπελιμπάνετο μόνος.
 [00071]  Ὁμοίως δὲ, καθάπερ τὸ πρὶν, τῶν θυρῶν κεκλεισμένων, τοῦτο πεποίηκε, καὶ πάλιν, καθάπερ καὶ πρότερον, εἶπεν αὐτοῖς, Εἰρήνη [63.929] ὑμῖν, ἵνα καὶ τοῦ πράγματος καὶ τοῦ θαύματος ᾖ ταυτότης, καὶ τῶν ἀποστόλων τὴν ἐπαγγελίαν βεβαιώσῃ, καὶ παραστήσῃ τῆς δευτέρας αὐτοῦ ἐπελεύσεως τὸ ἀκριβές.
000-00-00 Serial Number=0635674834
In parabolam de filio prodigo Ante [Go Back]  
 [00150]  Ἔασόν με στῆναι μετὰ τῶν κατηχουμένων, τῶν θυρῶν τῆς ἐκκλησίας ἔνδον, ἵνα θεωρῶν τὰ ἐν αὐτῇ τελούμενα μυστήρια, ποθήσω κατὰ μικρὸν ταῦτα πάλιν ἀναλαβεῖν·
000-00-00 Serial Number=0926818907
In principium jejuniorum Ante [Go Back]  
 [00007]  ∆εῦτε τοίνυν καὶ ἡμεῖς σήμερον, ἀγαπητοὶ, τῆς νηστείας τὴν ἁγνείαν πρὸ τῶν θυρῶν ἑστῶσαν χαίροντες ὑποδεξώμεθα, καὶ τοῖς κατὰ ψυχὴν ἀσπασμοῖς βοήσωμεν πρὸς αὐτήν·
 [00073]  οὐκ εἶδές μου πρὸ τῶν θυρῶν ηὐτρεπισμένον ὄχημα;
000-00-00 Serial Number=0035503387
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00013]  πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ, καὶ διέταττεν ἐφ' ἑξῆς τὴν τοῦ πάσχα θυσίαν καὶ τὴν τοῦ αἵματος χρῖσιν ἐπὶ τῶν θυρῶν·
000-00-00 Serial Number=0450599849
In synaxim archangelorum Ante [Go Back]  
 [00032]  Τῆς γὰρ παιδίσκης Ῥόδης ἀπαγγελούσης τοῖς ἀποστόλοις πρὸ θυρῶν ἑστάναι Πέτρον τὸ Ἡρώδου διαδράντα δεσμωτήριον, ἀπιστοῦντες ἔλεγον ἐκεῖνοι, Ὁ ἄγγελος αὐτοῦ ἐστιν.
000-00-00 Serial Number=0919360757
In synaxim incorporalium Ante [Go Back]  
 [00074]  τῆς γὰρ παιδίσκης Ῥόδης ἀπαγγελλούσης τοῖς ἀποστόλοις πρὸ θυρῶν ἑστάναι Πέτρον τὸ Ἡρῴδου διαδράντα δεσμωτήριον, ἀπιστοῦντες ἔλεγον ἐκεῖνοι·
000-00-00 Serial Number=0558427155
Sermo exhortatorius de temperantia Ante [Go Back]  
 [00036]  πας, οὐκ εχει θυρῶν καὶ κλείθρων ἐπιμέλειαν, οὐκ εγκειται φροντίσιν ἐπιβουλῶν, ἀμερίμνῳ διανοίᾳ καθεύδει, ὡς οὐκ ε


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»