Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κοινωνεῖν [57]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κοινωνεῖν
Cooperatorum Veritatis Societas
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0863773525
[01047]
Τὰ τοίνυν μέλλοντα κοινωνεῖν τῆς κολάσεως κοινωνείτω καὶ τῆς νηστείας.
[05478]
[49.197] Ὅτι οὐκ ἀρκεῖ ἡ νηστεία τῆς Τεσσαρακοστῆς πρὸς τὸ δύνασθαι κοινωνεῖν, ἀλλὰ καὶ δεῖ τῆς κατὰ ψυχὴν ἀρετῆς πρώτης·
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0957183480
[00309]
Προσρήσεως γὰρ δεῖ κοινωνεῖν τούτοις, καὶ λόγου μεταδιδόναι ψιλοῦ, ἀλλ' οὐχ ὡς κοινὴν λύμην καὶ νόσον τῆς οἰκουμένης ἁπάσης ἀποστρέφεσθαι;
[00368]
σὺ δὲ αὐτὸν οὕτως ἀτιμάζεις, ὡς τοὺς ἐκείνου φονέας καὶ σταυρώσαντας αὐτὸν τιμᾷν καὶ θεραπεύειν τῇ τῶν ἑορτῶν κοινωνίᾳ, καὶ εἰς τοὺς βεβήλους αὐτῶν τόπους ἀπαντᾷν, καὶ τῶν ἀκαθάρτων ἐπιβαίνειν προθύρων, καὶ κοινωνεῖν τραπέζης δαιμονίων·
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0612927735
[03681]
«ὁμωρόφιον», φησίν, «ἐποιούμην ἕκαστον τῶν δεομένων, τῆς στέγης κοινωνεῖν παρεῖχον οὐχ ἁπλῶς ἐπ' ἀγορᾶς †ὁρῶν†.
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0275272608
[01052]
Ὑμέτερον μὲν οὖν εἴη, ὑμῶν τῶν ἀεὶ μεθ' ἡμῶν ὄντων, ἐπαναγαγεῖν αὐτοὺς, καὶ πεῖσαι κοινωνεῖν ἡμῖν τῆς καθ' ἑκάστην σύναξιν ἑορτῆς.
De baptismo Christi
Ante [Go Back]
000-00-00 Serial Number=0087005079
[00206]
Ἔδει μὲν οὖν, ὡς καὶ πολλάκις ἔφθην εἰπὼν, μὴ ἑορτὰς παρατηρεῖν, ἡνίκα ἂν δέοι κοινωνεῖν, ἀλλὰ τὸ συνειδὸς καθαίρειν, καὶ τότε τῆς ἱερᾶς ἅπτεσθαι θυσίας.
De non iterando conjugio
Ante [Go Back]
000-00-00 Serial Number=0193006396
[00139]
Κολάσεως μὲν γὰρ καὶ τιμωρίας ἐστὶν ἐκτός, ἐπαίνων δὲ καὶ ἐγκωμίων οὐκ ἂν δύναιτο κοινωνεῖν.
[00152]
ταῖς γὰρ τῶν ἀνδρῶν συμφοραῖς ἀνάγκη καὶ τὰς συνοικούσας αὐτοῖς κοινωνεῖν.
De sanctis martyribus [2]
Ante [Go Back]
000-00-00 Serial Number=0438906252
[00080]
Τίς γὰρ οὐ μεθ' ἡδονῆς ἀποδύσαιτο πολλῆς πρὸς τοὺς ἀγῶνας τούτους, μέλλων κοινωνεῖν δεσποτικῶν παθημάτων, καὶ συμμορφοῦσθαι τῷ θανάτῳ τοῦ Χριστοῦ;
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0446995258
[01618]
Οἷον ἀρχόντων φόβους, δήμων ὁρμάς, συκοφαντῶν καὶ βασκάνων ἐπιβουλάς, ἃ μάλιστα τοὺς πλουτοῦντας περιστοιχίζεται, ἐν οἷς καὶ τὰς γυναῖκας μειζόνως τῶν κακῶν ἀνάγκη κοινωνεῖν διὰ τὸ μὴ γενναίως τὰς τοιαύτας φέρειν μεταβολάς.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0872862518
[00977]
καὶ γὰρ τὰ μέλλοντα κοινωνεῖν τῆς κολάσεως, κοινωνείτω καὶ τῆς νηστείας.
[01981]
τοσαύτης δὲ δυσωδίας οὔσης ἐν τῇ ψυχῇ, μυστηρίων τολμᾷς κοινωνεῖν, εἰπέ μοι;
[01995]
Τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγένετο ἔργον, ὥστε καὶ τὸν λέγοντα καὶ τοὺς ἀκούοντας τοῖς αὐτοῖς ὑποκεῖσθαι νόμοις, τῆς αὐτῆς κοινωνεῖν φύσεως, ὁμοίως ἕκαστον ὑπεύθυνον εἶναι παραβαίνοντα.
[08703]
οὕτω τὸ μὴ κοινωνεῖν τῶν μυστικῶν δείπνων ἐκείνων, λιμὸς καὶ θάνατος.
Epistulae ad Olympiadem
Ante [Go Back]
000-00-00 Serial Number=0182357907
[00296]
Καὶ παραδίδωσιν αὐτὸν τῷ διαβόλῳ καὶ πάσης ἐκτέμνει τῆς Ἐκκλησίας καὶ οὐδὲ τραπέζης κοινῆς ἀφίησιν αὐτόν τινι κοινωνεῖν.
[00298]
Ἀλλ' ὅμως ὁ τῆς Ἐκκλησίας ἀποτεμὼν Παῦλος, ὁ μηδὲ τραπέζης κοινῆς ἀφείς τινι κοινωνεῖν, ὁ πάντας κελεύσας δι' ἐκεῖνον πενθεῖν »Καὶ ὑμεῖς γὰρ πεφυσιωμένοι ἐστέ, φησί, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας» , ὁ πανταχόθεν αὐτὸν ὥσπερ λοιμόν τινα ἀπελαύνων, ὁ πάσης αὐτὸν ἀποκλείσας οἰκίας, ὁ τῷ Σατανᾷ παραδούς, ὁ τοσαύτην παρ' αὐτοῦ δίκην ἀπαιτῶν, ὅτε εἶδεν ἀλγήσαντα καὶ μεταγνόντα ἐφ' οἷς ἥμαρτε καὶ παλινῳδίαν διὰ τῶν ἔργων ᾄδοντα, οὕτως καὶ αὐτὸς μετετάξατο πάλιν ὡς ἐκείνοις οἷς ταῦτα ἐπέταξε, τὰ ἐναντία κελεῦσαι.
[00600]
Ἐδήλωσε γάρ μοι ὁ κύριός μου Παιάνιος ὅτι οἱ πρεσβύτεροι αὐτοῦ τοῦ Φαρετρίου πάρεισιν αὐτόθι οἳ ἔφησαν ἡμῖν κοινωνεῖν καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τοὺς ἐναντίους, μηδὲ συγγίνεσθαι αὐτοῖς, μηδὲ κοινωνῆσαι.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0680080235
[07187]
τὸ δὲ Πνεῦμα ἅγιον, καθάπερ κηδόμενον καὶ εὐεργετοῦν, κοινωνεῖν τῆς γνώμης τοὺς δεχομένους ποιεῖ, καὶ μετὰ τῆς ἐκείνων διανοίας ἀποκαλύπτει τὰ λεγόμενα.
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0345787764
[01875]
*Μὴ οἴεσθέ με κοινωνεῖν ὑμῖν τῶν κακῶν, καὶ συμπράττειν ὑμῖν ταῖς ἀδικίαις, οὐκ ἐλέγχοντα τὰ κακά·
[04934]
Εἴωθε γὰρ κοινωνεῖν τοῖς τόποις ἡ φήμη τῶν κατοικούντων.
Fragmenta in Proverbia
Ante [Go Back]
000-00-00 Serial Number=0559541643
[00941]
οὐχ ἁπλῶς δὲ τὸ κοινωνεῖν πορείας·
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0223150611
[03002]
τουτέστι, Τοσοῦτον ἀπέχετε τοῦ μὴ κοινωνεῖν τούτοις, ὅτι καὶ τοῖς ἄλλοις ὑμᾶς αἰτίους καὶ ἀρχηγοὺς βούλεται γενέσθαι.
[09761]
Ἐχρῆν σιγᾷν, ἐχρῆν μηδενὶ κοινωνεῖν πραγμάτων μηδὲ ῥημάτων, ἕως ἂν ἠδυνήθημεν τὸ θηρίον ἡμερῶσαι τὸ ἐν ἡμῖν.
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0505211890
[00253]
ἀρχαγγέλων τὸ λειτουργεῖν, οὐχὶ τὸ γνώμης κοινωνεῖν καὶ βουλῆς.
In Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0277863503
[02214]
[7.2] Ἔστι δὲ κἀντεῦθεν ἰδεῖν τῶν δέκα φυλῶν τὴν παρανομίαν, ὅτι οὐ μόνον ἐμφύλιον ἀνείλοντο πόλεμον, οὐδ' ὅτι πρὸς τοὺς ἀδελφοὺς ἐστασίασαν, ἀλλ' ὅτι καὶ ἀλλοφύλοις καὶ ἀλλογενέσιν ἑαυτοὺς συνῆψαν καὶ οἱ μηδὲ ἁπλῶς κοινωνεῖν αὐτοῖς ἐπιτραπέντες καὶ συμμάχους ἐκάλουν, καὶ συνεφράττοντο καὶ κατὰ τῆς πόλεως ἵσταντο.
In Kalendas
Ante [Go Back]
000-00-00 Serial Number=0790902317
[00169]
Καὶ πῶς ἔστι συλλόγου κοινωνεῖν διὰ τὸν Θεόν;
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0696304917
[00286]
Εἰπὼν μίαν καὶ πρώτην παρακλήσεως καὶ παραμυθίας ἀφορμὴν (αὕτη δὲ ἦν τὸ τῷ Χριστῷ κοινωνεῖν), τίθησι καὶ δευτέραν ταύτην ἥν φησιν.
[00428]
τὸ τῷ Χριστῷ κοινωνεῖν·
[02072]
τοσαύτης δὲ δυσωδίας οὔσης ἐν τῇ ψυχῇ, μυστηρίων τολμᾷς κοινωνεῖν, εἰπέ μοι;
[03726]
Ὁ γὰρ οὕτω τῷ βασιλεῖ τῶν πάντων φίλος, ὡς καὶ ἀποῤῥήτων κοινωνεῖν τῷ ∆εσπότῃ τῶν ἀγγέλων, πῶς οὐ πάντων εὐπορώτερος ἦν, καὶ πάντα εἶχεν;
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0834039986
[00634]
ὥσπερ οὖν καὶ τοῖς ἀπελθοῦσι, τοῖς ἤδη κειμένοις, τοῖς ἐστεφανωμένοις, τοῖς οὐδενὸς δεομένοις ἔστι κοινωνεῖν καὶ μετὰ θάνατον·
[00637]
Καὶ πῶς, φησὶν, ἔστι κοινωνεῖν;
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0296506166
[05206]
διὸ καὶ δίκην αὐτὸν ἀπαιτοῦσι, συμπλεκόμεναι αὐτῷ καὶ παρασύρουσαι πολλάκις καὶ ἀναγκάζουσαι τῆς οἰκείας δυσπραγίας κοινωνεῖν·
[05665]
Οἷον εἰ κελεύει σοι θύειν καὶ κοινωνεῖν αὐτῷ τῆς ἀσεβείας διὰ τὸν γάμον, ἢ ἀναχωρεῖν, βέλτιον διασπασθῆναι τὸν γάμον, καὶ μὴ τὴν εὐσέβειαν.
[07481]
Εἰ γὰρ ἐπ' ἀνθρώπων τὸ κοινωνεῖν ἁλῶν καὶ τραπέζης φιλίας ἀφορμὴ καὶ σύμβολον γίνεται, ἐγχωρεῖ καὶ ἐπὶ δαιμόνων τοῦτο συμβῆναι·
[07619]
Ὥσπερ γὰρ τὸ ὡς ἔτυχε προσιέναι, κίνδυνος, οὕτω τὸ μὴ κοινωνεῖν τῶν μυστικῶν δείπνων [61.205] ἐκείνων, λιμὸς καὶ θάνατος.
[07770]
διὰ τὸ ἀνόνητον, διὰ τὸ περιττὸν, διὰ τὴν τοῦ ἀδελφοῦ βλάβην, διὰ τὴν τοῦ Ἰουδαίου βλασφημίαν, διὰ τὴν τοῦ Ἕλληνος κακηγορίαν, διὰ τὸ μὴ δεῖν δαίμοσι κοινωνεῖν, διὰ τὸ εἰδωλολατρείαν τινὰ εἶναι τὸ πρᾶγμα.
[07829]
Οἱ μὲν γὰρ ἄλλοι πάντες τὰ αὐτῶν ἀφέντες ἀγαθὰ, τοῖς τῶν πλησίον εἵλοντο κοινωνεῖν κακοῖς·
[09714]
Εἰ γὰρ μὴ συνέπασχεν, οὐδ' ἂν ἠνέσχε-το κοινωνεῖν τῆς προνοίας.
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0969593465
[01424]
Τοῦτο δὲ καὶ ἄλλως καλὸν ἀπὸ τοῦ τῆς αὐτῆς ἡμᾶς φύσεως κοινωνεῖν·
[01451]
Ὁ δὲ μεσίτης ὀφείλει ἀμφοτέροις κοινωνεῖν, ὧν ἐστι μεσίτης·
[01452]
μεσίτου γὰρ τοῦτό ἐστι, τὸ ἑκατέρων ἐχόμενον, ὧν ἐστι μεσίτης, κοινωνεῖν·
[02487]
ἐὰν δὲ εἰδῇς λοιπὸν καὶ μεταλάβῃς, ἀκάθαρτος ἔσῃ, οὐχ ὅτι εἰδωλόθυτόν ἐστιν, ἀλλ' ὅτι προσταχθεὶς μὴ κοινωνεῖν δαίμοσιν, ἐκοινώνησας δι' ἐκείνου.
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0706374049
[00624]
Ἀλλ' ὑπὲρ μὲν ἀρχῆς πᾶν ὁτιοῦν ποιεῖς, τῆς δὲ βασιλείας μέλλων κοινωνεῖν τῆς τοῦ Μονογενοῦς, οὐ καθάλλῃ κατὰ μυρίων ξιφῶν, οὐκ ἐμπηδᾷς εἰς πῦρ;
[03680]
Εἰ γὰρ οἱ κλαίοντες δοκοῦσι τοῦ πένθους κοινωνεῖν, καὶ μεγάλα χαρίζονται τοῖς πενθοῦσι, καὶ τὸ πολὺ τῆς ὀδύνης ἀφαιροῦσι, πολλῷ μᾶλλον καὶ οἱ χαίροντες μείζονα ποιοῦσι τὴν ἡδονήν.
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0415404856
[00085]
Ταῦτα δὲ οὐχ ἁπλῶς φησι περὶ τῶν πτωχῶν τῶν ἐκεῖ, ἀλλ' ὥστε ἐν ἐκείνῳ κοινωνεῖν ἡμᾶς τῆς εὐποιίας.
In epistulam ad Philemonem
Ante [Go Back]
000-00-00 Serial Number=0967694759
[00100]
Εἰ συστρατιώτης εἶ, καὶ ἐν τούτοις κοινωνεῖν ὀφείλεις.
[00242]
Εἰ κοινωνὸς εἶ, φησὶ, κατὰ τὴν πίστιν, καὶ κατὰ τὰ ἄλλα ὀφείλεις κοινωνεῖν.
In illud Vidua eligatur
Ante [Go Back]
000-00-00 Serial Number=0960178077
[00370]
Ποία τοίνυν αἰσχύνη, ἢ ποῖον ὄνειδος τῷ ∆εσπότῃ κοινωνεῖν, εἰπέ μοι;
In poenitentiam Ninivitarum
Ante [Go Back]
000-00-00 Serial Number=0972169042
[00008]
Ἀλλὰ καὶ λίαν ὀδυνωμένῳ ἐπὶ τούτῳ κάλλιον ἡγούμην ἐμαυτῷ τοὺς πόνους ἐπιμετρεῖν, ὥστε καὶ εἰς ἐκκλησίαν ἔχειν καθ' ἡμέραν ἐπιφοιτᾷν, καὶ τῆς ἄλλης κοινωνεῖν ὑμῖν λειτουργίας, ἣ δύο καὶ τρεῖς ἡμέρας πλέον μόνον μοχθήσας προσηλῶσθαι πάλιν τῇ κλίνῃ, καὶ πάλιν ὑμῶν ἀπολελεῖφθαι.
[00043]
μᾶλλον δὲ τὰς ἀποστολικὰς μιμεῖται διδασκαλίας εὐσεβοῦς νηστείας ὁ τρυφητὴς νομοθέτης, καὶ τοῖς ἀνθρώποις κοινωνεῖν τὰ ἄλογα ταύτης κελεύει, διὰ τῆς ἀναμαρτήτου φύσεως εἰς οἶκτον μείζονα τὸν Θεὸν ἐπισπώμενος.
In synaxim incorporalium
Ante [Go Back]
000-00-00 Serial Number=0155373394
[00005]
θεασάμενοι γὰρ ἐπὶ γῆς τὸν οὐράνιον, ἐν σπαργάνοις τὸν ἀπερίγραπτον οὐκ ἔκρυψαν ἀνθρώποις τὸ μυστήριον, ἀλλ' εὐθὺς πρὸς τοὺς ποιμένας ἐξήγγειλαν, κοινωνεῖν τῆς εὐεργεσίας ὑπέλαβον, ἑνὶ λόγῳ τὴν ἐν οὐρανοῖς δόξαν καὶ τὴν ἐπὶ γῆς εἰρήνην εὐφήμησαν·
Non esse ad gratiam concionandum
Ante [Go Back]
000-00-00 Serial Number=0385728598
[00035]
Τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγένετο ἔργον, ὥστε καὶ τὸν λέγοντα καὶ τοὺς ἀκούοντας τοῖς αὐτοῖς ὑποκεῖσθαι νόμοις, τῆς αὐτῆς κοινωνεῖν φύσεως, ὁμοίως ἕκαστον ὑπεύθυνον εἶναι παραβαίνοντα.
[00060]
ἀπὸ δὲ τῆς παῤῥησίας καὶ προθυμίας πλείων γένοιτ' ἂν πρὸς τὸ συνεχῶς τῶν ἀποῤῥήτων καὶ φρικτῶν κοινωνεῖν μυστηρίων.
Peccata fratrum non evulganda
Ante [Go Back]
000-00-00 Serial Number=0042258203
[00189]
Ἔδει καὶ κοινωνεῖν τὴν γέννησιν ἐκεῖνον, καὶ ἐξηλλάχθαι τῆς ἡμετέρας.
Synopsis scripturae sacrae
Ante [Go Back]
[02459]
Κελεύεται μὴ γῆμαι ὁ Ἱερεμίας, μηδὲ θρηνεῖν, μηδὲ τοῦ γινομένου τοῖς ἀποθνήσκουσι κοινωνεῖν τοῖς Ἰσραηλίταις.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»