Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μέθης [145]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μέθης


000-00-00 Serial Number=0167979002
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00733]  Εἰ μὲν γὰρ ὑπὸ μέθης τοῦτο ἔπασχες, ἐχρῆν καταδύεσθαι καὶ ἀθυμεῖν, προαιρέσεως γὰρ τὸ ἔγκλημα ἦν·
000-00-00 Serial Number=0423046052
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00572]  ∆ιὰ τοῦτο παρακαλῶ πρὶν σφόδρα ὑπὸ ταύτης βαπτισθῆναί σε τῆς μέθης, ἀνανῆψαι καὶ διεγερθῆναι, καὶ τὴν σατανικὴν κραιπάλην ἀπώσασθαι, καὶ εἰ μὴ δυνατὸν ἀθρόως, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν.
000-00-00 Serial Number=0642403007
Ad populum Antiochenum Ante [Go Back]  
 [00147]  Οὐ πρὸς αἱρετικοὺς δὲ μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀφελεστέρους τῶν ἡμετέρων ἀδελφῶν, οἳ ἐπὰν ἴδωσί τινας ὑπὸ μέθης ἀσχημονοῦντας, ἀφέντες κακίζειν ἐκείνους, τὸν παρὰ τοῦ Θεοῦ δοθέντα καρπὸν διαβάλλουσι, λέγοντες, Μὴ ἔστω οἶνος.
 [00158]  Τί γὰρ ἐλεεινότερον μέθης;
 [04390]  Ἂν τοίνυν φύγῃς τὸ τρυφᾷν, καὶ πλεονεξίας καὶ ἁρπαγῆς καὶ μέθης καὶ μυρίων κακῶν τὴν ὑπόθεσιν ἀνεῖλες, πόῤῥωθεν τὴν ῥίζαν ἐκτεμὼν τῆς πονηρίας.
 [04407]  Βούλει μέθης ἀφίστασθαι;
 [04720]  Ὅταν γὰρ ἐπὶ τῆς τραπέζης κατακείμενος ἀναμνησθῇς τῆς ῥήσεως ταύτης, ἀποπηδήσεις ταχέως τῆς μέθης καὶ τῆς ἀδηφαγίας, μαθὼν διὰ τῆς λέξεως ταύτης, ὅτι ἐναγωνίους ἡμᾶς εἶναι χρή·
 [05284]  ∆ιὰ τοῦτο αὐτοῖς καὶ τὰ σώματα ὑγιείας ἀπολαύει καθαρᾶς μετὰ τῆς ψυχῆς, ἐπειδὴ πᾶσαν τρυφὴν ἀπήλασαν καὶ τὰ πονηρὰ τῆς μέθης ἐξέβαλον ῥεύματα.
000-00-00 Serial Number=0218157828
Adversus Judaeos Ante [Go Back]  
 [00087]  Ἀπὸ ἀδηφαγίας καὶ μέθης.
 [00092]  οὕτω καὶ ὁ τῶν Ἰουδαίων δῆμος, ὑπὸ τῆς μέθης καὶ πολυσαρκίας εἰς κακίαν ἐσχάτην κατενεχθέντες, ἐσκίρτησαν, καὶ οὐκ ἐδέξαντο τὸν ζυγὸν τοῦ Χριστοῦ, οὐδὲ τὸ ἄροτρον τῆς διδασκαλίας εἵλκυσαν.
 [00909]  ὡς ἂν μὴ τοῦτο ᾖ, μέθης πάσης ἐστὶν ἡ νηστεία παρανομωτέρα.
 [02221]  Ἀλλ' ὥσπερ αὐτῶν αἱ σάλπιγγες τῶν ἐν τοῖς θεάτροις ἦσαν παρανομώτεραι, καὶ αἱ νηστεῖαι μέθης καὶ κώμου παντὸς ἦσαν αἰσχρότεραι, οὕτω καὶ αἱ σκηναὶ αἱ νῦν παρ' αὐτῶν πηγνύμεναι, τῶν πανδοχείων τῶν πόρνας ἐχόντων καὶ αὐλητρίδας οὐδὲν ἄμεινον διάκεινται.
 [02547]  Τοῦτο γὰρ μάλιστα μέθης ἐστὶν ἄξιον, τὸ μηδὲ ἐν οἷς τις ἀσχημονεῖ αἴσθησίν τινα ἔχειν·
 [02550]  Ἡ μὲν οὖν νηστεία αὐτῶν παρῆλθεν, ἡ μέθης ἁπάσης αἰσχροτέρα·
000-00-00 Serial Number=0226916313
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00041]  Ἀπεχώμεθα μέθης·
 [00042]  οὐ λέγω ἀπεχώμεθα οἴνου, ἀλλ' ἀπεχώμεθα μέθης·
 [00049]  Θαυμασίως ἐν βραχεῖ ῥήματι πᾶσαν τῆς μέθης τὴν κατηγορίαν εἶπε.
 [00113]  Ἔστιν ἡμῖν ποτήριον μέθης καλὸν, ἔστι ποτήριον μέθης σωφροσύνην ποιοῦν, οὐ παράλυσιν.
 [00123]  Ἵνα γὰρ μὴ ἀκούσας μέθης ὄνομα φοβηθῇς εὐθέως, καὶ νομίσῃς ἀσθενείας εἶναι ποιητικὸν, ἐπήγαγεν ὅτι κράτιστόν ἐστι καὶ ἰσχυρόν.
 [00124]  Καινὸς τρόπος μέθης, ἰσχὺν ἐντίθησιν, ἐγκρατῆ ποιεῖ καὶ δυνατόν·
 [00295]  Οὕτω δὲ τρυφᾷν οὐδὲν δεινὸν εἶναι δοκεῖ, ἀλλ' ἐντεῦθεν μέθη καὶ τὰ ἐκ τῆς μέθης μυρία κακά.
000-00-00 Serial Number=0680072010
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00010]  ἀλλ' ὁ τοιοῦτος ἐν ἀρχῇ μὲν τῆς τόλμης οὐδὲν ἴσως πείσεται δεινὸν, ἂν δ' ἄρα μὴ πάθοι, τοῦ Θεοῦ καλοῦντος αὐτὸν εἰς μετάνοιαν, καὶ διδόντος ὥσπερ ἔκ τινος μέθης ἀνενεγκεῖν·
 [00308]  τούτους δὲ ὥσπερ ἔκ τινος μέθης ἐξαίφνης μεταβαλλομένους ἀλγεῖν, ἐπὶ φιλοσοφίᾳ τῶν παίδων ἀγομένων αὐτοῖς·
000-00-00 Serial Number=0819811463
Catecheses ad illuminandos Ante [Go Back]  
 [00716]  πολυτελείας καὶ μέθης καὶ τὴν συμμετρίαν πάντων προτιμᾶν·
 [00744]  Καθάπερ γὰρ ἀπὸ πηγῆς τινος, οὕτως ἀπὸ τῆς τρυφῆς καὶ τῆς μέθης ἅπαντα βλαστάνει τὰ τῶν ἁμαρτημάτων εἴδη, καὶ ὅπερ ἐστὶν ἡ καυστικὴ ὕλη τῷ πυρί, τοῦτο ἡ τρυφὴ καὶ ἡ μέθη πρὸς τὸν τῶν ἁμαρτημάτων ὄλισθον·
 [00759]  ∆ιὸ καὶ σοφός τις παραστῆσαι βουλόμενος τῆς τοιαύτης μέθης τὸν ὄλεθρόν φησιν·
 [00762]  [5.6] Καὶ ἡ κενοδοξία δὲ πάλιν καὶ ἡ ἀπόνοια ἑτέρα μέθη, μᾶλλον δὲ μέθης χαλεπωτέρα.
 [00778]  Τοιοῦτοί εἰσι καὶ οἱ ὑπὸ τῆς μέθης τοῦ οἴνου ἁλισκόμενοι·
 [00779]  οὐδὲ γὰρ ἴσασι λοιπὸν δεόντως διανέμειν τῆς διανοίας τὸν πλοῦτον, ἀλλὰ καθάπερ οἱ ἄσωτοι τῶν νέων οὕτω καὶ οὗτοι ὑπὸ τῆς μέθης καταβαπτιζόμενοι κἂν ῥήματα προέσθαι δέῃ, κἂν ἀπρεπῆ τινα φθέγξασθαι καὶ ὄλεθρον πολὺν φέροντα, πάντα ἀδεῶς καὶ λέγουσι καὶ πράττουσι καὶ χεῖρον τῶν ἀσώτων ἐκείνων τὴν τῶν χρημάτων οὐσίαν καταναλισκόντων εἰς τὴν ἐσχάτην πενίαν τῆς ἀρετῆς ἑαυτοὺς ἐμβάλλουσι, καὶ τὰ ἀπόρρητα τῆς διανοίας πολλάκις ἐκφέροντες οὐκ αἰσθάνονται, καὶ πᾶσαν αὐτῶν τῆς διανοίας τὴν ὕπαρξιν καταναλώσαντες ἔρημοι καὶ γυμνοὶ πάσης εὐλαβείας καὶ συνέσεως ἀθρόον γίνονται.
000-00-00 Serial Number=0090473473
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00291]  μὴ ἀποκάμωμεν καὶ ἀποκρινόμενοι, καὶ πρᾴως αὐτοῖς διαλεγόμενοι, ἕως ἂν τῆς μέθης αὐτοὺς ἀπαλλάξωμεν ταύτης, τό γε εἰς ἡμᾶς ἧκον.
 [00352]  ∆έομαι δὴ καὶ ἀντιβολῶ, καὶ τῶν γονάτων προκυλινδοῦμαι τῶν ὑμετέρων, καὶ πᾶσιν ἱκετηρίαν τίθημι, πείσθητε, καὶ ἀνενέγκωμεν ἀπὸ ταύτης τῆς μέθης, καὶ ἑαυτῶν γενώμεθα, καὶ τὴν τιμὴν ἐπιγνῶμεν, ἣν ἔδωκεν ἡμῖν ὁ Θεὸς, καὶ τοῦ Παύλου βοῶντος ἀκούσωμεν, «Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων·» καὶ παυσώμεθα δουλεύοντες γυναιξὶν ἐπὶ τῷ κοινῷ πάντων ἡμῶν ὀλέθρῳ.
000-00-00 Serial Number=0646346331
De Anna i Ante [Go Back]  
 [00033]  οὕτω δὴ καὶ ἐπὶ τῆς νηστείας καὶ τῆς μέθης γίνεται.
 [00506]  Ὅταν τοίνυν ἀριστοποιώμεθα, μνημονεύωμεν ταύτης τῆς γυναικὸς, καὶ τῶν ταύτης δακρύων, καὶ τῆς μέθης τῆς καλῆς ταύτης.
 [00532]  ὀδύνης, οὐχὶ μέθης.
 [00555]  Ἂν ταύτης περιγένωνται τῆς ἐπιθυμίας, οὐδὲ ἑτέρᾳ ταχέως ἁλώσονται, ἀλλὰ καὶ χρημάτων ἔσονται κρείττους, καὶ μέθης κρατήσουσι, καὶ τὰς παροινίας καὶ τὰς πονηρὰς συνουσίας πάσῃ σπουδῇ διακρούσονται, καὶ ποθεινότεροι μὲν ἔσονται τοῖς γεγεννηκόσιν, αἰδεσιμώτεροι δὲ πᾶσιν ἀνθρώποις.
000-00-00 Serial Number=0562651098
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00201]  τὸ διαρραγῆναι μὲν ὑπὸ τῆς ἀδηφαγίας ἐκβακχευθῆναι δὲ ὑπὸ τῆς μέθης καὶ εἰς τὴν αἰσχίστην μανίαν ἐκπεσεῖν.
 [00337]  Καὶ τοὺς μὲν ἐκ τῆς πόλεως ἀνιόντας δεχόμενος ἀπὸ τῆς ὁδοῦ μετὰ τοιαύτης σωφροσύνης παραπέμπει πρὸς τὴν τῆς ∆άφνης ἀνάπαυσιν μόνον οὐκ ἐκείνην αὐτοῖς ἐπιβοῶν τὴν φωνὴν ἀγαλλιᾶσθε τῷ Κυρίῳ ἐν τρόμῳ, καὶ τὸ ἀποστολικὸν προστιθεὶς εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε, τοὺς δὲ εἰς τὴν πόλιν κατιόντας μετὰ τὴν τρυφὴν εἰ συμβαίη ῥᾳθυμότερον διατεθέντας ἀπορρῖψαι τὸν χαλινὸν καὶ εἰς κραιπάλην καὶ εἰς ἄτοπον ἐξενεχθῆναι τρυφὴν δεξάμενος πάλιν μεθύοντας εἰς τὸ αὐτοῦ καταγώγιον οὐκ ἀφίησι τὴν ἀπὸ τῆς μέθης βλάβην ἔχοντας οἴκαδε ἀπελθεῖν, ἀλλὰ σωφρονίσας τῷ φόβῳ πρὸς τὴν αὐτὴν ἐπανάγει νῆψιν ἣν καὶ πρὸ τοῦ τῇ μέθῃ βαπτισθῆναι ἐφύλαττον.
 [00358]  Σώφρων γὰρ ἀνὴρ καὶ ἐπιεικὴς καὶ σεμνὸς οὐκ ἂν ἀνάσχοιτο κώμου καὶ μέθης οὐδὲ ῥῆμα αἰσχρὸν οὔτε αὐτὸς ἐκβαλεῖν οὔτε ἑτέρου τινὸς τοιαῦτα ἀσχη μονοῦντος ἀκοῦσαι.
000-00-00 Serial Number=0999466777
De Lazaro Ante [Go Back]  
 [00010]  Φέρε οὖν καὶ σήμερον κατὰ μέθης ὁπλίσωμεν τὴν γλῶσσαν, καὶ τὸν ὑγρὸν καὶ διαῤῥέοντα καταβάλωμεν βίον·
 [00191]  Ἕως γὰρ ἂν ἑστήκῃ ἡ ἑορτὴ αὕτη, καὶ τὰ ἕλκη τῆς μέθης ἐν ταῖς τῶν μεθυόντων ἐργάζεται ψυχαῖς ὁ διάβολος, καὶ ἡμᾶς τὰ φάρμακα ἐπιτιθέναι χρή.
 [02304]  ∆εῖ γὰρ ὑπὲρ τοῦ δικαίου ἀπολογήσασθαι, ὅτι οὐκ ἦν μέθης οὐδὲ πάθους ἐπιθυμία τὸ γινόμενον, ἀλλὰ δι' ἀμφοτέρων ἰᾶτο τὸ ἕλκος.
 [02642]  Καὶ ὁ μὲν διὰ τῆς πύλης τῆς πλατείας εἰσελθὼν, τὴν εὐρύχωρον ὁδὸν ἐβάδιζε, τὴν τῆς τρυφῆς, τὴν τῆς ἀκολασίας, τὴν τοῦ γέλωτος, τὴν τῆς ἀνέσεως, τὴν τῆς γαστριμαργίας, τὴν τῆς μέθης, τῆς τῶν χρημάτων περιβολῆς, τῆς ἐν τῇ ἐσθῆτι βλακείας.
 [02646]  διηνεκῶς πολιορκούμενος ὑπὸ ἀσελγείας, ὑπὸ γαστριμαργίας, ὑπὸ τῆς τῶν χρημάτων μανίας, καὶ οὐδεμίαν τῶν δεινῶν λαμβάνων τὴν αἴσθησιν, οὐδὲ προϊδεῖν δυνάμενος τῆς ὁδοῦ τὸ τέλος, ἀλλὰ τὸ παρὸν ἡδὺ μόνον καρπούμενος, οὐδεμίαν ἔννοιαν ἐλάμβανε τῆς διηνεκοῦς ὀδύνης, ἀλλὰ ἀπατώμενος, ὡς εἰπεῖν, ἐβάδιζε τὴν εὐρύχωρον ὁδὸν, εἰς αὐτὸν τὸν κρημνὸν ἐπειγόμενος, ὑπὸ τῆς πολλῆς μέθης συνιδεῖν οὐκ ἔχων.
000-00-00 Serial Number=0319329798
De diabolo tentatore Ante [Go Back]  
 [00240]  τὸν δὲ Θεὸν, εἴ ποτε βουληθείη καθάπερ καρηβαροῦντας ἡμᾶς ἀπὸ τῆς πολλῆς ἀναστῆσαι μέθης τῆς κατὰ τὴν πονηρίαν, μέμφεσθαι καὶ μυρίαις βάλλειν κατηγορίαις;
000-00-00 Serial Number=0906310558
De fato et providentia Ante [Go Back]  
 [00574]  Τὰ μὲν γὰρ ἄλλα πάθη πολλοὺς ἔχει τοὺς συναλγοῦντας, ὅσα δὲ ἀπὸ τρυφῆς καὶ μέθης γέγονεν, οὐδὲ βουλομένους τοὺς ὁρῶντας ἀφίησι συναλγῆσαι τοῖς ὑπ' αὐτῶν χειρωθεῖσιν·
000-00-00 Serial Number=0193158805
De gloria in tribulationibus Ante [Go Back]  
 [00045]  οἱ δὲ πρὸς ταῦτα ἀγωνίζεσθαι μέλλοντες, ἀρτίως ἀπὸ βωμῶν καὶ εἰδώλων καὶ τρυφῆς καὶ ἀκολασίας καὶ μέθης εἰσποιηθέντες ἦσαν τῇ πίστει, οὐδὲν ὑψηλὸν περὶ τῆς ἀϊδίου ζωῆς τέως μεμελετηκότες ἐννοεῖν, ἀλλὰ τῶν παρόντων ἀντεχόμενοι μᾶλλον·
000-00-00 Serial Number=0126742482
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00047]  Ἕως μὲν γὰρ ἂν ἀπολαύῃ τῆς ἐπιθυμίας, καθάπερ ὑπό τινος μέθης τῆς κενοδοξίας ληφθεὶς καὶ ἑαυτὸν ἂν προσαναλώσειεν, οὐδὲ μικρὰν αἴσθησιν τῆς ζημίας λαβεῖν δύναται.
 [00710]  Κατὰ τοῦτον δὴ τὸν νόμον πάντα ποιείτω καὶ τρυφῆς ἀπαγέτω καὶ μέθης, καὶ τὸν νέον καὶ τὴν κόρην.
000-00-00 Serial Number=0131106198
De jejunio [2] Ante [Go Back]  
 [00105]  μαλάσσει θυμὸν, συνδάκνει τὴν ὀργὴν, καὶ καταπαύει τὰ φυσικὰ κύματα, ἀνεγείρει τὸν λογισμὸν, καὶ φαιδρὰν ἀπεργάζεται τὴν ψυχὴν, κουφίζει τὴν σάρκα, ἀπελαύνει ἀκρασίας αἰσχρὰς τὰς νυκτερινὰς, ἀπαλλάσσει μέθης, ῥύεται κεφαλαλγίας·
000-00-00 Serial Number=0140170813
De mansuetudine sermo Ante [Go Back]  
 [00091]  Ὅπερ γάρ φασι τοὺς μεθύοντας πάσχειν, ὑπὸ τῆς ἀπλήστου μέθης εἰς χαλεπωτέραν δίψαν ἐκφέρεσθαι, τοῦτο πάσχουσιν οἱ δουλεύοντες ὀργῇ, ὑπὸ τῆς ἀμέτρου φιλονεικίας εἰς μείζω καὶ χαλεπωτέραν ἐκφερόμενοι μανίαν·
000-00-00 Serial Number=0734009683
De paenitentia [1] Ante [Go Back]  
 [01310]  ἐὰν μὲν πολλῆς ἑαυτὸν ἐμπλήσῃς τῆς μέθης τήμερον, καὶ αὔριον ὑποδέξῃ τὸ παρ' ἐκείνης φάρμακον, [49.313] ἄχρηστον αὐτὸ καὶ ἀνόνητον ἐποίησας, καὶ τὸν μὲν πόνον ὑπέμεινας, τὸ δὲ κέρδος οὐκ ἐκαρπώσω τοῦ πράγματος, εἰς τὴν πρόσφατον ἐκ τῆς μέθης ἐγγινομένην κακίαν ἅπασαν αὐτοῦ καταδαπανῶντος τὴν δύναμιν·
 [01312]  Μὴ τοίνυν διὰ μέθης ἴωμεν εἰς τὴν νηστείαν, μηδὲ ἀπὸ νηστείας εἰς μέθην καταλύσωμεν πάλιν, ἵνα μὴ ταὐτὸν γένηται, οἷον εἴ τις ἀῤῥωστοῦντι σώματι καὶ διανίστασθαι μέλλοντι λὰξ ἐμβαλὼν σφοδρότερον καταβάλοι πάλιν.
 [01313]  Ὃ καὶ ἐπὶ τῆς ψυχῆς τῆς ἡμετέρας γίνεται, ὅταν ἐξ ἑκατέρου μέρους, καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῆς νηστείας, τῇ νεφέλῃ τῆς μέθης τὴν ἐκ τῆς ἀσιτίας γενομένην ἡμῖν νῆψιν συσκιάσωμεν.
000-00-00 Serial Number=0026894927
De sacerdotio Ante [Go Back]  
 [00545]  Ὅτι οὐχ ἡ ἱερωσύνη τούτων αἰτία, ἀλλ' ἡ ἡμετέρα ῥαθυμία Ἀλλ' οὐδὲ τὴν ἱερωσύνην αἰτιάσαιμι ἂν τούτων τῶν κακῶν μή ποτε οὕτω μανείην ἐγώ , οὔτε γὰρ τὸν σίδηρον τῶν φόνων, οὔτε τὸν οἶνον τῆς μέθης, οὔτε τὴν ῥώμην τῆς ὕβρεως, οὔτε τὴν ἀνδρείαν τῆς ἀλόγου τόλμης, ἀλλὰ τοὺς οὐκ εἰς δέον χρωμένους ταῖς παρὰ τοῦ Θεοῦ δεδομέναις δωρεαῖς ἅπαντες οἱ νοῦν ἔχοντες αἰτίους εἶναί φασι καὶ κολάζουσιν.
000-00-00 Serial Number=0112533629
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00095]  κατεφρόνησεν ἐκείνη ζωῆς, καταφρονήσωμεν ἡμεῖς τρυφῆς, καταγελάσωμεν πολυτελείας, ἀποστῶμεν μέθης, ἀδηφαγίαν φύγωμεν.
000-00-00 Serial Number=0400234222
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02524]  Περὶ γαστριμαργίας καὶ μέθης.
 [02526]  τὰς τραπέζας τῶν πλουτούντων ἐξετάσωμεν καὶ τῶν πενομένων, καὶ ἐρώμεθα τοὺς ἑστιωμένους, τίνες μάλιστά εἰσιν οἱ καθαρὰν καὶ γνησίαν καρπούμενοι ἡδονὴν, οἱ πρὸς διαμεμετρημένην τὴν ἡμέραν ἐπὶ τῶν στιβάδων κατακείμενοι, καὶ τὰ δεῖπνα τοῖς ἀρίστοις συνάπτοντες, καὶ τὴν γαστέρα διαῤῥηγνύντες, καὶ τὰς αἰσθήσεις πληροῦντες, καὶ τῷ ὑπερόγκῳ τῶν ἐδεσμάτων φορτίῳ τὸ πλοῖον καταποντίζοντες, καὶ ὑπέραντλον ποιοῦντες τὴν ναῦν, καθάπερ ἐν ναυαγίῳ τοῦ σώματος καταποντίζοντες αὐτὴν, καὶ πέδας καὶ χειροπέδας καὶ γλωσσοπέδας [63.646] ἐπινοοῦντες, καὶ ἅπαν καταδεσμοῦντες τὸ σῶμα ἁλύσεως σιδηρᾶς χαλεπωτέρῳ δεσμῷ, τῷ τῆς μέθης καὶ τρυφῆς, καὶ μήτε ὕπνον αἱρούμενοι γνήσιον καὶ εἰλικρινῆ, μήτε ὀνειράτων ἀπηλλαγμένοι φοβερῶν, τῶν τε μαινομένων ὄντες ἀθλιώτεροι, καὶ αὐθαίρετον τὸν δαίμονα ἐπεισάγοντες τῇ ψυχῇ.
 [02551]  ὅσα δὲ ἀπὸ τρυφῆς καὶ μέθης γέγονεν, οὐδὲ βουλομένους τοὺς ὁρῶντας ἀφίησι συναλγῆσαι τοῖς ὑπ' αὐτῶν χειρωθεῖσιν·
 [02606]  Οὐδὲ γὰρ ἐν τῇ ἡμέρᾳ τῆς μέθης μόνον τὴν ἐκ τῆς μέθης βλάβην ὑπομένουσιν, ἀλλὰ καὶ μετὰ τὴν ἡμέραν ἐκείνην·
 [02608]  οὕτω καὶ μέθης ἀπελθούσης, ἡ τῆς μέθης ζάλη καὶ ἐν τῇ ψυχῇ καὶ ἐν τῷ σώματι στρέφεται·
 [02611]  Ὅσα μὲν οὖν ἀπὸ μέθης προσγίνεται τοῖς ἀνθρώποις κακὰ, εἰπεῖν αἰσχύνομαι, τῷ δὲ αὐτῶν καταλείπω συνειδότι τῷ ταῦτα ἀκριβέστερον εἰδότι.
 [02642]  καὶ τὰ μὲν τῆς ἡδονῆς ἠμαύρωται λοιπὸν, τὸ δὲ δίψος ἀκατάπαυστον γεγονὸς, εἰς αὐτὸν τὸν κρημνὸν τῆς μέθης κατάγει τοὺς ὑπ' αὐτῆς αἰχμαλώτους γεγενημένους.
 [06475]  Εἰ γάρ τινα οἰκέτην ἔχεις, μηδὲ κλέπτοντα, μήτε ὑβρίζοντα, μήτε ἀντιλέγοντα, ἀλλὰ καὶ μέθης κρατοῦντα καὶ τῶν ἄλλων ἁπάντων, καθήμενον δὲ διαπαντὸς ἀργὸν, καὶ οὐδὲν τῶν ὀφειλόντων παρ' οἰκέτου δεσπότῃ πληροῦσθαι ποιοῦντα, οὐ μαστιγώσεις, οὐ στρεβλώσεις αὐτὸν, εἰπέ μοι;
 [07976]  Ἐπειδὴ γὰρ ἔμπροσθεν ὑπὸ τῆς μέθης τῶν χρημάτων οὐδὲν τοιοῦτον ἐννοοῦσιν, ἀλλ' ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε καὶ ἡ ὄψις τοῦ κειμένου πιστοῦται τὸ λεγόμενον, σωφρονιζέσθωσαν, παιδευέσθωσαν, ἐννοοῦντες ὅτι μικρὸν ὕστερον καὶ αὐτοὺς ἄξουσιν οἱ ἀπάγοντες ἐπὶ τὰς φοβερὰς ἐκείνας εὐθύνας, καὶ τὸ δοῦναι δίκην ὧν ἐνταῦθα κακῶς ἐπλημμέλησαν.
 [09811]  δότε χεῖρα, ὀρέξατε οἱ μηδέπω καταβαπτισθέντες τοῖς ὑπὸ τῆς μέθης ἀπολωλόσιν, οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν, οἱ νήφοντες τοῖς μαινομένοις καὶ τοῖς περιφερομένοις.
 [09999]  Χεῖρα ὀρέξατε, οἱ μηδέποτε καταβαπτισθέντες, τοῖς ὑπὸ τῆς μέθης ἀπολωλόσιν, οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν, οἱ νήφοντες τοῖς μαινομένοις, οἱ σπουδαῖοί τε καὶ ἑδραῖοι τοῖς περιφερομένοις.
000-00-00 Serial Number=0590782344
Expositiones in Psalmos Ante [Go Back]  
 [06253]  πολλῷ μᾶλλον ἡμᾶς εὐφραινομένους, καὶ τῶν ἀγαθῶν ἀπολαύοντας τοῦ Θεοῦ, εὐχαριστηρίους ὕμνους ἀναπέμπειν αὐτῷ χρὴ, ἵνα κἄν τι γένηται παρὰ τῆς μέθης καὶ τῆς ἀδηφαγίας ἄτοπον εἰς τὴν ψυχὴν τὴν ἡμετέραν, τῆς ψαλμῳδίας ἐπεισελθούσης, ἀποπηδήσῃ πάντα ἐκεῖνα τὰ ἄτοπα καὶ πονηρὰ βουλεύματα.
000-00-00 Serial Number=0795688272
Homilia in martyres Ante [Go Back]  
 [00028]  μὴ ποιήσατε πάλιν τὴν ἡμέραν νύκτα διὰ τῆς μέθης καὶ τῆς κραιπάλης, καὶ τῶν ᾀσμάτων τῶν πορνικῶν.
 [00049]  Ὁ δὲ οὐκ αἰσθανόμενος ποῦ κάθηται, ἢ κατάκειται, πῶς ἂν αἴσθοιτο τῆς τοῦ πόματος ἡδονῆς, μηδὲ τὸν ἥλιον αὐτὸν δυνάμενος ὁρᾷν διὰ τὴν πυκνὴν τῆς μέθης νεφέλην, πῶς ἂν ἀπολαύσειεν εὐφροσύνης;
 [00058]  ἀπεδύσαντο ἐκεῖνοι τὸν παρόντα βίον, ἀπόδυσαι σὺ τῆς μέθης τὸν πόθον.
 [00064]  Λάβε ἔλαιον ἅγιον, καὶ κατάχρισόν σου ὅλον τὸ σῶμα, τὴν γλῶτταν, τὰ χείλη, τὸν τράχηλον, τοὺς ὀφθαλμοὺς, καὶ οὐδέποτε ἐμπεσῇ εἰς τὸ ναυάγιον τῆς μέθης.
000-00-00 Serial Number=0038819611
In Acta apostolorum Ante [Go Back]  
 [01428]  Πόσης εἶναι νομίζεις ἰταμότητος τοῦτο, πόσης ἀσεβείας, πόσης ἀναισχυντίας, τὸ μέθης λογίζεσθαι ἔργον τῶν γλωσσῶν τὸ παράδοξον;
 [02888]  Καθάπερ γὰρ ἡμεῖς τοῖς μὲν μεθύουσιν οὐδὲν λέγομεν, ὅταν δὲ νήψωσι καὶ ἀνενέγκωσιν ἀπὸ τῆς μέθης, τότε ἐπιπλήττομεν·
 [09999]  Εἶτα κάθηται πολὺν ἐπὶ τῆς εὐνῆς καιρὸν, πολλάκις οὐδὲ ἀνενεγκεῖν δυνάμενος ἀπὸ τῆς ἑσπερινῆς μέθης, καταναλώσας τὸν πλείονα καιρὸν ἐν τούτοις.
000-00-00 Serial Number=0173378229
In Isaiam Ante [Go Back]  
 [01650]  Οὐ γὰρ ὅταν ἀριστοποιεῖσθαι δέῃ, τοῦτο πράττουσι, φησίν, ἀλλὰ πάντα τὸν καιρὸν μέθης ποιοῦντες καιρὸν καὶ ἐκ προοιμίων τῆς ἡμέρας, ὅτε μάλιστα αὐτοῖς προσέχειν ἐχρῆν, πολλῷ τῷ ἀκράτῳ διδόντες ἑαυτοὺς καὶ ἄκοντες λοιπὸν καὶ μέχρι τῆς ἑσπέρας ἐναπομένοντες τῷ νοσήματι.
 [01651]  Ἐπειδὰν γὰρ ἅπαξ φθάσωσι καταποντισθῆναι εἰς τὸν τῆς ἀκρασίας βυθὸν καὶ τῶν κατὰ φύσιν ἐκπέσωσι φρενῶν καὶ τὴν ψυχὴν αἰχμάλωτον τῇ πονηρᾷ τῆς μέθης παραδῶσι τυραννίδι, καθάπερ πλοῖον ἀνερμάτιστον καὶ κυβερνήτου καὶ ναυτῶν ἀπεστερημένον, ἁπλῶς καὶ εἰκῆ φέρεται, τῇ τῶν ὑδάτων ἀτάκτῳ ῥύμῃ πανταχοῦ περιαγόμενον·
 [01652]  τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι ὑπὸ τῆς μέθης ὑποβρύχιοι γενόμενοι.
 [01659]  Καρωτικὸν δέ ἐστι τὸ τοιοῦτον καὶ μέθης ἐργαστικόν.
 [01663]  Τοιαύτη γὰρ τῆς μέθης ἡ φύσις·
 [01676]  Οὐ μικρὸν οὖν τοῦτο ἠδίκηνται, τὸ ἀθέατοι τῶν τοῦ Θεοῦ θαυμάτων ἐκ τοῦ παρόντος ἀπελθεῖν βίου, πάντα τὸν χρόνον ἐν τῷ σκότει τῆς μέθης κατορωρυγμένοι.
 [01782]  Μὴ θαυμάσῃς, εἰ πρὸ μικροῦ τοσαῦτα κατὰ μέθης εἰπών, πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνει λόγον.
 [01787]  ∆ιπλοῦς ὁ κρημνός, τυραννὶς μέθης καὶ δυναστείας ὑπερβολή.
000-00-00 Serial Number=0865344465
In Joannem Ante [Go Back]  
 [04770]  Μέθη τις ἐστὶν ἡ ὀργὴ, μᾶλλον δὲ μέθης χαλεπωτέρα, καὶ δαίμονος ἐλεεινοτέρα.
 [05054]  Πολλῶν γοῦν ἔστιν ἀκοῦσαι καὶ νῦν Ἑλλήνων λεγόντων, διὰ τοῦτο μὴ δύνασθαι πρὸς τὴν πίστιν τὴν ἡμετέραν προσελθεῖν, διὰ τὸ μὴ δύνασθαι μέθης, καὶ πορνείας, καὶ τῶν τοιούτων ἀφίστασθαι πλημμελημάτων.
000-00-00 Serial Number=0440019488
In Psalmum 145 Ante [Go Back]  
 [00261]  Οὐκ εἰσὶ διάβροχοι αἱ νευραὶ, τῇ πλεονεξίᾳ τῆς μέθης διαλυθεῖσαι, ἀλλ' εὔτονος ὁ λογισμὸς, διεγηγερμένος ὁ νοῦς, νήφουσα ἡ ψυχή.
000-00-00 Serial Number=0951773226
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00186]  Καὶ οὐκ εἶπεν, Ὃς μὲν πεινᾷ, ὃς δὲ ἐσθίει, ἀλλὰ τῷ τῆς μέθης ὀνόματι μᾶλλον αὐτῶν καθήψατο.
000-00-00 Serial Number=0146675587
In epistulam II ad Corinthios Ante [Go Back]  
 [06367]  Ἐπειδὴ γὰρ ἔμπροσθεν ὑπὸ τῆς μέθης τῶν χρημάτων οὐδὲν τοιοῦτον ἐννοοῦσιν, ἀλλ' ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε καὶ ἡ ὄψις τοῦ κειμένου πιστοῦται τὸ λεγόμενον, σωφρονείσθωσαν, παιδευέσθωσαν, ἐννοοῦντες ὅτι μικρὸν ὕστερον καὶ αὐτοὺς ἥξουσιν οἱ ἀπάγοντες ἐπὶ τὰς φοβερὰς ἐκείνας εὐθύνας, καὶ τὸ δοῦναι δίκην ὧν ἥρπασαν, ὧν ἐπλεονέκτησαν.
000-00-00 Serial Number=0058977783
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00222]  καὶ συμμορίας πότου καὶ μέθης ποιοῦσιν οἱ πολλοί.
 [00223]  Ποίησον, ἄνθρωπε, συμμορίας, ὥστε ἀποθέσθαι τὴν μανίαν τῆς μέθης·
 [00226]  Νῦν δὲ μέθης μὲν καὶ τρυφῆς καὶ σπατάλης ἕνεκεν πάντα πράττομεν, καὶ κλίνην κοινὴν, καὶ τράπεζαν κοινὴν, καὶ οἶνον κοινὸν, καὶ ἀνάλωμα κοινὸν ποιοῦμεν·
000-00-00 Serial Number=0768543363
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00333]  Καὶ ἀνθρώπου μὲν οὐδενὸς, οὔτε ἀποστόλου οὔτε διδασκάλου, συνεχῶς δὲ αὐτοῦ τοῦ ποθουμένου μέμνηται, καθάπερ ἀπὸ μέθης τινὸς τοὺς καρηβαροῦντας ἀνενεγκεῖν παρασκευάζων.
 [02020]  Ἀπὸ γὰρ πορνείας ἐπὶ σωφροσύνην ἐκάλουν, ἀπὸ μέθης ἐπὶ νηστείαν, ἀπὸ γέλωτος ἐπὶ δάκρυα καὶ κατάνυξιν, ἀπὸ πλεονεξίας ἐπὶ ἀκτημοσύνην, ἀπὸ φιλοζωΐας ἐπὶ θανάτους, ἀπὸ ἀδείας ἐπὶ κινδύνους·
 [03473]  καὶ ἐν τοῖς στρατιωτικοῖς δείπνοις πολλὴ ἡ τοῦ πράγματος ἅμιλλα, καὶ οἱ μάλιστα σωφρονούσης διανοίας καὶ σώματος ἐῤῥωμένου δεόμενοι, οὗτοι μάλιστα τῇ τυραννίδι παραδέδονται τῆς μέθης, καὶ τὸ σῶμα παραλύοντες, καὶ τὴν ψυχὴν σκοτοῦντες, καὶ τῶν νομοθετῶν οὐδεὶς τοῦτο ἐκόλασε τὸ ἁμάρτημα.
 [04115]  εἰς δὲ τὸν οὐρανὸν αὐτὸν μετὰ ἀδείας καὶ τρυφῆς καὶ μέθης καὶ πλεονεξίας καὶ κακίας ἁπάσης τοὺς ἀνθρώπους εἰσάγεσθαι ἀξιοῖς;
 [04789]  Ὅτι μάλιστα μὲν οὖν οὐ μικρὸν τὸ τῆς μέθης καὶ τὸ τῆς λοιδορίας, ἐπεὶ καὶ ὁ Χριστὸς τὸν μωρὸν καλέσαντα τὸν ἀδελφὸν τῇ γεέννῃ παρέδωκε.
 [04791]  καὶ ὁ τῶν Ἰουδαίων δὲ δῆμος τὰ χαλεπώτατα ἐκ τῆς μέθης ἐξήμαρτεν ἁμαρτήματα·
 [07024]  Οὐχὶ τοῦδε μὲν ἀπέχεται, ἐν ἑτέρῳ δὲ διαμαρτάνει, ἀλλὰ καὶ γαστριμαργίας, καὶ λαγνείας καὶ μέθης, καὶ πάντων ἁπλῶς κρατεῖ τῶν παθῶν.
 [08641]  Εὐχῶν ὁ καιρὸς, οὐ μέθης, ἀεὶ μὲν, μάλιστα δὲ ἐν ἑορτῇ.
 [08763]  Ταῦτα τοίνυν ἀκούοντες ἅπαντα, καὶ τῶν πενήτων πολλὴν ποιώμεθα σπουδὴν, καὶ γαστρὸς κατέχωμεν, καὶ μέθης ἀπαλλαττώμεθα, καὶ τῶν μυστηρίων ἀξίως σπουδάζωμεν μεταλαμβάνειν, καὶ ἐφ' οἷς ἂν πάθωμεν, μὴ ἀλγῶμεν, μήτε ἐφ' ἑαυτοῖς, μήτε ἐφ' ἑτέροις·
000-00-00 Serial Number=0487930119
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03981]  Ὅταν ἐρῶσιν ἔρωτας ἀτόπους, ὅταν τῶν τοῦ πλησίον ἐφίενται, ὅταν τῇ τρυφῇ προσπαλαίωσιν, ὅταν μέθης ὀρέγωνται, ὅταν σφαγῆς καὶ τῆς ἑτέρων ἀπωλείας.
 [04102]  Ἀνανήψωμεν τοίνυν ποτὲ ἐκ τῆς μέθης ταύτης·
000-00-00 Serial Number=0223019361
In epistulam ad Colossenses Ante [Go Back]  
 [00687]  Τῆς μέθης ταῦτα τὰ ῥήματα, τῆς τρυφῆς, τῆς σπατάλης·
 [04287]  Τὰ ἄριστα καὶ τὰ δεῖπνα μὴ μέθης ἔστω πλήρη, ἀλλὰ πνευματικῆς ἡδονῆς.
000-00-00 Serial Number=0025503099
In epistulam ad Ephesios Ante [Go Back]  
 [01360]  τὸ σῶμα ἐπιθυμεῖ, οὐ τρυφῆς, ἀλλὰ τροφῆς, οὐ μέθης, ἀλλὰ ποτοῦ.
 [04260]  Ἂν ᾖ μέθυσος, περίελε τῆς μέθης τὰς ὑποθέσεις, τὸν ἄνδρα κάλεσον, καὶ παραίνεσον.
 [04380]  Εἰπὲ γάρ μοι, εἴ τινα οἰκέτην ἔχοις, μήτε κλέπτοντα, μήτε ὑβρίζοντα, μήτε ἀντιλέγοντα, ἀλλὰ καὶ μέθης κρατοῦντα καὶ τῶν ἄλλων ἁπάντων, καθήμενον δὲ διαπαντὸς ἀργὸν, καὶ οὐδὲν τῶν ὀφειλόντων παρὰ οἰκέτου δεσπότῃ πληροῦσθαι ποιοῦντα, οὐ μαστιγώσεις, οὐ στρεβλώσεις αὐτόν;
 [04889]  σὺ δὲ καθάπερ ὑπό τινος μέθης πρᾶγμα προσκυνεῖς, ὃ οὐ μόνον κατηγορίας οὐκ ἀπήλλακται, ἀλλὰ καὶ ἀσεβείας ἐστὶ μεστόν.
 [05065]  Μάλιστα μὲν γὰρ καὶ τὸν ἰδιώτην πόῤῥω μέθης εἶναι καλόν·
000-00-00 Serial Number=0532297492
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01057]  Πάλιν, ὅταν ὦμεν ἐκτὸς τῆς μέθης, νομίζομεν δύνασθαι περιγενέσθαι τοῦ πάθους·
 [02401]  ἐὰν δὲ ἕλκηται, καὶ καταβιβάζηται ἀπὸ τοῦ θρόνου, καὶ χρημάτων ἔρωτος καὶ δόξης κενῆς καὶ καλλωπισμοῦ καὶ τρυφῆς καὶ μέθης καὶ ὀργῆς καὶ ἀφροδισίων γίνηται δοῦλος, καὶ καλλωπίζηται ἐλαίῳ τὴν τρίχα, καὶ τὴν ἡλικίαν ὑπὸ τῆς προαιρέσεως ὑβριζομένην δεικνύῃ·
 [05938]  σὺ δὲ αὐτὸν καταπατεῖς διὰ τῆς κραιπάλης, διὰ τῆς μέθης;
 [06856]  ∆ότε χεῖρα, ὀρέξατε οἱ μηδέπω καταβαπτισθέντες τοῖς ὑπὸ τῆς μέθης ἀπολωλόσιν, οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν, οἱ νήφοντες τοῖς μαινομένοις, οἱ ἑδραῖοι τοῖς περιφερομένοις·
 [06928]  διὰ τοῦτο παροξύνομεν τὸν Θεὸν, ὅτι προκειμένης ἡμῖν τῆς ἐν τοῖς οὐρανοῖς ἀπολαύσεως, οὐδὲ οὕτω τῶν ἐπὶ τῆς γῆς ἀποστῆναι βουλόμεθα, ἀλλὰ, καθάπερ τινὲς σκώληκες, ἀπὸ τῆς γῆς εἰς τὴν γῆν, καὶ πάλιν ἀπὸ ταύτης εἰς ταύτην περιστρεφόμεθα, καὶ ὅλως οὐδὲ μικρὸν ἀνακύψαι βουλόμεθα, οὐδὲ ἀποστῆσαι ἑαυτοὺς τῶν ἀνθρωπίνων πραγμάτων, ἀλλ' ὥσπερ ὑπό τινος κάρου καὶ ὕπνου καὶ μέθης καταβαπτισθέντες, καταπεπλήγμεθα φανταζόμενοι.
 [08845]  Ἂν εἰς πότον ἴδῃς ἀπιόντα, καὶ εἰς συμπόσια μέθης πεπληρωμένα, κἀκεῖ τὸ αὐτὸ ποίει, καὶ αὐτὸν πάλιν παρακάλεσον, εἴ τι συνορᾷ ἐλάττωμά σε ἔχοντα, βοηθεῖν καὶ διορθοῦν.
000-00-00 Serial Number=0456677496
In epistulam ad Philippenses Ante [Go Back]  
 [01933]  Οὐχ οὕτω τις ὑπὸ τῆς μέθης παραπλὴξ γίνεται, ὡς ὑπὸ φιλαργυρίας·
000-00-00 Serial Number=0786747932
In epistulam ad Romanos Ante [Go Back]  
 [02324]  ἐνοχλουμένων οὐδὲν διαφέρουσιν οἱ πλουτοῦντες, πάντων ὑλακτούντων περὶ αὐτοὺς, σπαραττόντων, ἑλκόντων οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ παθῶν ἀνελευθέρων, γαστριμαργίας, μέθης, κολακείας, ἀσελγείας ἁπάσης.
 [03140]  καὶ γὰρ καὶ τοῦτό σου τῆς ἀτελοῦς γνώμης σημεῖον, καὶ τῆς μέθης καὶ τῆς ἀνιάτου νόσου·
 [04945]  τὸν δὲ ὑπὸ τῆς μέθης βαπτισθέντα, καὶ νεκροῦ οὐδὲν ἄμεινον διακείμενον ὀψόμεθα·
 [04967]  Κἂν γὰρ ἡμέρας γενομένης ἐκ τῆς κωμῳδίας ἐκείνης ἀναστὰς δόξῃ νήφειν, οὐδὲ τότε καθαρᾶς ἀπολαύει σωφροσύνης, ἔτι τῆς νεφέλης ἐκείνης τῆς ἀπὸ τοῦ χειμῶνος τῆς μέθης πρὸ τῶν ὀφθαλμῶν ἱσταμένης.
 [04986]  τὸ μὲν γὰρ εἶδος τῆς μέθης διάφορον, ἐπειδὴ τὸ μὲν ἐξ οἴνου, τὸ δὲ ἀπὸ χρημάτων γίνεται·
 [09004]  Εἶδες ἀπὸ μέθης πορνείαν, ἀπὸ πορνείας μοιχείαν, ἀπὸ μοιχείας φόνον;
 [09999]  Καὶ γὰρ καὶ ὀφθαλμῶν ἀκολάστων δώσομεν δίκην, καὶ ῥήματος ἀργοῦ, καὶ γέλωτος καὶ λοιδορίας ἁπλῶς, καὶ ἐνθυμήσεως, καὶ μέθης εὐθύνας ὑφέξομεν·
000-00-00 Serial Number=0174405277
In illud Ne timueritis Ante [Go Back]  
 [00352]  Ἐν τῷ θανάτῳ τῆς μέθης.
000-00-00 Serial Number=0815327287
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00337]  Μεθύει ἄνθρωπος καὶ περιφέρεται, καὶ γίνεται ἀντὶ ἀνθρώπου ἄλογον ἀπὸ τῆς μέθης·
 [00348]  Τοῦτο μέθης ἐστὶ πάθος·
000-00-00 Serial Number=0668379128
In ingressum sanctorum jejuniorum Ante [Go Back]  
 [00017]  Καὶ οἱ μὲν δίκαιοι νηστεύουσι διαπαντὸς εὐσεβοῦντες, καὶ τὸν νόμον Θεοῦ μελετῶντες καὶ πληροῦντες, τήν τε [62.728] ἁγνείαν ἀγαπῶντες, καὶ τὴν σωφροσύνην περιπτυσσόμενοι, μέθης ἐλευθερούμενοι, καὶ τῷ Χριστῷ προσκολλώμενοι·
 [00022]  Πολλὰ γὰρ ὄντως τὰ ἐκ τῆς μέθης κακά.
000-00-00 Serial Number=0219269991
In principium Actorum Ante [Go Back]  
 [00077]  Καὶ ὥσπερ πρῴην περὶ μέθης λέγων, οὐ τὸν οἶνον διέβαλλον (πᾶν γὰρ κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, μετ' εὐχαριστίας λαμβανόμενον), οὕτω καὶ νῦν οὐ τῶν πλουτούντων κατηγορῶ, οὐδὲ τὰ χρήματα διαβάλλω, ἀλλὰ τὴν κακὴν τῶν χρημάτων χρῆσιν, καὶ εἰς ἀσωτίαν δαπανωμένην.
 [00615]  Ὅτε ἕτεροι ἀπὸ ἀρίστου καὶ μέθης καθεύδουσιν ὕπνον βαθὺν, τότε ἐκεῖνοι νήφοντες, καὶ διεγηγερμένοι, καὶ πολλῷ τῷ πόθῳ ζέοντες, ἐπὶ τὴν προσευχὴν ἔσπευδον.
000-00-00 Serial Number=0923958242
In secundum domini adventum Ante [Go Back]  
 [00289]  Καὶ γὰρ καὶ ὀφθαλμῶν ἀκολάστων δώσομεν δίκην, καὶ ῥήματος ἀργοῦ, καὶ γέλωτος ἀτάκτου, καὶ λοιδορίας ἁπλῶς, καὶ ἐνθυμήσεως κακῆς, καὶ μέθης εὐθύνας ὑφέξομεν·
000-00-00 Serial Number=0675310969
In venerandum crucem Ante [Go Back]  
 [00019]  Καὶ οὐ τοσούτου μοι δεῖν ἀγῶνος ἡγεῖσθε τὴν περὶ νηστείας παράκλησιν, ὅσου τὸ μὴ σήμερον τοῖς κακοῖς τῆς μέθης περιπεσεῖν·
 [00026]  Ὅρα, μὴ καὶ σοὶ αὔριον ἀπὸ μέθης ἐλθόντι τὰ νῦν ἀναγνωσθέντα λεχθῇ·
 [00033]  ναὸς δὲ εἰδώλων, οἱ διὰ τῆς μέθης τὸν συρφετὸν, τῆς ἀκολασίας κόρον ὑποδεχόμενοι.
000-00-00 Serial Number=0012500346
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01112]  Καὶ τοῦτο ἐξ ὑπερηφα νίας εἶχον, ἤγουν ἐγίνετο καὶ μέθης.
 [01147]  Ἔδει τὴν οἴδησιν τὴν ἀπὸ τῆς μέθης κατα σταλῆναι.
000-00-00 Serial Number=0664689541
Quales ducendae sint uxores Ante [Go Back]  
 [00048]  ∆ιὸ παραινῶ καὶ συμβουλεύω τοὺς μέλλοντας ἄγεσθαι γυναῖκας, πρὸς τὸν μακάριον Παῦλον ἀπαντᾷν, καὶ τοὺς παρ' αὐτῷ κειμένους περὶ γάμων ἀναγινώσκειν νόμους, καὶ μαθόντας πρότερον, τί κελεύει ποιεῖν, ὅταν πονηρὰ καὶ ὕπουλος, καὶ μέθης ἐλάττων, καὶ λοίδορος, καὶ ἀνοίας γέμουσα, καὶ ὁτιοῦν ἄλλο τοιοῦτον ἐλάττωμα ἔχουσα τύχῃ γυνὴ, οὕτω διαλέγεσθαι περὶ γάμου.
000-00-00 Serial Number=0404349983
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00200]  οἱ πρὸς διαμεμετρημένην τὴν ἡμέραν ἐπὶ τῶν στιβάδων κατακείμενοι καὶ τὰ δεῖπνα τοῖς ἀρίστοις συνάπτοντες καὶ τὴν γαστέρα διαρρηγνύντες καὶ τὰς αἰσθήσεις πηροῦντες καὶ τῷ ὑπερόγκῳ τῶν ἐδεσμάτων φορτίῳ τὸ πλοῖον καταποντίζοντες καὶ ὑπέραντλον ποιοῦντες τὴν ναῦν καὶ, καθάπερ ἐν ναυαγίῳ τῷ τοῦ σώματος, κατακλύζοντες αὐτὴν καὶ πέδας καὶ χειροπέδας καὶ γλωσσοπέδας ἐπινοοῦντες καὶ ἅπαν αὐτῶν καταδεσμοῦντες τὸ σῶμα, ἁλύσεως σιδηρᾶς χαλεπωτέρῳ δεσμῷ τῷ τῆς μέθης καὶ τῆς τρυφῆς καὶ μήτε ὕπνον αἱρούμενοι γνήσιον καὶ εἰλικρινῆ, μήτε ὀνειράτων ἀπηλλαγμένοι φοβερῶν, τῶν τε μαινομένων ὄντες ἀθλιώτεροι καὶ αὐθαίρετον τὸν δαίμονα ἐπεισάγοντες τῇ ψυχῇ καὶ γέλως προκείμενοι τῷ θεάτρῳ τῶν οἰκετῶν, μᾶλλον δὲ τραγῳδία καὶ δακρύων ὑπόθεσις τοῖς ἐπιεικεστέροις αὐτῶν, καὶ μηδένα εἰδότες τῶν παρόντων, μήτε εἰπεῖν τι καὶ ἀκοῦσαι δυνάμενοι, ἀλλὰ φοράδην ἀπὸ τῶν στιβάδων ἐπὶ τὴν κλίνην ἀγόμενοι;
000-00-00 Serial Number=0034184575
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00089]  Ὁ δὲ Μιχαίας μετὰ τῶν ἄλλων ἐγκλημάτων, τῆς γαστριμαργίας λέγω καὶ τῆς μέθης καὶ τῆς τῶν μύρων ἀλοιφῆς, καὶ τοῦτο ἐπήγαγε τὸ κατηγόρημα τὸ τῆς ἀσυμπαθείας, οὕτω λέγων·
000-00-00 Serial Number=0785733044
Sermo exhortatorius de temperantia Ante [Go Back]  
 [00133]  διατροφὴν, οὐ τὴν ἐκ μέθης ἀνατροπήν.
 [00144]  ἐκκλίνωμεν τὴν τῆς μέθης ἀσχημοσύνην, καὶ κίνδυνον οὐχ ε
000-00-00 Serial Number=0045430899
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02363]  Περὶ φιλαργυρίας, περὶ λαιμαργίας, περὶ μέθης.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»