Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μέσῃ [82]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μέσῃ


000-00-00 Serial Number=0674049616
Ad Innocentium papam i Ante [Go Back]  
 [00031]  Ἑλκόμενος ὑπὸ τοῦ κουριώσου τῆς πόλεως ἐν μέσῃ τῇ πόλει, καὶ πρὸς βίαν συρόμενος κατηγόμην, καὶ εἰς πλοῖον ἐνεβαλλόμην, καὶ διὰ νυκτὸς ἔπλεον, ἐπειδὴ σύνοδον πρὸς δικαίαν ἀκρόασιν προεκαλούμην.
000-00-00 Serial Number=0050830305
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00119]  Οἶδα ὅτι οὐ παλαίων πρὸς τὴν τοῦ πονηροῦ πάλην ἀσθενέστερος γέγονας, οἶδα ὅτι ἐν μέσῃ τῶν ἡδονῶν ἕστηκας τῇ φλογί·
 [00120]  ἀλλ' ἐὰν εἴπῃς πρὸς τὸν ἐχθρόν, ὅτι ταῖς ἡδοναῖς σου οὐ λατρεύομεν, καὶ τὴν ῥίζαν πάντων τῶν κακῶν σου οὐ προσκυνοῦμεν, ἐὰν τείνης ἄνω τὸ ὄμμα, τινάξει τάχα τὴν φλόγα ὁ Σωτήρ, καὶ τοὺς ἐμβαλόντας σε εἰς τὸ πῦρ κατακαύσει, σοὶ δὲ ἐν μέσῃ τῇ καμίνῳ νεφέλην καὶ δρόσον ἀποστελεῖ καὶ πνεῦμα διασυρίζον, ὡς μηδὲ τῶν λογι σμῶν σου καὶ τῆς συνειδήσεως ἅψασθαι τὸ πῦρ·
000-00-00 Serial Number=0821061969
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00668]  ἐπεὶ καὶ οἱ παῖδες οἱ τρεῖς καὶ ἱερῶν ἀποσπασθέντες καὶ ναοῦ καὶ θυσιαστηρίου καὶ τῆς ἄλλης ἁπάσης τῆς κατὰ νόμον ἐπιμελείας καὶ ἐν μέσῃ βαρβάρων χώρᾳ ἀποληφθέντες, μετὰ πολλῆς τῆς ἀκριβείας τὸν νόμον διετήρησαν·
 [00724]  οὐδέ, ἐπειδὴ ξένος ἦν, ῥᾳθυμότερος περὶ τὴν φιλοξενίαν ἐγένετο, ἀλλ' ὁ ξένος ἐν ξένῃ ἔργον τοῦτο ἐποίει, τὸ διηνεκῶς ἐν μεσημβρίᾳ μέσῃ τοὺς παριόντας ὑποδέχεσθαι καὶ θεραπεύειν.
 [00967]  τὸν δὲ σταυρὸν ἐν μέσῃ τῇ πόλει, ἐν μέσῃ τῇ ἑορτῇ, ἐν μέσῳ τῷ δήμῳ τῶν Ἰουδαίων, ἑκατέρων τῶν δικαστηρίων παρόντων, Ῥωμαϊκῶν τε καὶ Ἰουδαϊκῶν, τῆς ἑορτῆς πάντας συναγούσης, ἐν ἡμέρᾳ μέσῃ, ἐν κοινῷ τῆς οἰκουμένης θεάτρῳ ὑπέμεινε.
 [01061]  ἐν μέσῃ βαρβάρων χώρᾳ οὐκ ἀφῆκεν ὁ Θεὸς καὶ μάγους τὰ αὐτῶν ἐπιδείξασθαι;
000-00-00 Serial Number=0996145785
Ad populum Antiochenum Ante [Go Back]  
 [00269]  Ὥσπερ γὰρ ἕφθην εἰπὼν, οὐχ οὕτως ἐφαίνετο τοῖς ἀνθρώποις πάντα τὸν πλοῦτον περιβεβλημένος ἐκεῖνον, ὡς ὅτε καθάπερ ἱμάτιον ῥίψας αὐτὸν, γυμνὸς ἐδείχθη, ὥσπερ ἐν θεάτρῳ, μέσῃ τῇ οἰκουμένῃ, καὶ πάντες αὐτοῦ τὴν εὐεξίαν τῆς ψυχῆς ἐξεπλάγησαν·
 [00433]  Κἂν ἀκούσῃς τινὸς ἐν ἀμφόδῳ, ἢ ἐν ἀγορᾷ μέσῃ βλασφημοῦντος τὸν Θεὸν, πρόσελθε, ἐπιτίμησον, κἂν πληγὰς ἐπιθεῖναι δέῃ, μὴ παραιτήσῃ·
000-00-00 Serial Number=0451057911
Adversus Judaeos Ante [Go Back]  
 [02035]  εἶτα ἐμπρησθέντος τούτου, καὶ πάντων ἀχθέντων εἰς Βαβυλῶνα, πάλιν Ἰεζεκιὴλ καὶ ∆ανιὴλ οὐ τὰ ἅγια τῶν ἁγίων ὁρῶντες, οὐ παρὰ τὸν βωμὸν ἑστῶτες, ἀλλ' ἐν μέσῃ χώρᾳ βαρβάρων, [48.910] μεταξὺ παρανόμων καὶ ἀκαθάρτων ὄντες ἀνθρώπων, πνεύματος ἐπληροῦντο, καὶ τὰ μέλλοντα προὔλεγον, καὶ πολλῷ τῶν προτέρων καὶ πλείονα καὶ παραδοξότερα εἶπον πράγματα, καὶ ὄψιν ἐθεάσαντο θείαν, ὡς αὐτοῖς δυνατὸν ἦν ἰδεῖν.
000-00-00 Serial Number=0833330810
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01036]  σὺ δὲ τὸν υἱὸν τὸν σὸν νέον ὄντα ἐν Αἰγύπτῳ μέσῃ, μᾶλλον δὲ ἐν μέσῃ τῇ παρατάξει τοῦ διαβόλου στρεφόμενον, οὐδενός τι χρήσιμον συμβουλεύοντος ἀκούοντα, πάντας ἐπὶ τἀναντία αὐτὸν ἄγοντας ὁρῶντα, καὶ πάντων μᾶλλον τοὺς γεννησαμένους καὶ θρεψαμένους, οἴει δυνήσεσθαι διαδῦναι τὰς τοῦ διαβόλου παγίδας;
000-00-00 Serial Number=0382984281
Contra Anomoeos Ante [Go Back]  
 [00014]  Ὁμοίως ἐστὶ παράδοξον ἐν τῷ μέρει τῆς πόλεως ταύτης τὴν Ἐκκλησίαν ταύτην πεφυτευμένην ἰδεῖν, ὥσπερ ἂν εἴ τις ἐν μέσῃ καμίνῳ θάλλουσαν ἐλαίαν, καὶ τοῖς φύλλοις κομῶσαν, καὶ τῷ καρπῷ βριθομένην ἴδοι.
000-00-00 Serial Number=0832107365
Contra ludos et theatra Ante [Go Back]  
 [00019]  τῶν μὲν ἄνω τοιαῦτα ἀσχημονούντων, τῶν δὲ κάτω ἐν μέσῃ τῇ ἀγορᾷ ἡνιόχους κροτούντων, καὶ χαλεπώτερα ἐκείνων βοώντων.
000-00-00 Serial Number=0627987623
Contra theatra Ante [Go Back]  
 [00103]  Κοινὸν ἦν ἡ σκηνὴ τοῖς ὁδεύουσιν οἰκητήριον, μία πάντων ξένων ἄφθονος ἑστία, πάσης τῆς οἰκουμένης πανδοχεῖον ἄμισθον, οὐκ ἐν παραβύστῳ κειμένη, ἵνα λάθῃ τὸ κέρδος τῆς ἀναπαύσεως, ἀλλ' ἐν ἐρήμῳ μὲν, ἐν ὁδῷ δὲ μέσῃ, καὶ κοινῷ σχεδὸν πάσης τῆς Παλαιστίνης ἀφετηρίῳ.
000-00-00 Serial Number=0498098314
De Anna i Ante [Go Back]  
 [00500]  Ὁ μέλλων εἰς εὐχὴν τρέπεσθαι, οὐδὲν ἄτοπον τολμᾷ φθέγξασθαι, οὐδὲ ἐν μέσῃ τραπέζῃ·
000-00-00 Serial Number=0052011847
De Lazaro Ante [Go Back]  
 [00303]  Ὅταν γὰρ ἐννοήσῃς, ὅτι ἐν κρυμῷ ἐσχάτῳ, ἐν νυκτὶ μέσῃ, σοῦ καθεύδοντος ἐπὶ κλίνης, ὁ πένης ἐπὶ στιβάδος ἔῤῥιπται ἐν τοῖς τῶν βαλανείων προπυλαίοις, καλάμην περιβεβλημένος, τρέμων, πηγνύμενος τῷ κρύει, ἀγχόμενος τῷ λιμῷ·
 [01311]  Εἰ γὰρ ἄρχοντος ἐν ἀγορᾷ μέσῃ κατάδικον ἀγαγόντος, καὶ δημίους περιστήσαντος, καὶ καταξαίνοντος τὸν ὑπεύθυνον, μετὰ πολλῆς τῆς προθυμίας συντρέχουσιν ἅπαντες ἀκοῦσαι βουλόμενοι, τί μὲν ὁ [48.1008] δικαστὴς ἐρωτᾷ, τί δὲ ὁ κατάδικος ἀποκρίνεται·
 [02168]  Καθάπερ γὰρ ἐν τῷ θεάτρῳ τούτῳ ἐν μεσημβρίᾳ μέσῃ παραπετάσματα γίνεται, καὶ εἰσέρχονται πολλοὶ τῶν σκηνικῶν, ὑποκρινόμενοι, προσωπεῖα ἐν τῇ ὄψει ἔχοντες, καὶ μῦθον παλαιὸν ἀπαγγέλλοντες, καὶ τὰ πράγματα διηγούμενοι, καὶ ὁ μὲν γίνεται φιλόσοφος, οὐκ ὢν φιλόσοφος, ὁ δὲ γίνεται βασιλεὺς, οὐκ ὢν βασιλεὺς, ἀλλὰ σχῆμα ἔχων διὰ τῆς ὑφηγήσεως·
000-00-00 Serial Number=0085034430
De Susanna Ante [Go Back]  
 [00024]  Ἔστι γὰρ ἡ ψυχὴ, καθάπερ παρθένος ἐν θαλάμῳ τινὶ, ἐν μέσῃ τῇ καρδίᾳ ἡσυχάζουσα, καὶ ὑπὸ τῶν πέντε αἰσθήσεων, ὥσπερ ὑπό τινων θεραπαινίδων, δορυφορουμένη.
000-00-00 Serial Number=0339177132
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00002]  Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, τῇ μέσῃ ἑβδομάδι τῶν νηστειῶν.
000-00-00 Serial Number=0204617679
De beato Philogonio Ante [Go Back]  
 [00034]  Ὄντως θαυμαστή τίς ἐστιν ἡ πανήγυρις, καὶ τὸ δὴ πάντων μεῖζον, ὅτι ἐν μέσῃ τῇ πανηγύρει στρέφεται τούτων ἁπάντων ὁ βασιλεύς·
000-00-00 Serial Number=0662190080
De consubstantiali Ante [Go Back]  
 [00023]  καὶ γὰρ ἐκεῖνοι τῶν λοιπῶν καθευδόντων ἁπάντων ἐπὶ τῶν οἰάκων καθήμενοι, οὐ μόνον τὰς ἐν τοῖς ὕδασι περισκοποῦσιν ὁδοὺς, ἀλλὰ καὶ πρὸς τὸν οὐρανὸν ἐκ τοσούτου βλέποντες τοῦ διαστήματος, ὥσπερ τινὸς χειρὸς τῆς τῶν ἄστρων πορείας χειραγωγούσης αὐτοὺς, μετὰ ἀσφαλείας τὸ σκάφος ἰθύνουσι, καὶ οὐδεὶς ἰδιώτης τὸ πέλαγος οὕτως ἀδεῶς ἐν ἡμέρᾳ δύναιτ' ἂν πλεῦσαι ὡς ἐκεῖνοι μεθ' ἡσυχίας ἁπάσης ἐν μέσῃ νυκτὶ, ὅτε φοβερωτέρα ἡ θάλασσα φαίνεται, ἐγρηγορότες ἀταράχως τὴν ἑαυτῶν ἐπιδείκνυνται τέχνην, καὶ οὐχὶ τὰς ἐν τοῖς ὕδασιν ἀτραποὺς μόνον, οὐδὲ τῶν ἄστρων τοὺς δρόμους, ἀλλὰ καὶ ἀνέμων ἐξόδους περισκοποῦσι, καὶ τοσαύτη τῶν ἀνδρῶν ἐκείνων ἐστὶν ἡ σοφία, ὡς πολλάκις πνεύματος ῥύμην σφοδρότερον ἐμπεσοῦσαν, καὶ μέλλουσαν περιτρέπειν τὸ πλοῖον, ταῖς πυκναῖς τῶν ἱστίων μεταβολαῖς δεχομένους εὐστόχως ἅπαντα λῦσαι τὸν κίνδυνον, καὶ ταῖς βιαίοις τῶν ἀνέμων ἐμβολαῖς τὴν αὐτῶν ἀντιστήσαντας τέχνην, ἐξαρπάσαι τοῦ κλυδωνίου τὸ σκάφος.
000-00-00 Serial Number=0315290749
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00049]  Ἂν δὲ καὶ πέρα τῆς οὐσίας ἀναλώσας δέηται καὶ ἀπὸ ποδῶν ἐξαρθεὶς ἐν μέσῃ ἐπαιτῆται τῇ ἀγορᾷ, εἶτα τῶν τότε προστάτην βοώντων μηδεὶς παραγίνηται μηδὲ χεῖρα ὀρέγῃ, ἀλλὰ καὶ εὐφραίνωνται τοῖς γινομένοις καὶ γὰρ καὶ τότε, ὅτε εὐφήμουν, καὶ τῷ φθόνῳ ἐδάκνοντο καὶ παραμυθίαν ἡγοῦντο τῶν οἰκείων κακῶν τὸ ἐκεῖνον, τὸν οὕτω γενόμενον λαμπρόν, πάντων ἀτιμότερον μέλλειν ἔσεσθαι , ὅταν οὖν μηδεὶς παραγίνηται μηδὲ χεῖρα ὀρέγῃ, τί τούτων ἐλεεινότερον;
000-00-00 Serial Number=0716035128
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00116]  Ἀλλ' οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ διέτριβεν, ἀκρίδας μὲν καὶ μέλι ἄγριον οὐ σιτούμενος, πολὺ δὲ εὐτελεστέραν ταύτης παρατιθέμενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπουδήν.
000-00-00 Serial Number=0121162832
De mutatione nominum Ante [Go Back]  
 [00312]  Οὐχ ὁρᾶτε τοὺς Ὀλυμπιακοὺς ἀθλητὰς εἰς μέσον τοῦ θεάτρου ἑστῶτας, ἐν μεσημβρίᾳ μέσῃ καθάπερ ἐν καμίνῳ τῷ σκάμματι καὶ γυμνῷ τῷ σώματι τὴν ἀκτῖνα δεχομένους, ὥσπερ τινὰς ἀνδριάντας χαλκοῦς καὶ ἡλίῳ καὶ κονιορτῷ καὶ πνίγει μαχομένους, ἵνα τὴν τοσαῦτα ταλαιπωρήσασαν κεφαλὴν φύλλοις δάφνης ἀναδήσωνται;
 [00409]  δεύτερον δὲ μετ' ἐκεῖνο, διὰ τί τούτων οἱ μὲν ἐν μέσῃ τῇ ἡλικίᾳ μετωνομάζοντο, οἱ δὲ ἐξ ἀρχῆς, καὶ πρὸ αὐτῶν τῶν ὠδίνων.
 [00410]  Τὸν μὲν γὰρ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ἐν μέσῃ τῇ ἡλικίᾳ μετωνόμασεν ὁ Χριστός·
 [00418]  οὕτω καὶ ἐν τῇ Παλαιᾷ ὁ μὲν Ἀβραὰμ καὶ Ἰακὼβ ἐν μέσῃ τῇ ἡλικίᾳ μετωνομάζοντο·
 [00428]  δεύτερον δὲ μετ' ἐκεῖνο, τί δήποτε οἱ μὲν ἐν μέσῃ τῇ ἡλικίᾳ, οἱ δὲ πρὸ αὐτῶν τῶν ὠδίνων, καὶ ταῦτα μὲν ἐν ἑκατέραις ∆ιαθήκαις.
 [00794]  ἀλλ' ἐν αὐτῇ τῇ ἀκμῇ τῆς μανίας αὐτὸν ἐχειρώσατο, ἵνα δείξῃ τὴν ἑαυτοῦ δύναμιν, ὅτι ἐν μέσῃ τῇ βακχείᾳ τότε ἐκείνῃ ζέοντος ἔτι τοῦ θυμοῦ κρατεῖ καὶ περιγίνεται τοῦ διώκτου.
000-00-00 Serial Number=0021197200
De prophetiarum obscuritate Ante [Go Back]  
 [00158]  καὶ τὰ τῶν κινδύνων οὐκ ἦν ἄδηλα, ἀλλ' ἐν μέσῃ παγίδι ἡ πόλις ἦν τότε Ἱερουσαλὴμ, ὡπλισμένων ἁπάντων καὶ περιεστώτων ἔξωθεν·
000-00-00 Serial Number=0162341654
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00199]  Καὶ καθάπερ οἰκίας ἐν μέσῃ νυκτὶ πυρπολουμένης, οἱ καθεύδοντες ἔνδον, ἐπειδὰν αἴσθωνται τοῦ θορύβου, ταχέως ἐξαλλόμενοι τῆς κλίνης ἐκπηδῶσι τῶν προθύρων τῆς οἰκίας, οὐδὲν τῶν ἔνδον λαβόντες·
000-00-00 Serial Number=0652665615
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02271]  ἀλλ' ἐν μεσημβρίᾳ μέσῃ, καθάπερ ἐν πυκνοτάτῃ νυκτὶ περιεστοιχισμένος, οὕτω τὰς ὄψεις πεπήρωται·
 [04595]  Ὑπογράψατε τοίνυν τὸν ἀθλητὴν καὶ ὑμεῖς ἑαυτοῖς, καὶ νομίσατε βλέπειν τὴν κοπρίαν ἐκείνην, καὶ αὐτὸν ἐν μέσῃ τῇ κοπρίᾳ καθήμενον, τὸν ἀνδριάντα τὸν χρυσοῦν, τὸν διάλιθον, τὸν πῶς εἴπω οὐκ οἶδα.
 [06343]  ἀλλ' οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ διέτριβεν, ἀκρίδας μὲν καὶ μέλι ἄγριον οὐ σιτούμενος, πολὺ δὲ εὐτελεστέραν ταύτης παρατιθέμενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπουδήν.
 [07579]  Ἀλλ' οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ, καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ, διέτριβεν, ἀκρίδας μὲν καὶ μέλι ἄγριον οὐ σιτούμενος, πολὺ δὲ εὐτελεστέραν ταύτης παρατιθέμενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπουδήν.
 [08654]  ∆εύτερον δὲ, ὅτι οὐκ ἐν νυκτὶ ἐφαίνετο, ἀλλ' ἐν ἡμέρᾳ μέσῃ, ἡλίου λάμποντος.
 [09231]  Ἀλλ'οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ, καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ, διέτριβεν, ἀκρίδας μὲν καὶ μέλι ἄγριον μὴ σιτούμενος, πολὺ δὲ εὐτελεστέραν ταύτης παρατιθέμενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπουδήν.
000-00-00 Serial Number=0127921760
Epistula ad Cyriacum Ante [Go Back]  
 [00099]  Ἑορτὴ γὰρ ἦν περι φανὴς ἡ πάντας συνάγουσα καὶ μητρόπολις ἡ τὸ δρᾶμα τῆς παρανομίας δεξαμένη καὶ ἐν μεσημβρίᾳ μέσῃ.
 [00437]  Καὶ ἐν μεσημβρίᾳ μέσῃ νύκτα μιμεῖται βαθεῖαν.
000-00-00 Serial Number=0800969243
Epistulae Ante [Go Back]  
 [00815]  ἀλλ' ἐν μέσῃ μαινομένῃ θαλάττῃ μετὰ γαλήνης ἔπλευσας·
 [01773]  ἀλλ' ἐν μέσῃ μαινομένῃ θαλάττῃ μετὰ γαλήνης ἔπλευσας·
 [02382]  Ὅσοι γὰρ νέοι κομιδῆ ἐν μέσῃ νυκτὶ πολλάκις καὶ κρυμῷ πάντα πηγνύντι ἀθρόον τῆς οἰκίας ἐκπηδῆσαι ἠναγκάσθησαν, ὥσπερ τινὸς καπνοῦ τοῦ φόβου τῆς [52.688] φήμης αὐτοὺς ἐλαύνοντος, οὐκ ἐδεήθησαν μαχαίρας Ἰσαυρικῆς εἰς τὸ καταλῦσαι τὸν βίον, ἀλλ' ἐν τῇ χιόνι παγέντες, οὕτως ἀπέπνευσαν, καὶ γέγονεν αὐτοῖς τῆς τοῦ θανάτου φυγῆς ἡ πρόφασις θανάτου πρόφασις χαλεπωτάτου·
000-00-00 Serial Number=0672879040
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00205]  Ἑορτὴ γὰρ ἦν περιφανὴς ἡ πάντας συνάγουσα καὶ μητρόπολις ἡ τὸ δρᾶμα τῆς παρανομίας δεξαμένη καὶ ἐν μεσημβρίᾳ μέσῃ.
 [00341]  Τοὺς δὲ χωρὶς παρθενίας εἰσελθόντας, ἐπειδὴ ταύτην ἦσαν περιβεβλημένοι, μετὰ πολλῆς ὑπεδέξατο τῆς τιμῆς, «εὐλογημένους τε τοῦ Πατρὸς» ὀνομάζων καὶ πρὸς ἐαυτὸν καλῶν καὶ τῆς βασιλείας τὴν κληρονομίαν αὐτοῖς χαριζόμενος καὶ ἐν μέσῃ ἀνακηρύττων τῇ οἰκουμένῃ·
 [00661]  οὔτε γὰρ βαδίζειν ἦν εἰς τοσαύτην δυσχωρίαν καὶ ὄρη χαλεπὰ ἐν νυκτὶ μέσῃ.
 [00771]  Ὅ τε γὰρ ἥλιος, ἥ τε τοῦ ἀέρος φύσις τούτου τοῦ διειδοῦς τοῖς οὕτω διακειμένοις παρενοχλεῖν δοκεῖ καὶ ἐν μεσημβρίᾳ μέσῃ νύκτα μιμεῖται βαθεῖαν.
000-00-00 Serial Number=0821492910
Expositiones in Psalmos Ante [Go Back]  
 [04041]  ∆ιὰ τοῦτο ἀεὶ πέτεται καὶ μετανίσταται, τὰς ἐρήμους διώκων καὶ τὰ ὄρη, ἐν σκοτομήνῃ διάγων, καὶ παχὺ σκότος ἐν μεσημβρίᾳ μέσῃ ἔχων, καὶ δόλους ῥάπτων.
 [05804]  ∆ιὰ τοῦτο ἀεὶ πέτεται καὶ μετανίσταται, τὰς ἐρήμους διώκων καὶ τὰ ὄρη, ἐν σκοτομήνῃ διάγων, καὶ παχὺ σκότος ἐν μεσημβρίᾳ μέσῃ ἔχων, καὶ δόλους ῥάπτων.
 [06252]  Εἰ γὰρ ὁ Παῦλος μάστιγας ἔχων ἀφορήτους ἐπικειμένας, καὶ ξύλῳ προσδεδεμένος, καὶ δεσμωτήριον οἰκῶν, ἐν μέσῃ νυκτὶ, ὅτε μάλιστα γλυκὺς ὁ ὕπνος ἐφίσταται πᾶσι, μετὰ τοῦ Σίλα διετέλει τὸν Θεὸν ὑμνῶν, καὶ οὔτε ἀπὸ τοῦ τόπου, οὔτε ἀπὸ τοῦ καιροῦ, οὔτε ἀπὸ τῆς φροντίδος, οὔτε ἀπὸ τῆς τυραννίδος τοῦ ὕπνου, οὔτε ἀπὸ τῆς ἀλγηδόνος τῶν πόνων ἐκείνων, οὔτε ἄλλοθεν οὐδαμόθεν ἠναγκάσθη καθυφεῖναι τῆς μελῳδίας·
000-00-00 Serial Number=0770121515
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00050]  οὐ τῶν πρὸ αὐτοῦ τι μαθὼν, οὐ τὰ μετ' αὐτὸν ἐσόμενα διδαχθεὶς, ἀλλ' ἐν μέσῃ τῇ Περσῶν χώρᾳ τεχθεὶς καὶ τραφεὶς, οὕτως ἀθρόον ἐφιλοσόφησεν, ὡς καὶ τῆς Καινῆς πολλὰ προλαβεῖν ἐπιτάγματα, καὶ διὰ τῶν ἔργων ἐπιδείξασθαι.
 [00178]  Ἐπειδὴ γὰρ ἐδέξαντο τὸ κήρυγμα, καὶ φιλόσοφοι καὶ μάρτυρες ζῶντες ἀθρόον γίνονται, κατατολμῶντες θανάτου, καταφρονοῦντες κινδύνων, ὑπερορῶντες τῆς παρούσης ζωῆς, ἐν παῤῥησίᾳ ἀνακηρύττοντες ὅπερ ἔμαθον, ἐν μέσῳ δήμῳ καὶ μέσῃ πόλει τὸν τεχθέντα ἀναγορεύοντες.
000-00-00 Serial Number=0678325057
In Acta apostolorum Ante [Go Back]  
 [00370]  Καίτοιγε ὁ εὐνοῦχος ἐκεῖνος, καὶ βάρβαρος ὢν καὶ ὁδοιπορῶν, καὶ ἐν μέσῃ λεωφόρῳ ὢν, καιρὸν οὐκ ἐζήτησεν·
000-00-00 Serial Number=0878946364
In Eutropium Ante [Go Back]  
 [00069]  ἀλλ' ἐν μεσημβρίᾳ μέσῃ, καθάπερ ἐν πυκνοτάτῃ νυκτὶ, περιεστοιχισμένος οὗτος τὰς ὄψεις πεπήρωται.
000-00-00 Serial Number=0938886642
In Isaiam Ante [Go Back]  
 [00789]  ὥσπερ οὖν τοὐναντίον οἱ παραβαίνοντες καὶ πρὸ τῆς κολάσεως ἐν αὐτῷ τῷ παραβαίνειν δίκην διδόασι, τῶν ἐν σκότει καθημένων ἀθλιώτερον διακείμενοι, φόβου καὶ τρόμου καὶ πονηροῦ γέμοντες συνειδότος καὶ ἐν μεσημβρίᾳ μέσῃ δεδοικότες καὶ τρέμοντες ἅπαντας, τοὺς συνειδότας, τοὺς οὐδὲν συνειδότας.
 [01437]  οὗτοι δὲ ἐν μέσαις ταῖς ἀγοραῖς, ἐν μέσῃ τῇ πόλει, ἐν αὐτοῖς τοῖς δικαστηρίοις τὰ ἐκείνων παρηνόμουν.
 [01838]  Σκότος δὲ ἐνταῦθά φησι τὸ ἀπὸ τῆς συμφορᾶς αὐτοῖς ἐγγινόμενον, οὐχ ὡς τῆς ἀκτῖνος ἀφανιζομένης, ἀλλὰ τῆς διαθέσεως τῶν πασχόντων ἐν μέσῃ τῇ μεσημβρίᾳ ἀντὶ φωτὸς σκότος ὁρώντων·
000-00-00 Serial Number=0461153209
In Joannem Ante [Go Back]  
 [05773]  ἡμέρᾳ μέσῃ, καὶ λέγει καὶ ἀκούει πάντα μετὰ μακροθυμίας πολλῆς, καὶ οὐδὲν ἐννοεῖ τι τοιοῦτον οἷον εἰκὸς Ἰουδαίους εἰπεῖν, ὅτι Μαίνεται καὶ ἐξέστηκεν οὗτος, προσέδησέ με πηγῇ καὶ φρέατι, παρέχων μὲν οὐδὲν, φυσῶν δὲ τοῖς ῥήμασιν·
 [05777]  τίνος ἡμεῖς τευξόμεθα συγγνώμης, οἱ καὶ εἰδότες αὐτὸν, καὶ μήτε ὄντες παρὰ φρέαρ, μήτε ἐν ἐρημίᾳ, μήτε ἐν ἡμέρᾳ μέσῃ, μήτε ἀκτῖνος καιούσης·
000-00-00 Serial Number=0725591302
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00263]  Ἐν μεσημβρίᾳ μέσῃ.
000-00-00 Serial Number=0626063645
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01303]  καὶ γὰρ ἐφ' ὑψηλοῦ ἐκρέματο τοῦ ἰκρίου, καὶ ἐν ἡμέρᾳ μέσῃ, καὶ ἐν μητροπόλει, καὶ ἐν ἑορτῇ μεγίστῃ, ἐν ᾗ μάλιστα οὐκ ἐνῆν τινα ἀπολειφθῆναι·
000-00-00 Serial Number=0280786753
In epistulam ad Ephesios Ante [Go Back]  
 [02388]  Εἰ γὰρ αὐτὸς ἐν δεσμωτηρίῳ καὶ ἐν νυκτὶ οὐκ ἐσίγησεν, οὐδὲ ἐν μάστιξιν, ἐγὼ σιγήσομαι καθήμενος ἡμέρας οὔσης, μετὰ πολλῆς τῆς ἀνέσεως φθεγγόμενος, τῶν δεδεμένων, τῶν μεμαστιγωμένων, τῶν ἐν μέσῃ νυκτὶ τοῦτο μὴ παθόντων;
000-00-00 Serial Number=0935697019
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00260]  Ὃ καὶ ἐν μέσῃ τῇ Ἐπιστολῇ δηλῶν ἔλεγε·
 [00861]  ὁ μαστιχθεὶς καὶ δεθεὶς, καὶ μηδὲν τῆς παῤῥησίας ἑλόμενος καθυφεῖναι, καὶ ταῦτα ἐν ἀρχῇ τοῦ κηρύγματος, ἐν μέσῃ τῇ μητροπόλει, ἔνθα τοσοῦτος κίνδυνος ἦν, πῶς ἂν μετὰ τοσοῦτον χρόνον ἐν Ἀντιοχείᾳ, ἔνθα οὔτε κίνδυνος ἦν, καὶ πολὺ λαμπρότερος αὐτὸς ἐγεγόνει, τὴν ἀπὸ τῶν πραγμάτων μαρτυρίαν ἔχων, τοὺς ἐξ Ἰουδαίων πιστεύσαντας ἔδεισεν ἄν;
000-00-00 Serial Number=0051227450
In epistulam ad Philemonem Ante [Go Back]  
 [00388]  Καὶ οἱ τρεῖς παῖδες ἐν πυρὶ ἦσαν, καὶ ἐν μέσῃ τῇ καμίνῳ, καὶ τί ἔλεγον;
000-00-00 Serial Number=0651352465
In epistulam ad Philippenses Ante [Go Back]  
 [02712]  ἐκεῖνος δὲ ἐξαίφνης ἐν μέσαις ταῖς θυσίαις, ἐν μέσῃ τῇ θεραπείᾳ τῇ πρὸς τὸν Θεόν·
000-00-00 Serial Number=0448328495
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00075]  Νῦν δὲ τοὺς ὀφθαλμοὺς τῆς καρδίας καμμύσαντες, οὔτε τὸν λαμπροφόρον τῆς εὐσεβείας ἐν μέσῃ τῇ γῇ ἑστῶτα, καὶ τὴν πίστιν ἀστράπτοντα ὁρῶντες, πρὸς αὐτὸν καταφεύγουσιν·
000-00-00 Serial Number=0952847183
In illud Ignem veni mittere in terram Ante [Go Back]  
 [00067]  Πλάσας ἐξ ἀρχῆς τὸν ἄνθρωπον ἐκ γῆς, σπινθῆρα θεῖον πυρὸς ἐν μέσῃ αὐτοῦ τῇ καρδίᾳ ᾤκισα, πρὸς τὸ διὰ πυρὸς ἔχε σθαι αὐτὸν τῆς πρὸς Θεὸν ἀγάπης.
000-00-00 Serial Number=0690450788
In illud In faciem ei restiti Ante [Go Back]  
 [00289]  Οὐ γὰρ ἂν τὸν οὕτω φαινόμενον, καὶ θυμῷ ζέοντα, καὶ φόνου πνέοντα, καὶ θαυματουργοῦντι μὴ πεισθέντα τῷ Χριστῷ, μηδὲ τοῖς ἀποστόλοις τοῖς ἐκείνου, νε κροὺς ἐγείρασιν, ἴσχυσεν ἄν ποτε ἄνθρωπος ἐν αὐτῇ μέσῃ τῇ μανίᾳ μεταθεῖναι, καὶ τὴν ὑπερβολὴν, ἣν κατὰ τοῦ κηρύγματος ἐπεδείκνυτο, ταύτην ὁλόκλη ρον καὶ πολλῷ πλείονα πεῖσαι πάλιν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἐπιδείξασθαι·
000-00-00 Serial Number=0911660969
In illud Pater si possibile est Ante [Go Back]  
 [00105]  ἵνα ἐκεῖνος ἐκ τῶν τοιούτων ταπεινῶν μου ῥημάτων νομίσας με ἄνθρωπον εἶναι δειλὸν, φεύγοντα τὸν θάνατον, σπεύσῃ ἐν μέσῃ τῇ γῇ στῆσαι τὸ ξυλοπαγὲς μυστήριον τοῦ σταυροῦ, ὡς νομίζει, κατ' ἐμοῦ.
000-00-00 Serial Number=0383467436
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00061]  Τότε τὸ σκότος τὴν οἰκουμένην κατελάμβανε, καὶ νὺξ ἐν ἡμέρᾳ μέσῃ ἐφαίνετο·
000-00-00 Serial Number=0249237001
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00092]  Τῶν τριῶν παίδων ἀναμνῆσαι αὐτοὺς βούλομαι τῶν ἐν τῇ καμίνῳ καὶ ἐν τῇ φλογὶ, οἳ πανταχόθεν αὐτοῖς περιτρέχον τὸ πῦρ ὁρῶντες, καὶ τῷ στόματι καὶ τοῖς ὀφθαλμοῖς, καὶ αὐτῇ περικεχυμένον τῇ ἀναπνοῇ, οὐκ ἐπαύσαντο τὸν ἱερὸν καὶ μυστικὸν ἐκεῖνον ὕμνον ᾄδοντες τῷ Θεῷ μετὰ τῆς κτίσεως, ἀλλὰ τῶν ἐν λειμῶνι διατριβόντων, ἐν μέσῃ τότε ἑστῶτες τῇ πυρᾷ, προθυμότερον τὴν εὐφημίαν τῷ κοινῷ τῶν ὅλων ἀνέπεμπον ∆εσπότῃ·
 [00095]  Καὶ ἀπὸ τῶν λάκκων ἀναβὰς, εἰσαγαγεῖν εἰς τὸ δεσμωτήριον βούλομαι τούτους τοὺς τὸ καῦμα προβαλλομένους, καὶ δεῖξαι τὸν Παῦλον ἐκεῖ καὶ τὸν Σίλαν τῷ ξύλῳ προσδεδεμένους, μωλώπων γέμοντας καὶ τραυμάτων, τῷ πλήθει τῶν πληγῶν ἅπαν καταξανθέντας τὸ σῶμα, ἐν μέσῃ τῇ νυκτὶ τὸν Θεὸν ὑμνοῦντας, καὶ τὴν ἱερὰν ἐκείνην παννυχίδα ἐπιτελοῦντας.
000-00-00 Serial Number=0745861411
In illud Vidi dominum Ante [Go Back]  
 [01156]  ἐπειδάν τινα λάβῃ τῶν ἁμαρτανόντων, ἐφ' ὑψηλοῦ τοῦ κηρύγματος αὐτὸν προτίθησιν, οὐκ ἐν μέσαις ἀγοραῖς, ἀλλ' ἐν μέσῃ τῇ γῇ·
000-00-00 Serial Number=0161688864
In principium Actorum Ante [Go Back]  
 [00403]  οὕτω δὴ καὶ τὸ ῥῆμα τοῦτο, καθάπερ πύργον ὑψηλὸν ἐν μέσῃ τῇ οἰκουμένῃ μετὰ ἀσφαλείας τετειχισμένον, οἱ Ἕλληνες πανταχόθεν βάλλοντες, αὐτόν τε ἰσχυρὸν ἀπέφηναν, τὴν δὲ ἑαυτῶν καταλύσαντες ἰσχὺν, οὕτως ἀπέθανον.
000-00-00 Serial Number=0634604454
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00042]  Τρίτον γὰρ ἐναυάγησεν ἡ ἀνθρωπότης, ἅπαξ ἐν τῷ παραδείσῳ διὰ τῆς παραβάσεως, δεύτερον πάλιν ἐν τῷ κατακλυσμῷ Νῶε, τρίτον μετὰ τὸ δέξασθαι τὸν νόμον πρὸς τὴν εἰδωλολατρείαν ἐξέπεσεν ὁ λαὸς, ἕως οὗ ἐλθὼν ὁ τῶν ψυχῶν ἡμῶν κυβερνήτης Χριστὸς, στήσας τὸ ἱστίον τοῦ σταυροῦ ἐν μέσῃ τῇ γῇ, ἀχείμαστον ἡμῖν τὸν εἰς οὐρανόπολιν πλοῦν οἰκονόμησεν.
000-00-00 Serial Number=0742163837
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00249]  ὁ πένης οὗτος ὡς οὐδεὶς ἕτερος πένης ὤν, καὶ οὐχὶ πένης μόνον ἀλλὰ καὶ ἀσθενὴς καὶ μηδένα ἔχων τὸν προστησόμενον καὶ παρακαλέσοντα, ἀλλὰ ἐν μέσῃ τῇ πόλει καθάπερ ἐν ἐσχάτῃ κείμενος ἐρημίᾳ καὶ λιμῷ τηκόμενος πικροτάτῳ καὶ πάντα ὁρῶν ἐκείνῳ καθάπερ ἐκ πηγῶν ἐπιρρέοντα καὶ ἀνθρωπίνης μὲν οὐδεμιᾶς ἀπολαύων παραμυθίας, ταῖς δὲ τῶν κυνῶν γλώσσαις προκείμενος τράπεζα διηνεκής οὕτω γὰρ ἦν τὸ σῶμα παρειμένος καὶ διαλελυμένος, ὡς μηδὲ ἐκείνους ἀποσοβεῖν δύνασθαι τί οὐκ ἂν ἔπαθεν εἰ μὴ σφόδρα γενναῖος καὶ φιλόσοφος ἦν;
 [00378]  Καὶ οὔτε ναόν πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ οὔτε θυσιαστήριον, οὐ πατρίδα, οὐχ ἱερέας, οὐ προφήτας ἔχοντες, ἐν ἀλλοτρίᾳ καὶ βαρβάρῳ χώρᾳ, ἐν αὐτῇ μὲν μέσῃ τῇ καμίνῳ, μεταξὺ τοῦ στρατοπέδου παντὸς ἐκείνου, αὐτοῦ τοῦ βασιλέως τοῦ ταῦτα ἐργαζομένου θεωροῦντος, λαμπρὸν ἀνεστήσαντο τρόπαιον καὶ περιφανῆ νίκην ἤραντο, τὴν θαυμαστὴν ἐκείνην καὶ παράδοξον ᾄσαντες ᾠδήν, τὴν καὶ μέχρι τοῦ νῦν ἐξ ἐκείνου πανταχοῦ τῆς οἰκουμένης ᾀδομένην καὶ αἰσθησομένην δὲ καὶ εἰς τὰς μετὰ ταῦτα γενεάς.
 [00406]  Οὗτοι δὲ ἐν βαρβάρῳ μέσῃ, ἐν πολεμίᾳ γῇ, ἐν οἰκίᾳ τυραννικῇ στρεφόμενοι, πάσης ἐκείνης τῆς ἐπιμελείας ἐστερημένοι, ἀπαγόμενοι, καιόμενοι, οὐ μόνον ἐντεῦθεν οὐδὲν παρεβλάβησαν, οὐ μικρόν, οὐ μέγα, ἀλλὰ καὶ μειζόνως διέλαμψαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»