Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μακάριον [127]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μακάριον


000-00-00 Serial Number=0204384863
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00369]  Ὅτι δὲ προαίρεσιν πρότερον ἐξετάσας, οὕτω τὴν χάριν ἔδωκεν ὁ Θεὸς πρὶν ἤ τι θαυμαστὸν ἐπιδείξασθαι τὸν μακάριον ἐκεῖνον, ἄκουσον τί περὶ αὐτοῦ φησι·
000-00-00 Serial Number=0383469582
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01308]  ∆ευτέρα μὲν οὖν οὐκ ἔφθασεν ἡμέρα, καὶ τῆς προτέρας ἑτέρα χαλεπωτέρα διεδέχετο τὸν μακάριον ἐκεῖνον ὀδύνη, καὶ φόβος τοσοῦτος, ὡς καὶ ἀπελάσαι τῆς Αἰγύπτου πάσης αὐτόν.
000-00-00 Serial Number=0864709079
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00243]  Τοσοῦτόν ἐστιν ἀγαθὸν μνημονεύειν ἁμαρτημάτων οἰκείων, ὡς καὶ τὰ ἀφανισθέντα ἐγκλήματα συνεχῶς φέρειν εἰς μέσον τὸν μακάριον Παῦλον.
000-00-00 Serial Number=0303009629
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00488]  Καὶ τῷ Ἐζεκίᾳ δὲ μέλλοντι κινδυνεύειν ὑπὲρ τῶν ἐσχάτων, καίτοι γε ὄντι δικαίῳ, πάλιν διὰ τὸν μακάριον ἐκεῖνον ἐπαγγέλλεται βοηθεῖν, λέγων·
000-00-00 Serial Number=0529550850
Ad populum Antiochenum Ante [Go Back]  
 [01390]  οὕτω καὶ ψυχὴν ἁγίαν, καὶ εὐλαβείᾳ συζῶσαν, αἱ τῶν πειρασμῶν ἐπαγωγαὶ καὶ τῶν θλίψεων οὐχ ὑποσκελίζουσιν, ἀλλὰ πρὸς πλείονα ὑπομονὴν ἀλείφουσι, καθάπερ καὶ τὸν μακάριον Ἰὼβ λαμπρότερον ἐποίησαν καὶ σεμνότερον.
000-00-00 Serial Number=0663098574
Adversus Judaeos Ante [Go Back]  
 [00474]  Ἐπαγάγωμεν δὲ αὐτοῖς, εἰ δοκεῖ, ὥσπερ τινὰ κυνηγέτην ἄριστον, τὸν μακάριον Παῦλον βοῶντα καὶ λέγοντα·
 [02495]  Ἂν τοίνυν εὖ φρονῇς, περὶ τοῦ κάμνοντος μειζόνως ἀλγήσεις, καὶ μιμήσῃ καὶ ἐν τούτῳ τὸν μακάριον ἐκεῖνον, τὸν λέγοντα·
000-00-00 Serial Number=0510441244
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00100]  οὗτος ὁ Νέρων τὸν μακάριον Παῦλον καὶ γὰρ ἔτυχε κατὰ τοὺς αὐτοὺς ἐκείνῳ γενόμενος χρόνους τοιαῦτα ἐγκαλῶν, οἷάπερ ὑμεῖς τοῖς ἁγίοις τούτοις ἀνδράσι παλλακίδα γὰρ αὐτοῦ σφόδρα ἐπέραστον πείσας τὸν περὶ τῆς πίστεως δέξασθαι λόγον, ἔπειθεν ὁμοῦ καὶ τῆς ἀκαθάρτου συνουσίας ἀπαλλαγῆναι ἐκείνης·
000-00-00 Serial Number=0161955714
Catecheses ad illuminandos Ante [Go Back]  
 [00856]  [5.22] Ἀλλὰ μὴ γένοιτό τινα τῶν ἐνταῦθα συνειλεγμένων τοιοῦτόν τι ὑποστῆναί ποτε, ἀλλὰ κατὰ τὸν μακάριον Παῦλον πάντας εἰς τοσαύτην ἐπιδοῦναι τὴν ἀρετὴν ὡς δαψιλεστέρας ἀξιωθῆναι τῆς παρὰ τοῦ δεσπότου φιλοτιμίας.
000-00-00 Serial Number=0814284861
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00263]  Τὸν γὰρ μακάριον Μωσέα, καὶ πάντων ἀνθρώπων πραότατον τῶν ἐπὶ τῆς γῆς, καὶ τῷ Θεῷ φίλον, καὶ προφητῶν μείζονα τοῖς μὲν γὰρ ἄλλοις δι' αἰνιγμάτων διελέχθη, τούτῳ δὲ ὡς ἂν εἰ φίλος πρὸς φίλον·
000-00-00 Serial Number=0474179745
Contra ludos et theatra Ante [Go Back]  
 [00037]  λιτανεῖαι καὶ ἱκετηρίαι, καὶ πᾶσα ἡμῶν ἡ πόλις ὥσπερ χείμαῤῥος ἐπὶ τοὺς τόπους τῶν ἀποστόλων ἔτρεχε, καὶ συνηγόρους ἐλαμβάνομεν τὸν ἅγιον Πέτρον καὶ τὸν μακάριον Ἀνδρέαν, τὴν ξυνωρίδα τῶν ἀποστόλων, Παῦλον καὶ Τιμόθεον.
000-00-00 Serial Number=0331348121
Contra theatra Ante [Go Back]  
 [00063]  Ὁ μακάριος Μωϋσῆς, ἀγαπητὲ, ὁ τοῖς κατ' εὐσέβειαν ἔργοις οἰκειωθεὶς τῷ Θεῷ, ὁ παρὰ πάντας τοὺς μετ' αὐτὸν προφήτας ἰδικωτέρας ἀξιωθεὶς τῆς τοῦ κτίσαντος [56.545] ὁμιλίας, ὡς καὶ στόμα κατὰ στόμα λαλήσαντος αὐτῷ τοῦ Θεοῦ ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, ὁ θείῳ πυρὶ, φωτίζειν μόνον, οὐ καίειν εἰδότι, πρὸς τὴν τοῦ Θεοῦ μυσταγωγηθεὶς θεωρίαν, ὁ θείᾳ βουλῇ θεὸς εἶναι Φαραὼ χρηματίσας, καὶ μετοχῇ σεβασμίου προσηγορίας παρὰ πάντας ἐξαιρέτως τοὺς τότε κοσμούμενος, ὁ τῶν ἐν Αἰγύπτῳ γεγενημένων θεηλάτων πληγῶν διάκονος προχειρισθεὶς φοβερώτατος, καὶ τῆς τοῦ Θεοῦ δραστηρίου δυνάμεως φανεὶς ὑπηρέτης ὀξύτατος, ὁ δᾳδουχίᾳ Πνεύματος ἁγίου τὸν νοητὸν τῆς ψυχῆς φωτισθεὶς ὀφθαλμὸν, καὶ τῶν ἀρχαίων τοῦ Παντοκράτορος ἔργων ἐξηγητὴς γενόμενος ὄψιμος, οὗτος ὁ μακάριος μετὰ τὴν εὔτακτον καὶ καλὴν τῆς κοσμοποιίας διήγησιν, ἐπὶ τὴν τῶν παλαιῶν ἀνδρῶν ἱστορίαν ἐχώρησεν, ἰδίᾳ μὲν τῶν ἀγαθῶν, ἰδίᾳ δὲ τῶν πονηρῶν, καὶ τῶν μὲν ἀγαθῶν τρισμακάριον ὄντως τὸ τέλος, τῶν δὲ ἐναντίων τούτοις ἐπάρατον ἀνεγράψατο, ἵνα ἔχοντες ἐκ μὲν τῆς κοσμοποιίας τὰ περὶ τῆς θεοσεβείας παιδεύεσθαι δόγματα, ἐκ δὲ τῶν προλαβόντων τοῦ βίου καὶ μισεῖν πονηρίαν, καὶ τιμᾷν ἀρετὴν, ῥᾳδίως τὸν θεοφιλῆ καὶ μακάριον διανύωμεν βίον.
000-00-00 Serial Number=0186783910
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00001]  Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὸν μακάριον Βαβύλαν καὶ κατὰ Ἑλλήνων
 [00148]  [33] Καὶ μηδὲ μέχρι τούτου στήσῃς τὴν εἰκόνα, ἀλλ' ἔκτεινον αὐτὴν καὶ ἐπὶ τὸν τοῦ Θεοῦ δοῦλον τὸν μακάριον Βαβύλαν καὶ τὸ σχῆμα τὸ ταπεινὸν καὶ ἐπὶ τὴν στολὴν τὴν ἰδιωτικὴν καὶ τὴν συντετριμμένην ψυχὴν καὶ τὸ θράσους ἀπηλλαγμένον φρόνημα καὶ οὕτως ἀμφοτέρους διαγράψας καὶ ἀντιθεὶς τότε γνώσῃ τὸ θαῦμα καλῶς μᾶλλον δὲ οὐδὲ οὕτως ἐπιλήψῃ τῆς ἀκριβείας αὐτῆς.
 [00181]  Ἐπεὶ καὶ τὸν μακάριον ∆αυὶδ μετὰ πολλῆς τῆς ἐξουσίας ὕβρισεν ὁ Σεμεῖ καὶ ἄνδρα αἱμάτων ἐκάλεσεν ἀλλ' οὐκ ἂν εἴποιμι τοῦτο παρρησίαν ἔγωγε ἀλλὰ γλώττης ἀκολασίαν καὶ θρασύτητα διανοίας καὶ ἀναγωγίαν καὶ ἀπόνοιαν καὶ πάντα μᾶλλον ἢ παρρησίαν.
 [00293]  Μέλλων τοίνυν ὁ μακάριος ἀποσφάττεσθαι ἐκεῖνος μετὰ τοῦ σιδήρου τὸ σῶμα ταφῆναι ἐπέσκηψε δεικνὺς ὅτι τὰ δοκοῦντα ἐπονείδιστα εἶναι ταῦτα ὅταν διὰ τὸν Χριστὸν γίνηται σεμνά τέ ἐστι καὶ λαμπρὰ καὶ οὐ μόνον οὐκ ἐγκαλύπτεσθαι ἀλλὰ καὶ σεμνύνεσθαι ἐπ' αὐτοῖς χρὴ τὸν πάσχοντα, κἀν τούτῳ τὸν μακάριον Παῦλον μιμούμενος ὃς ἄνω καὶ κάτω τὰ στίγματα, τὰ δεσμά, τὴν ἅλυσιν ἔστρεφε καυχώμενος καὶ μέγα φρονῶν ἐφ' οἷς ᾐσχύνοντο ἕτεροι.
 [00336]  Γενόμενος δὲ ὑπὸ τῆς ὄψεως εὐλαβέστερος καὶ τὸν μακάριον φαντασθεὶς πρὸς τὴν λάρνακα εὐθέως ἐπείγεται, καὶ ἐλθὼν ἐκεῖ μείζονά τε προσλαμβάνει φόβον καὶ πᾶσαν ὀλιγωρίαν ἐκβαλῶν καὶ γενόμενος πτηνὸς οὕτως ἄπεισι.
 [00395]  Καὶ ὁ μὲν δαίμων ταῦτα, ὁ δὲ ἀνόητος βασιλεὺς καθάπερ ἐν σκηνῇ παίζων καὶ δρᾶμα ὑποκρινόμενος ἐπὶ τὸν μακάριον εὐθέως ἦλθε Βαβύλαν.
 [00424]  Καὶ οὐχ οἱ τὴν πόλιν οἰκοῦντες μόνον καὶ τὸ προάστειον καὶ τοὺς ἀγροὺς ἀλλὰ καὶ οἱ πόρρωθεν ἀφ ιστάμενοι τῶν χωρίων καὶ τὴν λάρνακα οὐχ ὁρῶντες κειμένην εἶτα τὴν αἰτίαν ἐξετάζοντες εὐθέως ἐμάνθανον, ὡς ὁ δαίμων παρὰ τοῦ βασιλέως ἀξιούμενος μαντεύεσθαι εἶπε τοῦτο μὴ δύνασθαι ποιεῖν ἕως ἂν αὐτοῦ τὸν μακάριον ἀποστήσῃ τις Βαβύλαν.
000-00-00 Serial Number=0527153790
De Davide et Saule Ante [Go Back]  
 [00269]  τὸν μακάριον ἐκεῖνον φιλοσοφοῦντα, καὶ τὸν οἰκεῖον καὶ τὸν τούτων θυμὸν καταστέλλοντα, καὶ ὑπὲρ τοῦ τοσαῦτα πεπλημμεληκότος ἀπολογούμενον.
 [00791]  Οὐδὲν τῶν [54.706] γινομένων, ὡσπεροῦν οὐδὲ τὸν μακάριον τοῦτον·
000-00-00 Serial Number=0223512411
De Lazaro Ante [Go Back]  
 [00425]  Καὶ τοῦτο ἦν ὃ μάλιστα ἔδακνε τὸν μακάριον Ἰώβ.
 [01568]  Ἵν' οὖν καὶ ἐπὶ τῆς ἀκροάσεως τοῦτο γένηται, πρὸς τὸν μακάριον Παῦλον διὰ μακροῦ τοῦ χρόνου τήμερον ἐπανέλθωμεν·
 [02657]  οὕτω δὴ καὶ ὁ μακάριος οὗτος (μακάριον γὰρ αὐτὸν ἤδη καλῶ διὰ τῆς στενῆς εἰσελθεῖν ἑλόμενον) εἰσῆλθε διὰ τῆς στενῆς πύλης τῆς ἀπεναντίας ἐκείνης πάντα ἐχούσης.
000-00-00 Serial Number=0669531763
De beato Philogonio Ante [Go Back]  
 [00002]  Εἰς τὸν μακάριον Φιλογόνιον γενόμενον ἀπὸ δικολόγου ἐπίσκοπον, καὶ ὅτι τοῦ προνοεῖν τῶν κοινῇ συμφερόντων οὐδὲν ἴσον εἰς εὐδοκίμησιν παρὰ τῷ Θεῷ, καὶ ὅτι τὸ ῥᾳθύμως προσιέναι τοῖς θείοις μυστηρίοις κόλασιν ἀφόρητον ἔχει, κἂν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο τολμήσωμεν.
000-00-00 Serial Number=0663688064
De eleemosyna [2] Ante [Go Back]  
 [00017]  Φέρε μοι ἐνταῦθα τὸν μακάριον Ἰὼβ ἑκατέρων τὴν πεῖραν εἰληφότα.
000-00-00 Serial Number=0872076094
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00237]  Καὶ κατὰ τὸν μακάριον Παῦλον·
000-00-00 Serial Number=0111841202
De incomprehensibili dei natura Ante [Go Back]  
 [00850]  ∆ιὰ γὰρ τοῦτο ἐκ πολλῆς τῆς περιουσίας οὐχὶ Θεοῦ ἐπιφάνειαν μόνον, ἀλλὰ καὶ ἀγγέλων ἐδείξαμεν ἀφόρητον οὖσαν τῷ δικαίῳ τότε ἐκείνῳ, ὅτε καὶ τὴν ἱστορίαν ὑμῖν πᾶσαν ἀνέγνωμεν καὶ συνεχῶς ἐδείκνυμεν τὸν μακάριον ∆ανιὴλ ὠχριῶντα, τρέμοντα, τῶν ψυχορραγούντων οὐδὲν ἄμεινον διακείμενον, τῆς ψυχῆς ἐπειγομένης ἀπορρῆξαι τὸν τῆς σαρκὸς δεσμόν.
000-00-00 Serial Number=0485258281
De jejunio de Davide Ante [Go Back]  
 [00067]  Βλέψατε πρὸ πάντων εἰς τὸν μακάριον Πέτρον, πῶς ἐδέσμευσε θανάτῳ τοὺς συμφωνήσαντας τῷ ψεύδει, Ἀνανίαν καὶ Σάπφειραν·
 [00084]  οἴδατε ἀκριβῶς τὴν ἱστορίαν κατὰ τὸν μακάριον ∆αυῒδ τὸν ἀρτίως εἰρηκότα, Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, πῶς ὁ αὐτὸς φόνῳ καὶ μοιχείᾳ περιπεσὼν, τοῖς ἄκροις κακοῖς, ἔμενεν ἀνεξομολόγητος.
000-00-00 Serial Number=0024369836
De jejunio sermones 1 Ante [Go Back]  
 [00516]  ἵνα ἰδὼν μὲν ἡμᾶς παρεσκευασμένους, καταπέμψῃ τὸ Πνεῦμα τὸ ἅγιον εἰς ἁγιασμὸν τῶν ὑδάτων, καὶ εἰς ἀναγέννησιν τῶν νενεασμένων διὰ τῆς διδασκαλίας, κατὰ τὸν μακάριον ∆αυῒδ λέγοντα·
000-00-00 Serial Number=0616446793
De paenitentia [1] Ante [Go Back]  
 [01128]  ἐννόησόν μοι τὸ μακάριον καὶ θαυμαστὸν τῶν μοναζόντων γένος.
000-00-00 Serial Number=0649481058
De paenitentia [2] Ante [Go Back]  
 [00481]  Ἠκούσατε πάντως τῆς τοῦ ∆ε [59.766] σπότου φιλανθρωπίας, ὅτι πρὸς τὸν μακάριον Πέτρον μετὰ τῶν ἄλλων ἐπαίνων καὶ τοῦτο ἔθηκεν·
000-00-00 Serial Number=0810082853
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00023]  Καὶ τί πρὸς τὸν μακάριον ἀπόστολον Παῦλον, τὸν ῥήτορα τοῦ Χριστοῦ, τὸν τῆς οἰκουμένης ἁλιέα, τὸν διὰ δεκατεσσάρων ἐπιστολῶν ὥσπερ διὰ δικτύων πνευματικῶν πᾶσαν τὴν οἰκουμένην εἰς σωτηρίαν σαγηνεύσαντα·
 [00028]  Τί οὖν εἰπεῖν ἔχω πρὸς τὸν μακάριον ∆αυῒδ, ὅπως ἡ τοῦ Πνεύματος χάρις ᾠκονόμησε καθ' ἑκάστην ἡμέραν τε καὶ νύκτα αὐτὸν ἀνακηρύττεσθαι;
000-00-00 Serial Number=0486663699
De paenitentia sermo 1 Ante [Go Back]  
 [00457]  Οὐκ ἐνετράπη εἰς τὸν τίμιον ἐκεῖνον καὶ μακάριον χορὸν τῶν ἀποστόλων, ὃν καὶ οἱ δαίμονες φρίττουσιν, ὧν καὶ αἱ σκιαὶ παθῶν φυγαδευτήρια, ὧν τὰ χρῶτα νοσήματα ἰῶντο, ὧν ὑπὸ τοὺς πόδας πάντα τὰ ἔθνη καὶ βασιλεῖς καὶ δυνάσται καὶ σοφοὶ ὑπετάγησαν.
000-00-00 Serial Number=0169262469
De patientia sermo 2 Ante [Go Back]  
 [00016]  καὶ γὰρ πάντας τοὺς ἁγίους εὕρομεν ἐστεμμένους τῇ ὑπομονῇ, καὶ ταύτην διδάσκαλον [60.730] ἔχοντες ἔνδον εἰδέναι τὸν μακάριον Ἀβραὰμ, τὸν ἑκατονταετῆ γενόμενον καὶ μήπω τεκνογονήσαντα, ἀλλὰ τῇ ὑπομονῇ τούτου ὁ καρπὸς πρὸ ὀφθαλμῶν τετρυγημένος ἦν.
 [00020]  Ἰδέ μοι τὸν μακάριον Ἰὼβ τὸν τῆς οἰκουμένης ἀγωνιστὴν, τὸν παλαίσαντα καὶ διασπάσαντα τὴν δύναμιν τοῦ διαβόλου·
 [00114]  Ἴδε μοι, εἰ δοκεῖ, καὶ τὸν μακάριον ∆ανιὴλ τὸν εἰς λάκκον λεόντων βληθέντα, καὶ τοὺς λέοντας διδάξαντα νηστεύειν.
 [00128]  Ἴδε μοι, εἰ δοκεῖ, καὶ τὸν μακάριον Ἠλίαν, τῷ λόγῳ τὸν οὐρανὸν κλείσαντα ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ, πῶς καὶ οὗτος τῇ ὑπομονῇ ἔμεινεν, ἄρτον μὴ φαγὼν, μηδὲ ὕδατος ἐμφορηθείς·
 [00145]  Θέασαι δέ μοι, εἰ δοκεῖ, καὶ τὸν μακάριον ∆αυῒδ τὸν ἔσχατον τῶν ἀνθρώπων γενόμενον καὶ τῶν ἀδελφῶν αὐτοῦ, ὕστερον δὲ βασιλεύσαντα τῶν ἀδελφῶν αὐτοῦ·
 [00150]  Ὅρα δέ μοι καὶ τὸν μακάριον Ἰωσὴφ, τὸν τῆς σωφροσύνης ἀγωνιστὴν, πῶς καὶ οὗτος τῇ ὑπομονῇ ἐφιλοσόφησε·
000-00-00 Serial Number=0421942234
De perfecta caritate Ante [Go Back]  
 [00039]  Ἐντεῦθεν οὐδὲν ἠδύνατο χωρίσαι τὸν μακάριον ἐκεῖνον ὑπὸ τῆς ἀγάπης πυρπολούμενον, οὐκ οὐρανὸς, οὐ γῆ, οὐ θάλασσα, οὐ τὰ ἐν τοῖς οὐρανοῖς βασίλεια, οὐ τὰ ἐν ᾅδου κολαστήρια·
000-00-00 Serial Number=0449974716
De pseudoprophetis Ante [Go Back]  
 [00112]  Μὴ κάτω μείνωμεν, ἀλλὰ συνανέλθωμεν τοῖς ἁγίοις μαθηταῖς ἐπὶ τὸ ὄρος τὸ μακάριον, καὶ ἀκούσωμεν τοῦ ἡμετέρου ποιμένος λέγοντος·
 [00279]  Μιμήσασθε τὸν μακάριον ἀπόστολον Πέτρον, πῶς ἐν τῇ Ῥώμῃ τοῦ τρισκαταράτου Σίμωνος βλασφημοῦντος, καὶ λέγοντος ἑαυτὸν εἶναι τὴν δύναμιν τοῦ Θεοῦ, οὔτε κἂν πρὸς ὥραν ἐσιώπησεν, ἢ ἀνεβάλλετο, ἀλλ' ἐλέγξας, καὶ ψεύστην αὐτὸν ἀποδείξας, καὶ λῃστὴν καὶ ἀντίθεον, ῥίψας αὐτὸν τῇ ἀπωλείᾳ παρέδωκεν;
000-00-00 Serial Number=0945161939
De sacerdotio Ante [Go Back]  
 [00013]  Τί τὸ κωλῦσαν ἡμῖν αὐτὸν συνοικῆσαι Ἐπειδὴ δὲ ἔδει τὸν μακάριον τὸν τῶν μοναχῶν μεταδιώκειν βίον καὶ τὴν φιλοσοφίαν τὴν ἀληθῆ, καὶ οὐκέτι ἡμῖν ὁ ζυγὸς οὗτος ἴσος ἦν, ἀλλ' ἡ μὲν ἐκείνου πλάστιγξ ἐκουφίζετο μετέωρος, ἐγὼ δ' ἔτι ταῖς τοῦ κόσμου πεπεδημένος ἐπιθυμίαις καθεῖλκον τὴν ἐμαυτοῦ καὶ ἐβιαζόμην κάτω μένειν, νεωτερικαῖς αὐτὴν ἐπιβρίθων φαντασίαις, ἐνταῦθα λοιπὸν ἡ μὲν φιλία βέβαιος ἔμενεν ἡμῖν καθάπερ καὶ πρότερον, ἡ δὲ συνουσία διεκόπτετο·
 [00884]  Ὅπου γὰρ οἱ τοῦ Θεοῦ χειροτονοῦντος παραιτησάμενοι πολλάκις τοσαύτην ἔδωκαν δίκην καὶ οὐδὲν ἴσχυσεν ἐξελέσθαι τοῦ κινδύνου τούτου οὔτε τὸν Ἀαρών, οὔτε τὸν Ἠλί, οὔτε τὸν μακάριον ἐκεῖνον ἄνδρα, τὸν ἅγιον, τὸν προφήτην, τὸν θαυμαστόν, τὸν πρᾶον μάλιστα πάντων τῶν ἐπὶ τῆς γῆς, τὸν ὡς φίλον λαλοῦντα τῷ Θεῷ, σχολῇ γε ἡμῖν τοῖς τοσοῦτον ἀποδέουσι τῆς ἀρετῆς τῆς ἐκείνου δυνήσεται πρὸς ἀπολογίαν ἀρκέσαι τὸ συνειδέναι ἑαυτοῖς μηδὲν ὑπὲρ ταύτης ἐσπουδακόσι τῆς ἀρχῆς, καὶ μάλιστα ὅτε πολλαὶ τούτων τῶν χειροτονιῶν οὐκ ἀπὸ τῆς θείας γίνονται χάριτος, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν ἀνθρώπων σπουδῆς.
 [00967]  Ἡ γὰρ Ἐκκλησία τοῦ Χριστοῦ, κατὰ τὸν μακάριον Παῦλον, σῶμά ἐστι τοῦ Χριστοῦ, καὶ δεῖ τὸν τοῦτο πεπιστευμένον εἰς εὐεξίαν αὐτὸ πολλὴν καὶ κάλλος ἀμήχανον ἐξασκεῖν, πανταχοῦ περισκοποῦντα, μή που σπίλος ἢ ῥυτὶς ἤ τις ἄλλος μῶμος τοιοῦτος τὴν ὥραν ᾖ καὶ τὴν εὐπρέπειαν λυμαινόμενος ἐκείνην.
 [01074]  μηδ' ἵνα τὴν οἰκείαν ἀργίαν ἐπικαλύψῃ, τὸν μακάριον ἐκεῖνον ἀφαιρείσθω τὸ μέγιστον τῶν ἀγαθῶν καὶ τὸ τῶν ἐγκωμίων κεφάλαιον.
 [01133]  Καὶ γὰρ οὗτος ὁ τελεώτατος τῆς διδασκαλίας ὅρος, ὅταν καὶ δι' ὧν πράττουσι καὶ δι' ὧν λέγουσι τοὺς μαθητευομένους ἐνάγωσι πρὸς τὸν μακάριον βίον ὃν ὁ Χριστὸς διετάξατο·
000-00-00 Serial Number=0909246266
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00077]  Τίς γὰρ ἂν ἠνέσχετο τὸν μακάριον ἐκεῖνον ἰδεῖν τὰς ἐσχάτας ἀναπνέοντα ἀναπνοάς;
 [00101]  Εὐξώμεθα δὴ κοινῇ πάντες, ἄρχοντες καὶ ἀρχόμενοι, γυναῖκες καὶ ἄνδρες, πρεσβῦται καὶ νέοι, δοῦλοι καὶ ἐλεύθεροι, αὐτὸν τὸν μακάριον Μελέτιον κοινωνὸν τῆς εὐχῆς ταύτης λαβόντες καὶ γὰρ πλείων αὐτῷ παῤῥησία νῦν, καὶ θερμότερον πρὸς ἡμᾶς τὸ φίλτρον, αὐξηθῆναι ταύτην ἡμῖν τὴν ἀγάπην, καὶ καταξιωθῆναι πάντας ἡμᾶς, καθάπερ ἐνταῦθα πλησίον τῆς λάρνακος ταύτης ἐσμὲν, οὕτω κἀκεῖ δυνηθῆναι γενέσθαι πλησίον τῆς αἰωνίας αὐτοῦ σκηνῆς, καὶ τῶν ἀποκειμένων τυχεῖν ἀγαθῶν·
000-00-00 Serial Number=0105555296
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00093]  Ὅτι γὰρ σκῆψις ταῦτα, καὶ πρόφασις ἦν, καὶ τὸν μακάριον ἐδεδοίκει Βαβύλαν, δῆλον ἐξ ὧν ὁ βασιλεὺς ἔπραξε·
000-00-00 Serial Number=0938442171
De studio praesentium Ante [Go Back]  
 [00073]  Ἢ οὐκ ἴστε ὅτι οὐ πρὸς ἀνθρώπους ἡμῖν ὁμογενεῖς ἐστιν ὁ πόλεμος καὶ ἡ παράταξις, ἀλλὰ πρὸς τὰς ἀοράτους δυνάμεις, πρὸς τὰς τῶν δαιμόνων φάλαγγας, κατὰ τὸν μακάριον Παῦλον·
000-00-00 Serial Number=0111839652
De virginitate Ante [Go Back]  
 [00325]  Ἀλλ' οὐχ ἡ παρθενία ταύτην ἔχει τὴν ἀκολουθίαν ἀλλ' ἀεὶ χρήσιμον, ἀεὶ καλὸν καὶ μακάριον καὶ πρὸ τοῦ θανάτου καὶ
 [00480]  Κατὰ γὰρ τὸν μακάριον Παῦλον, «Τινῶν αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσι.».
 [00505]  ∆ιὸ τοῦτο τὸ μέρος ἀφέντες τοῦ λόγου πρὸς τοὺς σωφρονοῦντας αὐτὸν ἅπαντα τρέψωμεν, πάλιν ἐπὶ τὸν μακάριον Παῦλον ἐπανελθόντες.
 [01562]  «Πρὸς ἐντροπὴν ὑμῖν λέγω» κατὰ τὸν μακάριον Παῦλον, ἐπειδὴ οὕτως ἐπτόησθε πρὸς τὸν τῶν χρημάτων ἔρωτα.
000-00-00 Serial Number=0762972891
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00153]  Εἴ τις οὖν φιλεῖν ἐθέλει γνησίως καὶ δύναμιν ἀγάπης ἐπίστασθαι, ἐπὶ τὸν ταύτης τρόφιμον, τὸν μακάριον Παῦλον, δραμέτω, κἀκεῖνος αὐτὸν διδάξει, ἡλίκος ἐστὶν ἆθλος ἐνεγκεῖν χωρισμὸν φιλουμένου, καὶ ἡλίκης δεόμενος ψυχῆς.
 [00876]  Καὶ τοῦτο ἀπὸ τῶν κατὰ τὸν μακάριον ∆αυῒδ δῆλον.
 [00883]  Καὶ τῷ Ἐζεκίᾳ δὲ μέλλοντι κινδυνεύειν ὑπὲρ τῶν ἐσχάτων, καίτοι γε ὄντι δικαίῳ, πάλιν διὰ τὸν μακάριον ἐκεῖνον ἔλεγε βοηθεῖν·
 [00958]  ἐννόησόν μοι τὸ μακάριον καὶ θαυμαστὸν γένος τῶν μοναζόντων.
 [01515]  Ἰδοὺ παρεγγυῶ πάλιν καὶ διαμαρτύρομαι κατὰ τὸν μακάριον Παῦλον, ὅτι, Ἂν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι.
 [04314]  ∆ιὰ τοῦτο δὲ καὶ ταῦτα εἰρήκαμεν, καὶ τὴν κατὰ τὸν μακάριον ∆ανιὴλ ἱστορίαν ὑμῖν ἀνέγνωμεν, καὶ συνεχῶς ἐδείκνυμεν αὐτὸν ὠχριῶντα, τρέμοντα, ψυχοῤῥαγοῦντα, τῆς ψυχῆς ἐπειγομένης ἀποῤῥῆξαι τὸν τῆς σαρκὸς δεσμόν·
 [06499]  Μίμησαι τὸν μακάριον Ἰὼβ, ὃς καὶ ὑπὲρ τῶν κατὰ διάνοιαν αὐτοῖς πλημμελημάτων δεδοικὼς προσέφερε θυσίας [63.765] ὑπὲρ αὐτῶν, καὶ πολλὴν τὴν ὑπὲρ αὐτῶν πρόνοιαν ἐποιεῖτο·
 [07325]  Εἴ τις φιλεῖν ἐθέλει γνησίως, καὶ δύναμιν ἀγάπης ἐπίστασθαι, ἐπὶ τὸν ταύτης τρόφιμον τὸν μακάριον Παῦλον δραμέτω, κἀκεῖνος αὐτὸν διδάξει, ἡλίκος ἐστὶν ἆθλος ἐνεγκεῖν χωρισμὸν φιλουμένου, καὶ ἡλίκης δεόμενος ψυχῆς.
 [07539]  δι' οὗ τὸ μακάριον ἐκεῖνο ἐφθέγξατο ῥῆμα λέγων, Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου·
 [09760]  Εἰ γὰρ ποιήσας ἡμᾶς εὐθέως, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ' αὐτοῦ, ἀθανασίαν ὑπέσχετο, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον·
 [09999]  Εἰ γὰρ ποιήσας ἡμᾶς εὐθέως, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ' αὐτοῦ, ἀθανασίαν, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον·
 [09999]  εἰπὲ κατὰ τὸν μακάριον ἐκεῖνον·
000-00-00 Serial Number=0733096123
Encomium in sanctum Joannem evangelistam Ante [Go Back]  
 [00152]  ἀλλ' ἐννόησον τὸν μακάριον Ἰωάννην, ὅπως τὴν σωματικὴν ἁλιείαν καταλιπὼν διὰ τῶν ῥημάτων τούτων πᾶσαν τὴν οἰκουμένην εἰς σωτηρίαν ἐσαγήνευσεν.
000-00-00 Serial Number=0739657581
Encomium in sanctum Polycarpum Ante [Go Back]  
 [00030]  Τέλος ἰδόντες οἱ τοῦ πυρὸς ἄνθρωποι οὐ δυνάμενον ὑπὸ τοῦ πυρὸς δαπανηθῆναι τὸν μακάριον Πολίκαρπον, ὠθῆσαι ἐκέλευσαν εἰς τὸ σῶμα τοῦ μάρτυρος ξίφει στέρνης ἔνδον ἅπαξ ἕνα.
000-00-00 Serial Number=0906679749
Epistula ad Cyriacum Ante [Go Back]  
 [00616]  Ἐπεὶ καὶ τὸν υἱὸν τοῦ Ἰακὼβ οὐδὲν οὕτως ἐποίησε μακάριον καὶ εὐδόκιμον ὡς ἡ συκοφαντία τότε ἐκείνη καὶ τὸ δεσμωτήριον καὶ ἡ ἅλυσις καὶ ἡ ἐντεῦθεν ταλαιπωρία.
000-00-00 Serial Number=0032993615
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00498]  Ἀλλ' ἵνα μὴ περιιόντες ζητῶμεν τοὺς γνησίως φιλοῦντας καὶ γὰρ σπάνιον τοῦτο , δράμωμεν ἐπὶ τὸν μακάριον Παῦλον κἀκεῖνος ἡμῖν ἐρεῖ ἡλίκος οὗτος ὁ ἆθλος καὶ ἡλίκης δεόμενος ψυχῆς.
 [00971]  Ἐπεὶ καὶ τὸν υἱὸν τοῦ Ἰακὼβ οὐδὲν οὕτως ἐποίησε μακάριον καὶ εὐδόκιμον ὡς ἡ συκοφαντία τότε ἐκείνη καὶ τὸ δεσμωτήριον καὶ ἡ ἅλυσις καὶ ἡ ἐντεῦθεν ταλαιπωρία.
000-00-00 Serial Number=0209410906
Expositiones in Psalmos Ante [Go Back]  
 [01135]  Ἐπεὶ καὶ τὸν μακάριον Ἰὼβ οὐδὲν γὰρ κωλύει πάλιν εἰς αὐτὸν καταφυγεῖν τοῦτο μάλιστα λαμπρὸν ἀπέφηνε, τοῦτο ἀνεκήρυξε, τοῦτο ἐστεφάνωσε, τὸ ἐν καιρῷ πειρασμοῦ καὶ νόσου καὶ πενίας ἀπερίτρεπτον φανῆναι τὴν γνώμην, ἄσειστον τὴν διάνοιαν, τὸ εὐχαριστήρια τῷ Θεῷ ἀνενεγκεῖν ῥήματα, καὶ τὴν πνευματικὴν ἐκείνην θυσίαν.
000-00-00 Serial Number=0701582372
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00051]  Τὸν μακάριον Ἱερεμίαν ὡς τῶν ἄλλων σαφέστερόν φασι δεῖν πρὸ τῶν ἄλλων ἀναγινώσκεσθαι.
000-00-00 Serial Number=0098297954
Fragmenta in Job Ante [Go Back]  
 [00492]  Ἐπεὶ καὶ τὸν μακάριον Ἰὼβ τοῦτο μάλιστα λαμπρὸν ἀπέφηνε, τοῦτο ἀνεκήρυξε, τὸ ἐν καιρῷ πειρασμοῦ, καὶ νόσου, καὶ πενίας, ἀπερίτρεπτον φανῆναι καὶ ἄσειστον τὴν διάνοιαν, τὰ εὐχαριστήρια τῷ Θεῷ ἀνενεγκεῖν ῥήματα, καὶ τὴν πνευματικὴν ἐκείνην θυσίαν.
 [01797]  ἐννόησον τὸν μακάριον Παῦλον, τὸν μετὰ τὴν ἠκριβωμένην φιλοσοφίαν ὑποπιάζοντα τὸ σῶμα, καὶ δουλαγωγοῦντα, καὶ ἐναγώνιον τὸν βίον δεικνύντα.
000-00-00 Serial Number=0475961268
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00014]  δι' ἐπαγγελίαν μακάριον εἶναι λέγων τὸν πειρασμὸν ὑπομένοντα.
000-00-00 Serial Number=0077041149
In Acta apostolorum Ante [Go Back]  
 [01913]  σφόδρα συνετῶς, τῇ πολλῇ περὶ τὸν μακάριον ∆αυῒδ τιμῇ ἐντρέπων αὐτοὺς, καὶ περὶ τοῦ ὡμολογημένου καὶ ὡς τολμηροῦ δοκοῦντος εἰρῆσθαι, παραιτούμενος αὐτοὺς οἷς ἐγκωμιάζει ἠρέμα.
 [02672]  Περικαθάρματα τοῦ κόσμου ἐσμὲν, κατὰ τὸν μακάριον Παῦλον.
 [09999]  Ὁ δὲ Παῦλος μετὰ παῤῥησίας φθέγγεται λοιπὸν, οὐ κολακεύων, ἀλλὰ διὰ τοῦτο μακάριον ἑαυτὸν φάσκων εἶναι, ἐπειδὴ πρὸς πάντα εἰδότα τὸν λόγον ποιεῖται·
 [09999]  Ἰδοὺ γὰρ ἐπὶ τῶν καιρῶν τῶν ἡμετέρων τὰ κατὰ τὸν μακάριον Βαβύλαν γέγονε, τὰ κατὰ τὰ Ἱεροσόλυμα, τὰ κατὰ τὴν καθαίρεσιν τῶν ἱερῶν, καὶ οὐ πάντες ἐπέστρεψαν.
 [09999]  Περὶ πάντων ὧν ἐγκαλοῦμαι, βασιλεῦ Ἀγρίππα, φησὶν, ἥγημαι ἐμαυτὸν μακάριον, μέλλων ἐπὶ σοῦ ἀπολογεῖσθαι.
 [09999]  Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον, ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον, μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν καὶ ζητημάτων·
 [09999]  ὅθεν καὶ μακάριον ἑαυτὸν ἡγεῖται, καὶ λέγει·
000-00-00 Serial Number=0759092033
In Christi ascensionem Ante [Go Back]  
 [00009]  Σήμερον ὁ διὰ τὴν παρακοὴν Ἀδὰμ ἐξορισθεὶς ἐκ τοῦ παραδείσου ἄνθρωπος διὰ τοῦ δευτέρου Ἀδὰμ οὐκ εἰς παράδεισον γῆς, «ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν ἀνῆλθεν·» κατὰ τὸν μακάριον Παῦλον, «ἐμφανισθῆναι νῦν τῷ προσώπῳ τοῦ Θεοῦ».
000-00-00 Serial Number=0194567800
In Isaiam Ante [Go Back]  
 [00581]  Καὶ γὰρ ἐπειδὴ πρὸς ἀγνώμονας ὁ λόγος ἦν αὐτῷ προφήτας ἀναιροῦντας, τὰ βιβλία καίοντας, τὰ θυσιαστήρια κατασκάπτοντας, εἰκότως τὸ κάλυμμα ἔκειτο ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς ∆ιαθήκης, κατὰ τὸν μακάριον Παῦλον.
000-00-00 Serial Number=0630755246
In Joannem Ante [Go Back]  
 [01707]  Καὶ ὅτι οὐχ ἁπλῶς οὐδὲ ψυχαγωγίας ἕνεκεν ταῦτα φθέγγομαι, λαμπρὰν ὑπὲρ τούτων ἀφίησι τὴν φωνὴν τὰ κατὰ τὸν μακάριον Παῦλον ἅπαντα.
000-00-00 Serial Number=0531848669
In Kalendas Ante [Go Back]  
 [00012]  Πρῴην γοῦν ἡμῶν ἐγκωμιαζόντων τὸν μακάριον Παῦλον, οὕτως ἐσκιρτήσατε, ὡς αὐτὸν ὁρῶντες παρόντα·
000-00-00 Serial Number=0887101114
In catenas sancti Petri Ante [Go Back]  
 [00198]  ἁλύσεις ἐκεῖναι αἱ πάνσεπτοι, αἱ πάντιμοι, αἱ τὸ ἀποστολικὸν ἐκεῖνο καὶ μακάριον συνδεσμήσασαι σῶμα, αἱ τὰς θαυματουργοὺς αὐτοῦ περισφίγξασαι χεῖρας, αἱ τῆς θείας χάριτος ἐξ αὐτοῦ ἐμπλησθεῖσαι, αἱ τὰ θαύματα ποταμηδὸν ἀναβλύζουσαι, αἱ τοὺς κάμνοντας τῶν νόσων ἀπολυτρούμεναι αἱ τοὺς πιστῶς προσπτυσσομένους καθαγιάζουσαι, αἱ τῶν ψυχῶν τὰς ῥυτίδας μυστικῶς ἐκκαθαίρουσαι, αἱ τῶν σαρκῶν τὰς νοσώδεις ἐπιρροίας ἀναστέλλουσαι, αἱ τῷ ἀερίῳ ὕψει συμπαρεκτεινόμεναι μέχρις αὐτῶν οὐρανῶν φθάνουσαι, καὶ ὡς ἀπό τινος ἀγκύρας τοῦ δεσποτικοῦ καὶ θείου θρόνου ἀποτεινόμεναι.
000-00-00 Serial Number=0583245635
In centurionem Ante [Go Back]  
 [00017]  ἴδε μοι τὸν μακάριον Πέτρον λόγῳ τὰς ᾅδου πύλας ἀναπετάσαντα, καὶ τὴν Ταβιθὰν κάτωθεν ἀναγαγόντα.
000-00-00 Serial Number=0396606505
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00021]  οὕτω δὴ καὶ ἡμεῖς, ἕως εἰς τὸν ἐκείνων φθάσωμεν λιμένα, λόγους τινὰς πνευματικοὺς πρὸς ἀλλήλους κινήσωμεν, τὸν μακάριον Παῦλον τῆς καλῆς ταύτης ὁμιλίας ἡγεμόνα ποιησάμενοι, καὶ ἥνπερ ἂν αὐτὸς κελεύῃ, ταύτην ἑπόμενοι.
000-00-00 Serial Number=0688640594
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05111]  Οὐδὲ γὰρ, εἰ δαίμων τις ἦν, ὑπώπτευσεν ἂν τὸν μακάριον ἐκεῖνον εἰς τὴν διακονίαν ταύτην.
000-00-00 Serial Number=0303688228
In epistulam I ad Corinthios Ante [Go Back]  
 [09197]  Σὺ δὲ, εἰ μὲν τὸ σῶμα διέστραπτο καὶ πεπήρωτο, μυρίων ἂν ἔφης ἄξιον αὐτὸν εἶναι δακρύων, τὴν δὲ ψυχὴν αὐτοῦ πᾶσαν πεπηρωμένην ὁρῶν, καὶ μακάριον νομίζεις;
 [09537]  Οὕτω γὰρ καὶ τὸν μακάριον ζησόμεθα βίον, καὶ τῶν ἀγαθῶν ἀπολαυσόμεθα πάντων τῶν καὶ νοῦν ὑπερ-βαινόντων ἀνθρώπινον·
000-00-00 Serial Number=0922595620
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00703]  Ὅρα τὸν μακάριον Παῦλον, ὅταν μὴ δι' ἑαυτοῦ δύνηται πληροῦν αὐτοῦ τὸν πόθον, δι' ἑτέρων τοῦτο ποιοῦντα·
000-00-00 Serial Number=0861222565
In epistulam ad Colossenses Ante [Go Back]  
 [02363]  [62.351] Ἰδοὺ παρεγγυῶ πάλιν, καὶ διαμαρτύρομαι κατὰ τὸν μακάριον Παῦλον, ὅτι ἂν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι·
 [03493]  Ἄκουε δὲ καὶ τῶν περὶ τὸν μακάριον Πέτρον, πῶς ἐπιεικῶς ἀποκρίνονται τοῖς Ἰουδαίοις λέγοντες·
000-00-00 Serial Number=0096794367
In epistulam ad Ephesios Ante [Go Back]  
 [02371]  Ὅρα γὰρ τὸν μακάριον τοῦτον·
000-00-00 Serial Number=0923221052
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00557]  Περὶ γὰρ τῆς πόλεώς φησι ταύτης, ὅτι πᾶσαν αὐτὴν ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφύλαττε, τὸν μακάριον τοῦτον σαγηνεῦσαι βουλόμενος·
 [01586]  Ἐνταῦθα γὰρ αἰνίττεται, ὅτι ἡ ἀπουσία αὐτοῦ ταῦτα εἰργάσατο, καὶ ὅτι τὸ μὲν μακάριον τοῦτό ἐστι, μὴ παρόντος τοῦ διδασκάλου μόνον, τοὺς μαθητὰς τὴν δέουσαν ἔχειν γνώμην, ἀλλὰ καὶ ἀπόντος·
000-00-00 Serial Number=0782014728
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01405]  Ἀλλὰ ταῦτα μικρὰ τῷ μηδὲ τὴν ψυχὴν τιμίαν τιθεμένῳ, κατὰ τὸν μακάριον Παῦλον.
 [06528]  Θέλων γὰρ δεῖξαι, ὅτι ὄντως ἐστὶν ἡ ἀπόφασις βεβαία, οὐ τοὺς κακοὺς εὐθέως, ἀλλὰ καὶ τὸν εὐαρεστήσαντα ὑπέβαλε τῇ τιμωρίᾳ, τὸν μακάριον ἐκεῖνον τὸν Ἄβελ λέγω·
 [06786]  Εἰ γὰρ ποιήσας ἡμᾶς, εὐθέως, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ' αὐτοῦ, ἀθανασίαν ὑπέσχετο, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον·
000-00-00 Serial Number=0378912508
In epistulam ad Philippenses Ante [Go Back]  
 [04610]  Ἀλλ' ὅρα τὸν μακάριον τοῦτον
000-00-00 Serial Number=0505882740
In epistulam ad Romanos Ante [Go Back]  
 [03207]  Ἵν' οὖν διὰ τῆς πείρας μάθωμεν τὴν πνευματικὴν ταύτην εὐφροσύνην καὶ τὸν μακάριον βίον καὶ τὸν θησαυρὸν τῶν μυρίων ἀγαθῶν, πάντα ἀφέντες ἐκείνης ἐχώμεθα τῆς ἀγάπης, καὶ εἰς εὐφροσύνην ἡμετέραν καὶ εἰς δόξαν τοῦ ποθουμένου Θεοῦ·
 [04982]  Πρὸς γὰρ ἐκεῖνον τὸν μακάριον, τὸν Πνεύματι ζῶντα, μηδὲ παραβαλέσθωσαν οὗτοι λοιπὸν, ἀλλὰ πρὸς ἀλλήλους ἐξεταζέσθωσαν·
 [09999]  τὴν κόνιν ἐκείνου τοῦ σώματος, δι' οὗ πανταχοῦ διέδραμε τὴν κόνιν τοῦ στόματος, δι' οὗ Χριστὸς ἐφθέγγετο, καὶ τὸ φῶς ἐξέλαμψε τὸ πάσης ἀστραπῆς λαμπρότερον, καὶ φωνὴ ἐξεπήδησε πάσης βροντῆς φοβερωτέρα τοῖς δαίμοσι, δι' οὗ τὸ μακάριον ἐκεῖνο ἐφθέγξατο ῥῆμα λέγων·
000-00-00 Serial Number=0059481323
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00033]  Ἀκούσατέ μου οἱ τὸν αὐχένα ὑποκλίναντες καὶ δεξάμενοι τὸν χρηστὸν καὶ τὸν ἐλαφρὸν καὶ μακάριον ζυγὸν, μονάζοντες καὶ παρθένοι·
000-00-00 Serial Number=0532657743
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00025]  ∆ιὰ ταῦτα σκιρτῶ καὶ πέτομαι ὑπὸ τῆς ἡδονῆς, καὶ μακάριον ἐμαυτὸν εἶναί φημι ἐν τοσούτοις ἐρασταῖς ἀγωνιζόμενος, οὕτως ἐκκρεμαμένους ὑμᾶς ἔχων τῆς ἡμετέρας γλώττης.
000-00-00 Serial Number=0898711979
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00210]  Καὶ σὺ τὸν παιδοτρίβην τὸν σὸν ὅρα, τὸν μακάριον Παῦλον, ὃς μετὰ μυρίους στεφάνους ἔξω τοῦ σκάμματος καθήμενος νῦν, τῆς παρούσης λέγω ζωῆς, τοῖς παλαίουσιν ἡμῖν ὑποφωνεῖ, καὶ βοᾷ διὰ τῶν Ἐπιστολῶν, ὅταν ἴδῃ κατασχεθέντας ὑπὸ ὀργῆς καὶ ὑπὸ μνησικακίας, καὶ ἀποπνιγομένους ὑπὸ τοῦ πάθους, Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν.
000-00-00 Serial Number=0881298780
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00003]  Ἅπαντας μὲν φιλῶ τοὺς ἁγίους, μάλιστα δὲ τὸν μακάριον Παῦλον, τὸ σκεῦος τῆς ἐκλογῆς, τὴν σάλ πιγγα τὴν οὐράνιον, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ.
000-00-00 Serial Number=0378789842
In illud Vidi dominum Ante [Go Back]  
 [00021]  Ταύτην γὰρ ἡ ἄφατος τοῦ ∆εσπότου συγκατάβασις συνεκρότησεν, ταύτην τὸ Πνεῦμα συνέπλεξεν τὸ ἅγιον, ταύτης τὴν ἁρμονίαν τῶν φθόγγων ἡ πατρικὴ εὐδοκία συνήρμοσεν, ὥστε ἄνωθεν ἔχει τὴν τῶν μελῶν εὐρυθμίαν καὶ ὑπὸ τῆς Τριάδος, καθάπερ ὑπὸ πλήκτρου τινὸς κινουμένη, τὸ τερπνὸν καὶ μακάριον ἐνηχεῖ μέλος, τὸ ἀγγελικὸν ᾆσμα, τὴν ἄληκτον συμφωνίαν.
 [00621]  Τὸ μὲν οὖν μακάριον, μηδὲ ὅλως δέξασθαι τὸν πονηρὸν λογισμόν·
 [00626]  Τὸ μὲν οὖν μακάριον, τοῦτο·
000-00-00 Serial Number=0488062263
In illud Vidua eligatur Ante [Go Back]  
 [00242]  μίμησαι τὸν μακάριον Ἰὼβ, ὃς καὶ ὑπὲρ τῶν κατὰ διάνοιαν αὐτοῖς πλημμελουμένων δεδοικὼς, προσέφερεν ὑπὲρ αὐτῶν θυσίας, καὶ πολλὴν αὐτῶν ἐποιεῖτο τὴν πρόνοιαν.
000-00-00 Serial Number=0542508185
In parabolam Samaritani Ante [Go Back]  
 [00039]  Ἱερέα δὲ λέγει τὸν μακάριον Μωϋσῆν καὶ Ἀαρών.
000-00-00 Serial Number=0669880867
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00172]  ∆ιὰ ταῦτα καὶ τὸν μακάριον Εὐστάθιον ἀφῆκε πρὸς τὴν ὑπερορίαν ὁ Θεὸς ἀπενεχθῆναι, ἵνα μειζόνως ἡμῖν δείξῃ καὶ τὴν δύναμιν τῆς ἀληθείας, καὶ τῶν αἱρε τικῶν τὴν ἀσθένειαν.
 [00203]  Καὶ ταῦτα ποιῶν ἐζύμωσεν ἅπαντας εἰς τὴν ἀληθῆ πίστιν, καὶ οὐ πρότερον ἀπέστη, ἕως ὁ Θεὸς τὸν μακάριον Μελέτιον παρεσκεύασεν ἐλθόντα τὸ φύραμα ἅπαν λαβεῖν·
000-00-00 Serial Number=0103131473
In sanctum Romanum Ante [Go Back]  
 [00053]  ∆ιὰ τοῦτο μάλιστα τὸν ἅγιον τοῦτον φιλῶ τὸν σήμερον ἡμᾶς συναγαγόντα, τὸν μακάριον Ῥωμανὸν, ὅτι μετὰ τοῦ μαρτυρίου πολλὴν τὴν ἀγάπην ἐπεδείξατο, διὸ καὶ τὴν γλῶτταν ἐξεκόπτετο τὴν ἁγίαν.
000-00-00 Serial Number=0294773698
In sanctum Stephanum Ante [Go Back]  
 [00012]  Καὶ βλέπε μοι τὸν μακάριον ἐν ἔργοις τε καὶ λόγοις αὐτὸν τὸν ∆εσπότην μιμούμενον.
000-00-00 Serial Number=0433164895
Quales ducendae sint uxores Ante [Go Back]  
 [00048]  ∆ιὸ παραινῶ καὶ συμβουλεύω τοὺς μέλλοντας ἄγεσθαι γυναῖκας, πρὸς τὸν μακάριον Παῦλον ἀπαντᾷν, καὶ τοὺς παρ' αὐτῷ κειμένους περὶ γάμων ἀναγινώσκειν νόμους, καὶ μαθόντας πρότερον, τί κελεύει ποιεῖν, ὅταν πονηρὰ καὶ ὕπουλος, καὶ μέθης ἐλάττων, καὶ λοίδορος, καὶ ἀνοίας γέμουσα, καὶ ὁτιοῦν ἄλλο τοιοῦτον ἐλάττωμα ἔχουσα τύχῃ γυνὴ, οὕτω διαλέγεσθαι περὶ γάμου.
000-00-00 Serial Number=0315537691
Sermo cum iret in exsilium Ante [Go Back]  
 [00030]  Εἰ λέγετε πίστιν ὑπομένειν, μιμήσασθε τὸν μακάριον Ἀβραὰμ, τὸν παρηκμακότα τῇ ἡλικίᾳ καὶ καρποὺς ὡρίμους δεξάμενον.
 [00031]  Εἰ δὲ λέγετε πειρασμὸν ὑπομένειν, μιμεῖσθε τὸν μακάριον Ἰώβ.
 [00033]  Εἰ δὲ θέλετε σωφροσύνην ὑπομένειν, μιμήσασθε τὸν μακάριον Ἰωσὴφ, τὸν [52.437] πραθέντα εἰς Αἴγυπτον, καὶ λιμῷ τηκομένην Αἴγυπτον ἐλευθερώσαντα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»