Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μακρὸν [90]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μακρὸν


000-00-00 Serial Number=0428286731
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00104]  εἶτα ὥσπερ οὐδενὸς γενομένου δεινοῦ, οὕτως ἀμελοῦμεν καὶ ἐπιλανθανόμεθα τῶν λυπηθέντων παρ' ἡμῶν, καὶ τὴν ἔχθραν εἰς μακρὸν ἐκτεινομένην χρόνου μῆκος περιορῶμεν, οὐκ εἰδότες ὅτι τοσούτῳ μείζονα τίσομεν κόλασιν, ὅσῳ πλείονας ἂν ἀφῶμεν ἐπεισελθεῖν ἡμέρας τῇ λύπῃ, τούτῳ τε αὐτῷ, καὶ τῷ δυσκολωτέραν ἡμῖν γενέσθαι λοιπὸν τὴν καταλλαγήν.
000-00-00 Serial Number=0497042298
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00559]  Τοῦτο γὰρ ὁλοσχερῶς μὲν ἐν τῇ κρίσει γίνεται, ἐκ μέρους δὲ καὶ ἐνταῦθα νῦν, ἵνα οἱ πρὸς τὸν μακρὸν ἐκεῖνον ἀναπεπτωκότες χρόνον τοῖς γοῦν ἐν τῷ παρόντι δρωμένοις ἐπιεικέστεροι γένωνται.
 [00659]  ∆ιὰ τοῦτο οὐδὲ εὐθέως ἐπὶ τὸν τῶν μοναχῶν ἐλθόντα βίον πρὸς τὴν πάλην ταύτην ἐκάλεσεν, ἀλλ' ἀφῆκεν ἐγγυμνασθῆναι καὶ χρόνον ἀναμεῖναι μακρὸν, εἶθ' ὅτε καρτερικώτατος γέγονας, τηνικαῦτα πρὸς τὸ ἐπίπονον τοῦτο στάδιον εἵλκυσεν.
 [01008]  Ἐπανέρχεται δὲ πάλιν εἰς τὴν οἰκίαν ἡ θεράπαινα τοῦ δεσπότου, καὶ τίκτει τὸν νόθον αὐτῷ, καὶ γίνεται πατὴρ ὁ Ἀβραὰμ μετὰ τὸν μακρὸν χρόνον ἐκεῖνον·
 [01248]  ∆εινὸν μὲν γὰρ, ἀληθῶς δεινὸν, καὶ τὸ συκοφαντηθῆναι ἐπὶ τοιούτοις, καὶ τὸ κατακριθῆναι, καὶ τὸ δεσμωτήριον οἰκῆσαι χρόνον οὕτω μακρὸν, παῖδα ἐλεύθερον καὶ εὐγενῆ καὶ ταύτης ἄπειρον τῆς ἀνάγκης·
 [01575]  Καλέσας δὲ, οὐδὲ οὕτως ἔσβεσε τῆς καρδίας τὴν πληγὴν, ἀλλ' ἕτερα πάλιν δύο αὐτὸν ἔτη τῆς ὄψεως ἀποστήσας τῆς αὑτοῦ, μόλις μετὰ τὸν μακρὸν χρόνον τοῦτον πάλιν ἀξιωθεὶς ὑπὸ τοῦ στρατηγοῦ, παῤῥησίας μετέδωκεν.
 [01775]  Πόσων οὖν δαιμόνων χαλεπώτερα τὰ ἐκείνου κακά! Εἰ γὰρ καὶ μηδὲν αὐτῷ ἠνώχλει τούτων, τί οὐκ ἂν ἔπαθεν ἐννοῶν τὸν χρόνον τὸν μακρὸν, ὃν ἐπὶ τῆς κλίνης κατάκειται, τὴν δαπάνην τὴν πολλὴν καὶ εἰς ἐσχάτην αὐτὸν ἐμβαλοῦσαν πενίαν, τῶν φίλων τὴν καταφρόνησιν, τῶν θεραπευσόντων τὴν ἐρημίαν, τὸ μηδὲ εἰ στήσεταί ποτε τὰ δεινὰ ταῦτα εἰδέναι, ὅπερ ἀεὶ σὺ πενθεῖς, μᾶλλον δὲ τὸ πεπεῖσθαι ἀκριβῶς, ὅτι οὐδὲ στήσεταί ποτε, ζῶντος αὐτοῦ καὶ ἐμπνέοντος ἔτι;
000-00-00 Serial Number=0293155968
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00121]  Τί τούτων πλέον ἐφθέγξατο ὁ ὄντως μυρίων γέμων κακῶν ὁ τελώνης ἐκεῖνος, ὁ μηδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν ὑπομένων, μηδὲ μακρὸν κατατεῖναι λόγον, μηδὲ πλησίον στῆναι τοῦ Φαρισαίου τολμῶν;
000-00-00 Serial Number=0335173845
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00395]  [7.34] Εἰ δὲ μὴ μακρὸν σφόδρα καὶ ὑπὲρ τὸ μέτρον ἐποιούμην τὸν λόγον, πολλὰ ἂν καὶ περὶ θανάτου ἐφιλοσόφησα καὶ ἐν τούτῳ μάλιστα ἐδείκνυον τὴν σοφίαν τοῦ Θεοῦ καὶ τὴν πρόνοιαν καὶ πολλὰ περὶ φθορᾶς, περὶ ἰχῶρος, περὶ σκωλήκων καὶ περὶ τέφρας εἶπον ἄν, ἅπερ μάλιστα θρηνοῦσιν οἱ πολλοὶ καὶ ἀποδύρονται, ὅτι εἰς τέφραν, ὅτι εἰς κόνιν, ὅτι εἰς σκώληκας διαλυθήσεται ἡμῶν τὰ σώματα, κἀντεῦθεν ἐδείξαμεν τὴν ἄφατον αὐτοῦ πρόνοιαν καὶ κηδεμονίαν.
 [00602]  Καὶ ἕτερος μὲν τῷ βασιλεῖ προσκεκρουκὼς ἠφίετο, αὐτὸς δὲ μακρὸν ἔνδον ἔμενε χρόνον, ὑπὲρ ὧν αὐτὸν στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι ἔδει, τὴν ἐσχάτην τίνων τιμωρίαν.
 [00721]  Καὶ ὅμως οὐδὲν αὐτὸν ταῦτα παρέβλαψεν, ἀλλὰ τοσοῦτον ἔλαμψεν ἀρετῇ ὡς ἃ μετὰ μακρὸν χρόνον, μετὰ προφήτας, μετὰ νόμον καὶ τοσαύτην παιδαγωγίαν, τὴν διὰ σημείων καὶ θαυμάτων γεγενημένην ἣν ἔμελλεν ὁ Χριστὸς τοὺς ἀνθρώπους παιδεύειν, [13.2] ταῦτα προλαβὼν δι' ἔργων ἐπεδείξατο, ἀγάπην γνησίαν καὶ θερμήν, χρημάτων ὑπεροψίαν, τὴν περὶ τοὺς οἰκείους τοῦ σπέρματος κηδεμονίαν·
000-00-00 Serial Number=0605543554
Ad illuminandos catecheses Ante [Go Back]  
 [00208]  ∆ιὰ τοῦτο μακρὸν ὑπὲρ τούτων ἀποτείνω τὸν λόγον·
000-00-00 Serial Number=0542664409
Ad populum Antiochenum Ante [Go Back]  
 [02351]  Καὶ γὰρ πειράσομαι πρὸς ἕκαστον ὑμῶν μακρὸν ἀποτεῖναι λόγον τοῦ συλλόγου τούτου διαλυθέντος, ἵνα ἐν τῷ μήκει τῶν λεγομένων εὕρω τοὺς κατωρθωκότας·
 [03970]  Καθάπερ γὰρ παῖδες σχοινίον μακρὸν καὶ διεφθαρμένον ἕλκοντες ἀπεναντίας ἀλλήλων μετὰ πολλῆς τῆς ῥύμης, ὕπτιοι πάντες πίπτουσι τοῦ σχοινίου μέσου διαῤῥαγέντος, καὶ οἱ μὲν τὰς κεφαλὰς, οἱ δὲ ἕτερόν τι τοῦ σώματος τιτρώσκονται μέρος·
 [05331]  Ἀετὸν ἐνταῦθα τὸν βασιλέα τῶν Βαβυλωνίων ἐκάλεσε, μέγαν δὲ αὐτὸν καὶ μεγαλοπτέρυγον εἶπε, καὶ μακρὸν τῇ ἐκτάσει καὶ πλήρη ὀνύχων ὠνόμασε, διὰ τὸ τῆς στρατιᾶς πλῆθος καὶ τὸ τῆς δυνάμεως μέγεθος καὶ τὸ τάχος τῆς ἐφόδου·
 [05823]  Τοὺς δὲ μήπω κατορθώσαντας, ἀλλὰ τὸν μακρὸν χρόνον ἡμῖν προβαλλομένους, καθ' ὃν ὤμνυον ἔμπροσθεν, καὶ λέγοντας, ὡς ἀδύνατον ἐν βραχεῖ καιρῷ τὸ πολλοῖς ἔτεσι ῥιζωθὲν ἀνασπάσαι, ἐκεῖνο ἂν εἴποιμι, εἴ τι ἔνθα ἂν δέοι κατορθῶσαι τῶν ὑπὸ Θεοῦ κελευομένων, οὐ χρόνου χρεία, οὐδὲ [49.209] πλήθους ἡμερῶν, οὐδὲ διαστήματος ἐνιαυτῶν, ἀλλὰ φόβου μόνον καὶ ψυχῆς εὐλάβειαν ἐχούσης, καὶ πάντως περιεσόμεθα, καὶ ἐν βραχεῖ καιρῷ.
000-00-00 Serial Number=0674111903
Adversus Judaeos Ante [Go Back]  
 [00153]  καὶ μακρὸν κατέτεινα πρὸς αὐτὸν λόγον, πρῶτον μὲν, ὅτι οὐ θέμις ὅλως ὀμνύναι, οὐδὲ ἀνάγκην ἐπάγειν ὅρκων, διδάσκων ἀπὸ τῶν θείων Εὐαγγελίων·
 [01304]  Οὐδὲ γὰρ τοῦτο μόνον προεῖπεν καὶ προανεφώνησεν, ἀλλὰ καὶ ἄλλα πολλὰ τῶν μελλόντων ἐκβήσεσθαι μετὰ μακρὸν ὕστερον χρόνον προανηγόρευσε τότε.
 [01723]  οὐδὲ γὰρ ἂν ἔχοιμεν ἄλλον καιρὸν εἰπεῖν, ἐν ᾧ ταῦτα ὑπέστησαν, ἢ τοῦτον τὸν μακρὸν καὶ πολὺν καὶ πλείονα πάλιν ἐσόμενον.
 [02605]  βιώσῃ βίον μακρὸν, κἂν ἀνέλῃ σέ τις, πολλαῖς ἔσται τιμωρίαις ὑπεύθυνος, ὁ γὰρ ἑπτὰ ἀριθμὸς παρὰ τῇ Γραφῇ ἀδιορίστου πλήθους ἐστὶ σημαντικός.
000-00-00 Serial Number=0888839245
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00224]  Εἰ δὲ μὴ ὤκνουν μακρὸν ποιῆσαι τὸν λόγον, καὶ ἀπὸ τῶν προφητῶν καὶ ἀπὸ τοῦ μακαρίου Παύλου καὶ ἐκ τῶν ἄλλων ἀποστόλων ἐδίδαξα ἂν, ὅσην ὑπὲρ τούτου τοῦ μέρους πεποίηται σπουδὴν ὁ Θεός.
 [00352]  Ἀλλ' ἐξαίφνης, ὥσπερ τις σκηπτὸς ἢ καταιγίς ποθεν ἐπιπεσοῦσα, [47.334] μυριαγωγὸν ὁλκάδα καὶ πολλῶν γέμουσαν φορτίων, καὶ μακρὸν διανύσασαν πέλαγος, καὶ ἐξ οὐρίας πλέουσαν, καὶ πρὸς αὐτῷ λοιπὸν οὖσαν τῷ λιμένι, μικρὸν πρὸ τοῦ στόματος αὐτοῦ κατέκλυσε, καὶ μὴ μόνον πενίας τῆς ἐσχάτης, ἀλλὰ καὶ θανάτου τοῦ ἐλεεινοῦ καὶ ἀπωλείας δέος, μὴ τῇ τοῦ τὰ τοιαῦτα πεπλουτηκότος κεφαλῇ περιστήσειεν ὁ χειμών·
 [00686]  Ἀλλ' οὐχ ὁ παῖς τοῦτο πείσεται ὁ σὸς, ἀλλ' εἴ ποτε εἰς γῆρας ἔλθοι μακρὸν, οὐκ ὄψει ταῦτα ἀποδυσπετοῦντα ἅπερ καὶ ὑμεῖς, ἀλλὰ χαίροντα καὶ γαννύμενον καὶ ἀγαλλόμενον·
 [01380]  Σὺ δὲ ἐκεῖ μὲν κάθῃ χρόνον ἀναμένων μακρὸν, καὶ πρὸς οὐδὲν τῶν ἐν μέσῳ, δαπάνην λέγω καὶ ταλαιπωρίαν καὶ τὸ ἄδηλον, ἀλλὰ πρὸς τὸ τέλος μόνον ὁρῶν·
 [01681]  Τὰς μὲν οὖν ἄλλας, ὥστε μὴ μακρὸν ποιῆσαι τὸν λόγον, παρήσω, καίτοι πολλὰς ἔχων εἰπεῖν, μιᾶς δὲ μόνον ἐπιμνησθήσομαι.
000-00-00 Serial Number=0104947746
Catecheses ad illuminandos Ante [Go Back]  
 [00703]  [4.30] Οἶδα ὅτι μακρὸν ἐποίησα τὸν λόγον.
000-00-00 Serial Number=0813250661
Commentarius in Job Ante [Go Back]  
 [01798]  μὴ γὰρ ἔστιν ἐλπίσαι μακρὸν ζήσεσθαι χρόνον;» τίς γάρ μού ἐστιν ἡ ἰσχύς, ὅτι ὑπομένω;
 [03400]  «οὐκ ἐπειδὴ ταύτῃ τῇ ἐλπίδι ἐποίουν, ἀλλ' ὅτι προσεδόκων ἐκ τούτου γῆρας μακρὸν ἀπὸ συνειδότος καλοῦ καὶ χρηστῶν ἐλπίδων.».
 [03869]  πολλάκις οἰκονομεῖ τινα οἰκονομίαν, ἧς τὸ τέλος εἰς μακρὸν ἐκταθῆναι χρόνον ἀνάγκη.
000-00-00 Serial Number=0805956662
Contra Anomoeos Ante [Go Back]  
 [00152]  Οὐ δύνασαι κατατεῖναι λόγον μακρὸν, οὐδὲ ἔχεις διδασκαλίαν;
000-00-00 Serial Number=0912494421
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00229]  Καίτοι καὶ ἐν ἀνδράσιν εἰσὶ πολλοὶ γυναικῶν ἀσθενέστερον διακείμενοι καὶ διὰ γῆρας μακρὸν, καὶ δι' ἀρρωστίαν, καὶ διὰ πήρωσιν σώματος, καὶ διὰ νόσους χαλεπὰς, καὶ δι' ἑτέρας τινὰς τοιαύτας προφάσεις·
000-00-00 Serial Number=0026413858
De Christi divinitate Ante [Go Back]  
 [00089]  Ὁρᾷς με παραλελυμένον, τὸν χρόνον ἔγνως τὸν μακρὸν τῆς ἐμῆς ἀῤῥωστίας, καὶ ἐρωτᾷς εἰ βούλομαι γενέσθαι ὑγιής;
000-00-00 Serial Number=0321557403
De Lazaro Ante [Go Back]  
 [01204]  Καὶ ἵνα μὴ πάντα καταλέγοντες μακρὸν ποιῶμεν τὸν λόγον, ἄκουσον τί φησι περὶ τῆς ἁπάσης αὐτοῦ ζωῆς·
 [01510]  Ἐδύνατο μὲν γὰρ ὁ Θεὸς καὶ παρ' αὐτὴν αὐτὰ πληρῶσαι τὴν ἡμέραν, ἀλλ' ἵνα καὶ τὴν αὐτοῦ δύναμιν ἐπιδείξηται, καὶ τὴν πίστιν τῶν αὐτοῦ δούλων, ἀφίησι χρόνον μεταξὺ παρεμπεσεῖν μακρὸν, καὶ πολλὰ γενέσθαι κωλύματα, ἵνα καὶ τὴν αὐτοῦ μάθῃς ἰσχὺν, τότε πληροῦντος τὰ ἐπηγγελμένα, ὅταν εἰς ἀπόγνωσιν ἐμπέσῃ, καὶ τὴν τῶν δούλων ἴδῃς ὑπομονὴν καὶ πίστιν, οὐδενὶ τῶν ἐν μέσῳ συμβαινόντων τῆς ἀγαθῆς προσδοκίας ἐκπιπτόντων.
000-00-00 Serial Number=0712921202
De consubstantiali Ante [Go Back]  
 [00014]  Ἐβουλόμην μὲν οὖν μακρὸν κατ' ἐκείνων ἀποτεῖναι λόγον, ἀλλ' ἵνα μὴ δόξω σκιαμαχεῖν, ἐπιτιμῶν τοῖς μὴ παροῦσι μηδὲ ἀκούουσι, τούτους εἰς τὴν ἐκείνων παρουσίαν τηρήσας τοὺς λόγους, τὴν [48.757] ὑμετέραν ἀγάπην ἐπὶ τὸν συνήθη λειμῶνα καὶ τὸ πέλαγος τῶν θείων Γραφῶν κατὰ τὴν θείαν χάριν ὁδηγῆσαι πειράσομαι.
000-00-00 Serial Number=0145946503
De diabolo tentatore Ante [Go Back]  
 [00392]  παρακάλεσον τὸν κοινὸν ἡμῶν ἁπάντων ∆εσπότην, εἰς τὸ μακρὸν γῆρας τοῦ Ἰσαὰκ τὴν ζωὴν [49.258] τὴν σὴν ἐξαγαγεῖν.
000-00-00 Serial Number=0713020504
De sacerdotio Ante [Go Back]  
 [00648]  Καὶ καθάπερ οἱ φιλάργυροι τῶν παίδων βαρύνονται τὸ τῶν πατέρων γῆρας, οὕτω καὶ τούτων τινές, ὅταν ἴδωσιν εἰς μακρὸν παραταθεῖσαν τὴν ἱερωσύνην χρόνον, ἐπειδὴ ἀνελεῖν οὐκ εὐαγές, παραλῦσαι σπεύδουσιν αὐτὸν τῆς ἀρχῆς, πάντες ἀντ' ἐκείνου γενέσθαι ἐπιθυμοῦντες καὶ εἰς ἑαυτὸν ἕκαστος μεταπεσεῖσθαι τὴν ἀρχὴν προσδοκῶντες.
 [00662]  Καὶ οὐ τὴν πολιὰν ἀτιμάσαι βουλόμενος, οὐδὲ νομοθετῶν τοὺς ἀπὸ χοροῦ μοναζόντων ἥκοντας πάντως ἀπείργεσθαι τῆς τοιαύτης ἐπιστασίας ταῦτα εἶπον νῦν συνέβη γὰρ πολλοὺς καὶ ἐξ ἐκείνης ἐλθόντας τῆς ἀγέλης εἰς ταύτην διαλάμψαι τὴν ἀρχήν , ἀλλ' ἐκεῖνο δεῖξαι σπουδάζων ὅτι εἰ μήτε εὐλάβεια καθ' ἑαυτήν, μήτε γῆρας μακρὸν ἱκανὰ γένοιτ' ἂν δεῖξαι τὸν κεκτημένον ἱερωσύνης ἄξιον ὄντα, σχολῇ γ' ἂν αἱ προειρημέναι προφάσεις τοῦτο ἐργάσαιντο.
 [01090]  Εἰ γὰρ ἅπαντα θέλοιμεν καταλέγειν, εἰς μακρὸν ἐκπεσεῖται μῆκος ὁ λόγος.
000-00-00 Serial Number=0350848794
De virginitate Ante [Go Back]  
 [01669]  Ὁ μὲν γὰρ ὑπὲρ τούτων φροντίζων ὧν οὐκ εἰς μακρὸν ἀπολαύσεται χρόνον, πολλάκις δὲ οὐδὲ εἰς βραχύν, εἰκότως ἂν λέγοιτο μεριμνᾶν.
000-00-00 Serial Number=0607713044
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [05060]  Καὶ εἰ μὴ μακρὸν ἐποίουν τὸν λόγον, πολλὰς ἂν ἀπηριθμησάμην τοιαύτας δωρεάς.
000-00-00 Serial Number=0763572931
Epistula ad Cyriacum Ante [Go Back]  
 [00529]  Οἶσθα αὐτοῦ καὶ τὴν ἄλλην ἀρετήν, ἵνα μὴ πάντα καταλέγων μακρὸν ποιήσω τὸν λόγον, τὴν ἐπιείκειαν, τὴν πραότητα, τὴν σωφροσύνην, τὴν ἀκρίβειαν.
000-00-00 Serial Number=0204135358
Epistulae Ante [Go Back]  
 [00248]  Αὐτὴ μὲν μακρὸν ἐσίγησας χρόνον, καὶ ταῦτα ἔχουσα τὸν κύριόν μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον Θεόδοτον τὸν διάκονον, δυνάμενον ῥᾳδίως εὑρίσκειν τοὺς ἐκεῖθεν ἐνταῦθα ἀφικνουμένους.
 [00296]  Εἰ μὲν γὰρ ἁπλῶς τῶν περὶ ἡμᾶς διακειμένων ἦσθα, οὐδὲν ἀπεικὸς μακρὸν χρόνον οὕτω σιγῆσαι·
 [00479]  ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς, εἰ καὶ μακρὸν ἀπελείφθημεν χρόνον τῆς ἐμμελείας τῆς σῆς, ἀλλ' ἀκμάζουσαν αὐτὴν διατηροῦμεν, καὶ γλώττῃ μὲν νῦν, γνώμῃ δὲ ἀεί.
 [01008]  Οὐ τοίνυν ὡς δεομένοις μανθάνειν παρ' ἡμῶν ταῦτα ἐπέσταλκα, ἀλλ' ἐπειδὴ μακρὸν ἐσιγήσατε χρόνον, μᾶλλον δὲ κοινῇ μακρὰν ἐσιγήσαμεν σιγὴν, ἐβουλήθην καὶ τὴν ἐπιστολὴν γενέσθαι μακράν.
 [01437]  ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς, εἰ καὶ μακρὸν ἀπελείφθημεν χρόνον τῆς ἐμμελείας τῆς σῆς, ἀλλ' ἀκμάζουσαν αὐτὴν διατηροῦμεν, καὶ γλώττῃ μὲν νῦν, γνώμῃ δὲ ἀεί.
 [01966]  Οὐ τοίνυν ὡς δεομένοις μανθάνειν παρ' ἡμῶν ταῦτα ἐπέσταλκα, ἀλλ' ἐπειδὴ μακρὸν ἐσιγήσατε χρόνον, μᾶλλον δὲ κοινῇ μακρὰν ἐσιγήσαμεν σιγὴν, ἐβουλήθην καὶ τὴν ἐπιστολὴν γενέσθαι μακράν.
 [03149]  ἀλλ' ἡμεῖς μὲν καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις ἐπεστάλκαμεν, σὺ δὲ σιγᾷς χρόνον οὕτω μακρὸν, καὶ νομίζεις τὸ τυχὸν ἡμαρτηκέναι ἁμάρτημα, οὕτως ἀγνώμων περὶ ἡμᾶς γεγενημένος;
000-00-00 Serial Number=0095521808
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00875]  Οἶσθα αὐτοῦ καὶ τὰς ἄλλας ἀρετάς, ἵνα μὴ πάντα καταλέγων μακρὸν ποιήσω τὸν λόγον, τὴν ἐπιείκειαν, τὴν πρᾳότητα, τὴν σωφροσύνην, τὴν ἀκρίβειαν, πῶς σφοδρὸς ὢν τοῖς ἀδικοῦσι τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστι προσηνὴς καὶ ἥμερος ἦν καὶ αὐτοῦ τοῦ μέλιτος ἡδίων τοῖς τε ἄλλοις ἅπασι καὶ τοῖς οἰκέταις τοῖς αὐτοῦ, οἳ τοῦ ἔρωτος ὃν ἤρων ἐκείνου μέγα ἐκφέροντες δεῖγμα ἔλεγον·
000-00-00 Serial Number=0969641268
Expositiones in Psalmos Ante [Go Back]  
 [06054]  Τὸ γὰρ, Ἕως πότε, δεικνύντος ἐστὶ μακρὸν ὄντα τὸν χρόνον·
000-00-00 Serial Number=0139946461
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02451]  Ἀλλ' ὅταν ὁρῶμεν ἐν εὐδίᾳ, μακρὸν εἰκὸς εἶναι χειμῶνα, ἀστραπὴ ἐξέρχεται ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πᾶσαν ἐπιτρέχει τὴν οἰκουμένην·
000-00-00 Serial Number=0938540161
In Acta apostolorum Ante [Go Back]  
 [00634]  Ἄλλως δὲ, οὐδὲ μακρὸν λοιπὸν πρὸς αὐτοὺς ἀποτείνει λόγον μετὰ τὴν ἀνάστασιν.
 [02993]  Οὐκ ἠθέλησε καθ' ἕκαστον ἐπεξιέναι, ὥστε μὴ μακρὸν ποιῆσαι τὸν λόγον·
 [04536]  Καὶ οὔτε μακρὸν τὸν λόγον, ἀλλὰ σύντομον ποιεῖ·
 [09999]  Λέγεις, ὅτι δεῖ μετριάζειν, καὶ μακρὸν ὑπὲρ τούτου λόγον ἀποτείνεις, καὶ ῥητορεύεις ῥέων ἀκωλύτως;
 [09999]  Πολλὰ πολλοὶ πράττουσιν ὑπὲρ τοῦ εἰς μέσον στάντες μακρὸν ἀποτείνειν λόγον·
 [09999]  Τοῦτο καὶ δικαιολογίας ὑποψίαν ἔχει τὸ μὴ εἰς μακρὸν ἐμπίπτειν τὸν λόγον ἐᾷν Καὶ χαρίζεται τῷ δικαστῇ.
000-00-00 Serial Number=0551731229
In Eutropium Ante [Go Back]  
 [00122]  ἐπειδὴ γὰρ ὁ βασιλεὺς ἔγνω, ὅτι εἰς τὸ ἄσυλον τοῦτο χωρίον κατέδραμε, τοῦ στρατοπέδου παρόντος, καὶ παροξυνομένου ὑπὲρ τῶν αὐτῷ πεπλημμελημένων, καὶ εἰς σφαγὴν αὐτὸν αἰτούντων, μακρὸν ἀπέτεινε λόγον, τὸν στρατιωτικὸν καταστέλλων θυμὸν, ἀξιῶν μὴ τὰ ἁμαρτήματα μόνον, ἀλλὰ καὶ εἴ τι αὐτῷ γέγονε κατόρθωμα, καὶ τοῦτο λογίζεσθαι, καὶ τοῖς μὲν εἰδέναι χάριν ὁμολογῶν, ὑπὲρ δὲ τῶν ἑτέρως ἐχόντων ὡς ἀνθρώπῳ συγγινώσκων.
000-00-00 Serial Number=0872741520
In Genesim sermo 3 Ante [Go Back]  
 [00497]  Ἀλλ' Ἐπὶ δύο καὶ τριῶν μαρτύρων πᾶν ῥῆμα σταθήσεται, ἵνα μὴ μακρὸν τὸν λόγον τῆς διηγήσεως ἐφαπλώσωμεν.
000-00-00 Serial Number=0865460157
In Isaiam Ante [Go Back]  
 [01262]  Ξένον τοῦτο ὁ προφήτης αὐτὸς πεποίηκε, μακρὸν πρὸς τὰς γυναῖκας ἀποτείνας λόγον, ὅπερ οὐδαμοῦ τῶν Γραφῶν ὁρῶμεν γεγενημένον οὕτω.
 [01415]  Ἐπειδὴ σφόδρα κατέσεισε τὴν διάνοιαν αὐτῶν τῇ τῶν λυπηρῶν ἀπειλῇ, καὶ τὴν συμφορὰν ἐναργῶς ἐτραγῴδησε καὶ μακρὸν ἀπέτεινε λόγον τὰ φοβερὰ διηγούμενος, μεταβάλλει λοιπὸν ἐπὶ τὰ χρηστότερα.
 [02179]  Προφητείαν προφητείαις συνάπτει μακροτέραις ἐγγυτέραν, τὴν ἐπὶ τῆς γενεᾶς αὐτῶν γενομένην τῶν μακρὸν ὕστερον ἐσομένων μεγίστην ἀπόδειξιν παρεχόμενος.
000-00-00 Serial Number=0707555711
In Joannem Ante [Go Back]  
 [02210]  Ἂν οὕτως ἑαυτοὺς μετὰ ἀκριβείας ἄγωμεν, δυνησόμεθα τῇ τοῦ Θεοῦ χάριτι πολλῆς φιλανθρωπίας καὶ ἐλέους καὶ συγγνώμης τυχεῖν ἐφ' οἷς ἡμάρτομεν πάντα τὸν μακρὸν τοῦτον χρόνον, καὶ τὸν τοῦ πυρὸς ποταμὸν ἐκφυγεῖν·
 [03121]  ∆ιὰ δὴ τοῦτο οὐδὲ μακρὸν ποιεῖ τὸν λόγον, ὅτι ἓν μόνον ἐσπούδαζε, προσαγαγεῖν αὐτοὺς καὶ κολλῆσαι τῷ Χριστῷ.
000-00-00 Serial Number=0658014655
In Kalendas Ante [Go Back]  
 [00168]  Ἂν συλλόγων κοινωνῇς, καὶ λόγον ἀποτείνῃς μακρὸν, διὰ τὸν Θεὸν καὶ τοῦτο ποίησον, κἂν σιγᾷς, διὰ τὸν Θεὸν σίγησον.
000-00-00 Serial Number=0563901007
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00628]  Οὐ γὰρ μόνον τοῖς βασιλικοῖς ἐνίδρυσας θρόνοις, ἀλλὰ καὶ τὰ μετὰ μακρὸν ἐσόμενα προδεδήλωκας χρόνον, καὶ τὰ τοῖς ἄλλοις ἄδηλα, ἐμοὶ δῆλα πεποίηκας, ὡς καὶ τοὺς ἄλλους διδάξαι τὴν τοῦ μονογενοῦς σου Υἱοῦ ἐν ανθρώπησιν καὶ τὸ σωτήριον πάθος καὶ τὴν ἀνάστασιν.
000-00-00 Serial Number=0011952400
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05734]  Εἶτα καὶ ἐγκώμιον αὐτῶν διέξεισι μακρὸν λέγων·
000-00-00 Serial Number=0858166873
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02140]  Καὶ γὰρ εἰκὸς ἦν ἐκείνους λέγειν, ὅτι εἰ μὲν τὰ Πλάτωνος ἢ Πυθαγόρου ἤ τινος ἑτέρου τῶν φιλοσόφων ἀπηγγέλλομεν, εἰκότως οὕτω μακρὸν καθ' ἡμῶν ἀπέτεινες λόγον·
 [09999]  τὸ γὰρ μακρὸν, καὶ μέγα λέγεται.
000-00-00 Serial Number=0685917497
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01511]  ἂν δὲ ἐννοήσῃ ὅτι ῥᾳθυμεῖς σὺ καὶ βραδύνεις καὶ περιμένεις, τότε προσόδους κτήσεται πολλὰς, καὶ τότε αὐτῷ τοὺς γάμους ποιήσεις, ἀπογνοὺς πρὸς τὸ μακρὸν τοῦ χρόνου ταχέως ὀλισθήσει πρὸς πορνείαν.
000-00-00 Serial Number=0290983498
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00274]  εἰπέ μοι, τὸ μέλανα εἶναι, ἢ μακρὸν, ἢ μικρὸν, οὐχὶ ἀδιάφορον·
000-00-00 Serial Number=0648331881
In epistulam ad Ephesios Ante [Go Back]  
 [05175]  Καὶ πολλὰ τοιαῦτα συνείρουσι, μακρὸν ὑφαίνοντες κατηγορίας λόγον κατὰ τῆς τοῦ Θεοῦ προνοίας.
 [05779]  ἀλλὰ καίτοι μακρὸν χρόνον ἑλκύσας ἐν ἀπαιδίᾳ, εἵλετο μηδέποτε γενέσθαι πατὴρ, ἢ τὴν γυναῖκα λυπῆσαι.
 [06092]  Μὴ ζήτει ὅπως μακρὸν ὧδε ζήσεται βίον, ἀλλ' ὅπως ἐκεῖ ἄπειρον καὶ ἀτελεύτητον.
000-00-00 Serial Number=0746147573
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00530]  Καὶ ταῦτα ὁ Λουκᾶς δηλῶν, ἔλεγεν, ὅτι πολὺν καὶ μακρὸν λόγον ὑπὲρ τούτων ἀπέτεινε πρὸς αὐτοὺς ὁ Παῦλος καὶ πρὶν εἰς Ἱεροσόλυμα ἐλθεῖν.
000-00-00 Serial Number=0880617976
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01078]  κἂν δημοσίᾳ ἐπὶ τῆς ἐκκλησίας μὴ δύνῃ λόγον ἀποτεῖναι μακρὸν, τούτοις ἰδίᾳ δύνασαι παραινεῖν·
 [03390]  καὶ τὰ μὲν ἐνταῦθα μετὰ μακρὸν χρόνον ἔδωκε, τὰ δὲ ἐκεῖ, οὐδέπω·
000-00-00 Serial Number=0380954325
In epistulam ad Titum Ante [Go Back]  
 [00813]  γυναιξὶ δὲ τὸν μὲν παραινετικὸν ἐπιτρέπει λόγον ἐπ' οἰκίας, οὐδαμοῦ δὲ προκαθῆσθαι συγχωρεῖ, οὐδὲ μακρὸν ἀποτείνειν λόγον ἀφίησι.
000-00-00 Serial Number=0606202602
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00751]  Εἰ γὰρ οὐδὲ οἱ πρότεροι, φησὶν, ἀπελάμβανον παρὰ πόδας τὰ ἀγαθὰ καὶ τὰς ἀμοιβὰς, πῶς ἡμῖν μακρὸν ἀπέτεινας λόγον, ἀπαριθμούμενος ὡρῶν εὐκρασίαν, σώματος ὑγίειαν, εὐπαιδίαν, πολυπαιδίαν, εὐετηρίαν, καρπῶν ἀφθονίαν, βουκόλια, ποίμνια, ἅπασαν τὴν βιωτικὴν εὐπραγίαν;
000-00-00 Serial Number=0439185798
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00315]  ἀλλὰ καὶ ταῦτα μόλις ἀφῆκεν εἰπεῖν ἡ τοῦ σώματος ἀσθένεια, δι' ἣν τὸν μακρὸν τοῦτον ὑμῶν διεσπάσθην χρόνον.
000-00-00 Serial Number=0351552129
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00023]  Εἶτα ἐπειδὴ ἀδελφὸν ἡμέτερον ἀπὸ Γαλατίας ἀφικόμενον, καὶ δι' αὐτὸν τῆς ἐκκλησίας τὸν νόμον τὸν τοὺς ξένους οὕτως ὑποδέχεσθαι κελεύοντα, καὶ διὰ τὴν λαμπρὰν πολιὰν τιμῶντες, παρεχωρήσαμεν αὐτῷ τοῦ λόγου, καταβοῶντες ἀνεχωρεῖτε, δεινοπαθοῦντες, ὡς μακρὸν χρόνον λιμὸν ὑπομείναντες, καὶ τὴν [63.512] ἡμετέραν ποθοῦντες γλῶτταν τὴν τεμοῦσαν, τὴν ἐπιτιμήσασαν, τὴν καθικομένην, τὴν ὀδυνήσασαν·
000-00-00 Serial Number=0568005383
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00003]  Οὐδὲν, ὡς ἔοικεν, ὠφελήσαμεν, μακρὸν λόγον πρώην πρὸς ὑμᾶς ἀποτείναντες ὑπὲρ τῆς περὶ τὰς συνάξεις σπουδῆς·
000-00-00 Serial Number=0495488882
In illud Vidua eligatur Ante [Go Back]  
 [00386]  καὶ εἰ μὴ μακρὸν ἐποίουν τὸν λόγον, πολλὰς ἂν ἀπηριθμησάμην τοιαύτας δωρεάς.
000-00-00 Serial Number=0670008600
In principium Actorum Ante [Go Back]  
 [01180]  διὰ γὰρ τοῦτο τὸν μακρὸν καὶ πολὺν τοῦτον ὑμῖν ἀπεμήκυνα λόγον, ἵνα μετὰ πάσης ὑποδέξησθε τὸ καταβαλλόμενον φυλακῆς.
000-00-00 Serial Number=0213038802
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00019]  Καὶ ἵνα μὴ πάντα ἐπεξιόντες μακρὸν ποιήσωμεν τὸν λόγον, καὶ τῇ σαρκὶ τῇ ἡμετέρᾳ καὶ πυρετοὶ καὶ παρέσεις καὶ ἕτερος νοσημάτων ἑσμός.
000-00-00 Serial Number=0571680129
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00326]  Τότε εἰσελθὼν ὁ Ἰούδας, καὶ μακρὸν ἀποτείνας λόγον περί τε τοῦ πατρὸς καὶ περὶ τοῦ Ἰωσὴφ καὶ τοῦ Βενιαμὶν, ὃς ἦν ἑλόμενος ἀντὶ τοῦ μειρακίου δουλεύειν αὐτὸς, εἰς τοσοῦτον ἐνέβαλεν οἶκτον τὸν Ἰωσὴφ, ὡς ἐλεγχθῆναι τὴν σκηνὴν ἅπασαν.
 [00752]  Καὶ μακρὸν ἀποτείνει λόγον περὶ τῶν μελλόντων αὐτοὺς διαδέχεσθαι κακῶν.
 [02489]  Τὰ κακὰ τοῖς ἐν Βαβυλῶνι ψευδοπροφήταις προλέγει, καὶ τῷ λαῷ μακρὸν τὸν τῆς αἰχμαλωσίας χρόνον, ἀλλ' ὅμως ἔσεσθαι ἐπάνοδον.
 [02544]  Προλέγει, μὴ εἰς μακρὸν χρόνον ἐκβήσεσθαι τὰ κακὰ, ἀλλ' ἐγγὺς εἶναι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»