Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μεῖζόν [59]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μεῖζόν


000-00-00 Serial Number=0616472244
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00137]  ὃ γὰρ ὁ Χριστὸς εἶπε, πολλῷ τούτου πάλιν μεῖζόν ἐστι.
 [00410]  Καὶ γὰρ, εἰ μὴ τὸ πῦρ ἐκεῖνο ἠπείλητο ἡμῖν, μηδὲ ἀθάνατοι κολάσεις ἡμᾶς ἔμενον, αὐτὸ μόνον τὸ ἀλλοτριωθῆναι τοῦ Χριστοῦ, τοῦ πράου καὶ φιλανθρώπου, τοῦ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς θάνατον, καὶ πάντα παθόντος, ἵνα ἡμᾶς ἐξαιρήσηται τῆς κολάσεως ἐκείνης, καὶ καταλλάξῃ ἡμᾶς τῷ ἑαυτοῦ Πατρὶ ἐχθροὺς ὄντας τοῖς πταίσμασιν, εἰ καὶ μὴ τῶν προκειμένων ἐκείνων ἀνεκλαλήτων ἀγαθῶν καὶ ἀθανάτων ἐκπίπτειν μέλλομεν, πάσης κολάσεως μεῖζόν ἐστι, καὶ ἱκανὸν διεγεῖραι ψυχὰς, καὶ πεῖσαι νήφειν διαπαντός.
000-00-00 Serial Number=0088552654
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01627]  Εἰ δὲ λέγοις ὅτι τῆς κοινῆς τοῦτο κατέγνω ζωῆς, οὐ τῆς αὐτοῦ μόνον, μεῖζόν τι ἢ ἐγὼ αὐτὸς βούλομαι λέγεις, καὶ λόγων ἡμᾶς ἀπαλλάττεις πολλῶν, αὐτὸς ὁμολογῶν, ὅτι οὐ μόνον ἐκείνου, ἀλλ' οὐδ' ἑτέρου τινὸς βίον ἔστιν εὑρεῖν μὴ πολλῷ πλείονα τῶν χρηστῶν ἔχοντα τὰ δυσχερῆ.
000-00-00 Serial Number=0862924218
Ad populum Antiochenum Ante [Go Back]  
 [00352]  τοῦ γὰρ ἐλεημοσύνην δοῦναι τὸ τοιούτοις περιπεσόντα πράγμασιν εὐχαριστῆσαι τῷ Θεῷ, πολλῷ μεῖζόν ἐστιν.
 [00354]  Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο ἐκείνου μεῖζόν ἐστιν, ἀπὸ τῶν συμβεβηκότων τῷ Ἰὼβ τοῦτο ποιήσω φανερόν.
 [00368]  Τοῦ γὰρ ἐν πλούτῳ ζῶντα ποιεῖν ἐλεημοσύνην, τὸ πάντα ἀφαρπαγέντα γενναίως ἐνεγκεῖν καὶ μετ' εὐχαριστίας πολλῷ μεῖζόν ἐστιν, καθάπερ οὖν ἐπὶ τούτου δέδεικται τοῦ δικαίου·
 [00844]  οὐχ ἡδονὴν δὲ μόνον, ἀλλὰ καὶ, ὃ πολλῷ μεῖζόν ἐστιν ἡδονῆς, ὑγείαν καθαρωτάτην.
 [04779]  ἀλλ' [49.171] ὃ τοῦ κόσμου παντὸς μεῖζόν ἐστι, τοῦτό σοι δίδωσι, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον πρὸς τούτῳ.
 [05417]  Τοῦτο μὲν οὖν καὶ κρῖμα μεῖζόν ἐστι καὶ κόλασις ἀπαραίτητος, ὅταν συνεχῶς ἀκούοντες μὴ ποιῶμεν τὰ λεγόμενα.
000-00-00 Serial Number=0155471146
Adversus Judaeos Ante [Go Back]  
 [00545]  Ὥστε ὁ μὲν ἔτι παρακαθήμενος αὐτῷ, καὶ μὴ δυνάμενος μεῖζόν τι τῶν ἐκεῖ γεγραμμένων ἰδεῖν, οὐδὲν ἐκέρδανε παρ' αὐτοῦ μέγα.
 [02145]  Τί γὰρ μεῖζόν ἐστι, βιβλία κεῖσθαι ἐν τόπῳ, ἢ φθέγγεσθαι τὰ ἀπὸ τῶν βιβλίων;
000-00-00 Serial Number=0868345499
Commentarius in Job Ante [Go Back]  
 [00877]  μεῖζόν ἐστι τὸ διατήρησον τοῦ μὴ ἅψῃ.
 [03569]  προϊὼν δὲ καὶ τὸ τούτου μεῖζόν φησιν, ὅτι οὐδὲ οἱ ὀφθαλμοὶ ἔπαθόν τι τοιοῦτον.
000-00-00 Serial Number=0645677030
De Christi precibus Ante [Go Back]  
 [00125]  Καὶ τὸ εἰς βασιλείαν δὲ εἰσαγαγεῖν τοῦ τὸν θάνατον λῦσαι πολλῷ μεῖζόν ἐστι·
000-00-00 Serial Number=0503318667
De cruce et latrone ii Ante [Go Back]  
 [00409]  Πολὺ γὰρ μεῖζόν ἐστι τὸ ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι, ἢ ὑπὲρ τῶν φίλων·
000-00-00 Serial Number=0548985064
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00343]  Εἰ γὰρ ἐν τοῖς μύθοις τοιαῦτα τερατεύονται, «ὅτι καὶ ἐποίησεν αὐτήν, φησίν, ἡμίθεον», καὶ πιστεύει τὸ παιδίον, καὶ οὐκ οἶδεν μὲν ὅπερ ἐστὶν «ἡμίθεος», οἶδεν δὲ ὅτι μεῖζόν τί ἐστιν ἢ κατὰ ἄνθρωπον, καὶ θαυμάζει εὐθέως ἀκοῦσαν, πολλῷ μᾶλλον ὅταν περὶ ἀναστάσεως ἀκούῃ καὶ ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθεν αὐτοῦ ἡ ψυχή.
000-00-00 Serial Number=0993711948
De incomprehensibili dei natura Ante [Go Back]  
 [00674]  Ἀλλ' οὐδὲ φῶς οἰκῶν ἀκατάληπτον εἶπεν, ἀλλὰ ἀπρόσιτον, ὃ τοῦ ἀκαταλήπτου πολλῷ μεῖζόν ἐστι.
 [00865]  Εἴπομεν ὑμῖν τί ποτέ ἐστι τὸ ἀπρόσιτον καὶ ὅτι τοῦ ἀκαταλήπτου πολλῷ μεῖζόν ἐστι καὶ τὴν αἰτίαν προσεθήκαμεν ὅτι τὸ μὲν ἀκατάληπτον μετὰ τὸ ἐρευνηθῆναι ἀκατάληπτον φαίνεται, τὸ δὲ ἀπρόσιτον οὐδὲ ἐρεύνης ἀνέχεται, οὐδὲ προσόδου τὴν ἀρχήν, ὅτε καὶ τῆς τοῦ πελάγους εἰκόνος ἐδεήθημεν.
000-00-00 Serial Number=0601853073
De paenitentia [1] Ante [Go Back]  
 [01178]  καὶ ὃ πάντων μεῖζόν ἐστιν, ἀπέδειξεν ἡμῖν αὐτὸν πλείω τῶν ἀποστόλων ἁπάντων ἔχοντα τὴν εἰς τὸν ∆εσπότην ἀγάπην.
000-00-00 Serial Number=0887964368
De proditione Judae Ante [Go Back]  
 [00375]  διὰ τοῦτο καὶ ἐν τῷ καιρῷ τῆς θυσίας οὐδεμιᾶς ἄλλης ἐμνημόνευσεν ἐντολῆς, ἀλλ' ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς, δεικνὺς, ὅτι πάντων μεῖζόν ἐστι τοῦτο.
000-00-00 Serial Number=0885526478
De virginitate Ante [Go Back]  
 [00619]  Τοῦτο γὰρ καὶ Μωσαϊκοῦ μεῖζόν ἐστιν ἐπιτάγματος.
000-00-00 Serial Number=0762652159
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04386]  Τοῦ γὰρ ἐν πλούτῳ ζῶντα ποιεῖν ἐλεημοσύνην τὸ πάντα ἀφαρπαγέντα γενναίως ἐνεγκεῖν καὶ μετ' εὐχαριστίας, πολλῷ μεῖζόν ἐστι.
 [07716]  Τὸ γὰρ ἐν τούτοις ἀγανακτεῖν, μεῖζόν τι τῆς φύσεως ἐπιζητούντων ἐστίν.
000-00-00 Serial Number=0209339082
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00032]  δύνασαι γάρ, καὶ οὐ μεῖζόν σου τῆς τέχνης τὸ κλυδώνιον·
000-00-00 Serial Number=0572586417
Homilia de capto Eutropio Ante [Go Back]  
 [00960]  Τὸ μεῖζόν σοι ἔδωκα, τὸν ∆εσπότην τῆς βασιλείας, ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν·
 [00964]  Τὸ μεῖζόν σοι ἔδωκα.
000-00-00 Serial Number=0560420096
In Acta apostolorum Ante [Go Back]  
 [03027]  Οὐκ εἶπε, Σώζοντα, ἀλλ' ὃ μεῖζόν ἐστιν, Εὐλογοῦντα·
000-00-00 Serial Number=0801692009
In Genesim sermones Ante [Go Back]  
 [00675]  οὕτω τοῦ λῦσαι τὴν δουλείαν τὸ μενούσης αὐτῆς δεῖξαι τὴν ἐλευθερίαν πολλῷ μεῖζόν ἐστι καὶ θαυμαστότερον.
 [01537]  Οὐκ εἶπεν, οὐ παρερχόμενα, ἀλλ' ὃ πολλῷ μεῖζόν ἐστιν, Ὡς φεύγοντα·
000-00-00 Serial Number=0151057422
In Joannem Ante [Go Back]  
 [00490]  Ἐπειδὴ δὲ οὕτως ἀναίσθητοί τινές εἰσιν, ὡς καὶ μετὰ ταῦτα μεῖζόν τι περὶ αὐτῶν τῆς ἀξίας ὑπονοεῖν, τῷ, Ἐποίησε, ῥήματι, καὶ τῷ, Ἄνθρωπος ἦν, προκαταλαμβάνει τὴν διάνοιαν τοῦ ἀκροατοῦ, καὶ πᾶσαν ἀναισχυντίαν ἐκκόπτει.
 [00497]  Ἡ γὰρ τῆς γῆς καὶ τοῦ ἀνθρώπου προσηγορία προλαβοῦσα, ὅσα ἂν περὶ αὐτῶν λέγηται, οὐκ ἀφίησι τὴν διάνοιαν μεῖζόν τι φαντασθῆναι περὶ αὐτῶν, ὧν νῦν ἴσμεν·
000-00-00 Serial Number=0820917726
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01998]  Ἐννόησον τοίνυν ὅση τοῦ Πνεύματος ἡ ἀξία, ὅταν αἱ πλάκες αὐτοῦ βελτίους τῶν προτέρων, ὅταν μεῖζόν τι καὶ αὐτῆς τῆς ἀναστάσεως ἐπιδεικνύηται.
 [03431]  Ἀλλ' οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ πολλῷ μεῖζόν ἐστι τούτου τέθεικε.
000-00-00 Serial Number=0844967186
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04703]  καὶ οὐκ ἂν ἐκ δευτέρου τὸ αὐτὸ εἶπεν, οὐδ' ἂν ὡς μεῖζόν τι λέγων ὕστερον αὐτὸ τέθεικεν.
 [09999]  καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, ὃ πολλῷ μεῖζόν ἐστι, Συγχαίρει δὲ τῇ ἀληθείᾳ.
000-00-00 Serial Number=0109427691
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02958]  Τοῦ γὰρ εὖ ποιεῖν τὸ φέρειν ἁρπαζόμενον διὰ τὸν Θεὸν πολλῷ μεῖζόν ἐστι.
000-00-00 Serial Number=0993719518
In epistulam ad Colossenses Ante [Go Back]  
 [00501]  Οὐκ εἶπε δύναμιν, ἀλλὰ Κράτος, ὅπερ μεῖζόν ἐστι.
 [02068]  ἐκεῖνο γὰρ μεῖζόν ἐστιν, ἢ καθ' ἡμᾶς.
 [02526]  Οὐκ εἶπεν, ὅτι κορυφή ἐστιν, ἀλλ' ὃ μεῖζόν ἐστι, σύνδεσμος·
000-00-00 Serial Number=0245324016
In epistulam ad Ephesios Ante [Go Back]  
 [00881]  Ὅρα τοίνυν πῶς μέγα σφόδρα ὁ Παῦλος δείξας ἤδη, ὅτι τοῦ νεκροὺς ἀνιστᾷν τὸ ψυχὴν νενεκρωμένην ἰάσασθαι πολλῷ μεῖζόν ἐστι, καὶ νῦν, ὥσπερ μέγα, οὕτως αὐτὸ τίθησι.
 [02034]  Ὥστε τοῦτο ἐκείνου μεῖζόν ἐστιν·
 [02362]  Τοῦτο ἐκείνου μεῖζόν ἐστιν·
 [02852]  οὐδὲ ἐμοῦ πάλιν τὰ ἄλογα μεῖζόν τι φρονῆσαι δύναται·
000-00-00 Serial Number=0964570582
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01110]  Ἂν οὖν σοι δείξω, ὅτι πολλῷ τούτου μεῖζόν ἐστιν ἕτερον
 [01324]  ὄντως τοῦ τὸν κόσμον ποιῆσαι, καὶ ἐκ μὴ ὄντων παραγαγεῖν αὐτὸν, τὸ σάρκα ἀναλαβόντα παθεῖν ἅπερ ἔπαθε, πολλῷ μεῖζόν ἐστι.
 [05641]  Εἰ γὰρ καὶ μὴ νεκροὺς ἀνιστῶσι, μηδὲ χωλοὺς, ἀλλ' ὃ πάντων μεῖζόν ἐστι, παῤῥησίαν ἔχουσι πρὸς τὸν Θεόν·
 [06165]  ἀλλ' ὃ πολλῷ τούτου μεῖζόν ἐστιν ἐποιήσατε, τὸ καὶ μετὰ χαρᾶς τὰ τοιαῦτα φέρειν·
000-00-00 Serial Number=0822150707
In epistulam ad Philippenses Ante [Go Back]  
 [01453]  ὃ τοῦ, Τὸ αὐτὸ, μεῖζόν ἐστι.
 [04738]  Ὅπερ εἶπεν ἄνω, Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω, τὸ αὐτὸ δηλῶν, εἰ καὶ ἐκεῖνο τούτου μεῖζόν ἐστιν.
000-00-00 Serial Number=0890950859
In epistulam ad Romanos Ante [Go Back]  
 [04925]  Ἀλλ' οὐχ ὁ τῷ Πνεύματι ζῶν τοιοῦτος, ἀλλὰ καὶ φόβων καὶ λύπης καὶ κινδύνων καὶ μεταβολῆς ἁπάσης ἕστηκεν ἀνώτερος, οὐ τῷ μηδὲν ὑπομένειν, ἀλλ', ὃ πολλῷ μεῖζόν ἐστι, τῷ καὶ ἐπιόντων αὐτῶν καταφρονεῖν.
 [05658]  ὅπερ πολὺ μεῖζόν ἐστι τοῦ κωλῦσαι ἐπελθεῖν τὰ δεινὰ, ἢ καταλῦσαι ἐπελθόντα.
 [09999]  Καὶ οὐκ εἶπεν, Ὑποτάξει, ἀλλ', ὃ μεῖζόν ἐστι, Συντρίψει·
000-00-00 Serial Number=0697428823
In illud Vidi dominum Ante [Go Back]  
 [01327]  Ὥσπερ γὰρ ἐκεῖ μεῖζόν ἐστι τῆς ἀγγελικῆς ἀξίας τὸ βλέπειν τὸ πρόσωπον τοῦ Πατρός, οὕτω τῆς τῶν Σεραφὶμ ἀξίας μεῖζον τὸ ἑστάναι κύκλῳ τοῦ θρόνου καὶ μέσον ἔχειν αὐτόν.
000-00-00 Serial Number=0426859677
In illud Vidua eligatur Ante [Go Back]  
 [00471]  ἵνα μὴ ταῦτα λέγωμεν, ὃ πολλῷ μεῖζόν ἐστιν, αὐτὸς ὁ τοῦ Ἠλίου καὶ τοῦ Ἐλισσαίου καὶ τῶν προφητῶν ∆εσπότης ἁπάντων διὰ τῶν πενήτων ὑπέσχετο πρὸς ἡμᾶς εἰσιέναι, λέγων·
000-00-00 Serial Number=0229472876
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00325]  Τοῦτο γοῦν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν, ὅτι ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, οὐχ ὅτι μόνον ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, ὃ πολλῷ μεῖζόν ἐστιν·
 [00363]  Τὸ μὲν γὰρ ἁμαρτίας ἀφιέναι τοῦ σῶμα θεραπεῦσαι πολλῷ μᾶλλον μεῖζόν ἐστι, καὶ τοσοῦτον μεῖζον, ὅσον ψυχὴ σώματος.
000-00-00 Serial Number=0536415994
In principium Actorum Ante [Go Back]  
 [00385]  Ὅτι πολλῷ μεῖζόν ἐστι τοῦ κωλῦσαι τοὺς πειρασμοὺς τὸ συγχωρήσαντα τοὺς πειρασμοὺς ἐλθεῖν, μηδὲν ἀφεῖναι δεινὸν ἐκ τῆς ἐπαγωγῆς τούτων παθεῖν.
000-00-00 Serial Number=0408738494
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00249]  καὶ ὃ πάντων μεῖζόν ἐστιν, ὁ τῶν οὐρανῶν ∆εσπότης πολλοὺς ὑμῖν ὑπὲρ τούτων παρασχήσει τοὺς μισθοὺς, καὶ τὴν ἐμπορίαν ταύτην καὶ τὸν ἔπαινον πλεονάσει.
000-00-00 Serial Number=0599815428
In sanctum Romanum Ante [Go Back]  
 [00130]  Καίτοι τοῦτο τῆς τῶν σωμάτων ἀναστάσεως πολλῷ μεῖζόν ἐστιν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»