Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μεθύειν [55]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μεθύειν


000-00-00 Serial Number=0270120680
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00379]  Οὗτοι γὰρ, οὗτοι οἱ μεθύειν μελετῶντες καὶ γαστρίζεσθαι, οἱ τὰ μὲν ἄριστα συντελοῦντες μέχρις ἑσπέρας, τὰ δὲ δεῖπνα εἰς μέσας νύκτας ἐκτείνοντες, οἱ τὰ τῶν ἄλλων ἁρπάζοντες, καὶ οὔτε χήρας, οὔτε πένητος, οὔτε ἀδυνάτου φειδόμενοι, οἱ πολλὴν ὠμότητα ἐπιδεικνύμενοι, εἴ ποτε πένθει ληφθεῖεν σφοδρῷ καὶ δυναμένῳ κάτωθεν ἀναστρέψαι καὶ διαταράξαι ψυχὴν, πάσας ἐκείνας τὰς βλακώδεις ἐπιθυμίας καὶ παρανόμους ἐκβαλόντες, εἰς τὸν τῶν φιλοσόφων μετατίθενται βίον, σκληραγωγίαν, ἀγρυπνίαν, χαμευνίαν, καρτερίαν, νηστείαν, σιγὴν, ἐπιείκειαν, ταπεινότητα, φιλανθρωπίαν ἐπιδεικνύμενοι πολλήν.
000-00-00 Serial Number=0327863693
Ad populum Antiochenum Ante [Go Back]  
 [04206]  Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς ἐν τοσούτῳ χειμῶνι μεθύειν;
000-00-00 Serial Number=0606722057
Adversus Judaeos Ante [Go Back]  
 [00108]  Τὸν νηστεύοντα κατεσταλμένον εἶναι χρὴ, συντετριμμένον, τεταπεινωμένον, οὐχὶ μεθύειν ὑπὸ τῆς ὀργῆς·
 [00180]  ἓν δὲ ἐπίστανται μόνον, γαστρίζεσθαι καὶ μεθύειν, ὑπὲρ ὀρχηστῶν κατακόπτεσθαι, ὑπὲρ ἡνιόχων τραυματίζεσθαι.
 [02531]  Ἔστι γὰρ καὶ χωρὶς οἴνου μεθύειν, ἔστι καὶ νήφοντα παροινεῖν καὶ ἐν ἀσωτίᾳ κωμάζειν.
 [02532]  Εἰ μὴ ἦν χωρὶς οἴνου μεθύειν, οὐκ ἂν εἶπεν ὁ προφήτης, Οὐαὶ οἱ μεθύοντες οὐκ ἀπὸ οἴνου·
 [02533]  εἰ μὴ ἦν χωρὶς οἴνου μεθύειν, οὐκ ἂν εἶπεν ὁ Παῦλος, Μὴ μεθύσκεσθε οἴνῳ.
 [02534]  Ὡς γὰρ ἐνὸν καὶ ἄλλως μεθύειν, εἶπε·
 [02536]  Ἔστι γὰρ, ἔστι καὶ ὀργῇ μεθύειν, καὶ ἐπιθυμίᾳ ἀτόπῳ, καὶ φιλαργυρίᾳ, καὶ κενοδοξίᾳ, καὶ μυρίοις ἑτέροις πάθεσι.
 [02538]  Οὐ τοίνυν μόνον ὁ ἄκρατον ἐκχεόμενος πολὺν, ἀλλὰ καὶ ὁ πάθος ἕτερον ἐν τῇ ψυχῇ τρέφων, μεθύειν λέγοιτο ἂν ἰσχυρῶς.
000-00-00 Serial Number=0351384759
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00028]  Ἔστι καὶ μὴ πίνοντα οἶνον, μεθύειν, καὶ πίνοντα οἶνον σωφρονεῖν·
 [00031]  καὶ πῶς ἔστιν ἄνευ οἴνου μεθύειν;
 [00033]  Ἔστι καὶ πίνοντα οἶνον μὴ μεθύειν·
 [00045]  Καὶ ὅτι ἔστι καὶ ἄλλως μεθύειν οὐχὶ οἴνῳ μόνῳ, ἄκουσον τί φησιν ὁ Παῦλος·
000-00-00 Serial Number=0561183274
Catecheses ad illuminandos Ante [Go Back]  
 [00750]  ἔστι γὰρ καὶ ἄνευ οἴνου μεθύειν.
 [00751]  Καὶ ὅτι μεθύειν ἄνευ οἴνου ἔστιν, ἄκουε τοῦ προφήτου λέγοντος·
 [00767]  [5.7] Εἶδες πῶς δῆλον ἡμῖν ἐποίησε διὰ τοῦ ῥήματος τούτου ὅτι ἔστι καὶ ἑτέρως μεθύειν;
000-00-00 Serial Number=0037927866
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00093]  ∆ύο δὴ ταῦτα κερδαίνεις τὰ καλὰ, τὸ μήτε μεθύειν καὶ παραπαίειν ἐπὶ τῆς εὐημερίας, μήτε θορυβεῖσθαι καὶ ταράττεσθαι ἐπὶ τῆς εἰς τὰ ἐναντία μεταβολῆς, μάλιστα μὲν εἰ μέλλεις ἀεὶ καραδοκεῖν τὰ ἐναντία·
000-00-00 Serial Number=0976773679
De Anna i Ante [Go Back]  
 [00708]  καὶ οὐδ' ἂν τοῦτο ἐφθέγξατο, εἰ μὴ ὁ ἱερεὺς ἠνάγκασε, μεθύειν ὑποπτεύσας αὐτήν.
000-00-00 Serial Number=0990497470
De Lazaro Ante [Go Back]  
 [00334]  τὸν δὲ εὐχαριστοῦντα οὐχὶ μεθύειν, ἀλλὰ νήφειν δεῖ καὶ ἐγρηγορέναι.
000-00-00 Serial Number=0646042407
De gloria in tribulationibus Ante [Go Back]  
 [00088]  καὶ αὐτὴν δὲ τὴν γῆν, καὶ Ἰουδαίαν πενθεῖν λέγει καὶ μεθύειν τῇ λύπῃ οὐχ ὡς τῶν στοιχείων αἰσθανομένων τούτων, ἀλλ' ὅπερ ἔφθην εἰπὼν, ἕκαστος τῶν [51.160] προφητῶν τὴν ὑπερβολὴν τῶν ἐκ Θεοῦ χορηγουμένων ἡμῖν ἀγαθῶν, καὶ τῶν τιμωριῶν τῶν ἐκ τῆς ἡμετέρας κακίας ἐπαγομένων ἡμῖν παραστῆσαι θέλων·
000-00-00 Serial Number=0026758671
De jejunio [1] Ante [Go Back]  
 [00099]  Καὶ μὴ δόξῃς οἴνου μὲν ἀπεχόμενος διὰ τὸ νήφειν, πονηρίας δὲ πληρούμενος μεθύειν, ἵνα μὴ ἀκούσῃς, Οὐαὶ οἱ μεθύοντες, οὐκ ἀπὸ οἴνου! Μέθη δὲ οὐκ ἔστι νηστείας κοινωνὸς, ἀλλ' ἔχθρα καὶ ἀντίπαλος.
000-00-00 Serial Number=0530056655
De jejunio [3] Ante [Go Back]  
 [00008]  τί ὄφελος ἄρτον μὴ ἐσθίειν, καὶ μεθύειν θυμῷ;
000-00-00 Serial Number=0021322370
De jejunio sermones 1 Ante [Go Back]  
 [00255]  τί τὸ ὄφελος, ἄρτον μὴ ἐσθίειν, καὶ μεθύειν θυμῷ·
000-00-00 Serial Number=0731546223
De perfecta caritate Ante [Go Back]  
 [00167]  Ἂν μεθύειν καὶ τρυφᾷν ἐπιθυμῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ καταψύξῃ τὴν τηγανιζομένην γλῶσσαν, καὶ οὐ τυγχάνοντος τῆς αἰτήσεως, καὶ ταχέως ἀποστήσῃ τοῦ πάθους.
000-00-00 Serial Number=0486311674
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [05869]  Ἂν μεθύειν καὶ τρυφᾷν ἐπιθυμῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ καταψύξῃ τὴν τηγανιζομένην γλῶσσαν·
 [09999]  μέλλων ἀναστήσεσθαι, καὶ λόγον ὑφέξειν τῶν σοι πεπραγμένων, καὶ τὴν ἐσχάτην ὑποστήσεσθαι δίκην, τούτων μὲν οὐδένα λόγον ποιῇ, γαστρίζεσθαι δὲ μελετᾷς καὶ μεθύειν, καὶ πρὸς τούτοις γελᾷς;
 [09999]  Ἀλλὰ τὸ μεθύειν ἡδύ;
000-00-00 Serial Number=0253204286
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01264]  πρὶν ἢ μὲν ἀπαρτισθῆναι, μεθύειν ποιεῖ τὸν ἁλόντα·
000-00-00 Serial Number=0796459556
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03274]  Οἴνου δὲ μὴ ἀπογεύεσθαι, μεθύειν δὲ πλεονεξίᾳ χρημάτων;
000-00-00 Serial Number=0822394431
Homilia in martyres Ante [Go Back]  
 [00031]  Ταῦτα λέγω, οὐ κωλύων τρυφᾷν, ἀλλὰ κωλύων ἁμαρτάνειν, οὐ κωλύων πίνειν, ἀλλὰ κωλύων μεθύειν.
 [00039]  Καὶ ταῦτα λέγω, οὐ κελεύων οἴκοι μεθύειν, ἀλλ' ἐν καπηλείῳ μὴ διατρίβειν.
 [00054]  Εἰ μέλλεις τοίνυν, εἰς μάρτυρας παραγενόμενος, μετὰ τὴν ἐντεῦθεν ἀναχώρησιν μεθύειν, βέλτιον οἴκοι μένειν, καὶ μὴ ἀσχημονεῖν, μηδὲ ὑβρίζειν τῶν μαρτύρων τὴν ἑορτὴν, μηδὲ σκανδαλίζειν τὸν πλησίον, μηδὲ πολιορκεῖν τὴν διάνοιαν, μηδὲ ἁμαρτήματα προστιθέναι.
000-00-00 Serial Number=0214987755
In Acta apostolorum Ante [Go Back]  
 [01567]  οὐκ ἔνι καὶ ἐν τῇ τρίτῃ ὥρᾳ μεθύειν;
 [07049]  ὅτε διαλεχθῆναι τοῖς Ἰουδαίοις περὶ τοῦ μὴ μεθύειν, ὅτε θεραπεῦσαι τὸν χωλὸν, ὅτε δημηγορῆσαι, οὗτος πρὸς τῶν ἄλλων ἐστίν·
000-00-00 Serial Number=0313513935
In Isaiam Ante [Go Back]  
 [01655]  Οὐ γὰρ τὴν χρείαν ἐπλήρουν, οὐδὲ ἀνέμενον ἐπιθυμίας γενομένης πληρῶσαι τὴν ἔνδειαν, ἀλλ' ἔργον ἐποιοῦντο τοῦτο καὶ μελέτην, τὸ διηνεκῶς μεθύειν.
000-00-00 Serial Number=0126516938
In Joannem Ante [Go Back]  
 [04364]  Ὁρᾶτε πῶς, ὅταν τοῖς οἰκείοις λογισμοῖς ἐπιτρέψῃ τις τὰ πνευματικὰ, καὶ καταγέλαστα φθέγγεται, καὶ ληρεῖν δοκεῖ καὶ μεθύειν, ὅταν περιεργάζηται παρὰ τὸ τῷ Θεῷ δοκοῦν τὰ εἰρημένα, καὶ μὴ δέχηται τὴν τῆς πίστεως συγκατάθεσιν;
000-00-00 Serial Number=0549263299
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02898]  Ἀλλὰ τὸ μεθύειν ἡδύ.
 [05565]  ἐπεὶ εἰ τοῦτο ἦν, πάντας ἔδει μεθύειν.
000-00-00 Serial Number=0133258104
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02023]  Καὶ ταῦτα ἔλεγον τοῖς οὐδὲν ἄλλο εἰδόσιν, ἢ μεθύειν καὶ γαστρίζεσθαι, τοῖς ἑορτὰς ἐπιτελοῦσιν οὐδαμόθεν ἄλλοθεν συνεστώσας ἢ ἀπὸ αἰσχρότητος καὶ γέλωτος καὶ κωμῳδίας ἁπάσης.
 [02528]  σωφρονεῖν δὲ ἐν γάμῳ δύνασαι, καὶ μὴ μεθύειν δύνασαι.
 [03472]  Τὸ μεθύειν καὶ γαστρίζεσθαι οὐ μόνον οὐκ ἔστιν ἔγκλημα, ἀλλὰ καὶ κατόρθωμα παρὰ πολλοῖς εἶναι νενόμισται·
 [07026]  Οὐδὲ γὰρ μεθύειν ἔξεστι τοῖς ἀγωνιζομένοις κατὰ τὸν καιρὸν τῆς ἀγωνίας οὐδὲ, πορνεύειν, ἵνα μὴ τὴν δύναμιν ἐκλύσωσιν, ἀλλ' οὐδὲ περὶ ἄλλο τι οὐδὲν ἠσχολῆσθαι·
 [08500]  καὶ γὰρ τὸ μεθύειν χωρὶς τοῦ παρορᾷν πένητας ἔγκλημα, καὶ τὸ παρορᾷν πένητας χωρὶς τοῦ μεθύειν κατηγορία·
000-00-00 Serial Number=0512072027
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02699]  μέλλων ἀναστήσεσθαι, καὶ λόγον ὑφέξειν τῶν σοι πεπραγμένων, καὶ τὴν ἐσχάτην ὑποστήσεσθαι δίκην, τούτων μὲν οὐδένα λόγον ποιῇ, γαστρίζεσθαι δὲ μελετᾷς καὶ μεθύειν, καὶ πρὸς τούτοις γελᾷς;
000-00-00 Serial Number=0920735240
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02293]  Μέλλων παραινεῖν τοῖς τῆς διακονίας ἠξιωμένοις μὴ ἀνέδην [62.555] ἐμφορεῖσθαι τοῦ οἴνου, οὐκ εἶπε μὴ μεθύειν, ἀλλὰ Μηδὲ οἴνῳ πολλῷ προσέχοντας.
000-00-00 Serial Number=0246930659
In epistulam ad Romanos Ante [Go Back]  
 [04977]  Καὶ γὰρ οὐχ οὕτω δεινὸν τὸ οἴνῳ μεθύειν, ὡς ἐπιθυμίᾳ χρημάτων·
 [05002]  οὕτως ἐν τῷ μεθύειν ἐστὶν ἀεί.
 [05003]  Οὐκοῦν ἐν αὐτῷ τῷ μεθύειν ὄντας ἀμφοτέρους ἴδωμεν, καὶ διασκεψώμεθα τίς μᾶλλόν ἐστι καταγέλαστος, καὶ σχηματίσωμεν αὐτοὺς ἀκριβῶς πάλιν ὑπογράφοντες.
 [08926]  Ὥσπερ γὰρ οὐ τὸ πίνειν ἐκώλυσεν, ἀλλὰ τὸ μεθύειν, οὐδὲ τὸ γαμεῖν, ἀλλὰ τὸ ἀσελγεῖν·
000-00-00 Serial Number=0049289227
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00061]  Καὶ μὴ νομίσῃς αὐτοὺς μεθύειν, μηδὲ γλεύκους εἶναι μεστοὺς, μηδὲ ὑβρίσῃς ἀπιστίᾳ τὸ δῶρον, μηδὲ μιμήσῃ τοὺς καταράτους, μηδὲ προσείπῃς μέθην τοῦ Πνεύματος τὴν ἐνέργειαν.
 [00068]  Οἱ νήφοντες μεθύειν τοῖς Ἰουδαίοις ἐδόκουν·
 [00075]  Ἐγὼ δὲ μεθύειν μὲν αὐτοὺς καὶ αὐτὸς ὁμολογῶ, ἀλλ' οὐ τὴν μέθην ἣν λέγεις αὐτὸς, ἀλλὰ τὴν θειοτέραν καὶ νοερὰν ἐκείνην, ἧς ὁ πεπωκὼς σοφίας ἐμπίπλαται, ἧς ὁ πεπωκὼς ἔῤῥωται τὴν διάνοιαν, ἧς ὁ πεπωκὼς ἐγρήγορε (σιξ) καὶ νήφει πρὸς ἀρετὴν, ἧς ὁ πεπωκὼς ἐρᾷν μανθάνει Θεοῦ, ἧς ὁ πεπωκὼς οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἧς ὁ πεπωκὼς μαίνεται μετὰ Παύλου, καὶ παντὸς πυρὸς καὶ σιδήρου κατατολμᾷ, καὶ τοῖς κινδύνοις ἐπιπηδᾷ, καὶ πᾶσαν συμφορὰν ὡς εὐφροσύνην ἀσπάζεται, καὶ ταῖς λοιδορίαις ὡς εὐφημίαις ἀγάλλεται, καὶ ταῖς ὕβρεσιν ὡς ἐπαίνοις ἐγκαλλωπίζεται, καὶ τοῖς ὑπὲρ τοῦ Σωτῆρος δεσμοῖς ὡς ἐπὶ τοῖς βασιλικοῖς στεφάνοις ἁβρύνεται.
 [00081]  Ὁ γὰρ ἐκ τούτου τοῦ ποτηρίου πίνων νήφει μὲν ἐν Χριστῷ, μεθύειν δὲ τοῖς ἀνοήτοις δοκεῖ, τὰ τοῦ Σωτῆρος φρονῶν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»