Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μηδένα [244]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μηδένα


000-00-00 Serial Number=0544110596
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00032]  καὶ καθάπερ ἐπὶ τῶν καμνόντων τὰ σώματα, εἰ συμβαίη μηδένα παρεῖναι τῶν ὑγιαινόντων αὐτοῖς, οὐδὲν τὸ κωλύον ἅπαντας εἰς τὴν ἐσχάτην καταπεσεῖν φθορὰν, μηδενὸς αὐτῶν τὰς ἀλόγους ἐπιθυμίας κατέχοντος·
 [00033]  οὕτω καὶ ἐφ' ἡμῶν διὰ τὸ μηδένα εἶναι τὸν ὑγιαίνοντα καθαρῶς ἐν τῇ πίστει, ἀλλὰ πάντας ἀῤῥωστεῖν, τοὺς μὲν ἐκ πλείονος, τοὺς δὲ ἐξ ἐλάττονος μοίρας, οὐδεὶς ὁ τοῖς κειμένοις ἐξαρκέσων ἐστίν.
000-00-00 Serial Number=0512974024
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00885]  Χωρὶς δὲ τούτων αὐτὸ μόνον τὸ μηδένα ὁμόψυχον, μηδὲ ὁμότροπον ἔχειν, πόσην ἀηδίαν, πόσην αὐτῷ κατεσκεύαζε τὴν ἀθυμίαν;
 [00990]  τῇ δὲ τοῦ Θεοῦ φιλανθρωπίᾳ διασωθεὶς, καὶ ἐπανελθὼν μετὰ τῆς λείας καὶ τοῦ συγγενοῦς, ἠναγκάζετο πάλιν τὰ οἰκεῖα θρηνεῖν κακὰ, τὴν ἀπαιδίαν λέγω, καὶ τὸ μηδένα ἔχειν τοῦ κλήρου διάδοχον.
 [01773]  τοσαύτης δυσωδίας τὸ δωμάτιον ἐμπέπλησται, τῷ μηδένα τὸν ἐπιμελούμενον εἶναι.
000-00-00 Serial Number=0280150831
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00069]  Οὐ γάρ ἐστιν ἴσον, ἐν ἀξιώματι τοσούτῳ τυγχάνοντα, καὶ παρὰ πάντων θεραπευόμενον, καὶ μηδένα τὸν ἐπιτιμῶντα ἔχοντα ταπεινοῦσθαι καὶ κάμπτεσθαι καὶ κατεσθίειν ἑαυτὸν, καὶ πάντων τούτων ἀπεστερημένον τὸ αὐτὸ δὴ τοῦτο ποιεῖν.
000-00-00 Serial Number=0894819140
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01049]  «Ἔπεμψα ὑμῖν Τιμόθεον εἰς τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις·
000-00-00 Serial Number=0489718020
Ad populum Antiochenum Ante [Go Back]  
 [01268]  τὸ μηδένα κακῶς λέγειν, τὸ μηδένα ἐχθρὸν ἔχειν, τὸ καθόλου πᾶσαν ἐκ τοῦ στόματος ἀπελάσαι τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν.
 [01271]  Ἀναχωρήσας οἴκαδε ἕκαστος καλείτω τὴν γυναῖκα καὶ τὰ παιδία, καὶ λεγέτω ὅτι εἰσφορὰ ἐπεβλήθη πνευματικὴ τήμερον, εἰσφορὰ δι' ἧς ἔσται τις λύσις τῶν δεινῶν τούτων καὶ ἀπαλλαγὴ, εἰσφορὰ οὐχὶ πένητας τοὺς καταβάλλοντας, ἀλλὰ πλουσιωτέρους ποιοῦσα, ὥστε μηδένα ἐχθρὸν ἔχειν, μηδένα κακῶς λέγειν, μηδὲ ὀμνύναι καθόλου.
 [01560]  Καὶ τῶν τριῶν δὲ ἐκείνων μνημονεύσωμεν, περὶ ὧν πρὸς τὴν ὑμετέραν διελέχθην ἀγάπην, παρακαλῶν μηδένα ἔχειν ἐχθρὸν, μηδὲ κακῶς λέγειν τινὰ τῶν λελυπηκότων ὑμᾶς, καὶ τὴν πονηρὰν τῶν ὅρκων ἐκβαλεῖν ἀπὸ τοῦ στόματος ὑμῶν συνήθειαν.
 [02644]  ποῖος πόνος μὴ κακῶς εἰπεῖν μηδένα;
 [03737]  Ἐπειδὴ γὰρ οἱ προσήκοντες ἅπαντες ἐκείνοις, καὶ γυναῖκες, καὶ μητέρες, καὶ θυγατέρες, καὶ πατέρες εἱστήκεισαν πρὸ τῶν τοῦ δικαστηρίου θυρῶν, ὥστε, εἴ τινα συμβαίη τὴν ἐπὶ θάνατον ἀπενεχθῆναι, μηδένα τῇ θέᾳ τῆς συμφορᾶς ἐμπρησθέντα θόρυβόν τινα ποιῆσαι καὶ ταραχὴν, πόῤῥωθεν ἐφόβουν οἱ στρατιῶται πάντας, προκαταλαμβάνοντες αὐτῶν τῷ δέει τὴν διάνοιαν.
 [03974]  Ἐπελθόντων ποτὲ τῶν πολεμίων τοῖς Ἰουδαίοις, καὶ τοῦ Ἰωνάθαν υἱὸς δὲ οὗτος ἦν τοῦ Σαοὺλ τοὺς μὲν κατακόψαντος, τοὺς δὲ εἰς φυγὴν ἐμβαλόντος, βουλόμενος ὁ Σαοὺλ ὁ τούτου πατὴρ μειζόνως κατὰ τῶν ὑπολειφθέντων τὸ στρατόπεδον διεγεῖραι, καὶ ποιῆσαι μὴ πρότερον ἀποστῆναι, ἕως ἂν πάντας χειρώσηται, τοὐναντίον ἤπερ ἠθέλησεν ἔπραξεν, ὀμόσας ἕως ἑσπέρας μηδένα φαγεῖν ἄρτον, ἕως ἐκδικήσεως τῶν ἐχθρῶν αὐτοῦ.
 [04163]  Ἀπέκλεισε τὰ βαλανεῖα τῆς πόλεως ὁ βασιλεὺς, καὶ μηδένα λούσασθαι ἐκέλευσε, καὶ οὐδεὶς ἐτόλμησε παραβῆναι τὸν νόμον, οὐδὲ αἰτιάσασθαι τὸ γεγενημένον, οὐδὲ [49.152] συνήθειαν προβαλέσθαι·
 [05501]  Ἐπεὶ οὖν πάντων μὲν ὁμοίως δεόμεθα τῶν ἱερῶν νόμων, μάλιστα δὲ πάντων τοῦ κελεύοντος μηδένα ἔχειν ἐχθρὸν, μηδὲ μένειν ὀργιζόμενον διηνεκῶς, ἀλλὰ καταλλάττεσθαι εὐθέως, φέρε περὶ ταύτης ὑμῖν διαλεχθῶμεν σήμερον τῆς ἐντολῆς.
 [05717]  Μὴ γὰρ οὐκ ἦν κύριος κελεῦσαι μόνον καταλλάττεσθαι, καὶ μηδένα ἡμῖν εἶναι μισθόν;
000-00-00 Serial Number=0825809956
Adversus Judaeos Ante [Go Back]  
 [00444]  Ἀλλὰ μὴ γένοιτο μηδένα τῶν ταύτης ἀκουόντων τῆς συμβουλῆς, τοιαύτην ἁμαρτίαν ποτὲ ἁμαρτεῖν, ὥστε προδοῦναι ἀδελφὸν, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.
 [01761]  Τίς οὖν ὑμῖν λοιπὸν ὑπολέλειπται λόγος, ὅταν τὰς μὲν ἄλλας φαίνωνται αἰχμαλωσίας οἱ προφῆται μετὰ διωρισμένων χρόνων εἰπόντες, ταύτῃ δὲ μηδένα χρόνον ὁρίσαντες, ἀλλὰ καὶ τὸ ἐναντίον προσειπόντες, ὅτι ἕως συντελείας ἔσται ἡ ἐρήμωσις;
 [01826]  Εἰ γὰρ τοῦ Μωϋσέως κελεύοντος εἰς μηδένα ἕτερον τόπον ἀνάγειν θυσίαν, ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς, καὶ εἰς ἓν χωρίον συγκλείοντος τὰς θυσίας ἐκείνας, ὁ προφήτης λέγει, ὅτι ἐν παντὶ τόπῳ θυμίαμα μέλλοι προσάγεσθαι, καὶ θυσία καθαρὰ, ἐναντιοῦται καὶ μάχεται τῷ Μωϋσῇ.
 [02554]  καὶ ταφῇ μὲν μηδένα παραδῶμεν, πάντας δὲ ἀνελόμενοι θεραπεύσωμεν.
000-00-00 Serial Number=0142668426
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00025]  τοὺς γὰρ εἰς τὴν καθ' ἡμᾶς φιλοσοφίαν ἄγοντας πάντοθεν ἐλαύνειν, καὶ μετὰ πολλῆς τῆς ἀπειλῆς ἀπαγορεύειν καθόλου μὴ φθέγγεσθαι, μηδὲ διδάσκειν μηδένα ποτὲ ἀνθρώπων τοιοῦτον μηδέν.
 [00230]  Ἐβουλόμην καὶ αὐτὸς οὐχ ἧττον ὑμῶν, ἀλλὰ καὶ πολὺ πλέον, καὶ πολλάκις ηὐξάμην τῶν μοναστηρίων ἀναιρεθῆναι τὴν χρείαν, καὶ τοσαύτην ἐν ταῖς πόλεσι γενέσθαι τὴν εὐνομίαν, ὡς μηδένα δεηθῆναί ποτε τῆς εἰς τὴν ἕρημον καταφυγῆς·
 [00516]  Οὐ γὰρ ἂν οὕτως ἅπαντας ἐξέπληττε χρυσοφορῶν, μᾶλλον δὲ καὶ ἁλουργίδα, καὶ αὐτὸν τὸν στέφανον περικείμενος ἐπὶ τῆς κεφαλῆς, καὶ τοῖς σηρικοῖς ἐπικαθήμενος στρώμασι, καὶ ὑπὸ τῶν ἡμιόνων ἑλκόμενος, καὶ τοὺς χρυσοφοροῦντας δορυφόρους ἔχων, ὡς νῦν ῥυπῶν καὶ αὐχμῶν καὶ παχὺ περιβεβλημένος ἱμάτιον, καὶ μηδένα ἀκολουθοῦντα ἐπαγόμενος, καὶ ἀνυπόδετος ὤν.
 [00540]  Εἰπὲ γάρ μοι, τί βέλτιον, οὕτως ἔμπειρον εἶναι τὰ πολεμικὰ, ὡς μηδένα τῶν τιτρωσκόντων ἡμᾶς ἄτρωτον διαφυγεῖν, ἢ σῶμα κεκτῆσθαι τοιοῦτον, ὡς μηδένα, κἂν μυρία ποιῇ, δύνασθαι πλῆξαι τὸ σῶμα;
 [00615]  Πῶς γὰρ αὐτὸν δήξεται τὸ μηδένα κληρονόμον ἔχειν τῶν αὐτοῦ, ὅταν ἴδῃ τούτων πάντων καταφρονοῦντα ἕτερον;
 [00634]  Εἰ γὰρ ταπεινοὶ καὶ ἐκ ταπεινῶν ὄντες τινὲς ἀγροίκων υἱοὶ καὶ χειροτεχνῶν, ἐπὶ τὴν φιλοσοφίαν ταύτην ἐλθόντες, οὕτως ἐγένοντο τίμιοι πᾶσιν, ὡς μηδένα τῶν ἐν τοῖς μεγάλοις ὄντων ἀξιώμασιν αἰσχυνθῆναι πρὸς τὸ καταγώγιον τούτων ἐλθεῖν, καὶ λόγων μετασχεῖν καὶ τραπέζης, ἀλλ' ὥσπερ μεγάλων τινῶν ἀγαθῶν, ὅπερ οὖν καὶ ἔστιν, ἀπολαύσαντας οὕτω διατεθῆναι, πολλῷ μᾶλλον, ὅταν ἀπὸ λαμπροῦ μὲν ὁρμώμενον γένους, λαμπρᾶς δὲ οὐσίας, τοσούτων δὲ ἐλπίδων, πρὸς ἐκείνην ἴδωσιν ἐλθόντα τὴν ἀρετὴν, τοῦτο ἐργάσονται.
000-00-00 Serial Number=0154190183
Catecheses ad illuminandos Ante [Go Back]  
 [00233]  Ἀλλ' ὑμεῖς οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται καὶ ἄνδρες καὶ γυναῖκες, τοῦτο γὰρ τὸ τοῦ Χριστοῦ στρατόπεδον οὐκ οἶδε φύσεως διαφοράν, ἐντεῦθεν ἤδη πᾶσαν τοιαύτην συνήθειαν ἐκκόψαντες ὡς μέλλοντες τὸν ἁπάντων βασιλέα ὑποδέχεσθαι, οὕτως ἐκκαθάρατε ὑμῶν τὴν διάνοιαν ὥστε μηδένα ῥύπον ἐπισκοτεῖν τοῖς ὑμετέροις λογισμοῖς.
000-00-00 Serial Number=0420833409
Catechesis de juramento Ante [Go Back]  
 [00041]  ὥσπερ γὰρ τοῦ σπείροντος ἐξελθόντος οὐχ ἅπας ὁ σπόρος εἰς τὰς ἀκάνθας ἔπεσεν, οὐδὲ ἅπας εἰς τὰς πέτρας, ἀλλὰ πολλὰ καὶ εἰς τὴν γῆν κατηνέχθη τὴν καλήν, οὕτω καὶ νῦν ἀδύνατον τοσαύτης διδασκαλίας γενομένης ἐν πλήθει τοσούτῳ μηδένα εἶναι τὸν δυνάμενον ἐπιδείξασθαι τὸν καρπόν.
000-00-00 Serial Number=0154778242
Commentarius in Job Ante [Go Back]  
 [00380]  ἐντεῦθεν μανθάνομεν, ὅτι τοῦτο μάλιστα εἰς βασκανίαν αὐτὸν ἤγαγε τὸ μηδένα εὑρεῖν ὅμοιον αὐτῷ.
 [00423]  πανταχοῦ γὰρ τὰς κρίσεις παρὰ τῶν ἐχθρῶν βούλεται φέρεσθαι ὁ θεός, ὥστε μηδένα αὐτοῖς καταλιπεῖν λόγον.
 [02418]  «μὴ γάρ, ἐπειδὴ συμφορᾷ περιέπεσον», φησίν, «καὶ τὸ φρονεῖν ἀπώλεσα;» δίκαιον ἑαυτὸν ἐνταῦθα λέγει οὐχὶ τὴν τελείαν ἀρετὴν ἑαυτῷ μαρτυρῶν, ἀλλὰ τὸ μηδένα ἠδικηκέναι, τὸ μηδένα τῶν ἄλλων ἔχειν ἐγκαλεῖν αὐτῷ.
000-00-00 Serial Number=0038820207
Comparatio regis et monachi Ante [Go Back]  
 [00083]  ὁ δὲ πολλοὺς ἂν ἐν προσευχαῖς ἀναλώσειεν λόγους δεόμενος τοῦ Θεοῦ μηδένα φανῆναι τῆς βασιλείας ἐραστήν.
000-00-00 Serial Number=0066564918
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00181]  Καὶ χήραις μὲν διανεῖμαι χρήματα οὐχ εἵλοντο οἱ γενναῖοι τότε ἄνδρες ἐκεῖνοι, καὶ ταῦτα τοσαύτης βλασφημίας γινομένης διὰ τὸ μηδένα εἶναι τὸν οἰκονομοῦντα, ἀλλ' ἔλαττον τῆς αὑτῶν φιλοσοφίας εἶναι τοῦτο νομίσαντες, ἑτέροις ἐπέτρεψαν·
 [00261]  Ἀλλ' εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, κἂν μεγάλα τις ἁμάρτῃ, λαθὼν δὲ ἐργάσηται τοῦτο καὶ μηδένα σκανδαλίσῃ, ἐλάττονα δώσει δίκην τοῦ καταδεέστερα μὲν ἡμαρτηκότος, μετὰ παρρησίας δὲ καὶ μετὰ τοῦ πολλοὺς σκανδαλίσαι.
 [00339]  Ὥσπερ γὰρ δέον μηδένα τόπον ἀγνοεῖν αὐτῶν τὴν ὕβριν καὶ τὴν ἀνελεύθερον ταύτην δουλείαν, οὕτω καὶ ἐν τῷ ἁγίῳ τούτῳ καὶ φρικωδεστάτῳ χωρίῳ πᾶσιν αὐτῶν τὴν ἀκρασίαν ἀνακηρύττουσι καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ καλλωπίζονται ἐφ' οἷς ἐπαισχύνεσθαι ἔδει.
000-00-00 Serial Number=0131218970
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00259]  [55] Οὕτως ὅπερ ἔφην ἀρχὴν ἁμαρτία λαβοῦσα καὶ μηδένα εἰς τὸ πρόσω προβῆναι κωλύοντα ἔχουσα δυσανάσχετος καὶ ἀκάθεκτος γίνεται κατὰ τοὺς μεμηνότας τῶν ἵππων οἵ, ἐπειδὰν τὸν χαλινὸν ἀπὸ τοῦ στόματος ἐκβαλόντες καὶ τὸν ἐπιβάτην ῥίζοντες ἀπὸ τῶν νώτων ὕπτιον τοῖς ἀπαντῶσιν ἀφόρητοι γένωνται, μηδενὸς αὐτοὺς κωλύοντος ὑπὸ τῆς ἀτάκτου ῥύμης φέροντες ἑαυτοὺς κατεκρήμνισαν.
 [00423]  Οὐδὲ γὰρ ἔτι δυνατὸν διασωθῆναι τὴν ὑπόκρισιν διὰ τὸ μηδένα τῶν ἄλλων νεκρῶν ἀλλὰ μόνον τὸν μάρτυρα μετακινηθῆναι ἐκεῖθεν.
000-00-00 Serial Number=0931092262
De Christi divinitate Ante [Go Back]  
 [00268]  Καθάπερ γὰρ ἡ χερσουμένη γῆ, μηδένα τὸν ἀρδεύοντα ἔχουσα, γέμει ἀκανθῶν καὶ τριβόλων, ἡ δὲ γεωργικῶν ἀπολαύουσα χειρῶν τέθηλε καὶ κομᾷ καὶ πολὺ βρύει τῷ καρπῷ·
000-00-00 Serial Number=0237466037
De Christi precibus Ante [Go Back]  
 [00315]  Ταῦτ' οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, μάλιστα μὲν σπουδάζωμεν πρὸς μηδένα ἀπεχθῶς ἔχειν·
000-00-00 Serial Number=0137863755
De Davide et Saule Ante [Go Back]  
 [00277]  Κἂν βουληθῇ τις τῶν συνεδρευόντων ἢ περὶ θεάτρων, ἢ περὶ ἱπποδρομίας, ἢ περὶ πραγμάτων οὐδέν σοι προσηκόντων ποιήσασθαι λόγον, ἀπαγαγὼν αὐτὸν τῆς ὑποθέσεως ἐκείνης, εἰς ταύτην ἔμβαλε τὴν διήγησιν, ἵνα καὶ τὴν ψυχὴν ἐκκαθάραντες, καὶ ἡδονῆς μετὰ ἀσφαλείας ἀπολαύσαντες, καὶ πράους ἑαυτοὺς καταστήσαντες καὶ ἡμέρους τοῖς λελυπηκόσιν ἅπασιν, ἀπέλθωμεν ἐκεῖ μηδένα ἔχοντες ἐχθρὸν, καὶ τῶν αἰωνίων ἀγαθῶν τύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.
 [00582]  Ἀλλ' ὅμως τοῦτον ἡμεροῦσιν ἄνθρωποι, καὶ ἡ τέχνη τὴν φύσιν βιάζεται, καὶ γίνεται προβάτου παντὸς ἐπιεικέστερος ὁ πάντων θηρίων ἀγριώτερος καὶ βασιλικώτερος, καὶ διὰ τῆς ἀγορᾶς βαδίζει μηδένα δεδιττόμενος.
000-00-00 Serial Number=0165613472
De Lazaro Ante [Go Back]  
 [00047]  Κείσθω μηδένα πεπεῖσθαι τοῖς ἡμετέροις λόγοις, ὅπερ ἀδύνατον εἰς τοσαύτας ἀκοὰς σπειρόμενον λόγον ἄκαρπον γενέσθαι ποτέ·
 [00157]  Πάλιν, εἰ μηδένα ἐκόλασεν, ἀδιόρθωτος ἔμενεν ὁ μαθητὴς, οὐ μανθάνων διὰ τῶν ἔργων τὴν κολαστικὴν αὐτοῦ δύναμιν.
 [00159]  Ὥστε καὶ τὸν μαθητὴν φοβηθῆναι καὶ μὴ καταφρονήσαντα γενέσθαι χείρω, καὶ ἀνθρώπων μηδένα πληγῆναι, μηδὲ κόλασιν ὑπομεῖναι καὶ τιμωρίαν, εἰς τὴν συκῆν τὴν δύναμιν ταύτην ἐπιδείκνυται ὁ Χριστὸς, εἰπὼν, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται, καὶ ῥήματι ψιλῷ ξηράνας αὐτὴν παραχρῆμα.
 [00385]  τὸ γὰρ μηδένα παρεῖναι καὶ ἄκοντα φέρειν ἔπειθε τὰ συμβαίνοντα·
 [00465]  Καὶ γὰρ ὁ μοιχεύων, κἂν μυριάκις ᾖ πλούσιος, κἂν μηδένα κατηγοροῦντα ἔχῃ, οὐ παύεται ἑαυτοῦ κατηγορῶν ἔνδον·
000-00-00 Serial Number=0333035707
De beato Philogonio Ante [Go Back]  
 [00200]  τῆς δὲ ψυχῆς ἠμελημένης, ῥυπώσης, αὐχμώσης, λιμῷ διαφθειρομένης, ἀκαθάρτου μενούσης μηδένα ποιεῖσθαι λόγον, ἀλλὰ τὸ μὲν σῶμα καλλωπίζοντα εἰσάγειν ἐνταῦθα, ἐκείνην δὲ γυμνὴν καὶ ἀσχημονοῦσαν περιορᾷν;
000-00-00 Serial Number=0766254842
De consubstantiali Ante [Go Back]  
 [00146]  Οὐχ αὗται δὲ μόνον εἰσὶν αἱ προφάσεις, ἀλλὰ καὶ τὸ μηδένα νομίσαι αὐτὸν εἶναι τὴν πρώτην καὶ ἀγέννητον οὐσίαν, καὶ μείζονα τοῦ γεγεννηκότος αὐτὸν ὑπολαβεῖν.
000-00-00 Serial Number=0597639918
De diabolo tentatore Ante [Go Back]  
 [00297]  Πάλιν εἰ μηδένα ἐκόλαζε πονηρὸν, μηδὲ ἐτίμα τινὰ τῶν ἀγαθῶν, καὶ οἱ φαῦλοι φαυλότεροι καὶ κακίους ἂν ἐγένοντο, ὡς πολλῷ τῶν χρηστῶν ῥᾳθυμότεροι·
000-00-00 Serial Number=0897857249
De fato et providentia Ante [Go Back]  
 [00013]  Νῦν δὲ ὅταν ἴδῃς, ὅτι πλούσιοι καὶ πένητες ἴσως ὀδύρονται, πολλάκις δὲ ὁ πλουτῶν ὑπὲρ πένητα τοῦτο πάλιν ποιεῖ, καὶ ὁ ἀρχῆς ἀπολαύων, καὶ ὁ ἀρχόμενος, καὶ ὁ πολλῶν παίδων πατὴρ, καὶ ὁ μηδένα ὅλως ἐσχηκὼς, μὴ τὰ πράγματα [50.750] τῆς ἀταξίας αἰτιώμεθα, ἀλλὰ τοὺς οὐ δυναμένους αὐτοῖς εἰς δέον χρήσασθαι, καὶ πάσης ἀθυμίας ἀπαλλάττειν ἑαυτούς.
 [00324]  Πρὸς μὲν οὖν τοὺς μηδὲν εἶναι νομίζοντας, ἀλλ' ἀποσβεσθεῖσαν τὴν ψυχὴν τὴν ἡμετέραν, μηδένα διδόναι λόγον, μηδὲ εὐθύνας ὑπέχειν οἰομένους, τάχα καὶ γελοῖον ἀντειπεῖν, ὥσπερ πρὸς τοὺς μαινομένους καὶ τοὺς ἐξεστηκότας.
000-00-00 Serial Number=0051587582
De futurae vitae deliciis Ante [Go Back]  
 [00026]  Τοσαύτη τῆς ἀρχῆς ταύτης ἡ δύναμις, οὐχὶ ζώντων τῶν ἀρχόντων μόνον, ἀλλὰ καὶ τελευτησάντων, ὡς ἀνάγκῃ μὲν μηδένα, γνώμῃ δὲ καὶ πόθῳ πάντας ἐνταῦθα ἐλθεῖν, καὶ [51.349] μηδενὶ μαραίνεσθαι χρόνῳ.
000-00-00 Serial Number=0114749610
De gloria in tribulationibus Ante [Go Back]  
 [00026]  Ἀλλὰ μηδένα τὸ σῶμα καταμαλακιζέτω·
000-00-00 Serial Number=0289704442
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00251]  Θὲς νόμον εὐθέως, μηδένα ὑβρίζειν, μηδένα βλασφημεῖν, μὴ ὀμνύναι, ἄμαχον εἶναι.
 [00271]  Ταῦτα καὶ τῇ μητρὶ παραίνει διαλέγεσθαι τῷ παιδὶ καὶ τῷ παιδαγωγῷ καὶ τῷ ἀκολούθῳ, ὥστε πάντας ὁμοῦ φύλακας εἶναι καὶ παρατηρεῖν μηδένα προπηδᾶν τῶν λογισμῶν ἐκείνων τῶν πονηρῶν ἀπὸ τοῦ παιδίου καὶ τοῦ στόματος ἐκείνου καὶ τῶν θυρῶν τῶν χρυσῶν.
 [00284]  ἂν γὰρ μηδένα τῶν φθόρων καὶ διεφθαρμένων συγχωρῇ τῶν οὐδῶν ἐπιβαίνειν τῶν αὑτῆς, οὐ πολλὴν παρέχει τῷ στόματι τὴν δυσκολίαν·
000-00-00 Serial Number=0859017193
De incomprehensibili dei natura Ante [Go Back]  
 [01064]  Ἵν' οὖν μηδὲ τοῦτο γίνηται, μηδὲ τὴν περὶ τὴν ἀκρόασιν προθυμίαν ἡ τῶν χρημάτων ζημία κατασβέσῃ τῷ χρόνῳ, πολλῶν τοῦτο πασχόντων, παραινῶ καὶ συμβουλεύω πᾶσιν ὑμῖν, μηδένα χρυσίον ἐπιφερόμενον ἐσιέναι ἐνταῦθα, ὥστε μὴ τὴν ὑμετέραν σπουδήν, τὴν περὶ τὴν ἀκρόασιν, ἐφόδιον ἐκείνοις γενέσθαι τῆς κακουργίας, μηδὲ τὴν ἡδονὴν τὴν ἐκ τῆς ἐνταῦθα διατριβῆς ἐγγινομένην ὑμῖν, τῇ τῶν χρημάτων ἀμαυρωθῆναι κλοπῇ.
000-00-00 Serial Number=0306047201
De mansuetudine sermo Ante [Go Back]  
 [00082]  Καὶ γὰρ αὐτὸς ὁ ∆εσπότης καὶ Σωτὴρ ἡμῶν ὑβριζόμενος, πληγὰς λαμβάνων, προσηλούμενος, σταυρούμενος, πράως ἤνεγκε τὴν Ἰουδαίων μανίαν, καὶ τοσαύτην ἔχων δύναμιν τοῦ λαβεῖν δίκην παρὰ τῶν ἀσεβούντων, οὐκ ἔλαβεν, ἀλλὰ τὴν μὲν δύναμιν ἔδειξεν ἐν τῷ σεῖσαι τὴν γῆν καὶ νεκροὺς ἀναστῆσαι καὶ κρύψαι τὸν ἥλιον καὶ νύκτα τὴν ἡμέραν ποιῆσαι, τὴν δὲ πραότητα καὶ φιλανθρωπίαν ἐν τῷ μηδένα τῶν ἠσεβηκότων κολάσαι·
000-00-00 Serial Number=0187552392
De mutatione nominum Ante [Go Back]  
 [00317]  Εἰ καὶ μηδένα οὖν ἕτερον, ἐκεῖνα μιμησώμεθα τὰ παιδία ἡμεῖς οἱ ἄνδρες οἱ φθάσαντες εἰς μέτρον ἡλικίας.
000-00-00 Serial Number=0812751174
De paenitentia [1] Ante [Go Back]  
 [00766]  Βαρὺ γὰρ ἦν τὸ τῆς παρθενίας κτῆμα οὕτως, ὡς μηδένα δύνασθαι ταύτην ἀσκῆσαι τῶν παλαιῶν.
 [01012]  ∆ιὰ τοῦτο ὁ Παῦλος πάσας τὰς πονηρὰς ταύτας ἐξώρισε [49.304] μίξεις, καὶ κελεύει παρθένους ἡμᾶς εἶναι οὕτως, ὡς μηδένα λογισμὸν ἐναντίον παραδέχεσθαι ἑκουσίως τῇ ψυχῇ.
000-00-00 Serial Number=0315511763
De paenitentia sermo 1 Ante [Go Back]  
 [00397]  οἱ ποτὲ τυραννήσαντες, παύσασθε, καὶ μηδένα διασείσητε, καὶ ἀρκῆσθε τοῖς ὀψωνίοις ὑμῶν·
000-00-00 Serial Number=0109659195
De proditione Judae Ante [Go Back]  
 [00518]  Παιδευώμεθα τοίνυν μηδένα τῶν ἐχθρῶν κακῶς μεμνῆσθαι.
000-00-00 Serial Number=0507429302
De prophetiarum obscuritate Ante [Go Back]  
 [00338]  Ἐπειδὴ γὰρ λαβὼν τὰς πλάκας ἐν τῷ ὄρει ἔμελλε καταβαίνειν ὁ Μωϋσῆς, δόξα [56.174] τις ἀπόῤῥητος καὶ θαυμαστὴ τῆς ἁγίας ἐκείνης ἐξέλαμψεν ὄψεως τοιαύτη, ὡς μηδένα τῶν πολλῶν αὐτῷ δύνασθαι προσιέναι καὶ διαλέγεσθαι.
 [00852]  Ἐπειδὴ γὰρ οὐδὲν εἶχον κατηγορεῖν ἑαυτῶν μετὰ τὸ βάπτισμα, τῶν προτέρων ἐμέμνηντο, παιδεύοντες ἡμᾶς τῶν μὲν ἀλλοτρίων κακῶν μηδένα ποιεῖσθαι λόγον, τὰ δὲ οἰκεῖα μεριμνᾷν καὶ συνεχῶς ἀναστρέφειν.
000-00-00 Serial Number=0910981774
De sancta Droside martyre Ante [Go Back]  
 [00155]  Ἐπειδὴ γὰρ πολλὰ καὶ μεγάλα εἰργάσατο ἀγαθὰ, καὶ τροφεὺς αὐτῶν καὶ προστάτης ἐγένετο, καὶ τοῦ λιμοῦ παραμυθίαν εὗρε μεγίστην, καὶ ἃ μηδενὶ γέγονε δῆλα, ταῦτα πρῶτος καὶ μόνος ἀνέπτυξε, καὶ εἰς μέσον ἤγαγε, καὶ τὰ ὀνείρατα διαλύσας οὐ μόνον προεδήλωσε τὸν λιμὸν, ἀλλὰ καὶ φάρμακον ἱκανὸν αὐτῷ προαπέθετο, οὕτω καὶ τὰ ταμεῖα τῆς Αἰγύπτου πληρώσας, ὡς μηδένα αὐτοῦ τῆς παρουσίας αἰσθέσθαι·
000-00-00 Serial Number=0097235978
De virginitate Ante [Go Back]  
 [00946]  Τοῦτο δέ ἐστι τὸ μηδένα ἑαυτοῦ κύριον εἶναι τῶν γεγαμηκότων.
 [01107]  Καὶ γάρ, ὅπερ ἔφθην εἰπών, οὐδὲ ἐκείνη διὰ τὸ γυνὴ εἶναι τὸν ἄνδρα ἐφέλκεται, ἐπεὶ οὐδὲν ἂν ἐκώλυσε μηδένα τῶν ἐχόντων γυναῖκα πιστὴν ἄπιστον μένειν, εἴ γε ἡ συνουσία καὶ τὸ συνοικεῖν τὸ πρᾶγμα κατώρθου.
000-00-00 Serial Number=0785238504
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00601]  Κἂν γὰρ ἄσιτος μένῃς, κἂν χαμαὶ καθεύδῃς, κἂν τέφραν ἐσθίῃς, κἂν θρηνῇς διαπαντὸς, καὶ μηδένα ἕτερον ὠφελῇς, οὐδὲν μέγα ἐργάζῃ.
 [01162]  Οὗτος περὶ ἀκτημοσύνης διαλέγεται, μηδένα μηδὲν ἔχειν διδάσκει·
 [02527]  καὶ γέλως προκείμενοι τῷ θεάτρῳ τῶν οἰκετῶν, καὶ μηδένα εἰδότες τῶν παρόντων, μήτε εἰπεῖν μήτε ἀκοῦσαι δυνάμενοι, ἀλλὰ φοράδην ἀπὸ τῶν στιβάδων ἐπὶ τὴν κλίνην ἀγόμενοι·
 [02808]  τὸ γὰρ μηδένα παρεῖναι καὶ ἄκοντα φέρειν ἔπειθε τὰ συμβαίνοντα·
 [03137]  Καὶ, ὃ τούτου πολὺ φρικωδέστερον, ὅταν κατὰ τὴν ἡμέραν ἐκείνην πρὸ τοῦ βήματος τοῦ φοβεροῦ ὁ κακῶς παθὼν καὶ τὰ αὐτοῦ πάντα ἀπολωλεκὼς παράγηται εἰς μέσον, σοῦ μηδένα ἔχοντος συνήγορον, τί πρὸς τὸν δικάζοντα ἐρεῖς;
 [03701]  ἀλλ' ὅμως τοῦτον ἡμεροῦσιν ἄνθρωποι, καὶ ἡ τέχνη τὴν φύσιν βιάζεται, καὶ γίνεται προβάτου παντὸς ἡμερώτερος καὶ ἐπιεικέστερος, ὁ πάντων θηρίων ἀγριώτερος καὶ βασιλικώτερος, καὶ διὰ τῆς ἀγορᾶς βαδίζει μηδένα φοβῶν ἡμερότητι.
 [04070]  Ὅταν γὰρ τοιαύτην ἔχωμεν ψυχὴν, ὥστε μηδένα ἀμύνεσθαι, ἀλλὰ πάντας εὐεργετεῖν, πόθεν, εἰπέ μοι, τὸ τῆς λύπης κέντρον παρεισελθεῖν δυνήσεται;
 [05689]  Εἰ δὲ μὴ τοῦτο ἔχοιμεν, πῶς δεησόμεθα τοῦ Θεοῦ, καὶ ἄφεσιν αἰτήσομεν ἁμαρτημάτων, οἱ μηδένα λόγον τούτων ποιούμενοι;
 [05722]  Καὶ γὰρ, ἂν μέγα τις ἁμάρτῃ, λαθὼν δὲ τοῦτο ἐργάσηται, καὶ μηδένα σκανδαλίσῃ, ἐλάττονα δώσει δίκην τοῦ καταδεέστερα μὲν ἡμαρτηκότος, μετὰ παῤῥησίας δὲ καὶ τοὺς πολλοὺς σκανδαλίσαντος.
 [06731]  Ποῖος πόνος μὴ κακῶς εἰπεῖν μηδένα;
 [06854]  Ἐπελθόντων ποτὲ πολεμίων τοῖς Ἰουδαίοις, καὶ τοῦ Ἰωνάθαν (υἱὸς δὲ ἦν τοῦ Σαοὺλ οὗτος) τοὺς μὲν κατακόψαντος, τοὺς δὲ εἰς φυγὴν ἐμβαλόντος, βουλόμενος ὁ Σαοὺλ ὁ τούτου πατὴρ μειζόνως κατὰ τῶν ὑπολειφθέντων τὸ στρατόπεδον διεγεῖραι, καὶ ποιῆσαι μὴ πρότερον ἀποστῆναι, ἕως ἂν πάντας χειρώσωνται, τοὐναντίον ἤπερ ἠθέλησεν ἔπραξεν, ὀμόσας μηδένα φαγεῖν ἄρτον, ἕως ἐκδικήσεως τῶν ἐχθρῶν αὐτοῦ.
 [09999]  τούτῳ αὐτῷ δίδως δίκην, ὅτι μηδένα ἔχεις σαυτῷ φίλον οὕτως ἐνάρετον.
 [09999]  Τί οὖν, φησὶν, ἂν ἕρημος ᾖ καὶ ξένος, καὶ μηδένα ἔχῃ;
 [09999]  ∆ιὰ τί γὰρ μηδένα ἔχει, εἰπέ μοι;
000-00-00 Serial Number=0668435514
Epistulae Ante [Go Back]  
 [00082]  ἀλλ' ἐπειδὴ τοῦτο ἡμᾶς παραιρεῖται τὸ μηδένα συνεχῶς ἡμῖν ἐπιχωριάζειν ἥ τε γὰρ ἐρημία τοῦ χωρίου τούτου, ὅ τε τῶν λῃστῶν φόβος ταύτην ἐπιτείνων, λοιπὸν δὲ καὶ ἡ τοῦ ἔτους ὥρα τὰς ὁδοὺς ἀποτειχίζουσα, πᾶσιν ἄβατον ποιεῖ τὴν Κουκουσὸν, ἀλλ' ἡνίκα ἂν ἐπιτύχωμεν γραμματηφόρων, πληροῦμεν ἡμῶν τὴν ἐπιθυμίαν, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι.
 [00927]  ἀλλὰ διὰ τὸ μηδένα εἶναι τὸν ὑπογράφοντα.
 [01079]  Καὶ τοῦτο σὸν, τοῦτο νήφοντος καὶ ἐγρηγορότος κυβερνήτου, τὸ μηδὲ εἰς τοσοῦτον ἀρθέντος τοῦ χειμῶνος ἀναπεσεῖν, ἀλλ' ἐπιμένειν ἔτι μεριμνῶντα καὶ φροντίζοντα, καὶ κατὰ τὸ ἐγχωροῦν τὰ ἑαυτοῦ πάντα εἰσφέροντα, πανταχοῦ διὰ τῶν γραμμάτων [52.670] περιτρέχοντα, τοὺς ἐγγὺς, τοὺς πόῤῥωθεν συγκροτοῦντα, διεγείροντα, παρεγγυῶντα μηδένα τῷ κλυδωνίῳ παρασυρῆναι, ἀλλ' ἑστάναι, καὶ νήφειν, κἂν μυρία τούτων ἐπίῃ χαλεπώτερα κύματα, καὶ ἐν ἑνὶ ἱδρυμένων τόπῳ, πανταχοῦ διὰ τῆς παραινέσεως ἵπτασθαι.
 [01885]  ἀλλὰ διὰ τὸ μηδένα εἶναι τὸν ὑπογράφοντα.
 [02037]  Καὶ τοῦτο σὸν, τοῦτο νήφοντος καὶ ἐγρηγορότος κυβερνήτου, τὸ μηδὲ εἰς τοσοῦτον ἀρθέντος τοῦ χειμῶνος ἀναπεσεῖν, ἀλλ' ἐπιμένειν ἔτι μεριμνῶντα καὶ φροντίζοντα, καὶ κατὰ τὸ ἐγχωροῦν τὰ ἑαυτοῦ πάντα εἰσφέροντα, πανταχοῦ διὰ τῶν γραμμάτων [52.670] περιτρέχοντα, τοὺς ἐγγὺς, τοὺς πόῤῥωθεν συγκροτοῦντα, διεγείροντα, παρεγγυῶντα μηδένα τῷ κλυδωνίῳ παρασυρῆναι, ἀλλ' ἑστάναι, καὶ νήφειν, κἂν μυρία τούτων ἐπίῃ χαλεπώτερα κύματα, καὶ ἐν ἑνὶ ἱδρυμένων τόπῳ, πανταχοῦ διὰ τῆς παραινέσεως ἵπτασθαι.
 [02484]  Οὐδὲ γὰρ τοῦτο ῥᾴδιον μετὰ πολλῆς ἡμᾶς ἔχειν τῆς δαψιλείας, διὰ τὸ μηδένα ταχέως ἐκεῖθεν ἐνταῦθα ἀφικνεῖσθαι.
 [03229]  Χάριν δὲ ὑμῖν ἔχω καὶ τῆς σπουδῆς ἣν ἐπεδείξασθε ὑπὲρ τοῦ μηδένα θόρυβον γενέσθαι ἐν τῇ Ἐκκλησίᾳ τῇ τῶν Γότθων, ἀλλ' εἰς ἀναβολὴν τὸ πρᾶγμα ἐμπεσεῖν.
000-00-00 Serial Number=0114730716
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00038]  Καὶ ἵνα μάθῃς ὅτι ῥᾳθυμίας σῆς ἐστι τοῦτο, καὶ οὐχὶ ἡ σπάνις τῶν γραμματηφόρων τοῦτο ποιεῖ, ὁ κύριός μου ὁ ἀδελφὸς τοῦ μακαρίου Μαξίμου τοῦ ἐπισκόπου πρὸ δύο τούτων ἀπήντησεν ἡμερῶν καὶ αἰτηθεὶς παρ' ἡμῶν γράμματα ἔφησε μηδένα βουληθῆναι δοῦναι αὐτῷ·
 [00613]  Καὶ προσῆν καὶ ἡ τῆς ὁδοῦ ταλαιπωρία, ὁ κάματος, ἡ συντριβή, ἡ τῶν θεραπευσόντων ἐρημία, ἡ τῶν ἐπιτηδείων ἀπορία, τὸ μηδένα παρεῖναι ἡμῖν ἰατρόν, τὸ καμάτῳ καὶ θάλπει καὶ ἀγρυπνίαις καταταθῆναι, καὶ σχεδὸν αὐτονεκρὸς ὢν εἰσῆλθον εἰς τὴν πόλιν.
 [00671]  Καὶ παρὰ σαυτῇ παρακαλῶ ταῦτα ἔχειν καὶ πρὸς μηδένα ἐξειπεῖν, εἰ καὶ τὰ μάλιστα οἱ ἐπαρχικοὶ πᾶσαν ἐμπλῆσαι τὴν πόλιν ἔχουσι, καὶ αὐτοὶ περὶ τῶν ἐσχάτων κινδυνεύσαντες.
 [01128]  [11.2] Ταῦτα οὖν, δέσποινά μου θεοφιλεστάτη, καὶ σαυτῇ καὶ ταῖς μετὰ σοῦ τὸν καλὸν τοῦτον ἀγῶνα ἀγωνιζομέναις ἐπᾴδουσα ἀνίστη τὰ φρονήματα πασῶν συγκροτοῦσά σου τὴν παράταξιν, ὥστε διπλοῦν καὶ τριπλοῦν καὶ πολλαπλασίονα γενέσθαι σοι τὸν στέφανον τῆς ἀρετῆς, δι' ὧν τε αὐτὴ πάσχεις, δι' ὧν τε ἑτέρας εἰς ταῦτα ἐνάγεις, καὶ πείθουσα πάντα πρᾴως φέρειν καὶ ὑπερορᾶν τῶν σκιῶν καὶ καταφρονεῖν τῆς τῶν ὀνειράτων ἀπάτης καὶ καταπατεῖν τὸν πηλὸν καὶ τοῦ καπνοῦ μηδένα ποιεῖσθαι λόγον καὶ τὰς ἀράχνας μὴ νομίζειν ὑμῖν διενοχλεῖν, καὶ παρατρέχειν τὸν σηπόμενον χόρτον.
 [01371]  ∆ιὸ παρακαλῶ σου τὴν ἐμμέλειαν μηδένα λοιπὸν ἀποστέλλειν ἐνταῦθα.
000-00-00 Serial Number=0675686419
Expositiones in Psalmos Ante [Go Back]  
 [04070]  Καθάπερ γὰρ φέρει μὲν ὁδοιπορία πόνον, πολλῷ δὲ πλέον ὅταν μόνος ὁ ὁδοιπόρος ᾖ, καὶ μηδένα τὸν κοινωνοῦντα τῆς ὁδοιπορίας ἔχῃ·
 [05833]  Καθάπερ γὰρ φέρει μὲν ὁδοιπορία πόνον, πολλῷ δὲ πλέον ὅταν μόνος ὁ ὁδοιπόρος ᾖ, καὶ μηδένα τὸν κοινωνοῦντα τῆς ὁδοιπορίας ἔχῃ·
 [06674]  Ἐντεῦθεν δὲ καὶ ἕτερον ᾠκονόμει, τὸ τοὺς μέλλοντας τὴν Παλαιστίνην ἀπολαμβάνειν ἀθεάτους εἶναι τῶν ἐν Αἰγύπτῳ κακῶν, τῆς δεισιδαιμονίας, τῆς ἀσεβείας ἁπάσης, καὶ μηδένα διδάσκαλον ἔχειν τῆς τοσαύτης πονηρίας.
000-00-00 Serial Number=0730795383
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03382]  Ὥστε μηδένα τόπον ἀγνοεῖν τὰ κατ' αὐτούς.
 [04093]  οὐ διὰ τὸ μηδένα εἶναι τὸν ἰσχυρότερον·
000-00-00 Serial Number=0039040267
Fragmenta in Job Ante [Go Back]  
 [01405]  ἔστι γοῦν τὸν μὲν εὑρεῖν πενόμενον, τὸν δὲ ἐν περιστάσει, τὸν δὲ νόσῳ πεπιεσμένον, καὶ ὅλως, ἐν διαφόροις συμπτώμασι Θεοῦ βουλήσει συμβαίνουσι, ἄλλον καὶ ἄλλον κατειλημμένους, καὶ μηδένα δυνάμενον ἀπώσασθαι τὸ κεκριμένον.
000-00-00 Serial Number=0631090283
Fragmenta in Proverbia Ante [Go Back]  
 [00230]  μηδένα οὖν αἰτιῶ, μὴ Θεὸν, μὴ ἄνθρωπον·
 [01804]  ∆εῖ μηδένα πένητα ἢ πτωχὸν ἢ ἀσθενῆ ἀποβιάζεσθαι ἢ ἀτιμάζειν.
 [01919]  Πᾶς γὰρ ὁ ἐπιχαίρων ἀπολλυμένῃ ψυχῇ, ὅμοιος τῷ διαβόλῳ τῷ μηδένα σωθῆναι θέλοντι.
000-00-00 Serial Number=0492086232
In Acta apostolorum Ante [Go Back]  
 [01664]  ὅτε δὲ τὸν προφήτην παρήγαγεν αὐτοῖς ὁ Χριστὸς λέγοντα, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἐσίγησαν οὕτως, ὡς μηδένα λοιπὸν ἰσχῦσαι ἀποκριθῆναι αὐτῷ λόγον.
 [03479]  Νόμον ἔθηκεν ὁ Χριστὸς, ὥστε μηδένα ὀμνύναι.
 [03813]  Ἀλλὰ μηδένα γένοιτο τοιοῦτον εὑρεθῆναι παρ' ἡμῖν, ἀλλὰ πάντας μετὰ ἀκριβείας τὸ σύνθημα τὸ πνευματικὸν τοῦτο φυλάξαι.
 [04012]  ∆ιὰ τί γὰρ μηδένα ἐρωτήσας, ὑμᾶς ἐρωτᾷ;
 [04338]  Ἔστω τις ἀπὸ ὑπάτων, πλοῦτον κεκτήσθω πολὺν, πόλιν οἰκείτω τὴν βασιλικὴν, πράγματα πρὸς μηδένα ἐχέτω, τρυφάτω μόνον, καὶ πρὸς τοῦτο ἀσχολείσθω, ἐν αὐτῇ τῇ κορυφῇ καὶ τοῦ πλούτου καὶ τῆς τιμῆς καὶ τῆς δυναστείας καθήμενος·
 [06113]  ∆ιὸ παρακαλῶ καὶ ἀντιβολῶ καὶ χάριν αἰτῶ, μᾶλλον δὲ καὶ νόμον τίθημι, ὥστε μηδένα ὀφθῆναι ἔρημον ἐκκλησίας χωρίον ἔχοντα.
 [06407]  Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ, εἱστήκεισαν ἐννεοὶ, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.
 [07284]  Τί οὖν, φησὶ, ἂν ἔρημος ᾖ καὶ ξένος, καὶ μηδένα ἔχῃ;
 [07285]  ∆ιὰ τί γὰρ μηδένα ἔχει;
 [07287]  Τούτῳ αὐτῷ δίδωσι δίκην, ὅτι μηδένα οὕτω φίλον, οὕτως ἐνάρετον ἔχει.
 [07663]  Καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον.
 [08135]  Ὁ Θεὸς ἔδειξέ μοι μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον.
 [08293]  Ὁ πολλοὺς ἔχων οἰκέτας, ἂν διεφθαρμένους αὐτοὺς ἔχῃ, ὅσα πείσεται δεινά! Καὶ ἐπὶ μὲν τοῦ μηδένα ἔχοντος τοῦτο δοκεῖ εἶναι τὸ δεινὸν, ὅτι οὐχ ὑπηρετεῖται·
 [08979]  Αἰδεσθῶμεν, εἰ μηδένα ἄλλον, τοὺς νυκτερινοὺς φύλακας.
 [08992]  Ἀλλὰ μὴ γένοιτο μηδένα ὑμῶν ὑπέκκαυμα τοῦ πυρὸς ἐκείνου γενέσθαι, ἀλλὰ ἀναψύξαντας καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀπολαύσαντας, οὕτω πάντας ἡμᾶς ἐλευθερωθῆναι τοῦ φορτίου τῶν ἁμαρτημάτων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [09999]  Ταῦτα ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα παιδεύσωμεν μηδένα ἀργῶς ζῇν μηδὲ εἰκῇ.
 [09999]  Τέως μηδεὶς μηδένα ἐχθρὸν ἐχέτω·
 [09999]  ὅθεν τιμωροῦνται, ὥστε καὶ ἀπὸ τούτου μηδένα τολμᾷν μηδὲ ὡς ἔτυχε τὸ ὄνομα ὀνομάζειν λοιπόν.
 [09999]  Ἐννοῶ γὰρ, ὅτι εἰ σὺ ὁ τοσαῦτα λέγων οὐ κατορθοῖς, πολλῷ μᾶλλον ἐγὼ συγγνώμης ἄξιος, λέγων μηδένα.
 [09999]  Μηδὲν ξενισθῇς, εἰ ἐνταῦθα μὲν οὕτως, ἑτέρωθι δὲ λέγει, ὅτι Εἱστήκεισαν τὴν μὲν φωνὴν ἀκούοντες, μηδένα δὲ θεωροῦντες.
 [09999]  Τοῦτο τὰ σεμνὰ τῆς πίστεως τῆς ἡμετέρας διέβαλε, τοῦτο τὰ πάντα ἀνέτρεψε, τὸ μηδένα λόγον εἶναι βίου μηδενὶ, τοῦτο τῇ πίστει λυμαίνεται.
 [09999]  τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ.
 [09999]  ∆ιαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ.
 [09999]  Ταῦτα δὴ μαθόντες καὶ ἡμεῖς, μηδένα ἐπαισχυνώμεθα.
 [09999]  Εἴθε γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ἐλέγομεν! εἴθε μηδὲ ἦν ἄλλη τις λόγων ὑπόθεσις ἢ φροντὶς, ἀλλ' ὅπως τῶν παθῶν κρατήσωμεν τῶν ἡμετέρων! Πῶς γὰρ οὐκ ἄτοπον, βασιλεῦσι μὲν ἐν τρυφῇ ζῶσι καὶ τοσαύτῃ τιμῇ μηδένα εἶναι λόγον, μήτε ἐπὶ τραπέζης, μηδὲ ἐν ἄλλῳ μηδενὶ καιρῷ, ἀλλὰ πῶς μόνον τῶν πολεμίων κρατῆσαι δεῖ, καὶ διὰ τοῦτο καθ' ἑκάστην ἡμέραν συλλόγους ποιεῖν, καὶ στρατηγοὺς καὶ στρατιώτας καταλέγειν, καὶ φόρους ἀπαιτεῖν, καὶ τῶν πολιτικῶν πραγμάτων ταύτας δύο αἰτίας ἀναγκαίας εἶναι ἡγεῖσθαι, ὅπως καὶ τῶν πολεμούντων κρατήσωσι, καὶ τοὺς οἰκείους ἐν εἰρήνῃ καταστήσωσιν·
 [09999]  Τῷ τε γὰρ Παῦλον ἰδεῖν καὶ μηδένα ἕτερον, καὶ [60.250] τῷ κωλυθῆναι ὑπὸ τοῦ Πνεύματος, καὶ τῷ πρὸς τοῖς ὅροις εἶναι, ἀπὸ τούτων ἁπάντων ταῦτα συνῆγον.
000-00-00 Serial Number=0435160398
In Ecclesiasten Ante [Go Back]  
 [00464]  Ἱκανὴν ἔχεις παραμυθίαν τὸ μηδένα διαφυγεῖν·
000-00-00 Serial Number=0715251863
In Genesim sermo 3 Ante [Go Back]  
 [00266]  Ὥσπερ γάρ τις βασιλεὺς στρατιώτῃ αὐτοῦ παραγγείλας μὴ εἰσελθεῖν τινα τῶν ἀρχόντων ἔνδοθεν τοῦ βασιλικοῦ κοιτῶνος, εἰ μὴ αὐτὸς προστάξει τούτῳ, ἢ μυστήριον αὐτοῦ ἀναγγείλας μηδένα τῶν ἔξωθεν καταμαθεῖν πλὴν αὐτοῦ μόνον, ἐκεῖνος δὲ ἐξελθὼν κατάδηλον ποιήσῃ τὸν λόγον οἷς ἂν θέλῃ καὶ βούληται, εἰπέ μοι, οὐκ ὑποστήσεται δίκην ὁ τοιοῦτος, ὅτι βασιλικοῦ κατεφρόνησε κράτους;
000-00-00 Serial Number=0484535575
In Isaiam Ante [Go Back]  
 [00360]  Πολὺς τῷ Θεῷ λόγος τοῦ μηδένα πάσχειν κακῶς, πλείων δέ, ὅταν μετὰ τοῦ πάσχειν κακῶς καὶ ἑτέρᾳ τινὲς ὦσιν ἐνδεδυμένοι συμφορᾷ.
 [00505]  Τρίτον καὶ τοῦτο εὐεργεσίας εἶδος, τὸ μηδένα εἶναι τὸν παρασύροντα καὶ πρὸς ἀπάτην ἕλκοντα, ἀλλ' ἐκποδὼν γίνεσθαι τοὺς τῆς πονηρίας διδασκάλους.
 [02058]  εἰ γὰρ μὴ Σεραφὶμ ἐφάνη, μηδὲ αὐτὸς ἐπὶ θρόνου καθήμενος, ἀλλ' ὅμως ἕτερον παράδοξον θέαμα τότε ἐδείχθη τῷ προφήτῃ καὶ τοιοῦτον, ὡς μηδένα ἀντιβλέψαι δυνηθῆναι τῷ φαινομένῳ.
 [02581]  Ἀλλ' ὅμως ἐκεῖνα τὰ οὕτως εὐθηνούμενα, φησί, καὶ γεωργικῶν ἀπολαύοντα χειρῶν, εἰς τοσαύτην καταστρέψει τὴν ἐρημίαν, ὡς ἀκάνθας μὲν ἀντὶ ἀμπέλων φέρειν, τοσοῦτον δὲ παρέχειν τοῖς εἰσιοῦσι τὸν φόβον, ὡς μηδένα τολμᾷν γυμνὸν καὶ ἄοπλον εἰσιέναι.
000-00-00 Serial Number=0535510123
In Joannem Ante [Go Back]  
 [00697]  Καὶ τοῦτο πολλαχόθεν ἴδοι τις ἂν, ὅτι τὸ μὲν δόξης ἐρᾷν, ἀδοξία, δόξα δὲ ὄντως, τὸ ταύτης ὑπερορᾷν, καὶ μηδένα αὐτῆς ποιεῖσθαι λόγον, ἀλλὰ πρὸς [59.46] τὸ τῷ Θεῷ δοκοῦν ἅπαντα καὶ λέγειν καὶ ποιεῖν.
 [01794]  Ἀλλὰ μηδένα γένοιτο τοιούτου πειραθῆναι τοῦ κεκληκότος, μήτε ἡμῶν, μήτε ἑτέρων τινῶν.
 [02017]  Ἀλλ' ἡμῶν μηδένα γένοιτο ἀρθῆναι, μηδὲ ἀθέατον αὐτῆς γενέσθαι ποτέ.
 [02050]  Ἐπὶ δὲ ἡμῶν οὐδὲν τοιοῦτον ἔσται, ἀλλὰ κἂν ἡ γεωργουμένη γῆ μηδένα ἐξενέγκῃ καρπὸν, ἡμῶν ἅπαντα ἐπιδειξαμένων πόνον, ὁ καὶ ταύτης καὶ ἡμῶν Κύριος οὐ περιόψεται κεναῖς ἡμᾶς ἀπερχομένους ἐλπίσιν, ἀλλὰ δώσει τὰς ἀμοιβάς.
 [02906]  Ἐπειδὴ αὐτὸς αὐτὸν ἐβάπτισε μετὰ πολλῶν, ὥστε μηδένα ὑποπτεύειν ὅτι ἀπὸ τῆς αὐτῆς αἰτίας ἀφ' ἧς καὶ οἱ ἄλλοι πρὸς τὸν Ἰωάννην ἠπείγετο, οἷον ὡς ἁμαρτήματα ἐξομολογησόμενος, καὶ εἰς μετάνοιαν λουσόμενος ἐν τῷ ποταμῷ.
 [03269]  Οὐκοῦν καὶ ἡμεῖς ἐντεῦθεν διδαχθῶμεν πάντα πάρεργα τίθεσθαι τῆς θείας ἀκροάσεως, καὶ μηδένα καιρὸν ἄκαιρον εἶναι νομίζειν, ἀλλὰ κἂν εἰς οἰκίαν ἀλλοτρίαν ἀπελθεῖν δέῃ, κἂν γνώριμον ἀνδράσι γενέσθαι μεγάλοις ἀγνῶτα ὄντα, κἂν ἀωρὶ τῆς ἡμέρας, κἂν οἱῳδήποτε καιρῷ, μηδέποτε ταύτης ἀμελεῖν τῆς ἐμπορίας.
 [04941]  Ἀλλὰ μὴ γένοιτο, μηδένα ταῦτα ἀκοῦσαί ποτε τὰ ῥήματα, ἀλλ' εἰς τοὺς κόλπους Ἀβραὰμ ἀπελθεῖν·
 [05419]  ἐπειδὴ εἰ μηδένα ἔλεγε, πῶς ἐπήγαγεν, Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν;
000-00-00 Serial Number=0743609428
In Psalmos 101-107 Ante [Go Back]  
 [00484]  Τοσοῦτον γάρ ἐστιν ἐκεῖνο τὸ φῶς, ὡς μηδένα πελάζειν τολμᾷν·
000-00-00 Serial Number=0723742664
In Psalmum 100 Ante [Go Back]  
 [00041]  Ὁρᾷς ὡς διορθωσάμενος τὸν ἑαυτοῦ βίον, καὶ πο [55.631] ρευθεὶς πάσῃ ὁδῷ δικαιοσύνης, μηδένα δὲ μῶμον ἢ σπῖ λον θέμενος ταῖς ἑαυτοῦ ὁδοῖς, συνιείς τε πᾶσαν εὐθύ τητα καὶ κρίσιν, καὶ τὴν ἐν ἔργοις μαρτυρομένην ἔννο μον πολιτείαν, ᾄδει ἐν τῷ ᾄσματι ἱλαρῷ τῷ προσώπῳ τὰς πράξεις ἐκδιηγούμενος;
000-00-00 Serial Number=0907549500
In Psalmum 139 Ante [Go Back]  
 [00116]  Τότε ἀποστρέψας ὁ ∆ωὴκ, καὶ διελὼν τὸν ὑπ' αὐτοῦ ἀρχόμενον λαὸν τρέχει, καὶ τοὺς μὲν τὴν πόλιν κυκλῶσαι παρεσκεύασεν, ἐπὶ τὸ μηδένα φεύγειν, καὶ σωτηρίαν πορίσασθαι, τοὺς δὲ εἰς τὴν πόλιν πῦρ βάλλειν παρεκέλευσεν·
000-00-00 Serial Number=0171009362
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00175]  τί δὲ ἴσον τοῦ θλίβεσθαι δι' εὐσέβειαν, καὶ μυρίων ἀπολαύειν παρὰ τοῦ Θεοῦ παρακλήσεων, καὶ ἁμαρτημάτων ἀπηλλάχθαι τοσούτων, καὶ Πνεύματος καταξιοῦσθαι καὶ ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ μηδένα δεδοικέναι καὶ τρέμειν, καὶ πάντων λαμπρότερον φαίνεσθαι ἐν αὐτῷ τῷ κινδυνεύειν;
 [00321]  Ἐπέμψαμεν ὑμῖν Τιμόθεον εἰς τὸ στηρίξαι ὑμᾶς, καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως, εἰς τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις·
 [05781]  ∆ιὰ γὰρ τοῦτο ἀπειλεῖ τούτοις, καί φησι μόνους βούλεσθαι ἐκείνους ἀπολαβεῖν, ἵνα καὶ ἐκεῖνοι τῷ φόβῳ διορθωθέντες μεταναστῶσι, καὶ εἰς μηδένα ἀφῇ τὴν ὀργήν.
 [07220]  Τί γὰρ ὄφελος μέγαν εἶναι, καὶ μηδένα ὠφελεῖν;
 [07221]  ὥσπερ οὖν οὐδὲ ἰατροῦ κέρδος ἐμπείρου, μηδένα τῶν καμνόντων ἰωμένου.
 [07857]  Παρακαλῶ τὸν Θεὸν, φησὶν, ἱκετεύω μηδένα εὑρεῖν ἀδιόρθωτον, μηδένα εὑρεῖν ἀμετανόητον·
000-00-00 Serial Number=0373488665
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00466]  Ἐπεὶ τοίνυν πολλοὶ τὴν πίστιν ὑποκρίνονται, μὴ μακάριζε μηδένα πρὸ τελευτῆς·
 [00536]  Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι Θεός.
 [01126]  Οὐδὲν γὰρ οὕτω πρὸς τὸ κατορθῶσαι ἃ βουλόμεθα ἐπιτήδειον, ὡς τὸ εἰρηναῖον καὶ ἀτάραχον, ὡς τὸ ἀπεχθείας ἀπηλλάχθαι ἁπάσης, καὶ μηδένα ἔχειν ἐχθρόν.
000-00-00 Serial Number=0474974096
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00116]  καὶ εἰ μηδένα ἕτερον, τὴν μάμμην καὶ τὴν μητέρα ἐννόει.
 [02285]  Ὅτι βούλεται μηδένα λόγον ἔχειν ἡμᾶς αὐτῶν.
 [02287]  ἡμῖν δὲ, ἐπειδὴ βούλεται μηδένα λόγον ἡμῖν εἶναι περὶ αὐτῶν, οὐδὲ φροντίδα ἔθετο ταύτην τοῦ γνωρίσαι ἡμῖν.
000-00-00 Serial Number=0981247783
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01109]  Καὶ γὰρ παρασκευάζει τὰ παρόντα θαυμάζειν καὶ μηδένα τῶν μελλόντων ποιεῖσθαι λόγον, καὶ ἐμφράττει τὰ ὦτα τῷ πλήθει τῶν φροντίδων.
 [02981]  Ἀλλὰ μηδεὶς ἀπόνοιαν καταγινωσκέτω τοῦ Παύλου, εἰ μηδένα τῶν ἀνθρώπων ἄξιον εἶναι λέγει τοῦ φέρειν τὴν περὶ αὐτοῦ ψῆφον.
 [04485]  Τί τοίνυν ποιήσομεν κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν πρὸ τοῦ βήματος τοῦ φοβεροῦ ὁ κακῶς παθὼν καὶ τὰ αὐτοῦ πάντα ἀπολωλεκὼς παρ [61.128] άγηται εἰς μέσον, σοῦ μηδένα ἔχοντος συνήγορον;
 [04736]  Πῶς γὰρ οὐκ ἄτοπον, ἐν οἰκίᾳ μὲν γινομένης μάχης, μηδένα τῶν ἔξωθεν καλεῖν, ἀλλ' αἰσχύνεσθαι εἰ διαδοθείη πρὸς τοὺς ἔξω τὰ ἔνδον γινόμενα·
 [05516]  ∆ιὰ γὰρ τοῦτο καὶ ὀφειλὴν τὸ πρᾶγμα ἐκάλεσεν, ἵνα δείξῃ μηδένα κύριον ὄντα ἑαυτοῦ, ἀλλ' ἀλλήλων δούλους.
 [05599]  εἰ δὲ ἄρα καὶ γένοιτο, μενέτω ἡ γυνὴ μετὰ τοῦ ἀνδρὸς, εἰ καὶ μὴ τῇ μίξει, ἀλλὰ τῷ μηδένα ἕτερον παρεισαγαγεῖν ἄνδρα.
 [06983]  Εἰ δέ τις τὰ μὲν ἄλλα συγχωροίη τῇ ἀρετῇ, ἐλευθερίαν, ἄδειαν, τὸ φροντίδων ἀπηλλάχθαι, τὸ μηδένα δεδοικέναι, τὸ μηδένα ὑποπτεύειν, τὴν δὲ ἡδονὴν μὴ συγχωροίη, καὶ γελάσαι μοι λοιπὸν δαψιλὲς ἐνταῦθα ἐπέρχεται.
 [07794]  Καὶ σὺ τοίνυν, ἀδελφὲ, κἂν ἄσιτος μένῃς, κἂν χαμαὶ καθεύδῃς, κἂν τέφραν ἐσθίῃς, κἂν θρηνῇς διαπαντὸς, καὶ μηδένα ἕτερον ὠφελῇς, οὐδὲν μέγα ἐργάσῃ.
 [09534]  Ἀλλὰ μηδένα γέ-νοιτο τότε εὑρεθῆναι ταύτης ἔρημον τῆς παραμυθίας, [61.258] ἀλλὰ πάντας δαψιλῆ τὴν φιλανθρωπίαν ἐπιφερομέ-νους, καὶ φαιδρὰς ἔχοντας τὰς λαμπάδας, συνεισελ-θεῖν τῷ νυμφίῳ·
 [09999]  Εἰ γὰρ μένοι ἡ πόλις μηδένα παραδεχομένη τούτων, οὐκέτι ἔσται πόλις, ἀλλ' ἀπ-ολεῖται.
 [09999]  Καίτοι πολλὰ ἐκεῖ τὰ δυνάμενα ἐπισπά-σασθαι πρὸς οἶκτον, αὐτὸ τὸ νεκρὸν εἶναι, τὸ ἀκίν-ητον, τὸ πρὸς γῆν ὁδεύειν καὶ φθορὰν, τὸ μηδένα παρεῖναι τὸν βοηθήσοντα.
000-00-00 Serial Number=0217736781
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00617]  Βαβαὶ! ἐν τοσούτῳ πλήθει μηδένα παραλιπεῖν, μὴ μικρὸν, μὴ μέγαν, μὴ πλούσιον, μὴ πένητα.
 [00759]  Εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις.
 [00771]  Καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις·
 [01583]  Ὅταν μὲν οὖν τὰ μὲν βλάπτοντα συμφορῶμεν, μηδένα δὲ λόγον ποιώμεθα τῶν ὠφελούντων, πότε ἔσται τις ὑγεία;
 [02342]  Οὕτω γὰρ ἡμῖν αὐτὴν ὁ Θεὸς ἐγκατέσπειρεν, ὡς μηδένα ἀγνοῆσαι τοῦτό ποτε.
 [02855]  Ὅταν γὰρ τοιαύτην ἔχωμεν ψυχὴν, ὥστε μηδένα ἀμύνεσθαι, ἀλλὰ πάντας εὐεργετεῖν, πόθεν, εἰπέ μοι, τὸ τῆς λύπης κέντρον παρεισελθεῖν δυνήσεται;
000-00-00 Serial Number=0679839611
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00332]  ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν, Ὑμεῖς δὲ μηδένα καλέσητε Ῥαββί·
 [00519]  Ὅταν γὰρ εἰς ἀναισθησίαν ἐμπέσῃ, καὶ μηδένα τῶν παρόντων βλέπῃ, ἀλλὰ τῶν μαινομένων χεῖρον διακέηται, ποία λοιπὸν ἡδονή;
 [03464]  ἵνα τὰ πνευματικὰ ἐργάζωνται, μηδένα τῶν βιωτικῶν ποιούμενοι λόγον.
000-00-00 Serial Number=0466321647
In epistulam ad Colossenses Ante [Go Back]  
 [00744]  Εἰ μηδένα τοίνυν ἕτερον, τὸν γοῦν πλούσιον μίμησαι τὸν ἐν τῇ γεέννῃ, τὸν λέγοντα, Πάτερ Ἀβραὰμ, πέμψον Λάζαρον ἐπὶ τοὺς συγγενεῖς μου, ἵνα μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον, ἐπειδὴ αὐτὸς ἀπελθεῖν οὐκ ἠδύνατο, ὥστε μὴ τοῖς αὐτοῖς ἐκείνους περιπεσεῖν.
 [00757]  Καὶ τοσαύτη ἐστὶ τοῦ πράγματος ἡ περιφάνεια, ὡς μηδένα σχεδὸν ἀγνοῆσαι τοῦτο, ἀλλὰ καὶ ποιητὰς, καὶ πάντας συμφωνῆσαι ἑαυτοῖς καὶ περὶ δικαστηρίου καὶ περὶ κρίσεως.
 [02254]  Οὐδὲ γὰρ ὑδερικὸν ἰδὼν κατακείμενον, καὶ μηδένα κωλύοντα ἐμφορεῖσθαι πομάτων, ὅσωνπερ ἤθελε, καὶ κρεῶν τῶν βλαπτόντων, ἐμακάρισα ἂν αὐτὸν διὰ τὴν ἐξουσίαν.
000-00-00 Serial Number=0526003957
In epistulam ad Ephesios Ante [Go Back]  
 [01015]  Οὐχὶ ἔχοντας ἔργα ἀπώσατο, ἀλλὰ προδεδομένους ἀπὸ τῶν ἔργων χάριτι ἔσωσεν, ὥστε μηδένα λοιπὸν ἔχειν καυχᾶσθαι.
 [01723]  Ὥστε μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις.
 [01946]  Ἀλλ' ἀφεὶς εἰπεῖν περὶ τῶν μεγάλων ἐκείνων, κἂν μηδένα μισθὸν εἶχε τὸ πρᾶγμα, τοῦτο μόνον μέγας μισθὸς, τοῦτο ἀντίδοσις ἱκανὴ, τὸ διὰ τὸν φιλούμενον ταῦτα πάσχειν τὰ δεινά.
 [03786]  ∆ίκαια πράττετε, μηδένα ἀδικεῖτε, μήτε ὁ πένης, μήτε ὁ πλούσιος, μήτε ὁ ἀγοραῖος, μήτε ὁ μισθωτός·
 [04012]  ἂν παιδεύσῃς εὔφημον ἔχειν στόμα, ἂν διδάξῃς μηδένα κακηγορεῖν, μάλιστα αὐτὸν ἐπαίδευσας, καὶ χάριν αὐτῷ δέδωκας·
 [04729]  πρῶτον ἀπὸ τοῦ Χριστοῦ, ὅτι ἀγαπᾶτε ἀλλήλους, καὶ μηδένα ἀδικεῖτε·
 [05908]  Εἰ βούλει καὶ ἄριστα ποιεῖν καὶ ἑστιάσεις ἐπιτελεῖν, μηδένα ἄσεμνον, μηδένα ἄκοσμον, ἀλλ' εἴ τινα ἅγιον πένητα εὕροις δυνάμενον ὑμῖν εὐλογῆσαι τὴν οἰκίαν, δυνάμενον μετὰ τῆς τῶν ποδῶν ἐπιβάσεως πᾶσαν εἰσενεγκεῖν τοῦ Θεοῦ τὴν εὐλογίαν, τοῦτον κάλει.
 [06227]  ἂν δὲ μηδένα ποιουμένους λόγον, οὐ δώσει χεῖρα.
 [06570]  Ἀλλὰ μὴ γένοιτο τοῦτο μηδένα παθεῖν ἡμῶν, ἀλλὰ τὸν πόλεμον ἀναδεξαμένους τὸν πρὸς αὐτὸν, καὶ νικήσαντας μετὰ τῆς ἄνωθεν συμμαχίας, [62.163] κληρονόμους γενέσθαι τῆς βασιλείας τῶν οὐρανῶν.
000-00-00 Serial Number=0277071774
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00486]  Τὸ γὰρ ἑαυτῷ ψηφίζεσθαι, καὶ μηδένα λαμβάνειν κοινωνὸν τῆς γνώμης, ἀνοίας εἶναι δοκεῖ.
 [01276]  ὅπερ καὶ σημεῖον μέγιστόν ἐστι τοῦ μηδένα δυνηθῆναι δικαιωθῆναι ἐκ τοῦ νόμου.
 [01516]  Εἰ γὰρ καὶ μηδένα ἕτερον εἴχετε εἰς ὑπόδειγμα, ἤρκει εἰς ἐμὲ μόνον ἰδεῖν ταύτης ἕνεκεν τῆς μεταβολῆς, καὶ θαῤῥῆσαι ῥαδίως.
000-00-00 Serial Number=0671024084
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00287]  Ἐπεὶ οὖν καθαρισμὸν ἐποίησε τῶν ἁμαρτιῶν ἡμῶν, μένωμεν καθαροὶ, καὶ μηδεμίαν δεξώμεθα κηλῖδα, ἀλλὰ τὸ κάλλος, ὅπερ ἡμῖν ἐνέθηκε, καὶ τὴν εὐπρέπειαν διαφυλάττειν οὕτω σπουδάζωμεν ἀμόλυντον καὶ καθαρὰν, ὥστε μηδένα σπῖλον ἔχειν ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων.
 [03359]  Τοῦτον καὶ ἡμεῖς μιμούμενοι, μηδένα ἀπελπίζωμεν.
 [04497]  ἵνα δείξῃ ὅτι παλαιὰ γέγονεν ἡ διαθήκη ἐκείνη, κατὰ τὸ μηδένα δοῦναι καρπόν.
 [05361]  ταύτην ἀφίησι τὴν φωνὴν μετὰ τὸ τὴν θυσίαν ἀπαρτισθῆναι πᾶσαν, ὥστε μηδένα ἁπλῶς καὶ ὡς ἔτυχεν, ἐπὶ τὴν πηγὴν ἐλθεῖν τὴν πνευματικήν.
 [05392]  εὐνούχους λέγω, τοὺς τὴν διάνοιαν λευκοὺς, μηδένα ἔχοντας ῥύπον μηδὲ σπῖλον, ὑψηλοὺς τῇ διανοίᾳ, τὸ ὄμμα ἥμερον τῆς ψυχῆς ἔχοντας καὶ ὀξυδερκὲς, εὐπερίστροφον καὶ γοργὸν, ἀλλὰ μὴ ὑπνηλὸν μηδὲ ὕπτιον, ἐλευθερίας γέμον πολλῆς, πόῤῥω ἀναισχυντίας γε μὴν καὶ ἰταμότητος, ἐγρηγορὸς, ὑγιὲς, μήτε στυγνὸν σφόδρα καὶ κατηφὲς, μήτε διακεχυμένον καὶ ὑγρόν.
 [06206]  Ὢ μέγεθος παρακλήσεως! Οὕτως αὐτοὺς παρακαλεῖ, ὡς ἄν τις εἴποι πρὸς ἀθλητὴν πάντας καταβαλόντα, καὶ μηδένα ἔχοντα ἀνταγωνιστὴν, εἶτα μέλλοντα στεφανοῦσθαι, καὶ οὐ φέροντα τὸν χρόνον ἐκεῖνον, καθ' ὃν ὁ ἀγωνοθέτης ἔρχεται, καὶ τίθησι τὸν στέφανον·
 [08415]  Εἰ γὰρ ἐνταῦθα οὕτω φαιδρὸς ὁ νυμφὼν, οὕτω λαμπραὶ αἱ παστάδες, ὡς μηδένα κορέννυσθαι προσέχοντα·
000-00-00 Serial Number=0235199869
In epistulam ad Philippenses Ante [Go Back]  
 [00462]  τουτέστιν, Ἵνα τότε εὑρεθῆτε καθαροὶ, μηδένα σκανδαλίσαντες·
 [02361]  ὁ δὲ καταφρονείτω τοῦ πράγματος, καὶ πρὸς μηδένα ὑπὲρ τούτου δυσχεραινέτω, καὶ διδομένην τὴν τιμὴν διακρουέσθω.
 [02891]  Ἐνταῦθα καὶ ἄλλο κατασκευάζει, ἀπολογούμενος ὅτι διὰ χρόνου πέμπει πρὸς αὐτοὺς, Οὐ διὰ ῥᾳθυμίαν, φησὶν, ἀλλὰ τὸν μὲν Τιμόθεον διὰ τὸ μηδένα ἔχειν κατεῖχον·
 [04170]  τὴν δὲ ψυχὴν εἰς γῆν κατασπῶν τῇ τρυφῇ, καὶ μηδένα λόγον τούτου ποιῶν, γελᾷς, εἰπέ μοι, καὶ διακέχυσαι;
000-00-00 Serial Number=0242074370
In epistulam ad Romanos Ante [Go Back]  
 [02381]  Ἂν μὲν γὰρ μηδένα παρακαλέσῃς τῶν προσηκόντων τελευτῶν ἐπὶ τὴν τῶν παίδων πρόνοιαν, αἰσχύνεται καὶ ἐρυθριᾷ πολλάκις καὶ ὁ σφόδρα βουλόμενος αὐτομάτως ἐπιπηδῆσαι τούτῳ·
 [05033]  τοῦ πρὸς μηδένα ἡδέως ἔχειν;
 [08766]  Καθάπερ γὰρ μήτηρ φιλόστοργος, οὕτω καὶ ὁ Θεὸς πάντα ποιεῖ καὶ μηχανᾶται ὥστε μηδένα ἀποῤῥαγῆναι θατέρου.
 [09707]  ὅπερ μεγίστης φιλίας σημεῖόν ἐστι, τὸ μυστη [60.644] ρίων ποιεῖν κοινωνοὺς, καὶ μηδένα πρὸ ἡμῶν.
000-00-00 Serial Number=0310745299
In epistulam ad Titum Ante [Go Back]  
 [00111]  ὥστε μηδένα ἀναξιοπαθεῖν, μηδὲ ἀκκίζεσθαι, μηδὲ δυσχεραίνειν.
 [01084]  Μηδείς σου περιφρονείτω, ἀλλὰ, Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα βλασφημεῖν, ἀμάχους εἶναι.
 [01087]  Ἀλλὰ πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα βλασφημεῖν.
000-00-00 Serial Number=0274349213
In illud Exiit edictum Ante [Go Back]  
 [00011]  καὶ οὐ μόνον ἡ οἰκουμένη, ἀλλὰ καὶ τὰ κάτω τοῖς ἄνω, καὶ δημοσιεύεται ἡ εὐσέβεια συμφερόντως ἀνθρώποις, ἵνα μηδένα διαλάθῃ ἡ κατὰ τὸν Θεὸν ἀλήθεια.
000-00-00 Serial Number=0562187374
In illud In faciem ei restiti Ante [Go Back]  
 [00358]  Ζῶντος τοίνυν οὕτω τοῦ Πέτρου, κατῆλθόν τινες Ἰουδαῖοι ἀπὸ Ἰακώβου, τουτέστιν, ἐξ Ἱεροσολύμων,οἳ, διὰ τὸ διαπαντὸς ἐπὶ τῆς μητροπόλεως διατρί βειν, καὶ μηδένα ὁρᾷν ἑτέρως πολιτευόμενον, ἔτι τὴν πρόληψιν εἶχον τὴν Ἰουδαϊκὴν, καὶ πολλὰς τῶν παρατηρήσεων ἐκείνων ἐπεσύροντο.
000-00-00 Serial Number=0100223184
In illud Messis quidem multa Ante [Go Back]  
 [00034]  οὐ γὰρ πολλοὺς ἐβουλόμην παρεῖναι μό νον, ἀλλὰ πάντας, καὶ μηδένα τῆς ἐκκλησίας ἀπολιμπά νεσθαι·
000-00-00 Serial Number=0468964875
In illud Ne timueritis Ante [Go Back]  
 [00683]  Ταῦτα γοῦν εἰδότες, μηδένα ζηλωτὸν εἶναι νομίζετε τῶν ἐκεῖνα περιβεβλημένων, ἃ μηδὲν πρὸς αὐτὸν ἔχει κοινόν.
000-00-00 Serial Number=0851692438
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00009]  Τοῦτο γάρ ἐστι, τοῦτο, ὃ πολλῆς ῥᾳθυμίας ἡμᾶς ἐνέπλησε, τὸ μὴ πάσας ἐπιέναι τὰς Γραφὰς, ἀλλ' ἃ νομίζομεν εἶναι σαφέστερα, ταῦτα ἐκλεγομένους, τῶν ἄλλων μηδένα ποιεῖσθαι λόγον.
000-00-00 Serial Number=0924151838
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00076]  τί δὲ ὄφελος Χριστιανοῦ, ὅταν μηδένα κερδάνῃ μηδὲ πρὸς ἀρετὴν ἐπαναγάγῃ;
000-00-00 Serial Number=0982347369
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00214]  Ἐπειδὴ γὰρ τὸ μὲν καλέσαι τὸν βασιλέα καὶ εἰπεῖν, Ἐπιεικὴς ἔσο καὶ μέτριος καὶ ἀδωροδόκητος, καὶ μηδένα βιάζου, μηδὲ ἀδίκει, μηδὲ πλεονέκτει, φορτικὸν ἦν καὶ ἐπ αχθὲς τῷ μέλλοντι ταῦτα ἀκούειν·
000-00-00 Serial Number=0168539584
In illud Vidi dominum Ante [Go Back]  
 [00131]  ∆ιὰ τοῦτο παρεκάλεσα πολλάκις μηδένα τῶν ἐνταῦθα παραγινομένων καὶ τῆς θείας διδασκαλίας ἀπολαυόντων καὶ τῆς φρικτῆς καὶ μυστικῆς μετεχόντων θυσίας πρὸς ἐκεῖνα βαδίζειν τὰ θέατρα, καὶ τὰ θεῖα τοῖς δαιμονικοῖς ἀναμιγνύειν μυστήρια.
000-00-00 Serial Number=0965126514
In lacum Genesareth et in sanctum Petrum apostolum Ante [Go Back]  
 [00115]  μηδένα μηδὲν ἔχειν διδάσκει.
000-00-00 Serial Number=0197375000
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00097]  Μὴ φοβηθῇς μηδένα χειμῶνα βιωτικὸν, μὴ φρίξῃς μηδεμίαν ζάλην κοσμικὴν, μὴ φοβηθῇς τὰς τῶν ἐναντίων ἀνέμων πνοὰς, μὴ φροντίσῃς τῶν καταιγίδων καὶ τῶν σπιλάδων τῆς τῶν πολεμίων θαλάσσης.
000-00-00 Serial Number=0572101712
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00270]  Καθάπερ γὰρ πρὸς ἐκεῖνον τὸν τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἀπῄει διὰ τὸ μηδένα αὐτῷ παρεῖναι·
000-00-00 Serial Number=0421005070
In principium Actorum Ante [Go Back]  
 [00805]  οὕτω καὶ ὁ συνεχῶς ἀναγινώσκων τὰς θείας Γραφὰς, καὶ παρὰ τοὺς ῥύακας αὐτῶν ἑστηκὼς, κἂν μηδένα ἔχῃ τὸν ἑρμηνεύοντα, διὰ τῆς συνεχοῦς ἀναγνώσεως, ὥσπερ διά τινων ῥιζῶν, πολλὴν ἐπισπᾶται τὴν ὠφέλειαν.
000-00-00 Serial Number=0392544508
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00019]  ∆ιὰ τοῦτό φησι, Πρὸ τελευτῆς μὴ μακάριζε μηδένα.
 [00025]  διὰ ταῦτα, Πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, φησίν.
000-00-00 Serial Number=0610677660
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00077]  Οὐ γάρ ἐστιν ἴσον Ἐκκλησίαν οἰκονομῆσαι νῦν, καὶ τότε, ὥσπερ οὐκ ἔστιν ἴσον τετριμμένην ὁδὸν, καὶ κατεσκευασμένην κα λῶς, μετὰ πολλοὺς ὁδοιπόρους ὁδεύειν, καὶ νῦν πρώτως τέμνεσθαι μέλλουσαν, καὶ φάραγγας καὶ λίθους ἔχουσαν, καὶ θηρίων γέμουσαν, καὶ μηδέπω μηδένα δεξαμένην ὁδοιπόρον.
000-00-00 Serial Number=0495523810
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00036]  ἐν Χριστῷ μὲν δὴ τὴν σωτηρίαν ἔχομεν καὶ ἐν τῇ θυσίᾳ τοῦ Χριστοῦ, καὶ πάντα τὰ πρὸ τῆς παρουσίας εἰς τὴν παρουσίαν προευτρεπισθέντα γινώσκομεν καὶ τοῦτο μόνον εἰς σωτηρίαν ἁπάσῃ τῇ ἀνθρωπότητι προκείμενον ἐξ ἀρχῆς καθαπερεὶ πρὸ ὀφθαλμῶν τὸν Χριστὸν ὑπὲρ πάντων τυθῆναι, μιᾷ δὲ τῇ ἐκκλησίᾳ προσήκουσαν τὴν σωτηρίαν ταύτην ἐπιστάμεθα καὶ μηδένα τῆς καθολικῆς ἔξωθεν ἐκκλησίας καὶ πίστεως μετέχειν Χριστοῦ δυνάμενον [14] μηδὲ σώζεσθαι·
000-00-00 Serial Number=0410748541
Quales ducendae sint uxores Ante [Go Back]  
 [00044]  Σὺ δὲ ὅταν μέλλῃς ἄγεσθαι γυναῖκα, πρὸς μὲν τοὺς ἔξω νομικοὺς μετὰ πολλῆς τρέχεις τῆς σπουδῆς, καὶ παρακαθήμενος αὐτοῖς, μετὰ πάσης ἀκριβείας ἐξετάζεις, τί μὲν ἔσται, ἐὰν ἄπαις τελευτήσῃ ἡ γυνὴ, τί δὲ ἐὰν ἔχουσα παῖδα, τί δὲ ἐὰν δύο καὶ τρεῖς, καὶ πῶς μὲν ἔχουσα πατέρα, πῶς δὲ οὐκ ἔχουσα τοῖς ἑαυ [51.227] τῆς χρήσεται πράγμασι, καὶ τί μὲν εἰς τοὺς ἀδελφοὺς ἥξει τοῦ κλήρου, τί δὲ εἰς τὸν συνοικοῦντα, καὶ πότε κύριος ἔσται τοῦ παντὸς, μηδένα μηδὲν ἀφεῖναι τῶν ἐκείνης παρασπάσασθαι μέρος, καὶ πότε τοῦ παντὸς ἐκπεσεῖται·
 [00047]  Πῶς οὖν οὐκ ἄτοπον, χρημάτων μὲν ἡμῖν ἀπόλλυσθαι μελλόντων, τοσαύτην σπουδὴν ἐπιδείκνυσθαι, ὑπὲρ δὲ ψυχῆς ὄντος ἡμῖν τοῦ κινδύνου καὶ τῶν εὐθυνῶν τῶν ἐκεῖ, μηδένα ποιεῖσθαι λόγον, δέον πρὸ τῶν ἄλλων πάντων ταῦτα ζητεῖν καὶ περιεργάζεσθαι καὶ πολυπραγμονεῖν;
000-00-00 Serial Number=0393284798
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00200]  οἱ πρὸς διαμεμετρημένην τὴν ἡμέραν ἐπὶ τῶν στιβάδων κατακείμενοι καὶ τὰ δεῖπνα τοῖς ἀρίστοις συνάπτοντες καὶ τὴν γαστέρα διαρρηγνύντες καὶ τὰς αἰσθήσεις πηροῦντες καὶ τῷ ὑπερόγκῳ τῶν ἐδεσμάτων φορτίῳ τὸ πλοῖον καταποντίζοντες καὶ ὑπέραντλον ποιοῦντες τὴν ναῦν καὶ, καθάπερ ἐν ναυαγίῳ τῷ τοῦ σώματος, κατακλύζοντες αὐτὴν καὶ πέδας καὶ χειροπέδας καὶ γλωσσοπέδας ἐπινοοῦντες καὶ ἅπαν αὐτῶν καταδεσμοῦντες τὸ σῶμα, ἁλύσεως σιδηρᾶς χαλεπωτέρῳ δεσμῷ τῷ τῆς μέθης καὶ τῆς τρυφῆς καὶ μήτε ὕπνον αἱρούμενοι γνήσιον καὶ εἰλικρινῆ, μήτε ὀνειράτων ἀπηλλαγμένοι φοβερῶν, τῶν τε μαινομένων ὄντες ἀθλιώτεροι καὶ αὐθαίρετον τὸν δαίμονα ἐπεισάγοντες τῇ ψυχῇ καὶ γέλως προκείμενοι τῷ θεάτρῳ τῶν οἰκετῶν, μᾶλλον δὲ τραγῳδία καὶ δακρύων ὑπόθεσις τοῖς ἐπιεικεστέροις αὐτῶν, καὶ μηδένα εἰδότες τῶν παρόντων, μήτε εἰπεῖν τι καὶ ἀκοῦσαι δυνάμενοι, ἀλλὰ φοράδην ἀπὸ τῶν στιβάδων ἐπὶ τὴν κλίνην ἀγόμενοι;
 [00249]  ὁ πένης οὗτος ὡς οὐδεὶς ἕτερος πένης ὤν, καὶ οὐχὶ πένης μόνον ἀλλὰ καὶ ἀσθενὴς καὶ μηδένα ἔχων τὸν προστησόμενον καὶ παρακαλέσοντα, ἀλλὰ ἐν μέσῃ τῇ πόλει καθάπερ ἐν ἐσχάτῃ κείμενος ἐρημίᾳ καὶ λιμῷ τηκόμενος πικροτάτῳ καὶ πάντα ὁρῶν ἐκείνῳ καθάπερ ἐκ πηγῶν ἐπιρρέοντα καὶ ἀνθρωπίνης μὲν οὐδεμιᾶς ἀπολαύων παραμυθίας, ταῖς δὲ τῶν κυνῶν γλώσσαις προκείμενος τράπεζα διηνεκής οὕτω γὰρ ἦν τὸ σῶμα παρειμένος καὶ διαλελυμένος, ὡς μηδὲ ἐκείνους ἀποσοβεῖν δύνασθαι τί οὐκ ἂν ἔπαθεν εἰ μὴ σφόδρα γενναῖος καὶ φιλόσοφος ἦν;
000-00-00 Serial Number=0948544681
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00223]  νῦν δὲ οὐκ ἔστι τῆς αὐτῆς ψυχῆς ὁμοῦ καὶ κατὰ τὸν αὐτὸν χρόνον τοσαύτην πειθώ τε καὶ ὑπεροψίαν ἐπιδείκνυσθαι περὶ τὰ προστάγματα τοῦ Θεοῦ, καὶ νῦν αὐτὰ τρέμειν, νῦν δὲ μηδένα ποιεῖσθαι λόγον αὐτοῦ τοῦ θέντος τοὺς νόμους ὑβριζομένου.
 [00376]  Ὅταν γὰρ βαδίζῃ μὲν ὥσπερ δι' ἐρημίας, καθέζηται δὲ ἐν ἐκκλησίᾳ μετὰ σιγῆς βαθυτάτης, τὸ δὲ ὄμμα μηδένα τῶν παρόντων ὁρᾷ, μὴ γυναικῶν, μὴ ἀνδρῶν, ἀλλ' ἢ τὸν νυμφίον μόνον ὡς παρόντα καὶ φαινόμενον, ἀναχωρῇ δὲ οἴκαδε πάλιν τούτῳ διαλεχθεῖσα ἐν εὐχαῖς, καὶ τῆς αὐτοῦ μόνης ἀκούσασα φωνῆς διὰ τῶν Γραφῶν·
000-00-00 Serial Number=0711659074
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00133]  ἐπειδὴ πάντα ποιῶ, ὥστε ὑμᾶς ἐν ἀσφαλείᾳ μεῖναι, ὥστε μηδένα παρεισελθεῖν τῇ ποίμνῃ, ὥστε μεῖναι ἀκέραιον τὸ ποίμνιον.
000-00-00 Serial Number=0323133767
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00732]  Ἐκ δὲ τούτων, ὧν τὴν γῆν κληρονομεῖτε, μηδένα ζωγρήσητε ἐμπνέοντα.
 [00991]  Ἰδὼν δὲ ἀντικρὺ ὁ Σαοὺλ, καὶ τεταραγμένοις ἐπιπεσὼν, νικᾷ κατὰ κράτος, καὶ ὥρκισε μηδένα τινὸς γεύσασθαι ἕως ἑσπέρας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»