Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μυρίας [202]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μυρίας


000-00-00 Serial Number=0301984489
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01314]  ὥστε εἴ τις αὐτὸν μακαρίζει διὰ τὴν ἐν τοῖς βασιλείοις ἀνατροφὴν νῦν μνημονευέτω τῆς ἀφθονίας ἐκείνης, καὶ μυρίας αὐτὴν ὄψεται ἀθυμίας καὶ δυσκολίας ὑπόθεσιν τῷ δικαίῳ γεγενημένην.
 [01440]  [47.478] ὀλίγων ἐν οἰκίᾳ προεστὼς, καὶ παροξυσμῶν καὶ λύπης μυρίας ἔχει προφάσεις·
 [01561]  Ἱκανὰ μὲν οὖν καὶ ταῦτα, κἂν μυρίας τις αὐτοῖς ἀναμιγνύῃ τὰς ἡδονὰς, εἰς τὸν τῶν ὀδυνηρῶν βίον καταλέξαι τὴν ἐκείνου ζωήν·
000-00-00 Serial Number=0237765431
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00051]  ὅταν δὲ ἀντὶ σώματος ψυχὴ προκέηται νεκρά, μυρίας ἔχουσα τὰς ὠτειλάς, καὶ ἐν αὐτῇ τῇ νεκρότητι τὴν εὐφυΐαν αὐτῆς ἐμφαίνουσα τὴν προτέραν καὶ τὴν εὐεξίαν καὶ τὸ κάλλος τὸ ἀποσβεσθέν, τίς οὕτως ὠμὸς καὶ ἀσυμπαθής, ὡς ἀντὶ θρήνων καὶ ὀδυρμῶν παραμυθητικοὺς λόγους προσαγαγεῖν.
000-00-00 Serial Number=0485537350
Ad populum Antiochenum Ante [Go Back]  
 [00223]  Ὅτε γοῦν εἰς τὸ δεσμωτήριον μυρίας λαβὼν πληγὰς εἰσηνέχθη, τὸν δεσμοφύλακα ἔδησεν·
 [00638]  Οὐδὲν γὰρ οὕτως ἄπιστον, ὡς ὁ πλοῦτος, ὃ πολλάκις εἶπον, καὶ λέγων οὐ παύσομαι, ὅτι δραπέτης ἐστὶν ἀγνώμων, οἰκέτης πίστιν οὐκ ἔχων, κἂν μυρίας αὐτῷ περιβάλῃς πέδας, οὗτος καὶ τὰς πέδας αὐτὰς ἐπισυρόμενος ἄπεισι.
 [00665]  ἃ γὰρ εἰς ἑτέρους ἐκβάλλειν οὐκ ἂν ἕλοιτο, οὐδὲ τοῖς δεομένοις διανεῖμαι, κἂν μυρίας ὑποσταίη τιμωρίας, πῶς ἂν δύναιτο ταῦτα ἴδια νομίζειν εἶναι;
 [00853]  Οὐχ οὕτως ἐστὶν εὐκαταγώνιστος ὁ πένης, ὥς ἐστιν εὐκαταγώνιστος ὁ πλούσιος, μυρίας πάντοθεν καὶ τῷ διαβόλῳ καὶ τοῖς ἐπιβούλοις παρέχων λαβὰς, καὶ πάντων ὢν δοῦλος διὰ τὴν πολλὴν τῶν πραγμάτων περιβολήν·
 [01995]  Ἀλλ' ὥσπερ νῦν μετὰ πολλοῦ τοῦ πόνου καὶ μυρίας τῆς ἐνοχλήσεως φοβοῦντες, ἀπειλοῦντες, παραινοῦντες, συμβουλεύοντες, μόλις ἰσχύσαμεν εἰς ἑτέραν αὐτὸ μεταθεῖναι συνήθειαν·
 [03432]  Ταῦτα καὶ πρὸς τοὺς παῖδας λέγωμεν τοὺς ἡμετέρους, καὶ εἰς μυρίας παραπέμπωμεν γενεὰς, ἵνα μάθωσιν ἅπαντες πῶς ἐσπούδασεν ὁ διάβολος καὶ τὸ ἔδαφος ἀφανίσαι τῆς πόλεως, καὶ πῶς ἴσχυσεν ὁ Θεὸς πεπτωκυῖαν αὐτὴν καὶ κειμένην ἐπ' ὄψεσι στῆσαι πάλιν, καὶ μηδὲ τὴν τυχοῦσαν συγχωρῆσαι γενέσθαι βλάβην, ἀλλὰ καὶ τὸν φόβον ἀνεῖλε, καὶ τὸν κίνδυνον ἀπεκρούσατο μετὰ πολλοῦ τοῦ τάχους.
 [03766]  καὶ τέλος ἁλύσεις αὐτοῖς περιθέντες, καὶ σιδήρῳ δήσαντες, ἐπὶ τὸ δεσμωτήριον ἔπεμπον διὰ μέσης τῆς ἀγορᾶς, ἀνθρώπους ἱπποτρόφους, ἀγωνοθέτας, ἐτέρας μυρίας λαμπροτέρας ἔχοντας ἀριθμεῖν λειτουργίας, καὶ τὰς οὐσίας ἐδήμευον, καὶ σήμαντρα ἐν ταῖς θύραις ἁπάντων ἦν ἰδεῖν.
 [03984]  οὕτως ἐὰν ἕνα ὅρκον προώμεθα μόνον, πολλὴν αὐτῷ παρέχομεν ἐξουσίαν συνθεῖναι μυρίας ἐπιορκίας.
 [03988]  ἂν δὲ ἀρχὴν ποιησώμεθα μόνον, ὥσπερ χειρὶ τῇ γλώττῃ τὸν ὅρκον ἡμῶν κατεχόντων, μετὰ πολλῆς λοιπὸν τῆς ἀδείας τὴν πονηρὰν αὐτοῦ τέχνην ἐπιδείκνυται, ἐξ ἑνὸς ὅρκου μυρίας συντιθεὶς καὶ πλέκων ἐπιορκίας·
 [04849]  οὗτοι δὲ οὓς οὐκ ἐγέννησαν οὐδὲ ἔθρεψαν, μᾶλλον δὲ οὓς οὐκ εἶδον, ὧν οὐκ ἤκουσαν, οἷς οὐδέποτε συνεγένοντο, οὓς ἀπὸ τῆς συμφορᾶς ἐγνώρισαν μόνης, οὕτως ἐφίλησαν ὡς, εἰ καὶ μυρίας εἶχον ψυχὰς, ἑλέσθαι πάσας ὑπὲρ τῆς τούτων ἐπιδοῦναι σωτηρίας.
 [04913]  Οὐ τὸ μητρόπολιν εἶναι, οὐδὲ τὸ μέγεθος ἔχειν καὶ κάλλος οἰκοδομημάτων, οὐδὲ τὸ πολλοὺς κίονας, καὶ στοὰς εὐρείας καὶ περιπάτους, οὐδὲ τὸ πρὸ τῶν ἄλλων ἀναγορεύεσθαι πόλεων, ἀλλ' ἡ τῶν ἐνοικούντων ἀρετὴ καὶ εὐσέβεια, τοῦτο καὶ ἀξίωμα καὶ κόσμος καὶ ἀσφάλεια πόλεως, ὡς ἂν μὴ τοῦτο ᾖ, πάντων ἐστὶν εὐτελεστέρα, κἂν μυρίας παρὰ βασιλέων ἀπολαύῃ τιμῆς.
 [05746]  ἆρα οὐκ ἂν αὐτῷ μυρίας ἐπέθηκας πληγὰς, ὡς ὑβρισθεὶς τὴν ἐσχάτην ὕβριν;
000-00-00 Serial Number=0014377356
Adversus Judaeos Ante [Go Back]  
 [00417]  κἂν μυρίας ὁ δαίμων ἐπαγγείληται τῶν ἐπικειμένων σοι λύσεις κακῶν, μὴ πεισθῇς, μηδὲ ἀνάσχῃ, καθάπερ ὁ δίκαιος οὐκ ἐπείσθη τῇ γυναικί·
 [01321]  Καίτοι πόσοι βασιλεῖς πολλὰ καὶ μεγάλα εἰργάσαντο τὰς πόλεις ἀγαθὰ, καὶ πολέμους κατώρθωσαν, καὶ τρόπαια πολλὰ ἔστησαν, καὶ ἔθνη διέσωσαν, καὶ πόλεις ἀνέστησαν, καὶ προσόδους μυρίας προσεκτήσαντο·
 [02134]  Νυνὶ δὲ παίγνια τὰ παρὰ Ἰουδαίοις πάντα καὶ γέλως καὶ αἰσχύνη καὶ καπηλεῖα καὶ μυρίας μεστὰ παρανομίας.
 [02329]  Ἀλλ' ἐπειδὴ οὐχὶ πρὸς Ἰουδαίους ἐστὶν ἡμῖν ἡ μάχη μόνον, ἀλλὰ καὶ πρὸς Ἕλληνας καὶ πολλοὺς τῶν αἱρετικῶν, φέρε βαθύτερόν τι νόημα ἐνταῦθα ὑμῖν ἀποκαλύψωμεν, καὶ ζητήσωμεν, τί δήποτε, μυρίας ἔχων μαρτυρίας ὁ Παῦλος, αἳ τὸν νόμον ἀργεῖν ποιοῦσι καὶ τὴν παλαιὰν πολιτείαν, ταύτης ἐμνημόνευσεν.
000-00-00 Serial Number=0298890054
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00013]  Μετὰ γὰρ τοὺς φόνους καὶ τὰς μυρίας [47.320] σφαγὰς ἃς αἱ τῶν τότε κωλυομένων Ἰουδαίων εἰς αὐτοὺς εἰργάσαντο χεῖρες, ἐβρέχετο μὲν τῷ τῶν ἀνῃρημένων αἵματι διὰ πολλοῦ τοῦ βάθους ἡ γῆ, καὶ πολὺς ἀπὸ τούτου τοῦ αἵματος ἐγίνετο πηλός·
 [00596]  σὺ ὁ τοσαῦτα κεκτημένος, καὶ ὑπεύθυνος ὢν διὰ ταῦτα καὶ τοῖς ἐκείνου δούλοις, καὶ ὑπὲρ ἁπάντων τρέμων, καὶ μυρίας αὐτῷ παρέχων λαβὰς, εἰ βούλοιτό σε ἀδικεῖν ὀργισθεὶς, ἢ οὗτος ὁ τῶν ἐκείνου χειρῶν ἀνώτερος ὤν;
 [01075]  ὅταν γὰρ καὶ τὰ εἰρημένα μυρίας ἱκανὰ παρασκευάσαι γεέννας ᾖ, οὐχὶ πάντα ὁμοῦ συνελθόντα μόνον, ἀλλὰ καὶ καθ' ἑαυτὸ τούτων ἕκαστον·
 [01170]  οἱ φιλάνθρωποι καὶ ἥμεροι καὶ μὴ δεόμενοι τῆς παρὰ τῶν πολλῶν τιμῆς, ἢ οἱ παντὸς ὀφλήματος μᾶλλον ταύτην παρὰ τῶν ὁμοφύλων ἀπαιτοῦντες, καὶ μυρίας ἐργαζόμενοι συμφορὰς, ἐπειδὴ μὴ ὑπανέστη, μηδὲ προσεῖπεν ὁ δεῖνα πρότερος, μηδὲ ὑπέκυψε, μηδὲ τὰ τῶν ἀνδραπόδων ἐπεδείξατο;
 [01210]  Κακῶν γὰρ οὐκ ὄντων οὐδὲ φαινομένων, τίς ἂν προήχθη τὴν αἰτίαν ζητῆσαι τῶν κακῶν, καὶ μυρίας ἀπὸ τῆς ζητήσεως ταύτης αἱρέσεις ἀνατέλλειν;
 [01351]  οὐκ ὄντος δὲ, μυρίας
000-00-00 Serial Number=0769753814
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00256]  ὅταν δὲ μυρίας εὕρῃς ὁδοὺς καὶ κατηγορίας ἀπηλλαγμένας, καὶ σκανδάλων ἐλευθέρας, καὶ μείζονα ἐχούσας τὴν εὐπορίαν, τίνος ἕνεκεν σαυτῷ πράγματα πλέκεις εἰκῇ καὶ μάτην, καὶ τὸ κέρδος ὑπορύττεις, καὶ ἐπισφαλῶς οἰκοδομεῖς καὶ ἐπονειδίστως, παρὸν μετὰ ἀσφαλείας καὶ δόξης πολλῆς;
000-00-00 Serial Number=0571456969
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00129]  οὗτος μυρίας ἀπέλαυσε θεραπείας, καὶ μετὰ ταῦτα μυρίας ὑπέμεινεν ὕβρεις, οἰκετῶν ἐπανισταμένων, φίλων ὀνειδιζόντων, γυναικὸς ἐπιβουλευούσης.
000-00-00 Serial Number=0960964203
De Anna i Ante [Go Back]  
 [01226]  Ὅταν γὰρ πολλὴν ἐπιστιβάσῃς τῷ πλουσίῳ στολὴν καὶ πολυτελῆ καὶ διάχρυσον, οὐδὲν ἕτερον ἢ πλέον αὐτῷ προξενεῖς τὸ μῖσος, καὶ μείζονα τὴν κατηγορίαν, καὶ τὰ πάντων ἀνοίγεις στόματα κατὰ τοῦ τετελευτηκότος, καὶ ἀρὰς μυρίας ἐπισπᾶσαι κατ' αὐτοῦ, καὶ σφοδροτέραν τῆς πλεονεξίας ἀνάπτεις τὴν διαβολὴν, ἑκάστου διαῤῥηγνυμένου, καὶ ἀποπνιγομένου, καὶ καταρωμένου τὸν τελευτήσαντα, ὅτι μηδὲ ἀποθανὼν τὴν περὶ τὰ χρήματα μανίαν κατέλυσε.
000-00-00 Serial Number=0096092403
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00309]  Ἀλλ' ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ μυρίας ἡμῖν τοῦ σώζεσθαι προφάσεις διδοὺς καὶ ταύτην μετὰ τῶν ἄλλων διέτεμεν ἡμῖν τὴν ὁδὸν ἱκανὴν παρακαλέσαι πρὸς ἀρετὴν τὰ τῶν ἁγίων λείψανα παρ' ἡμῖν τέως ἀφείς.
 [00409]  Καίτοι τὸ μὲν τῆς κακίας εἶδος καὶ παρ' αὐτοῖς τοῖς δρῶσιν αὐτὸ μυρίας καταγνώσεως ἄξιον εἶναι δοκεῖ, τὸ δὲ σῶμα τὸ νεκρὸν καὶ ἀκίνητον οὐδεμιᾶς μετέχει μέμψεως καὶ αἰτίας.
 [00673]  Καὶ μέλλων ἐπιστρατεύειν τῷ Πέρσῃ καὶ μετὰ τοσούτου τύφου κατιὼν εἰς ἄπαν τὸ τῶν βαρβάρων ἀναρπασόμενος ἔθνος ἠπείλει μυρίας ἡμῖν ἀπειλὰς λέγων μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον πάντας ἄρδην ἀπολεῖν·
000-00-00 Serial Number=0717258096
De Davide et Saule Ante [Go Back]  
 [00370]  Εἰ γὰρ μυρίας εἶχον ψυχὰς, οὐκ ἂν ἑτοίμως ἁπάσας ἐπέδωκαν ὑπὲρ τοῦ στρατηγοῦ, ἔργῳ μαθόντες ἐν τῇ τοῦ πολεμίου κηδεμονίᾳ τὴν περὶ τοὺς οἰκείους εὔνοιαν;
 [00869]  ἀπελθόντων δὲ τοὺς παῖδας θεραπεύων, ἵνα παρὰ τοῦ Θεοῦ πολλὴν ἐπισπάσῃ τὴν εὔνοιαν, καὶ μυρίους ἀναδήσῃ στεφάνους, καὶ μυρίας δέξῃ παρὰ πάντων εὐχὰς, οὐχὶ τῶν εὖ πασχόντων μόνον, ἀλλὰ καὶ τῶν ὁρώντων.
000-00-00 Serial Number=0961610138
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00121]  τυραννούμενοι γὰρ ὑπὸ τῶν τοῦ σώματος παθημάτων, καὶ μυρίας πειρασμῶν δεχόμενοι προσβολὰς, τῆς τοῦ Θεοῦ χρῄζομεν βασιλείας, ἵνα μὴ βασιλεύσῃ ἡ ἁμαρτία ἐν τῷ θνητῷ σώματι ἡμῶν εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ, μηδὲ παριστάνωμεν τὰ μέλη ἡμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλ' ἵνα παραστήσωμεν ὅπλα δικαιοσύνης τῷ Θεῷ, καὶ στρατευώμεθα τῷ βασιλεῖ τῶν αἰώνων.
000-00-00 Serial Number=0342506647
De beato Abraham Ante [Go Back]  
 [00127]  κἂν περιουσίαν ἔχῃ χρημάτων, ἀπευκτέα αὐτῷ ἐστι, κἂν μυρίας ἔχῃ φροντίδας, πάσας διώκει, οὐ δυνάμενος ἀνανῆψαι, ἐκ τῆς λύπης μεθύων·
000-00-00 Serial Number=0545459211
De beato Philogonio Ante [Go Back]  
 [00020]  Εἰ δὲ ἐνταῦθα ὅπου νόσοι, καὶ ἐπήρειαι, καὶ ἄωροι θάνατοι, καὶ συκοφαντίαι, καὶ φθόνοι, καὶ ἀθυμίαι, καὶ ὀργαὶ, καὶ ἐπιθυμίαι πονηραὶ, καὶ μυρίαι ἐπιβουλαὶ, καὶ καθημεριναὶ φροντίδες, καὶ συνεχῆ καὶ ἐπάλληλα τὰ κακὰ μυρίας πάντοθεν ἐπάγοντα λύπας, ἔφησεν ὁ Παῦλος δυνατὸν εἶναι πάντοτε χαίρειν, εἴ τις μικρὸν ἐκ τοῦ κλυδωνίου τῶν βιωτικῶν πραγμάτων ἀνακύψας, τὸν ἑαυτοῦ καλῶς ῥυθμίσειε βίον, πολλῷ μᾶλλον μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν τούτου ῥᾴδιον ἐπιτυχεῖν τοῦ καλοῦ, ὅτε ταῦτα πάντα ἀνῄρηται, καὶ ἀῤῥωστίαι καὶ πάθη καὶ ἁμαρτημάτων ὑπόθεσις, ὅτε τὸ ἐμὸν καὶ τὸ σὸν οὐκ ἔστι, τὸ ψυχρὸν τοῦτο ῥῆμα, καὶ πάντα εἰς τὴν ζωὴν ἡμῶν εἰσάγον τὰ δεινὰ, καὶ τοὺς μυρίους γεννῆσαν πολέμους.
000-00-00 Serial Number=0837175250
De fato et providentia Ante [Go Back]  
 [00027]  ὃς κἂν μυρίας εὐταξίας ἀπολαύῃ, ἕως ἂν τὴν ἀταξίαν τὴν ἐν αὐτῷ καὶ τὴν ταραχὴν διορθώσηται, οὐδὲν αὐτῷ τῆς ἐν τοῖς πράγμασιν εὐταξίας ἔσται τὸ πλέον·
 [00044]  Τὸν φίλον τῷ Θεῷ καὶ τὸν πολέμιον μὴ ἀπὸ τῆς εὐπραγίας καὶ δυσπραγίας τῆς ἐνταῦθα δοκίμαζε, ἀλλὰ ἂν μὲν ἴδῃς ὀρθῶς ζῶντα, καὶ νόσῳ κενούμενον, καὶ πρὸς εὐσέβειαν βλέποντα, μακάριζε καὶ ζηλωτὸν εἶναι νόμιζε, κἂν μυρίας ἁλύσεις περικέηται, καὶ δεσμωτήριον οἰκῇ δια [50.752] παντὸς, κἂν ἀναξίοις δουλεύῃ, κἂν πένηται, κἂν μέταλλα ἐργάζηται, κἂν ὁτιοῦν πάσχῃ δεινόν.
000-00-00 Serial Number=0447805941
De gloria in tribulationibus Ante [Go Back]  
 [00039]  Ὥσπερ θαλάττης μαινομένης καὶ χαλεπὰ ναυάγια ὠδινούσης, οὐδὲν ἄμεινον τὰ τῆς οἰκουμένης διέκειτο, πατρὸς παῖδα διὰ τὴν εὐσέβειαν τότε ἀποκηρύττοντος, καὶ νύμφης πρὸς πενθερὰν σχιζομένης, καὶ ἀδελφῶν διαιρουμένων, καὶ δεσποτῶν κατὰ τῶν οἰκετῶν ἀγανακτούντων, καὶ τῆς φύσεως σχεδὸν πρὸς ἑαυτὴν στασιαζούσης, καὶ οὐκ ἐμφυλίου μόνον, ἀλλὰ καὶ συγγενικοῦ διὰ πάσης οἰκίας διιόντος πολέμου Ὁ γὰρ λόγος μαχαίρας δίκην εἰσιὼν, καὶ τὸ νοσοῦν ἀπὸ τοῦ ὑγιαίνοντος τέμνων, πολλὴν ἐποίει πανταχοῦ τὴν στάσιν εἶναι, καὶ τὴν φιλονεικίαν, καὶ πανταχόθεν μυρίας αἴρεσθαι κατὰ τῶν πιστευόντων παρεσκεύασεν ἐπαχθείας καὶ μάχας.
 [00136]  καὶ τὸ παρὸν πνευματικὸν θέατρον συγκροτήσας, Παῦλον λέγω, μετὰ τὸ τὰς μυρίας αὐτὸν ἐκείνας ἑκάστου τῶν ἁγίων καταλέξαι ταλαιπωρίας, ἃς μηδὲ ῥᾴδιον νῦν κατὰ λόγον διεξιέναι, ἐπάγει λέγων·
000-00-00 Serial Number=0596077442
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00389]  Πρῶτον ἐν αἰδοῖ καὶ τιμῇ τοὺς πατέρας ἔχουσιν οἱ παῖδες ὁρῶντες οὕτως περιμάχητον οὖσαν τὴν τῶν πατέρων εὐλογίαν καὶ αἱρήσονται μυρίας λαβεῖν πληγὰς ἢ κατάρας ἀκοῦσαι παρὰ τῶν γονέων.
 [00665]  Ὃ δὲ πάντων μεῖζον, ὁ Θεὸς οὐ τότε ἔσται ἵλεως πλέον καὶ μυρίας τὸν γάμον ἐκεῖνον ἐμπλήσεις εὐλογίας, ὅταν ὡς αὐτὸς ἐπέταξεν, οὕτως συνίωσιν;
000-00-00 Serial Number=0898272216
De incomprehensibili dei natura Ante [Go Back]  
 [01414]  Καθάπερ γὰρ τῶν δένδρων ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, κἂν μυρίας ἀνέμων δέξηται προσβολάς, οὐ διακλᾶται οὐδὲ ἀνασπᾶται, τῶν ῥιζῶν μετὰ ἀκριβείας τῷ βάθει τῆς γῆς περισφιγγομένων, οὕτω δὴ καὶ εὐχαὶ αἱ κάτωθεν ἐκ τοῦ βάθους τῆς διανοίας ἀναπεμπόμεναι, ἐρριζωμέναι μετὰ ἀσφαλείας πρὸς ὕψος ἀνατείνονται καὶ οὐδεμιᾷ λογισμοῦ προσβολῇ παρατρέπονται.
000-00-00 Serial Number=0688160062
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00061]  Οὐδὲ γὰρ δὶς ἑπτὰ ἔτη ἐδούλευσεν, ἀλλὰ τὸν πάντα βίον ὑπὲρ τῆς τοῦ Χριστοῦ νύμφης, οὐ συγκαιόμενος μόνον τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός, ἀλλὰ μυρίας νιφάδας πειρασμῶν ὑπομένων, νῦν μὲν μάστιγας λαμβάνων, νῦν δὲ λίθοις τὸ σῶμα βαλλόμενος, καὶ νῦν μὲν θηρίοις μαχόμενος, νῦν δὲ πελάγει πυκτεύων, καὶ λιμῷ διηνεκεῖ ἡμέρας καὶ νυκτός, καὶ κρυμῷ, καὶ πανταχοῦ ὑπὲρ τὰ σκάμματα πηδῶν, καὶ τὰ πρόβατα ἀπὸ τῆς τοῦ διαβόλου φάρυγγος ἀφαρπάζων.
 [00555]  Οὐδὲ γάρ, ἂν ἴδῃς τινὰ πόλεις κατασκευάζοντα, καὶ τάφρους περιελαύνοντα, καὶ μηχανήματα προσάγοντα τείχεσι, καὶ ὅπλα χαλκεύοντα, καὶ στρατιώτας καταλέγοντα, καὶ χρήματα ἔχοντα ἄπειρα, καὶ μὴ δυνάμενον πόλιν μίαν ἑλεῖν, ἄλλον δὲ γυμνῷ σώματι προσβαλόντα, καὶ χερσὶ μόναις χρώμενον, οὐχὶ μίαν καὶ δευτέραν καὶ εἴκοσι πόλεις, ἀλλὰ μυρίας κατὰ τὴν οἰκουμένην ἐπιτρέχοντα, καὶ αὐτάνδρους λαμβάνοντα, ἀνθρωπίνης ἂν εἴποις εἶναι τοῦτο δυνάμεως.
 [01099]  μυρίας ἠπείλουν κολάσεις, ἵνα σβεσθῇ τὸ κήρυγμα, τὸ δὲ ᾔρετο μᾶλλον.
000-00-00 Serial Number=0416580021
De libello repudii Ante [Go Back]  
 [00186]  Ἑνὶ γὰρ καὶ ψιλῷ ῥήματι τούτῳ κατέλιπε τῷ συνειδότι τῶν ἀκροατῶν ἅπαντα ἀναλέξασθαι, τὰς ὠδῖνας, τὰς παιδοτροφίας, τὴν φροντίδα, τὰς ἀῤῥωστίας, τοὺς θανάτους τοὺς ἀώρους, τὰς ἀπεχθείας, τὰς φιλονεικίας, τὸ γνώμαις μυρίαις δουλεύειν, τὸ τῶν ἀλλοτρίων κακῶν ὑπεύθυνον εἶναι, τὸ μυρίας ἀναδέχεσθαι λύπας μίαν ἔχουσαν ψυχήν.
000-00-00 Serial Number=0374569654
De mutatione nominum Ante [Go Back]  
 [01063]  κἂν φιλονεικῇ, κἂν ἀντιλέγῃ, κἂν μυρίας προβάληται προφάσεις, μὴ πεισθῇς, μηδὲ ἀνάσχῃ, ἀλλ' εἰπὼν καὶ διδάξας ὅτι καὶ τὰ ἄλλα αὐτῷ τότε μᾶλλον ἐξευμαρισθήσεται, ὅταν τὴν σύναξιν ἐπιτελέσας, καὶ κοινωνήσας εὐχῶν, καὶ εὐλογιῶν Πατέρων ἀπολαύσας, οὕτω πρὸς ἐκεῖνα βαδίζει, καὶ τούτοις καὶ πλείοσι τούτων ἑτέροις λόγοις καταδήσας αὐτὸν, οὕτως ἄγε πρὸς τὴν ἱερὰν ταύτην τράπεζαν, ἵνα διπλοῦν ἔχῃς τὸν μισθὸν, καὶ ὑπὲρ τῆς ἑαυτοῦ, καὶ ὑπὲρ τῆς ἐκείνου παρουσίας.
000-00-00 Serial Number=0758352220
De profectu evangelii Ante [Go Back]  
 [00089]  Καὶ καθάπερ βασιλεὺς ἐπὶ τὸν θρόνον ἀναβὰς ὑπὸ τὴν ἕω καὶ καθίσας ἐν ταῖς βασιλικαῖς αὐλαῖς, μυρίας εὐθέως δέχεται πανταχόθεν ἐπιστολάς·
000-00-00 Serial Number=0771250129
De prophetiarum obscuritate Ante [Go Back]  
 [00119]  Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ ἄλλα πολλὰ τοιαῦτα προέλεγον οἱ προφῆται, μυρίας τραγῳδίας τοῖς οἰκείοις ἐγκαταμιγνύντες βιβλίοις.
 [00871]  Οὕτω καὶ ∆ανιὴλ μετὰ τὸν λάκκον τῶν λεόντων, μετὰ τὰς μυρίας τιμωρίας, ἃς ὑπέμεινε, καὶ αὐτὸς ἑαυτοῦ κατηγόρει, τοῦ δὲ πλησίον οὐδείς.
000-00-00 Serial Number=0427319586
De resurrectione mortuorum Ante [Go Back]  
 [00183]  Ὁ ἔμπορος ὑπομένει μὲν χειμῶνας πολλοὺς καὶ κυμάτων ἐπαναστάσεις καὶ ναυάγια καὶ μυρίας δυσκολίας, ἀπολαύει δὲ καὶ πλούτου μετὰ τοὺς χειμῶνας, τὰ φορτία διατιθέμενος, καὶ πολλὴν ἐργαζόμενος πραγματείαν.
000-00-00 Serial Number=0812321663
De sacerdotio Ante [Go Back]  
 [00792]  Περὶ κρίσεωσ Τὸ δὲ τῶν κρίσεων μέρος μυρίας μὲν ἔχει τὰς ἐπαχθείας, πολλὴν δὲ τὴν ἀσχολίαν καὶ δυσκολίας τοσαύτας ὅσας οὐδὲ οἱ τοῖς ἔξωθεν δικάζειν καθήμενοι φέρουσι·
 [00798]  ὁ δὲ μὴ δυνάμενος ταύτην παρασχεῖν, κἂν μυρίας λέγῃ προφάσεις, οὐδέποτε τὴν κατάγνωσιν φεύξεται τὴν παρ' ἐκείνων.
 [00961]  ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Κύριος παραινεῖ μὴ πρότερον βάλλεσθαι θεμέλιον τὸν βουλόμενον πύργον οἰκοδομεῖν πρὶν ἢ τὴν οἰκείαν λογίσασθαι δύναμιν, ἵνα μὴ δῷ τοῖς παριοῦσι μυρίας ἀφορμὰς χλευασίας τῆς εἰς αὐτόν.
 [00969]  Εἰ γὰρ τοῖς περὶ τὴν ἀθλητικὴν εὐεξίαν ἐσπουδακόσι καὶ ἰατρῶν χρεία καὶ παιδοτριβῶν καὶ διαίτης ἠκριβωμένης καὶ ἀσκήσεως συνεχοῦς καὶ μυρίας παρατηρήσεως ἑτέρας καὶ γὰρ τὸ τυχὸν ἐν αὐτοῖς παροφθὲν πάντα ἀνέτρεψε καὶ κατέβαλεν , οἱ τὸ σῶμα τοῦτο θεραπεύειν λαχόντες, τὸ τὴν ἄθλησιν οὐ πρὸς σώματα, ἀλλὰ πρὸς τὰς ἀοράτους δυνάμεις ἔχον, πῶς αὐτὸ δυνήσονται φυλάττειν ἀκέραιον καὶ ὑγιές, μὴ πολὺ τὴν ἀνθρωπίνην ὑπερβαίνοντες ἀρετὴν καὶ πᾶσαν ψυχῆς πρόσφορον ἐπιστάμενοι θεραπείαν;
 [01273]  Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαρρεῖν τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ μυρίας ἑτέρας προστιθέασι φυλακάς, πάντοθεν ἑαυτοὺς περιφράττοντες καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες ἵνα μετὰ παρρησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται, πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχὴν καὶ ἀσινὲς τὸ πνευματικὸν τηρῆσαι κάλλος;
 [01378]  τοὺς ἐν τῷ μέσῳ στρεφομένους καὶ πραγμάτων φροντίζοντας βιωτικῶν καὶ τετριμμένους πρὸς μάχας καὶ λοιδορίας καὶ μυρίας δεινότητος γέμοντας καὶ τρυφᾶν εἰδότας, ἐπιστήσομεν τῇ τῆς Ἐκκλησίας οἰκονομίᾳ;
 [01469]  ∆ιὰ ταῦτα τὸν οἰκίσκον φυλάττω τοῦτον καὶ ἀπρόσιτος καὶ ἀσυνουσίαστος καὶ ἀκοινώνητος, καὶ μυρίας ἑτέρας τοιαύτας μέμψεις ἀκούειν ἀνέχομαι, ἡδέως μὲν ἂν αὐτὰς ἀποτριψάμενος, τῷ δὲ μὴ δύνασθαι δακνόμενος καὶ ἀλγῶν·
000-00-00 Serial Number=0285184085
De sanctis martyribus [2] Ante [Go Back]  
 [00079]  ἐξ οὗ γὰρ ἐνύγη ἡ πλευρὰ τοῦ ∆εσπότου, μυρίας ὁρᾷς λοιπὸν πλευρὰς νυττομένας.
000-00-00 Serial Number=0920490861
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00186]  Καὶ καθάπερ βασιλεὺς ἐπὶ τὸν θρόνον ἀναβὰς ὑπὸ τὴν ἕω, καὶ καθίσας ἐν ταῖς βασιλικαῖς αὐλαῖς, μυρίας εὐθέως δέχεται πανταχόθεν ἐπιστολάς·
 [00930]  ἀλλὰ μυρίας μὲν ἡμέρας θρηνοῦσιν ἄνθρωποι, ὑπὲρ οἰκετῶν ἀποθανόντων, ὑπὲρ ζημίας χρημάτων, τὴν δὲ ψυχὴν ἀπολλύντες καθ' ἑκάστην ἡμέραν, οὐδὲ εἰς νοῦν βαλλόμεθα.
 [02144]  ἡ γὰρ ὄντως ἀταξία καὶ ταραχὴ, οὐχ ἡ τῶν πραγμάτων ἐστὶ φορὰ, ἀλλ' ὁ οὕτω διακείμενος λογισμὸς, ὃς κἂν μυρίας εὐταξίας ἀπολαύῃ, ἕως ἂν μὴ τὴν ἀταξίαν τὴν ἐν αὐτῷ καὶ τὴν ταραχὴν διορθώσηται, οὐδὲν αὐτῷ τῆς ἐν τοῖς πράγμασιν εὐταξίας ἔσται τὸ πλέον·
 [02484]  μετὰ γὰρ τῶν δεσμῶν τούτων καὶ δεσμοφύλακα ἔχει χαλεπὸν, τὸν πονηρὸν ἔρωτα τῶν χρημάτων, ὃς οὐκ ἀφίησιν ὑπερβῆναι τοῦτο τὸ δεσμωτήριον, ἀλλὰ μυρίας αὐτῷ κατασκευάζει καὶ πέδας καὶ φυλακὰς καὶ θύρας καὶ μοχλοὺς, καὶ εἰς τὴν ἐνδοτέραν αὐτὸν ἐμβαλὼν φυλακὴν, πείθει καὶ ἥδεσθαι τοῖς δεσμοῖς τούτοις, ἵνα μηδὲ ἐλπίδα τινὰ ἀπαλλαγῆς εὕρῃ τῶν ἐπικειμένων κακῶν.
 [02639]  Ποία γὰρ εὐφροσύνη τὸ μὴ εἶναι ἐν ἑαυτοῖς, καὶ ἀλγηδόνας μυρίας ἔχειν, καὶ πάντα ὁρᾷν περιφερόμενα, καὶ σκότῳ δεινῷ κατέχεσθαι, καὶ κατὰ τοὺς πυρέττοντας δεῖσθαι τῶν ἐλαίῳ καταβρεχόντων τὰς κεφαλὰς, καὶ τὰς ἡμέρας νύκτας ἐργάζεσθαι, καὶ τὸ φῶς σκότος, καὶ τῶν ὀφθαλμῶν ἀνεῳγμένων μηδὲ τὰ ἐν ποσὶ βλέπειν, καὶ τοῖς τοσούτοις καὶ τοιούτοις ἑαυτοὺς περιπείρειν κακοῖς;
 [03328]  καὶ πόσης οὐκ ἂν εἴη ταῦτα γεέννης ἄξια, ὅταν τὸν ἀδελφὸν τὸν οὕτω παρὰ τοῦ ∆εσπότου σου τιμηθέντα, ἵνα λίθους καλλωπίσῃς καὶ ἔδαφος, καὶ σώματα ζώων ἀλόγων οὐδὲ αἰσθανομένων τοῦ κόσμου, εἰς μυρίας ἐμβάλλῃς συμφοράς;
 [03334]  σὺ δὲ μετὰ τῆς φύσεως καὶ μυρίας ἔχων ὑποθέσεις φιλίας, ἐκείνων ἀγριώτερος δείκνυσαι;
 [03456]  Καὶ γὰρ ἐν ταῖς ἱπποδρομίαις οἱ τοὺς ἵππους ἐλαύνοντες, παντὸς τοῦ δήμου κροτοῦντος, καὶ μυρίας εὐφημίας καταχέοντος, οὐκ ἐπιστρέφονται, οὔτε ἡδονήν τινα ἐκ τῆς ἐκείνων εὐφημίας καρποῦνται, ἀλλὰ πρὸς ἕνα μόνον ὁρῶσι, τὸν βασιλέα τὸν ἐν μέσῳ καθήμενον, καὶ τῷ νεύματι ἐκείνου προσέχοντες παντὸς ὑπερορῶσι τοῦ πλήθους, καὶ τότε μέγα φρονοῦσιν, ἐπειδὰν ἐκεῖνος αὐτοὺς στεφανώσας δοξάσῃ.
 [03464]  ∆ιά τοι τοῦτο μετὰ μυρίας πάλας, μετὰ τοὺς πολλοὺς ἱδρῶτας ἀστεφάνωτος ἀναχωρεῖς, καὶ χωρὶς βραβείων πρὸς τὸν ἀγωνοθέτην ἀπέρχῃ.
 [04390]  πόσων οὐκ ἂν εἴη στεφάνων ἄξιος ὁ Ἰὼβ, τὰ ἐκ δικαίων συλλεγέντα ὁρῶν ἁπλῶς καὶ ὡς ἔτυχεν ἁρπαζόμενα, καὶ μετὰ πάντα ἐκεῖνα μυρίας ὑπομένων πειρασμῶν νιφάδας, καὶ διὰ πάντων ἀκίνητος μένων, καὶ τὴν προσήκουσαν περὶ τούτων ἀναφέρων τῷ ∆εσπότῃ εὐχαριστίαν;
 [04830]  οὐχὶ τήκων βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων, ἀλλ' εἰς αὐτὸ τοῦ λέοντος τὸ νοητὸν στόμα συνεχῶς ἐμπίπτων, καὶ μυρίοις παλαίων πειρασμοῖς, καὶ οὐδὲ παρὰ φίλων τριῶν ἢ τεσσάρων, ἀλλὰ παρὰ πάντων τῶν ἀπιστούντων ὀνειδιζόμενος, ἐμπτυόμενος, λοιδορούμενος, καὶ μυρίας νιφάδας πειρασμῶν ὑπομένων, καὶ νῦν μὲν μάστιξι, νῦν δὲ λίθοις τὸ σῶμα κατατεινόμενος, καὶ λιμῷ διηνεκεῖ καὶ κρυμῷ τηκόμενος.
 [05178]  εἰ γὰρ μυρίας εἴχομεν ψυχὰς, οὐχὶ ἁπάσας ὑπὲρ αὐτοῦ θεῖναι ἐχρῆν;
 [05584]  Εἰ γὰρ ἐπ' ἀνθρώπων, ὅταν τις πληγεὶς τὴν δεξιὰν σιαγόνα, δῷ καὶ τὴν ἀριστερὰν, μειζόνως ἀμύνεται, ἢ εἰ μυρίας ἔδωκε πληγάς·
 [06069]  πλὴν κἂν μυρίας τιθῇς γεέννας, οὐδὲν τοιοῦτον ἐρεῖς, οἷον τὸ τῆς μακαρίας ἐκπεσεῖν δόξης ἐκείνης, τὸ μισηθῆναι παρὰ τοῦ Χριστοῦ, τὸ ἀκοῦσαι ὅτι Οὐκ οἶδα ὑμᾶς, τὸ ἐγκληθῆναι, ὅτι πεινῶντα αὐτὸν ἰδόντες οὐκ ἐθρέψαμεν.
 [06100]  ὅταν δὲ τοὐναντίον ᾖ, καὶ ἄφατον μὲν ἐκείνου τὸ κάλλος καὶ ἡ δόξα καὶ ὁ πλοῦτος τοῦ φιλοῦντος ἡμᾶς, ἡμῶν δὲ πολλὴ ἡ εὐτέλεια, πῶς οὐχὶ μυρίας ἐσμὲν ἄξιοι κολάσεως οἱ οὕτως εὐτελεῖς καὶ ἀπεῤῥιμμένοι, παρὰ τοιούτου μεγάλου καὶ θαυμαστοῦ φιλούμενοι μεθ' ὑπερβολῆς ἁπάσης, καὶ καταφρονοῦντες αὐτοῦ τῆς ἀγάπης, τοῦ μηδὲν ἡμῶν προτιμῶντος;
 [06240]  Ὅταν οὖν ἴδῃς τινὰ ὀρθῶς ζῶντα καὶ ἀεὶ πρὸς εὐσέ [63.757] βειαν βλέποντα, κἂν μυρίας ἁλύσεις περικέηται, καὶ δεσμωτήριον οἰκῇ διαπαντὸς, κἂν ἀναξίοις δουλεύῃ, κἂν πένηται, κἂν ἐξορύττηται, κἂν καίηται, κἂν κατὰ μικρὸν δαπανᾶται τὸ σῶμα, κἂν ὁτιοῦν ἄλλο πάσχῃ δεινὸν, μακάριζε τὸν τοιοῦτον καὶ ζηλωτὸν εἶναι νόμιζε·
 [06917]  Ὁ μὲν γὰρ Σαοὺλ οὕτως αὐτὸν ἐμίσει καὶ ἀπεστρέφετο, μετὰ τὰς μυρίας εὐεργεσίας, μετὰ τὰ λαμπρὰ τρόπαια, καὶ τὴν ἐπὶ τοῦ Γολιὰθ σωτηρίαν, ὡς μηδὲ τῆς προσηγορίας ἀνέχεσθαι τῆς ἐκείνου μεμνῆσθαι.
 [06923]  Χριστὸν Κυρίου καλεῖ τὸν τοσαῦτα ἠδικηκότα, τὸν τοῦ αἵματος αὐτοῦ διψῶντα, τὸν μετὰ μυρίας εὐεργεσίας πολλάκις αὐτὸν ἐπιχειρήσαντα ἀνελεῖν.
 [07007]  Εἰ γὰρ μυρίας ψυχὰς εἶχον λοιπὸν, οὐκ ἂν ἑτοίμως ἁπάσας ἐπέδωκαν ὑπὲρ τοῦ στρατηγοῦ, ἔργῳ μαθόντες ἐν τῇ πολεμίου κηδεμονίᾳ τὴν περὶ τοὺς οἰκείους εὔνοιαν;
 [07482]  Καὶ καθάπερ βασιλεὺς ἐπὶ τὸν θρόνον ἀναβὰς ὑπὸ τὴν ἕω, καὶ καθίσας ἐν ταῖς βασιλικαῖς αὐλαῖς, μυρίας εὐθέως δέχεται πανταχόθεν ἐπιστολάς·
 [09176]  Οὐδὲ γὰρ δὶς ἑπτὰ ἔτη ἐδούλευσεν, ἀλλὰ τὸν πάντα βίον ὑπὲρ τῆς τοῦ Χριστοῦ νύμφης, οὐ συγκαιόμενος μόνον τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἀλλὰ μυρίας νιφάδας πειρασμῶν ὑπομένων, καὶ νῦν μὲν μάστιξι, νῦν δὲ λίθοις τὸ σῶμα κατατεμνόμενος, καὶ νῦν μὲν θηρίοις μαχόμενος, νῦν δὲ πελάγει πυκτεύων, καὶ λιμῷ διηνεκεῖ ἡμέρας καὶ νυκτὸς καὶ κρυμῷ, καὶ πανταχοῦ ὑπὲρ τὰ σκάμματα πηδῶν, καὶ τὰ πρόβατα ἀπὸ τῆς τοῦ διαβόλου φάρυγγος ἀφαρπάζων.
 [09999]  οὗτος δὲ κἂν μυρίας ἀπολαύῃ τρυφῆς, ἔχει τὸν φόβον τοῦ μέλλοντος ἐκταράττοντα αὐτοῦ τὴν ἡδονὴν καὶ συγχέοντα·
000-00-00 Serial Number=0040388405
Epistulae Ante [Go Back]  
 [02348]  Ἐννοήσας τοίνυν ὅτι ὁ καιρὸς οὗτος εὐδοκιμήσεώς σοι καιρός ἐστι, καὶ μυρίας ἐμπορίας, καὶ πραγματείας ὑπόθεσις, ἅρπασον τοσοῦτον πλοῦτον, καὶ πολλῇ ταχύτητι χρήσασθαι παρακλήθητι·
 [03266]  ὃ δὴ καὶ νῦν πεποιήκαμεν, χάριτας ὑμῖν ὁμολογοῦντες μυρίας ὑπὲρ τῆς σπουδῆς ἧς ἐπιδείκνυσθε, καὶ τῶν κινδύνων οὓς ὑπομένετε, καὶ μακαρίζοντες ὑμᾶς.
000-00-00 Serial Number=0040742159
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00366]  Καὶ γὰρ μόνον ἐμνήσθην τούτων καὶ τὰς προσηγορίας εἶπον, μυρίας ἀνέβλυσέ μοι πάλιν ἡ διάνοια πηγὰς καὶ βιάζεται εἰπεῖν καὶ τούτων, ὡς τῆς προτέρας, κἂν ἐκ μέρους τὰ εἴδη, μᾶλλον δὲ τὰς ὑποθέσεις μόνον·
 [00369]  Ἐπεὶ εἰ μὴ τοῦτο προὔκειτό μοι νῦν τὸ πρόρριζον τὴν ἀθυμίαν ἀπὸ σοῦ ἀνασπάσαι, ἡδέως τούτοις ἐνδιέτριβον τοῖς λόγοις καὶ πέλαγος ἄπειρον ἔπλεον, μᾶλλον δὲ πελάγη, ἑκάστης σου ἀρετῆς τὰς πολυσχιδεῖς ἀνατέμνων ὁδοὺς ὧν ἑκάστη ὁδὸς πέλαγος ἔτικτε πάλιν, κἂν τῇ ὑπομονῇ, κἂν τῇ ταπεινοφροσύνῃ καὶ ἐλεημοσύνῃ τῇ πολυειδεῖ καὶ πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα ἁπλωθείσῃ, κἂν τῇ ἀγάπῃ τῇ μυρίας νικώσῃ καμίνους, κἂν τῇ συνέσει τῇ ἀπείρῳ καὶ πολλῆς γεμούσῃ χάριτος καὶ τὰ μέτρα τῆς φύσεως ὑπερβάσῃ.
 [00475]  Εἰ γὰρ ἕνα παριδὼν ἄνθρωπον τοιαύτας δίδωσι τιμωρίας, καὶ τῷ σκανδαλίσαντι πάλιν ἕνα λυσιτελὲς μύλην ἐκκρεμασθῆναι κατὰ τοῦ τραχήλου καὶ εἰς τὴν θάλασσαν καταποντισθῆναι, οἱ τοσαύτην οἰκουμένην σκανδαλίσαντες καὶ τοσαύτας ἀνατρέψαντες Ἐκκλησίας καὶ πάντα θορύβων καὶ ταραχῆς ἐμπλήσαντες καὶ λῃστῶν καὶ βαρβάρων νικήσαντες ὠμότητα καὶ ἀπανθρωπίαν καὶ οὕτω κατὰ κράτος ἐκβακχευθέντες ὑπὸ τοῦ στρατηγοῦντος αὐτοῖς διαβόλου καὶ τῶν συνεργούντων αὐτοῖς δαιμόνων, ὡς τὸ φρικτὸν τοῦτο δόγμα καὶ ἁγιωσύνης γέμον καὶ τοῦ δεδωκότος ἄξιον καταγέλαστον καὶ Ἰουδαίοις καὶ Ἕλλησι ποιῆσαι, οἱ μυρίας καταδύσαντες ψυχὰς καὶ μυρία ναυάγια πανταχοῦ τῆς οἰκουμένης ἐργασάμενοι, οἱ τοσαύτην ἀνάψαντες πυρὰν καὶ τὸ σῶμα τοῦ Χριστοῦ σχίσαντες καὶ τὰ μέλη αὐτοῦ πολλαχοῦ διασπείραντες·
 [01193]  Καὶ δαίμοσι πυκτεύουσα διηνεκῶς μυρίας μὲν ἤρω νίκας, οὐδεμίαν δὲ ἐδέξω πληγήν, ἀλλ' ἕστηκας ἄτρωτος ἐν τοσαύτῃ βελῶν νιφάδι καὶ τὰ ἀκόντια τὰ κατὰ σοῦ ῥιπτόμενα πρὸς τοὺς ἀφιέντας ὑποστρέφει πάλιν.
 [01511]  Εἰ δὲ φιλονεικοίης ἡμῖν καὶ μήτε θεραπεύοις σαυτήν, μήτε μυρίας ἀπολαύουσα παραινέσεώς τε καὶ παρακλήσεως βουληθείης ἀνενεγκεῖν ἐκ τῶν τελμάτων τῆς ἀθυμίας, οὐ ῥᾳδίως οὐδὲ ἡμεῖς ὑπακουσόμεθα πρὸς τὸ πυκνάς σοι καὶ μακρὰς πέμπειν ἐπιστολάς, εἰ μηδὲν μέλλοις ἐντεῦθεν κερδαίνειν εἰς εὐθυμίαν.
000-00-00 Serial Number=0647041738
Expositiones in Psalmos Ante [Go Back]  
 [00657]  Συνηγμένος πρὸς ἐμαυτὸν, φησὶ, συνεστραμμένος, οὐ σχιζόμενος εἰς μυρίας φροντίδας, οὐδὲ τὰ τοῦ δεῖνος καὶ τοῦ δεῖνος μεριμνῶν, οὐδὲ εἰς τὴν οἰκουμένην διατεμνόμενος ταῖς φροντίσιν·
 [01086]  Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ καὶ ἐν κοπρίᾳ καθήμενος καὶ τῷ ἰχῶρι τῶν τραυμάτων ἡλκωμένος, καὶ μυρίας βρύων πηγὰς σκωλήκων, καὶ τὰ ἀνήκεστα πάσχων ἐκεῖνα, καὶ παρὰ οἰκετῶν ἐμπτυόμενος, καὶ παρὰ φίλων, καὶ παρὰ ἐχθρῶν, καὶ παρὰ γυναικὸς ἐπιβουλευόμενος, καὶ εἰς πενίαν, καὶ εἰς λιμὸν, καὶ εἰς ἀῤῥωστίαν τὴν ἀνήκεστον ἐκείνην κατενεχθεὶς, πάντων μακαριστότερος ἦν.
 [01764]  Τὸν γὰρ μετὰ μυρίας εὐεργεσίας, καὶ τὰ τρόπαια, καὶ τὰς νίκας ἀδικοῦντα, καὶ ἐπιβουλεύοντα, καὶ ἀνελεῖν καθ' ἑκάστην ἐπιθυμοῦντα τὴν ἡμέραν, λαβὼν εἰς χεῖρας καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις καθεύδοντα, καὶ καθάπερ ἐν δεσμωτηρίῳ συγκεκλεισμένον, καὶ δορυφόρων ἔρημον, πολλῶν ἐγκελευομένων σφάξαι καὶ ἀνελεῖν, ἐφείσατο, καὶ τῆς ὀργῆς ἐκράτησε, καὶ ταῦτα εἰδὼς, ὅτι ἀφεὶς αὐτὸν διαφυγεῖν, πολέμιον ἀφήσει ἑαυτῷ καὶ ἐχθρὸν ἀκατάλλακτον.
 [01766]  ἀλλ' ἐφιλοσόφει, καὶ τῆς χειρὸς ἐκράτει, καὶ τὸν θυμὸν ἐχαλίνου, καὶ ᾑρεῖτο κινδυνεύειν καὶ ἐπιβουλεύεσθαι μᾶλλον, καὶ τῆς πατρίδος αὐτῆς ἐκπεσεῖν καὶ τῆς ἐλευθερίας, ἢ τὸν ἐχθρὸν τὸν εἰκῆ καὶ μάτην αὐτῷ ἐπι [55.88] βουλεύοντα, τὸν μετὰ μυρίας εὐεργεσίας φονῶντα, σφάξαι καὶ ἀνελεῖν.
 [02344]  Πληροῦται θυμοῦ, διακόπτεται ὑπὸ ὀργῆς, μυρία κύματα κινεῖ λογισμῶν, ὁδοὺς ἔρχεται μυρίας, φόβος ἔπεισι καὶ ἀγωνία καὶ τρόμος, τοῦ θυμοῦ διακόπτοντος, τοῦ φόβου κατασείοντος, πῶς ἐπιτύχῃ, πῶς ἐπεξέλθῃ·
 [02493]  Καὶ πρὸ τῆς γεέννης ἐνταῦθα ὀδύνην, καὶ αἰσχύνην, καὶ γέλωτα ἐπάγων καὶ μυρίας κολάσεις, πολλοὺς ἔχει τοὺς προστρέχοντας.
 [06469]  πλὴν οὐχ οὕτω μέγα καθάπερ νῦν τὸν βασιλεύοντα καὶ τοσαύτης ἀπολαύοντα τρυφῆς, τοσαύτης μετέχοντα δόξης, νίκας ἀνῃρημένον μυρίας, καὶ πολλοὺς νικήσαντα πολέμους, καὶ λαμπρὸν ὄντα καὶ ἐπίδοξον πανταχοῦ, πάντων μὲν καταγελᾷν τούτων, καὶ πλούτου καὶ δόξης καὶ τρυφῆς ἁπάσης, κεχηνέναι δὲ πρὸς τὰ μέλλοντα·
 [07382]  Ὁ μὲν γὰρ πρῶτος Ἀδὰμ μυρίας ἐνεπλήσθη κατάρας·
000-00-00 Serial Number=0943560481
Fragmenta in Job Ante [Go Back]  
 [00004]  μυρίας ἀπήλαυσε θεραπείας, καὶ μετὰ ταῦτα μυρίας ὑπέμεινεν ὕβρεις, οἰκετῶν ἐπανισταμένων, φίλων ὀνειδιζόντων, γυναικὸς ἐπιβουλευούσης.
 [00254]  Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ ἐν κοπρίᾳ καθήμενος, καὶ τῷ ἰχῶρι τῶν τραυμάτων κεκυκλωμένος, καὶ μυρίας βρύων πηγὰς σκωλήκων, καὶ τὰ ἀνήκεστα πάσχων ἐκεῖνα, παρὰ οἰκετῶν ἐμπτυόμενος, παρὰ φίλων, παρὰ ἐχθρῶν, παρὰ γυναικὸς ἐπιβουλευόμενος, εἰς πενίαν, εἰς λιμὸν, εἰς ἀῤῥωστίαν τὴν ἀνήκεστον ἐκείνην κατενεχθεὶς, πάντων μακαριώτερος ἦν.
000-00-00 Serial Number=0895251811
In Acta apostolorum Ante [Go Back]  
 [00349]  Μεστὸς ὢν κακῶν τοσούτων, καὶ ἀπεγνωσμένος, ἀθρόον ἐγένου φίλος, καὶ πρὸς τὴν ἀνωτάτω τιμὴν ἀνηνέχθης, οὐκ ἐξ οἰκείων πόνων, ἀλλ' ἐκ τῆς τοῦ Θεοῦ δωρεᾶς, καὶ πάλιν ἐπὶ τὴν προτέραν ἐπανῆλθες ἀσχημοσύνην, καὶ δέον κολασθῆναι χαλεπῶς, ὁ δὲ οὐδὲ οὕτως ἀπεστράφη, ἀλλ' ἔδωκε μυρίας ἀφορμὰς σωτηρίας, δι' ὧν ἔσῃ φίλος.
 [02036]  Νῦν δὲ ταὐτὸν γίνεται, ὥσπερ ἂν εἰ βασιλεὺς μὲν κληρονόμους αὐτοῦ καὶ συγκληρονόμους τῷ υἱῷ βουλόμενος ποιῆσαι μετὰ μυρίας καὶ ἑτέρας εὐεργεσίας, καταφρονοῖτο·
 [02630]  Ἐν κινδύνῳ καὶ νῦν εἰμι καὶ πολλῷ, καὶ ὡς ἂν εἰ καὶ μετὰ τούτου καὶ δεσμωτήριον ᾤκουν, ἢ μυρίας ἔλαβον πληγὰς, ἢ εἰς μέταλλα ἐτύγχανον, οὐκ ἂν τούτου πλέον ἤλγησα.
 [03080]  ἆρα οὐκ ἂν ἔλαβε πληγὰς μυρίας, καὶ ἔμαθεν, ὅτι τῷ δεσπότῃ εἰς ἄλλα κεχρῆσθαι δεῖ, οὐκ εἰς ταῦτα;
 [05428]  Πόσην ἀνίαν ὁ ἀλαζὼν ἔχει! πῶς διακόπτεται ἐν αὐτῷ τῷ ἀλαζονεύεσθαι, μυρίας ἑαυτῷ μηχανώμενος ὕβρεις, πολὺ τὸ μῖσος, μεγάλην τὴν ἀπέχθειαν, πολὺν τὸν φθόνον, πολλὴν τὴν βασκανίαν! κἂν γὰρ παρὰ τῶν μειζόνων ὑβρισθῇ, ἀλγεῖ·
 [07964]  Ἰδοὺ γὰρ, ἂν τοῦτο λύσω, μυρίας νιφάδας ἐπιδεικνύω ζητημάτων.
 [09152]  Καταγέλαστος οἰκέταις, καταγέλαστος ἐχθροῖς, ἐλεεινὸς παρὰ φίλοις, μυρίας καταγνώσεως ἄξιος, θηρίον ἐστὶ μᾶλλον ἢ ἄνθρωπος·
 [09999]  ἂν ἐπὶ κλίνης ὦσι, μυρίας ἑαυτοῖς ὑπογράφουσι τιμωρίας, ἀναρτῶντες, βασανίζοντες ἐκεῖνον τὸν ἐχθρόν·
 [09999]  ἀλλ' αὐτὸ τὸ κατὰ λόγον ἴδωμεν, εἰ μὴ μυρίας ἀηδίας γέμει τὸ πρᾶγμα.
 [09999]  Ὢ τῆς τῶν δικαιωμάτων περιουσίας! ὅπως καταδικάσῃ, οὐχ εὑρίσκει ὁ ἄρχων, μυρίας γενομένης ἐξετάσεως·
 [09999]  ὁ μυρίας ἔχων τυραννίδας ἐν τῇ ψυχῇ τῶν παθῶν, πῶς τὰς ἑτέρων ἐκκόψει;
000-00-00 Serial Number=0953935146
In Genesim sermones Ante [Go Back]  
 [00175]  Πολλάκις γοῦν μετὰ θύρας μυρίας καὶ μοχλοὺς τὰς μὲν ἔξωθεν ἐπηρείας διέφυγε, τοὺς δὲ φύλακας οὐ διέφυγεν, ἀλλ' οἱ τηροῦντες αὐτὸ λαβόντες ἀπέδρασαν.
 [00484]  Ἡ μὲν οὖν Γραφὴ μυρίας ὑπὲρ τοῦ δικαίου συντίθησιν ἀπολογίας, μᾶλλον δὲ ἑνὶ ῥήματι πᾶσαν αὐτῷ δίδωσι συγγνώμην.
 [00779]  Κἂν μὲν λάβῃ, μυρίας δίδωσι τὰς εὐχάς·
000-00-00 Serial Number=0724113166
In Isaiam Ante [Go Back]  
 [02060]  Ἀλλ' ὅμως καὶ μετ' ἐκεῖνα καὶ τὴν πολλὴν τοῦ Θεοῦ παραίνεσιν ὁ μέγας ἀναδύεται Μωϋσῆς καὶ σκήπτεται καὶ μυρίας ἐπινοεῖ προφάσεις παραιτήσεως, λέγων·
000-00-00 Serial Number=0512395024
In Joannem Ante [Go Back]  
 [00979]  [59.53] ἐστιν, ὅτι καὶ νικᾷν οἰόμεθα, τὴν ἐσχάτην ἧτταν ἡττώμενοι καὶ κείμενοι κάτω, καὶ μυρίας δεχόμενοι πληγὰς παρὰ τοῦ διαβόλου, κρατεῖν αὐτοῦ νομίζομεν.
 [03043]  Καὶ πῶς οὐκ ἄξια ταῦτα μυρίας ὀργῆς, ὅταν ὁ Χριστὸς ἀτιμότερος ὀρχηστοῦ φαίνηται παρ' ὑμῖν;
 [03044]  εἴ γε ὑπὲρ μὲν τῶν ἐκείνοις πεπραγμένων μυρίας ἀπολογίας μεμελετήκατε, καίτοι γε πάντων αἰσχροτέρων ὄντων·
 [04911]  Εἰ γὰρ μυρίας εἴχομεν ψυχὰς, οὐχ ἁπάσας ὑπὲρ αὐτοῦ θεῖναι ἐχρῆν;
 [05143]  ἀλλὰ πάντων ἕστηκεν ἀνωτέρω, δεχομένη μὲν μυρίας ἐπιβουλὰς, μένουσα δὲ ἀκαταγώνιστος, καὶ τοὺς πρὸς αὐτὴν καταφεύγοντας, ὥσπερ ἐν ἀσφαλεῖ τειχίῳ φυλάττουσα, τῇ τῆς οἰκείας δυνάμεως ὑπερβολῇ, καὶ τὰς μὲν λαθραίους ἐκτρεπομένη καταδύσεις, πᾶσι δὲ εἰς τὸ μέσον προτιθεῖσα τὰ παρ' ἑαυτῆς.
000-00-00 Serial Number=0038601696
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00045]  Καὶ ἑτέρας δὲ μυρίας καὶ πολυτρόπους προφάσεις ἔπλαττεν, ὥστε κατακόψαι τοὺς ἐν εὐσεβείᾳ ζῶντας ἅπαντας.
000-00-00 Serial Number=0224324942
In Martham Mariam et Lazarum Ante [Go Back]  
 [00066]  Ὡς τὸν ᾅδην σκυλεύσας, ὡς τὸν Λάζαρον τῆς ἀναστάσεως γεύσας, ὡς μυρίας εὐεργεσίας τὸν κόσμον ἐμπλήσας.
000-00-00 Serial Number=0061625421
In Psalmum 145 Ante [Go Back]  
 [00013]  Οὕτω καὶ ἀθλη ταὶ, μετὰ μυρία παλαίσματα καὶ μυρίας νίκας, ὅταν περὶ τοὺς στεφάνους πλησιάσωσι, τότε μᾶλλον δι ανίστανται, καὶ συντείνουσιν αὑτῶν τὴν προθυμίαν.
000-00-00 Serial Number=0303813338
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02397]  καὶ γὰρ καὶ τούτων χωρὶς μυρίας δέδοικε μεταβολάς.
 [02480]  Πολλοὶ γοῦν πολλάκις μυρίας εὐπρεπεῖς παραδραμόντες γυναῖκας, ταῖς αἰσχροτέραις ἔδωκαν ἑαυτούς·
 [02903]  οὗτος δὲ κἂν μυρίας ἀπολαύῃ τρυφῆς, ἔχει τὸν φόβον τοῦ μέλλοντος ἐπιταράττοντα αὐτοῦ τὴν ἡδονὴν καὶ συγχέοντα.
 [03487]  Καὶ γὰρ ἐπὶ τῶν ἀνθρώπων, ὅταν τις πληγεὶς τὴν δεξιὰν σιαγόνα, δῷ καὶ τὴν ἀριστερὰν, μειζόνως ἀμύνεται, ἢ εἰ μυρίας ἔδωκε πληγάς·
 [03961]  τοῦ μὲν πατρὸς καταφρονεῖ, προτιμᾷς δὲ τοὺς μιαροὺς ἄνδρας, καὶ μυρίας γέμοντας κακίας;
 [04946]  ὥσπερ ἂν εἴ τις εἰς πέλαγος ἐλθὼν, ἔνθα καὶ ναυτῶν καὶ πλοίου καὶ μυρίας χρεία κατασκευῆς, εὔχοιτο μηδενὸς ὅλως ἐν χρείᾳ γενέσθαι.
 [06882]  καίτοι γε μυρίας βίβλους ἐνέπλησεν ἂν, εἰ τῶν εἰρημένων ἕκαστον ἐξαπλῶσαι ἠβούλετο, καὶ τὰς Ἐκκλησίας εἶπεν ἃς ἐμερίμνα, εἰ τὰς φυλακὰς καὶ τὰ ἐν αὐταῖς κατορθώματα, εἰ τῶν ἄλλων καθ' ἑκάστην τὰς περιστάσεις, τὰς ἐφόδους.
000-00-00 Serial Number=0502481520
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00167]  μᾶλλον δὲ αὐτὸ τὸ τρυφᾷν μυρίας τίκτει λύπας, νόσους, ἀηδίας·
 [00203]  Καὶ ὅλως μυρίας ἔχομεν ἀφορμὰς τοῦ λυπεῖσθαι.
000-00-00 Serial Number=0568281174
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01007]  Εἰ δὲ ὑπόληψις μόνη καινοτομίας τοσοῦτον κίνδυνον ἤνεγκε φιλοσόφοις ἀνδράσι καὶ σοφοῖς καὶ μυρίας ἀπολελαυκόσι θεραπείας, καὶ οὐ μόνον οὐκ ἴσχυσαν ἅπερ ἤθελον, ἀλλὰ καὶ αὐτοὶ καὶ ζωῆς καὶ πατρίδος ἐξέπεσον, πῶς οὐ θαυμάζεις καὶ ἐκπλήττῃ, τὸν ἁλιέα ὁρῶν ἐπὶ τῆς οἰκουμένης τοσαῦτα ἐργασάμενον, καὶ κατορθώσαντα ἅπερ ἐσπούδασε, καὶ περιγενόμενον καὶ βαρβάρων καὶ Ἑλλήνων ἁπάντων;
 [01521]  Ἄλλως δὲ, εἰ σημεῖα ζητεῖς, καὶ νῦν ὄψει σημεῖα, εἰ καὶ μὴ τοιαῦτα, τὰς προῤῥήσεις τὰς μυρίας καὶ περὶ μυρίων πραγμάτων, τῆς οἰκουμένης τὴν ἐπιστροφὴν, τῶν βαρβάρων τὴν φιλοσοφίαν, τῶν ἀγρίων ἠθῶν τὴν μετάστασιν, τῆς εὐλαβείας τὴν ἐπίτασιν.
 [01882]  καὶ εἰπόντες οὐδὲν ἐξ οὐκ ὄντων γίνεσθαι, ἀλλ' ἐξ ὕλης ἀγεννήτου, ὅθεν καὶ μυρίας ἔτεκον αἱρέσεις·
 [02401]  ἀλλὰ μυρίας μὲν ἡμέρας θρηνοῦσιν ἄνθρωποι ὑπὲρ οἰκετῶν ἀποθανόντων, ὑπὲρ ζημίας χρημάτων·
 [02504]  Σὺ δὲ οὐδὲν ἂν ἔχοις τούτων προβαλέσθαι, ὁ μετὰ τοσαῦτα παραδείγματα [61.77] γενόμενος χείρων, ὁ τοσούτου καταξιωθεὶς Πνεύματος, καὶ οὐ μίαν οὐδὲ δύο καὶ τρεῖς, ἀλλὰ μυρίας ἐφελκόμενος ἁμαρτίας.
 [03137]  καὶ χρὴ λοιπὸν ἢ μένειν ἐπὶ τῆς οἰκίας, ἢ ἐμβαλόντα ἐπὶ τῆς ἀγορᾶς, μυρίας λαβόντα πληγὰς ἀναχωρεῖν οἴκαδε·
 [03576]  Τί ἄν τις εἴποι τὰς ᾠδὰς αὐτὰς, αἳ πάσης γέμουσιν ἀκολασίας, ἔρωτας ἀτόπους καὶ μίξεις παρανόμους καὶ οἰκιῶν ἀνατροπὰς καὶ μυρίας ἐπεισάγουσαι τραγῳδίας, καὶ πολὺ τὸ τοῦ φίλου καὶ ἐρῶντος ὄνομα ἔχουσαι, καὶ τὸ τῆς φίλης καὶ ἐρωμένης;
 [05080]  ἀλλ' ὥσπερ ζωγράφος ὁ μίαν ποιῶν εἰκόνα, μυρίας εὐκόλως ποιήσει, οὕτω καὶ Θεῷ ῥᾴδιον μυρίους ποιῆσαι κόσμους καὶ ἀπεί [61.142] ρους·
 [05796]  Πολλάκις γοῦν σοῦ κατακειμένου καὶ ὑπνοῦντος ἡδέως, ἐκεῖνος οὐχ ἕστηκε μόνον, ἀλλὰ καὶ μυρίας ὑπομένει βίας ἐπὶ τῆς ἀγορᾶς, καὶ ἀγρυπνεῖ σοῦ χαλεπώτερον.
 [05830]  Πολλάκις γοῦν σοῦ κατακειμένου καὶ ὑπνοῦντος ἡδέως, ἐκεῖνος οὐχ ἕστηκε μόνον, ἀλλὰ καὶ μυρίας ὑπομένει βίας ἐπὶ τῆς ἀγορᾶς, καὶ ἀγρυπνεῖ σοῦ χαλεπώτερον.
 [06556]  ἡμεῖς δὲ οὐδὲ τῶν ἀποκειμένων ἡμῖν ἅψασθαι τολμῶμεν, μυρίας ὁρῶντες ἀνατρεπομένας ψυχάς.
 [06909]  Καὶ γὰρ τὴν ψυχὴν ἐπέδωκε τὴν ἑαυτοῦ τότε, καὶ ὅτι μὴ μυρίας εἶχε χεῖρας, ἵνα πάσαις βάλλῃ τὸν Στέφανον, ἤλγει.
 [09618]  Ἐπειδὴ γὰρ μυρίας παρα-μυθίας ἀπολαύοντες ἤλγουν ὅμως, ἅτε ἐλάττονα λα-βόντες, δείκνυσιν ὅτι μᾶλλον ἐτιμήθησαν·
 [09999]  καὶ ἡ μὲν ἡδονὴ γέγονεν ἐν ὀνείροις, ἡ δὲ ἐκ τῆς ἡδονῆς κόλασις οὐκέτι ὄναρ συμβαίνει, ἀλλ' ἐν αὐτῇ τῇ πείρᾳ, μᾶλλον δὲ καὶ πρὸ τῆς κολάσεως ἐκείνης καὶ ἐνταῦθα τὴν ἐσχάτην τίνει δίκην, ἐν αὐτῷ τῷ συλλέγειν μυρίας προστρι-βόμενος ἀθυμίας, φροντίδας, κατηγορίας, διαβολὰς, θορύβους, ταραχάς.
000-00-00 Serial Number=0072969615
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01470]  Εἰπὲ γάρ μοι, εἴ τις ἁλουργίδος ἀξιωθεὶς παρὰ τοῦ βασιλέως, καὶ μυρίας ἑτέρας τιμῆς, καὶ κελευσθεὶς ἀξίως ζῇν τῆς τιμῆς, ἀπελθών τινι προσφθαρείη γυναικὶ, τίνα ὕβρισεν;
 [01652]  Εἰ γὰρ οἱ παρ' ἡμῖν σκανδαλίζονται τούτοις, πολλῷ μᾶλλον οἱ ἔξωθεν μυρίας εὑρίσκοντες κατηγορίας καὶ λαβὰς, ὅταν ἄνθρωπον ὑγιαίνοντα, καὶ ἑαυτῷ ἀρκέσαι δυνάμενον ὁρῶσιν ἐπαιτοῦντα, καὶ ἑτέρων δεόμενον.
000-00-00 Serial Number=0390142083
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00679]  Καὶ ὁ μὲν μετὰ τὰς μυρίας εὐεργεσίας καὶ κηδεμονίας οὐδὲ οὕτως ἔῤῥιψεν, ἀλλὰ τότε μάλιστα τὸν Υἱὸν ἔδωκεν, ὅτε μείζονα ἠδικήσαμεν·
 [01288]  μεῖζον τὸ κρῖμα γίνεται, χαλεπωτέρα ἡ τιμωρία, ὅτι μετὰ μυρίας παραινέσεις τοῖς αὐτοῖς ἐπιμένομεν.
 [01678]  Τί ἄν τις εἴποι περὶ τῶν ὀφθαλμῶν τὰς μυρίας ἐκείνας περιστροφάς;
 [02991]  Εἶτα ἡ μὲν ἔξωθεν προσπεσοῦσα δυσωδία λοιμὸν τίκτει, ἡ δὲ ἔνδον οὖσα, καὶ πάντοθεν ἐμπεφραγμένη τῷ στεγανῷ τοῦ σώματος, καὶ μὴ ἔχουσα πόθεν διαφορηθῇ, μυρίας οὐκ ἐργάζεται νόσους καὶ τῷ σώματι καὶ τῇ ψυχῇ;
 [03250]  Ὅταν δὲ πάλιν μετὰ τῶν ἀγγέλων ᾄδωσι (καὶ γὰρ καὶ ἄγγελοι τότε ᾄδουσιν), Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, λέγοντες, ἡμῶν χασμωμένων, κνωμένων, ῥεγχόντων, ἢ καὶ ὑπτίων ἁπλῶς κειμένων, καὶ μυρίας λογιζομένων ἀπάτας·
 [04014]  οἱ δὲ πρὸς τὸν στέφανον ὁρῶντες, μυρίας αἴρουσι πληγάς·
000-00-00 Serial Number=0132411301
In epistulam ad Ephesios Ante [Go Back]  
 [00979]  Κἂν μυρίας ψυχὰς ἔχῃς, οὐκ ἀπολλύεις αὐτὰς ἕνεκεν αὐτοῦ;
 [06098]  τούτου δὲ ἀπόντος, οὐδὲν ἔσται κέρδος μυρίας ῥητορείας.
000-00-00 Serial Number=0261743784
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00658]  ἐπειδὴ μυρίας μερίμνας;
 [05101]  τί δὲ βαρύτερον, εἰπέ μοι, τοῦ τὸ βάθος τοῦ πελάγους διερευνᾶσθαι, Καὶ μυρίας ἑτέρας ἄν τις ἔχοι τέχνας εἰπεῖν·
 [06037]  Ἀπώλεσας χρυσοῦ λίτρας [63.147] μυρίας, εὐχαρίστησον εὐθέως τῷ Θεῷ, καὶ δέκα μυριάδας ἐκτήσω διὰ τῆς φωνῆς ἐκείνης καὶ τῆς εὐχαριστίας.
 [06450]  πῶς γὰρ, οἱ καὶ προφήτας καὶ παραδείγματα ἔχοντες, καὶ παρακλήσεις μυρίας, καὶ σημεῖα καὶ θαύματα γενόμενα;
 [06468]  Οὐκ ἂν, εἰ ἀνεκήρυξεν ἑαυτὸν, οὐκ ἂν, εἰ μυρίας ἔσχε γλώσσας, καὶ ἔζη, οὕτως ἐθαυμάζετο ὡς νῦν.
 [07606]  Καίτοι γε εἶχεν ὁ ∆ανιὴλ μυρίας ἀφορμὰς τοῦ ἐπαίρεσθαι, ἀλλ' ᾔδει ὅτι καὶ ταῦτα αὐτῷ ὑπῆρχεν ἀπὸ τοῦ μὴ ἐπαίρεσθαι, καὶ οὐ διέφθειρε τὸν θησαυρόν.
000-00-00 Serial Number=0492825925
In epistulam ad Philemonem Ante [Go Back]  
 [00448]  Ἂν οὖν μυρίας ἔχοντες ψυχὰς, ταύτας πάσας κατα [62.714] θώμεθα, ἆρα τὴν ἴσην ἀποδώσομεν;
 [00628]  οὐκ ἂν εἶδες μυρίας ἀτοπίας καὶ ἀταξίας;
000-00-00 Serial Number=0879840732
In epistulam ad Philippenses Ante [Go Back]  
 [00111]  [62.182] τοῦτο δὲ παιδευθεὶς τὴν διάνοιαν, ἀρχὴν ἔλαβε μεγίστην ἀνιέναι πρὸς τὸν οὐρανὸν, καὶ μάχης καὶ ἔριδος καὶ φθόνου καὶ ἀθυμίας μυρίας ἐξέκοψε προφάσεις.
 [01134]  Παῦλος δὲ τοὺς μυρίας ἔχοντας σηπεδόνας, ἐξ ἁμαρτημάτων ἀνεκαλεῖτο·
 [01644]  Καθάπερ γάρ τις μάχαιρα ὀξεῖα ἑκατέρωθεν ἠκονημένη, ὅπουπερ ἂν ἐμπέσῃ κἂν εἰς μυρίας φάλαγγας, εὐκόλως αὐτὰς διακόπτει καὶ ἀφανίζει, τῷ πάντοθεν ὀξεῖαν εἶναι, καὶ μηδὲν τὴν ἀκμὴν αὐτῆς φέρειν·
 [04281]  Εἰ γὰρ μυρίας γεέννας εἴπῃς, οὐδὲν ἴσον ἐρεῖς τῆς ὀδύνης ἐκείνης, ἣν ὑφίσταται τότε ἡ ψυχὴ, τῆς οἰκουμένης κλονουμένης ἁπάσης, τῶν σαλπίγγων ἠχουσῶν, τῶν ἀγγέλων προτρεχόντων, τῶν πρώτων, εἶτα δευτέρων, εἶτα τρίτων, εἶτα μυρίων ταγμάτων ἐκχεομένων εἰς τὴν γῆν, εἶτα τῶν Χερουβὶμ (πολλὰ δὲ ταῦτά ἐστι καὶ ἄπειρα)·
 [04921]  ∆ιὰ τοῦτο χαίρομεν χαρὰν τὴν ἀνόνητον, τὴν τοῦ κόσμου, τὴν εὐθέως σβεννυμένην, τὴν μυρίας τίκτουσαν λύπας.
000-00-00 Serial Number=0665512621
In epistulam ad Romanos Ante [Go Back]  
 [00639]  Ἀλλ' οὐ τὸν μοιχὸν οὐδὲ τὸν πατραλοίαν οὐδὲ τὸν παιδοκτόνον (τοιοῦτοι γὰρ οἱ παρ' αὐτοῖς θεοὶ πάντες), ἀλλὰ τὸν διὰ σταυροῦ δαίμονας ἐπιστομίσαντα, καὶ τὰς μυρίας αὐτῶν ἀνελόντα μαγγανείας.
 [01482]  Ὅταν δὲ τοὐναντίον τι ᾖ, καὶ ἄφατον μὲν ἐκεῖνο τὸ κάλλος καὶ ἡ δόξα καὶ ὁ πλοῦτος τοῦ φιλοῦντος ἡμᾶς, ἡμῶν δὲ πολλὴ ἡ εὐτέλεια, πῶς οὐχὶ μυρίας ἐσμὲν κολάσεως ἄξιοι οἱ οὕτως εὐτελεῖς καὶ ἀπεῤῥιμμένοι, παρὰ τοιούτου μεγάλου καὶ θαυμαστοῦ φιλούμενοι μεθ' ὑπερβολῆς ἁπάσης, καὶ καταστρηνιῶντες αὐτοῦ τῆς ἀγάπης;
 [03339]  δεύτερον, ὥστε μυρίας ἔχειν φιλοσοφίας ὑποθέσεις.
 [03834]  Καὶ πόσης οὐκ ἂν εἴη ταῦτα γεέννης ἄξια, ὅταν τὸν ἀδελφὸν, καὶ τῶν ἀποῤῥήτων σοι κοινωνήσαντα ἀγαθῶν, καὶ οὕτω παρὰ τοῦ ∆εσπότου σου τιμηθέντα, ἵνα λίθους καλλω [60.492] πίσῃς καὶ ἔδαφος καὶ σώματα ἀλόγων ζώων οὐδὲ αἰσθανομένων τοῦ κόσμου τούτου, εἰς μυρίας ἐμβάλλῃς συμφοράς;
 [03856]  Σὺ δὲ μετὰ τῆς φύσεως μυρίας ἔχων ὑποθέσεις συναγούσας σε καὶ σφιγγούσας πρὸς τὰ οἰκεῖα μέλη, τὸ τετιμῆσθαι λόγῳ, τὸ μετέχειν εὐσεβείας, τὸ κοινωνῆσαι μυρίων ἀγαθῶν, ἐκείνων ἀγριώτερος γέγονας, εἰς μὲν τὰ ἀνότητα πολλὴν τὴν σπουδὴν ἐνδεικνύμενος, τοὺς δὲ ναοὺς τοῦ Θεοῦ καὶ λιμῷ καὶ γυμνότητι παρορῶν ἀπολλυμένους, πολλάκις δὲ καὶ μυρίοις περιβάλλων κακοῖς.
 [04300]  Τῶν γὰρ διὰ τοῦ στενωποῦ χωρούντων ἐπαιτῶν, καὶ μηδὲν ἑαυτοῖς συνειδότων πονηρὸν, οἱ τὸ δεσμωτήριον οἰκοῦντες καὶ καταδίκην ἀναμένοντες, κἂν μυρίας τροφῆς ἀπολαύσωσιν, ἀλγεινότερον ζῶσιν·
 [04980]  ἐνταῦθα δὲ εἰς μυρίας ἡ βλάβη διαβαίνει ψυχὰς, ποικίλους πάντοθεν ἀνάπτουσα πολέμους.
 [05526]  Ἐπειδὴ γὰρ εὐκόλως παρέχειν οὐκ ἀνεχόμεθα, μυρίας ἀναγκάζονται ἐπινοεῖν μηχανὰς, ὥστε ἡμῶν σοφίσασθαι τὴν ἀπανθρωπίαν, καὶ τὴν τραχύτητα καταμαλάξαι.
 [08213]  κἂν μετὰ μυρίας ἱκετηρίας μαλαχθέντες κελεύσωμεν τοῖς οἰκέταις δοῦναι μικρὸν ἀργύριον, τὸ πᾶν κατωρθωκέναι νομίζομεν.
 [09039]  Ὥσπερ γὰρ ὁ διηνεκῶς ὢν ἐν τῷ διψῇν, κἂν μυρίας ἔχῃ παρακειμένας πηγὰς, οὐδὲν ἐντεῦθεν κερδαίνει, μὴ δυνάμενος τὸ νόσημα σβέσαι·
 [09999]  οἱ δὲ τέκνα ἔφαγον, καὶ μυρίας ἑτέρας χαλεπωτέρας ὑπέμειναν συμφορὰς, καὶ οὐδὲ ταύτῃ ἀπηλλάγησαν οὔτε οὗτοι οὔτε οἱ ζῶντες καέντες ἐν Σοδόμοις.
000-00-00 Serial Number=0905848026
In epistulam ad Titum Ante [Go Back]  
 [00177]  Εἰ δὲ ὁ μίαν ψυχὴν σκανδαλίζων, συμφέρει αὐτῷ ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης, ὁ τὰς τοσαύτας ψυχὰς σκανδαλίζων, πόλεις ὁλοκλήρους καὶ δήμους καὶ μυρίας ψυχὰς, ἄνδρας, γυναῖκας, παῖδας, πολίτας, γεωργοὺς, τοὺς ἐν αὐτῇ τῇ πόλει, τοὺς ἐν ἑτέραις ταῖς ὑπ' ἐκείνην τὴν πόλιν, τί ὑποστήσεται;
 [00347]  Εἰς πολλὰ γὰρ ἡ ἀρχὴ ἐξάγει, καὶ χαλεπώτερον ποιεῖ καὶ δυσάρεστον καὶ τὸν σφόδρα ἐπιεικῆ, μυρίας ἀνάγκας περιιστᾶσα ὀργῆς·
000-00-00 Serial Number=0080288589
In illud Messis quidem multa Ante [Go Back]  
 [00106]  ἡμεῖς οὖν οἱ ἕνδεκα τοὺς εἰς τὴν οἰκουμένην ἅπαντας πῶς διορθώσο μεν, οἱ ἰδιῶται τοὺς σοφοὺς, οἱ γυμνοὶ τοὺς ὡπλισμένους, οἱ ἀρχόμενοι τοὺς ἄρχοντας, οἱ μίαν γλῶτταν κεκτη μένοι πρὸς μυρίας φωνὰς διαλεγόμενοι, καὶ ἔθνη βάρ βαρα καὶ ἀλλόγλωσσα;
000-00-00 Serial Number=0808126569
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00412]  Ὁ μέντοι πένης, εὔζωνός τις ὢν καὶ πάσας ταύτας ἀποθέμενος τὰς λαβὰς, λέων ἐστὶ πῦρ πνέων, καὶ ψυχὴν ἔχει γενναίαν, καὶ πάντων ἐξανιστάμενος ῥᾳδίως ἅπαντα πράττει τὰ δυνάμενα τὰς Ἐκκλησίας ὠφελεῖν, κἂν ἐλέγξαι δέῃ, κἂν ἐπιτιμῆσαι, κἂν μυρίας διὰ τὸν Χριστὸν ἀναδέξασθαι ἐπαχθείας·
 [00503]  ∆ιὰ τοῦτο καὶ ∆αυῒδ παρανομοῦντα λαβὼν τὸν Σαοὺλ, καὶ φόνου πνέοντα, καὶ μυρίας ὄντα κολάσεως ἄξιον, οὐ μόνον αὐτοῦ τῆς ζωῆς ἐφείσατο, ἀλλ' οὔτε ῥῆμα φορτικὸν εἰς αὐτὸν ἐκβαλεῖν ὑπέμεινε·
000-00-00 Serial Number=0058633626
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00288]  Καὶ ὁ μὲν Σαοὺλ οὕτως αὐτὸν ἐμίσει καὶ ἀπεστρέφετο μετὰ τὰς μυρίας εὐεργεσίας, μετὰ τὰ λαμπρὰ τρόπαια, καὶ τὴν ἐπὶ τοῦ Γολιὰθ σωτηρίαν, ὡς μηδὲ τῆς προσηγορίας ἀνασχέσθαι τῆς ἐκείνου μνησθῆναι, ἀλλ' ἀπὸ τοῦ πατρὸς αὐτὸν καλεῖν.
 [00301]  χριστὸν Κυρίου καλεῖ τὸν τοσαῦτα ἠδικηκότα, τὸν τοῦ αἵματος αὐτοῦ διψῶντα, τὸν μετὰ μυρίας εὐεργεσίας πολλάκις αὐτὸν ἐπιχειρήσαντα ἀνελεῖν.
 [00363]  Ὃ γὰρ διὰ νηστείας, καὶ ὀδυρμῶν, καὶ εὐχῶν, καὶ σάκκου, καὶ σποδοῦ, καὶ μυρίας ἐξομο-λογήσεως μόλις ἕτεροι κατορθοῦσι, τὸ τὰ ἁμαρτήματα ἐξαλείφειν λέγω τὰ ἑαυτῶν, τοῦτο ἔξεστιν ἡμῖν ῥᾳ-δίως ποιεῖν χωρὶς σάκκου καὶ σποδοῦ καὶ νηστείας, ἂν μόνον ἀπὸ τῆς διανοίας ἐξαλείψωμεν τὴν ὀργὴν, καὶ μετὰ εἰλικρινείας ἀφῶμεν τοῖς ἠδικηκόσιν ἡμᾶς.
000-00-00 Serial Number=0442549467
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00603]  Ὅταν ἴδῃς τὸν ἅρπαγα, τὸν Ἕλληνα, τὸν βωμοὺς λείχοντα, τὸν μαινόμενον κατὰ Χριστιανῶν, μυρίους ἀποδύοντα ὀρφανοὺς, μυρίας γυμνοῦντα χήρας, Χριστιανὸν γενόμενον, καὶ τὰ ἑαυτοῦ διδόντα πένησι, καὶ εἰς παννυχίδας παραγινόμενον, εἰπὲ, Ἐκτίσθη ὁ αὐτός·
000-00-00 Serial Number=0571990907
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00066]  Ἐπεὶ οὖν οὗτοι μυρίας εὑρόν τες κατ' αὐτοῦ διαβολὰς, τοὺς μαθητὰς ἔβλαπτον, οὑ τὴν προσήκουσαν περὶ αὐτοῦ πείθοντες αὐτοὺς ἔχειν δόξαν, ἀναγκάζεται λοιπὸν εἰς διήγησιν τῶν οἰκείων ἐγκωμίων ἐμπεσεῖν·
000-00-00 Serial Number=0277599692
In illud Vidi dominum Ante [Go Back]  
 [00449]  ∆ιά τοι τοῦτο μετὰ τὰς μυρίας πάλας ἀστεφάνωτος ἀναχωρεῖς, μετὰ τοὺς πολλοὺς ἱδρῶτας χωρὶς βραβείων ἀπέρχῃ πρὸς τὸν ἀγωνοθέτην.
000-00-00 Serial Number=0066474020
In illud Vidua eligatur Ante [Go Back]  
 [00353]  Εἰ γὰρ καὶ εὐτελὴς καὶ εὐκαταφρόνητος, ἀλλ' οὔπω κατὰ τὸν Ἰούδαν ἐστὶν, οὐδὲ τοιαῦτά σοι διέθηκεν, οἷα τὸν ∆εσπότην ἐκεῖνος, μετὰ τὰς μυρίας εὐεργεσίας ἐπὶ προδοσίαν ἐλθών.
000-00-00 Serial Number=0420248985
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00016]  πῦρ τὴν ἐπουράνιον σοφίαν δωρούμενον, πῦρ εἰς ἀπείρους μεριζόμενον γλώσσας, πῦρ εἰς μυρίας ἰδέας ῥημάτων τεμνόμενον·
000-00-00 Serial Number=0885230243
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00062]  [50.669] ἡμέραν εἰσῆγεν, ἐξῆγεν, πεύσεις προσῆγε, βασάνους μυρίας ἠπείλει, λόγοις κολακευτικοῖς ἐδελέαζε, πᾶ σαν ἐκίνει μηχανὴν τὸν ἄσειστον θεμέλιον ἐπιχειρῶν διασαλεύειν·
 [00175]  Πόσοι γοῦν, ἐξ οὗ τὸ σῶμα ἐφυτεύθη τοῦτο ἐν τῇ γῇ, μυρίας ἐτρύγησαν ἰάσεις ἀπὸ τῆς ἁγίας ταύτης θήκης, καὶ οὐκ ἐπέλιπεν ὁ καρπός·
000-00-00 Serial Number=0848868012
Laus Diodori episcopi Ante [Go Back]  
 [00057]  Οὐ γὰρ φέροντες οἱ τῆς ἀληθείας ἐχθροὶ τὴν τῆς γλώττης αὐτοῦ δύναμιν, μυρίας πάντοθεν ἔῤῥαπτον ἐπιβουλὰς, καὶ ἐκ πασῶν αὐτὸν ἐῤῥύσατο Κύριος.
000-00-00 Serial Number=0069710076
Quales ducendae sint uxores Ante [Go Back]  
 [00445]  Ὥσπερ γὰρ ὅταν χωρὶς αὐτοῦ τι ποιῶμεν, κἂν ἅπαντα ᾖ λεῖα καὶ ῥᾴδια, βάραθρα καὶ κρημνοὺς καὶ μυρίας ἐν αὐτοῖς ἀποτυχίας εὑρίσκομεν·
 [00452]  Καὶ ἤγετο λοιπὸν ἡ νύμφη αὐλῶν μὲν καὶ κιθάρας καὶ τῶν ἄλλων τῶν τοιούτων οὐδενὸς ἀκούσασα, μυρίας δὲ παρὰ τοῦ Θεοῦ ἐπὶ τὴν κεφαλὴν τὰς εὐλογίας ἔχουσα, στέφανον διαδήματος παντὸς λαμπρότερον.
000-00-00 Serial Number=0509417772
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00263]  Οὐχὶ μυρίας ἐδέξατο πειρασμῶν νιφάδας;
000-00-00 Serial Number=0571093023
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00128]  Ὁ γὰρ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων), καὶ σφαγῆναι μυριάκις, καὶ μυρίας κεφαλὰς ἀποτμηθῆναι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»