Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μυρίοις [182]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μυρίοις


000-00-00 Serial Number=0136747420
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00565]  Οὐ γὰρ ἂν δήπου δίκαιος ὢν ὁ Θεὸς περιεῖδε τοσούτους καὶ τῶν κακῶν ἀτιμωρήτους ἀπελθόντας, καὶ τῶν ἀγαθῶν μυρίοις κολασθέντας δεινοῖς, εἰ μὴ ἄλλην τινὰ αἰῶνος ἑκατέροις παρεσκευάκει κατάστασιν.
 [01560]  ἆρ' οὐχ ὁ πόλεμος ἐκεῖνος τοῦτο δείκνυσιν, ὁ μηδαμόθεν ἑτέρωθεν τὴν ὑπόθεσιν ἐσχηκὼς, καὶ πρὸς τοσαύτην σφοδρότητα ἐκταθεὶς, ὡς μυρίοις αὐτὸν περιβαλεῖν κακοῖς;
 [01585]  Τοῦτον διαδέχεται ὁ Σεμεεὶ, μιαρός τις ἀνὴρ καὶ ἀχάριστος, καὶ μυρίοις ὀνείδεσιν ἔβαλλε καὶ λίθοις μετὰ τῶν ῥημάτων ἐκείνων·
 [01611]  Καὶ τὸ δὴ χαλεπώτερον, οὕτω διακείμενος οὐδὲ ἐξειπεῖν ἐτόλμα τῆς ἀθυμίας τὴν ὑπόθεσιν, διὰ τὸ μυρίοις ἤδη προστεταλαιπωρηκέναι κακοῖς.
000-00-00 Serial Number=0216264725
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00017]  Τὸ γὰρ σῶμα, καὶ αἱ τοῦ σώματος αἰσθήσεις, ἕως μὲν ἂν περὶ γῆν ἡ ψυχὴ στρέφηται, μυρίοις αὐτὴν περιβάλλουσι τοῖς δεσμοῖς, πάντοθεν τὸν χαλεπὸν τῶν ἐπικήρων τέρψεων χειμῶνα συνάγουσαι·
000-00-00 Serial Number=0476675212
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00409]  Ἀλλὰ πάντα τὸν χρόνον ἂν ἀνηλώσαμεν, τὴν μὲν δουλίαν καλλωπίζοντες μυρίοις καλλωπισμοῖς, τὴν δὲ ταύτης κυρίαν παντὸς
000-00-00 Serial Number=0136056542
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00355]  Οὐδὲ γὰρ οὕτως ἡδὺ λειμῶνα ἰδεῖν ἐν ἡμέρᾳ ὡς ἡδὺ καὶ τερπνὸν οὐρανὸν ἰδεῖν ἐν νυκτὶ μυρίοις ἄνθεσι τοῖς τῶν
000-00-00 Serial Number=0023574173
Ad populum Antiochenum Ante [Go Back]  
 [00294]  καὶ τοῦτο δῆλον ἀπὸ τῶν πειρασμῶν γίνεται, Οὐ γὰρ ἄν ποτε ἀνάσχοιτο ὁ Θεὸς τοὺς τοσαῦτα καὶ τηλικαῦτα πεπονθότας κακὰ, καὶ τὸν παρόντα βίον ἅπαντα ἐν πειρασμοῖς καὶ μυρίοις διάγοντας κινδύνοις, μὴ πολλῷ μείζοσιν ἀμείψασθαι δωρεαῖς·
 [00296]  Ὥστε ὅταν ἴδῃς δίκαιον στενοχωρούμενον, κακούμενον, ἐν ἀῤῥωστίᾳ καὶ πενίᾳ καὶ μυρίοις ἑτέροις δεινοῖς τὸν παρόντα βίον καταλύσαντα, εἰπὲ πρὸς ἑαυτὸν, ὅτι εἰ μὴ ἀνάστασις ἦν καὶ κρίσις, οὐκ ἂν ὁ Θεὸς τὸν τοσαῦτα δι' αὐτὸν πεπονθότα κακὰ ἀφῆκε μηδενὸς ἀπολαύσαντα ἀγαθοῦ ἀπελθεῖν ἐντεῦθεν·
 [00298]  Οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, τῶν μὲν πονηρῶν εἴασε πολλοὺς τρυφᾷν κατὰ τὸν παρόντα βίον, τῶν δὲ δικαίων πολλοὺς ἐν μυρίοις ἠφίει κακοῖς·
 [00379]  Ἀλλ' ἐν πενίᾳ διάγεις καὶ λιμῷ, καὶ μυρίοις κινδύνοις.
 [00380]  Ἀναμνήσθητι τοῦ Λαζάρου τοῦ καὶ νόσῳ καὶ πενίᾳ καὶ ἐρημίᾳ καὶ μυρίοις τοιούτοις ἑτέροις πυκτεύοντος, καὶ ταῦτα μετὰ ἀρετὴν τοσαύτην·
 [00410]  Καὶ ἔστιν ἰδεῖν Παῦλον ἐν αὐτῷ τῷ δεσμωτηρίῳ, ἐν αὐταῖς ταῖς ἁλύσεσι κατηχοῦντα, μυσταγωγοῦντα, καὶ ἐν δικαστηρίῳ πάλιν τὸ αὐτὸ τοῦτο ποιοῦντα, καὶ ἐν ναυαγίῳ, καὶ ἐν χειμῶνι, καὶ ἐν μυρίοις κινδύνοις.
 [00863]  Καὶ καθάπερ εἰ σῶμα ἀδαμάντινον εἴχομεν, εἰ καὶ μυρίοις πανταχόθεν ἐβαλλόμεθα βέλεσιν, οὐκ ἂν ἐδεξάμεθα τὰς πληγάς·
 [02297]  Ἐὰν τοίνυν ἴδῃς τινὰς ἐν τοιαύταις ὄντας ἁμαρτίαις, καὶ τοὺς μὲν λιμῷ παλαίοντας διηνεκεῖ καὶ μυρίοις κακοῖς, τοὺς δὲ μεθύοντας καὶ γαστριζομένους καὶ τρυφῶντας, τοὺς τὰ δεινὰ πάσχοντας μακάριζε μᾶλλον.
 [02433]  Ἐπεὶ καὶ οἱ πατέρες, οἱ μάλιστα πάντων τὰ ἔκγονα φιλοῦντες, καὶ τραπέζης εἴργουσι, καὶ πληγὰς ἐπάγουσι, καὶ ἀτιμίᾳ κολάζουσι, καὶ ἑτέροις μυρίοις τοιούτοις ἀσελγαίνοντας διορθοῦνται τοὺς παῖδας·
 [05100]  τὸ δὲ ἐκπλήξεως ἄξιον καὶ φύσιν ἀνθρωπίνην ὑπερβαῖνον τοῦτό ἐστιν, ὅτι μυρίοις κυκλούμενοι κύμασι πάντοθεν, τῶν γαλήνης καθαρᾶς ἀπολαυόντων ῥᾷον διάκεινται.
000-00-00 Serial Number=0201536417
Adversus Judaeos Ante [Go Back]  
 [00548]  ὡς ἐὰν μὴ τοῦτο ᾖ, καὶ κατέβλαψε, μειζόνων ἀποστερήσας ἡμᾶς τῇ τῶν ἐλαττόνων προσεδρίᾳ, καὶ τῷ πάλιν ἐν τοῖς μυρίοις τῶν παραβάσεων τραύμασιν ἔτι κατέχειν.
 [01926]  οὐ τὸν Μωϋσέα νῦν μὲν λίθοις βάλλοντες, νῦν δὲ ἐλαύνοντες, καὶ ἑτέροις μυρίοις τρόποις ἀνελεῖν ἐπεχειρήσατε πολλάκις;
 [02536]  Ἔστι γὰρ, ἔστι καὶ ὀργῇ μεθύειν, καὶ ἐπιθυμίᾳ ἀτόπῳ, καὶ φιλαργυρίᾳ, καὶ κενοδοξίᾳ, καὶ μυρίοις ἑτέροις πάθεσι.
000-00-00 Serial Number=0833604276
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00177]  Ὅτι ὁ μὲν βασιλεὺς μυρίοις ἐμπεπλεγμένος πράγμασιν, ὥσπερ ναῦς πανταχόθεν περιῤῥαντίζεται, καὶ πολλὰ προστρίβεται ἁμαρτήματα·
000-00-00 Serial Number=0377036929
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00291]  τὸ καὶ μυρίοις ὀνείδεσιν αἰσχῦναι τὸν ἀδελφὸν, τὸν οὐδὲν ἠδικηκότα πολλάκις, τί οὐκ ἂν ἐργάσηται;
 [00586]  Καίτοι τί τοσοῦτον ἔδωκας ἂν αὐτῷ, εἰ μυριάκις αὐτὸν βασιλέα τῆς οἰκουμένης ἐποίησας, καὶ ἐπὶ μυρίοις ἔτεσι τὴν βασιλείαν ἐξέτεινας;
 [01114]  ἂν δὲ δυνατώτεροι, χλευάζονται, γελῶνται, μυρίοις πλύνονται σκώμμασιν.
 [01192]  καὶ μυρίοις ἑτέροις πάθεσι χαλεπωτέροις, τῶν μὲν οἰκείων μὴ περιγίνοιτο κακῶν, ἑτέρους δὲ τοῖς αὐτοῖς ἐνεχομένους δεινοῖς ἀπαλλάττειν φιλονεικοίη.
 [01596]  καθάπερ τις Ὀλυμπιονίκης ἐκ πρώτης ἡλικίας δι' ἀναῤῥήσεων ἐπὶ τὸ γῆρας ὁδεύων, οὕτως ἄπεισιν ἐκεῖ, μυρίοις τὴν κεφαλὴν ἀναδησάμενος στεφάνοις.
000-00-00 Serial Number=0615330279
Commentarius in Job Ante [Go Back]  
 [01356]  πόσης δὲ πονηρίας ἂν εἴη ἐν τοσούτῳ βασκαίνειν χειμῶνι καὶ κειμένῳ φθονεῖν, καὶ τὸν ἄξιον ἐλεεῖσθαι, τοῦτον μυρίοις περιβάλλειν δεινοῖς.
000-00-00 Serial Number=0732176304
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00154]  Πάλιν τὸν μυρίων ὠθουσῶν ἔξω προφάσεων εὐλόγων οὐκ ἀνεχόμενον ἐξελθεῖν, ἀλλ' εἰσωθοῦντα ἑαυτὸν ἐπ' οὐδενὶ μὲν κατορθώματι, μυρίοις δὲ ὀνείδεσι καὶ βλάβαις οἰκείων τε καὶ ἀλλοτρίων, τί εἰκός;
000-00-00 Serial Number=0573960006
Contra theatra Ante [Go Back]  
 [00038]  Ὑπὸ γὰρ τῆς ἐν τοῖς θεάτροις ἐμπρησθεὶς ἐπιθυμίας, καὶ ὑπὸ τῆς ξένης ἐκείνης θεωρίας ἁλοὺς τῆς γεγοητευμένης, τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρίζεις, μυρίοις περιβάλλεις ὀνείδεσιν, οὐδὲν ἔχων ὅλως ἐγκαλέσαι, ἀλλ' αἰσχυνόμενος τὸ πάθος εἰπεῖν καὶ τὸ τραῦμα δεῖξαι, ὅπερ ἐκεῖθεν λαβὼν ἐπανῆλθες, ἑτέρας πλέκεις προφάσεις, ἀφορμὰς ζητῶν ἀπεχθείας ἀλόγους, καὶ τῶν μὲν οἴκοι πάντων ὑπερορῶν, πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ' ἧς τὸ τραῦμα ἐδέξω·
000-00-00 Serial Number=0409143567
De Anna i Ante [Go Back]  
 [00402]  Καὶ τὸ δὴ μεῖζον καὶ θαυμαστὸν, ὅτι πλανωμένῳ, καὶ πάντων ἐκπεπτωκότι, Σεμεεί τις ἄνθρωπος πονηρὸς καὶ μιαρὸς ἐπέθετο αὐτῷ, μιαιφόνον ἀποκαλῶν καὶ ἀσεβῆ, καὶ ἑτέροις μυρίοις αὐτὸν πλύνων ὀνείδεσιν·
000-00-00 Serial Number=0009488881
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00050]  ∆ιὰ γὰρ τὸν κατὰ τῶν μαρτύρων θυμὸν εἰς τὴν τῆς κοινῆς φύσεως ἐξενεχθέντες ἀπήνειαν μυρίοις ἑαυτοὺς οὐ συνεῖδον περιβαλόντες ὀνείδεσιν.
 [00072]  Ἴστε δὲ δήπου ὡς οὐκ ἔστιν ἴσον τὸ μυρίοις ἔτεσι ῥιζωθὲν ἀνασπάσαι φυτὸν καὶ τὸ ἐπὶ τῆς γῆς ἄρτι τεθέν.
 [00196]  Ὅταν μὲν γάρ τις ὁμολογῶν ἡμῖν ἐν τῇ περὶ τοῦ θείου δόξῃ ἐπὶ τὸν βασιλικὸν ἀναβῇ θρόνον ῥαθυμότερα γίνεται τὰ Χριστιανῶν τοσοῦτον ἀπέχει ταῖς ἀνθρωπίναις ὀρθοῦσθαι τιμαῖς, ὅταν δέ τις κρατήσῃ δυσσεβὴς καὶ πάντοθεν ἡμᾶς ἐλαύνων καὶ μυρίοις περιβάλλων κακοῖς τότε εὐδοκιμεῖ καὶ λαμπρότερα γίνεται τὰ καθ' ἡμᾶς, τότε ἀριστείων καὶ τροπαίων καιρὸς, τότε στεφάνων καὶ ἀναρρήσεων καὶ πάσης ἀνδραγαθίας ἀφορμή.
 [00260]  ∆ιά τοι τοῦτο εἰς μανίαν τὰς τοιαύτας ἐκφέρει ψυχὰς ὁ τῆς σωτηρίας ἡμῶν ἐχθρὸς ἵνα αὐτὰς ἐν ἐρημίᾳ τῶν θεραπευσόντων ἀπολαβὼν κατακόψῃ καὶ μυρίοις περιβάλῃ κακοῖς.
 [00287]  Ὁ μὲν γὰρ εἰς τὴν τοῦ Θεοῦ λειτουργίαν ὑβρίζων ἐκείνην μὲν ἔβλαψεν οὐδὲν ἑαυτὸν δὲ μυρίοις περιέπειρε κακοῖς.
000-00-00 Serial Number=0328264952
De Davide et Saule Ante [Go Back]  
 [00542]  Ὑπὸ γὰρ τῆς ἐν τοῖς θεάτροις ἐμπρησθεὶς ἐπιθυμίας, καὶ ὑπὸ τῆς ξένης ἐκείνης θεωρίας ἁλοὺς τῆς γεγοητευμένης, τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρίζεις, μυρίοις περιβάλλεις ὀνείδεσιν, οὐδὲν ἔχων ὅλως ἐγκαλέσαι, ἀλλ' αἰσχυνόμενος τὸ πάθος εἰπεῖν, καὶ τὸ τραῦμα δεῖξαι, ὅπερ ἐκεῖθεν λαβὼν ἐπανῆλθες, ἑτέρας πλέκεις προφάσεις, ἀφορμὰς ζητῶν ἀπεχθείας ἀλόγους, καὶ τῶν μὲν οἴκοι πάντων ὑπερορῶν, πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ' ἧς τὸ τραῦμα ἐδέξω·
000-00-00 Serial Number=0700000703
De Lazaro Ante [Go Back]  
 [01386]  πολλῷ μᾶλλον, εἰ τοῦτο γεγενημένον ἦν καὶ κεκρατηκὸς ἐν ταῖς τῶν ἀνθρώπων διανοίαις, οἷον ὅτι πολλοὶ τῶν ἀπελθόντων ἐπανῆλθον πάλιν, μυρίοις ἂν ὁ μιαρὸς δαίμων ἐκεῖνος δόλους ἔπλεξε, καὶ πολλὴν ἀπάτην εἰς τὸν βίον εἰσήγαγε.
000-00-00 Serial Number=0538101554
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00065]  οὐ γὰρ οὕτω δεδοίκαμεν τοὺς μυρίοις πεφραγμένους ὅπλοις ἀνθρωπίνοις, καὶ ἐπὶ ἀνδρείᾳ τοσαύτῃ τετειχισμένους, ὡς τοῦτον ἐπ' ἐλευθερίᾳ.
000-00-00 Serial Number=0351374686
De diabolo tentatore Ante [Go Back]  
 [00227]  Ἀλλ' οὐχὶ μόνῳ λιμῷ κολάζει, ἀλλὰ καὶ ἑτέροις μυρίοις·
000-00-00 Serial Number=0366328239
De fato et providentia Ante [Go Back]  
 [00469]  ἢ ὥσπερ ἂν εἴ τις βαρβάρᾳ δεσποίνῃ παραδοὺς αἰκίζεσθαι, καὶ μυρίοις περιβαλεῖν κακοῖς, τὸν παραδεδομένον ὑπὲρ τῆς δουλείας καὶ τῆς αἰχμαλωσίας ἀπαιτοῖ τιμωρίαν.
000-00-00 Serial Number=0644648731
De gloria in tribulationibus Ante [Go Back]  
 [00016]  Οὕτω καὶ ὁ στρατιώτης μυρίοις πολλάκις παραταξάμενος πολέμοις, καὶ ἀποκρουσάμενος τοὺς ἐναντίους, καὶ τῶν ἐχθρῶν περιγενόμενος, καὶ ἐν αὐτῇ ὢν τῇ προσδοκίᾳ τῆς νίκης, τὴν ζωὴν μεταλλάξας ἀπῆλθεν, οὐδενὸς ὅλως ἐκ τῶν μόχθων καὶ τῶν κινδύνων ἀπολαύσας χρηστοῦ.
 [00097]  Ὅτι τὸν Υἱὸν, φησὶ, τὸν μονογενῆ, τὸν γνήσιον, τὸν ἀγαπητὸν, τοῦτον ὁ Θεὸς ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων ἔδωκεν οἰκετῶν, καὶ τοὺς μυρίοις βεβαρημένους ἁμαρτήμασι, καὶ τοσούτοις φορτίοις πιεζομένους πλημμελημάτων, οὐχὶ τῶν ἁμαρτημάτων ἀπήλλαξε μόνον, ἀλλὰ καὶ δικαίους εἰργάσατο, οὐδὲν φορτικὸν, οὐδὲ ἐπίπονον ἐπιτάξας, οὐδὲ ἐπαχθὲς, ἀλλὰ πίστιν ζητήσας παρ' ἡμῶν μόνον, καὶ δικαίους ἐποίησε καὶ ἁγίους κατεσκεύασε, καὶ υἱοὺς Θεοῦ ἀπέφηνε, καὶ βασιλείας κληρονόμους ἀπέδειξε, καὶ τοῦ Μονογενοῦς συγκληρονόμους ἀπειργάσατο, καὶ ἀνάστασιν ἐπηγγείλατο, καὶ ἀφθαρσίαν σωμάτων, καὶ λῆξιν μετὰ ἀγγέλων, πάντα λόγον καὶ νοῦν ὑπερβαίνουσαν, καὶ τὴν ἐν οὐρανοῖς διατριβὴν, καὶ τὴν μετ' αὐτοῦ ὁμιλίαν καὶ ἁγίου Πνεύματος ἐντεῦθεν ἤδη χάριν ἐξέχεε, καὶ τῆς τοῦ διαβόλου κατοχῆς ἡμᾶς ἀπήλλαξε, καὶ τῶν δαιμόνων ἡμᾶς ἐῤῥύσατο, καὶ τὴν ἁμαρτίαν κατέλυσε, καὶ τὴν κατάραν ἠφάνισε, καὶ ᾅδου πύλας συνέκλασε, καὶ τὸν παράδεισον ἠνέῳξεν, οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον, ἀλλ' αὐτὸν ἀπέστειλε τὸν Μονογενῆ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, ὥς φησι διὰ τοῦ προφήτου·
000-00-00 Serial Number=0777643800
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00458]  Τούτοις περίφραττε αὐτοῦ τὴν ἀκοὴν τοῖς διηγήμασι καὶ μυρίοις ἑτέροις καὶ οἴκοθεν παρεχόμενος τὰ παραδείγματα.
000-00-00 Serial Number=0662288964
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00068]  Ἀλλὰ Παῦλος οὐχὶ μῆνας πολλοὺς ἀγωνιζόμενος οὕτω διῆγεν, ἀλλ' ἔτη πολλά, οὐχὶ τήκων βώλακας γῆς ἀπὸ ἰχῶρος καὶ ἐπὶ κοπρίας καθήμενος, ἀλλ' εἰς αὐτὸ τοῦ λέοντος τὸ νοητὸν στόμα συνεχῶς ἐμπίπτων, καὶ μυρίοις παλαίων πειρασμοῖς, πάσης πέτρας στερρότερος ἦν·
000-00-00 Serial Number=0594962358
De non iterando conjugio Ante [Go Back]  
 [00056]  κἂν γὰρ ἁπάντων ἀνθρώπων ἀπηνέστερος ᾖ, οὐκ ἔσται οὕτως ἄγριος, ὡς μηδὲν ἀνθρώπινον παθεῖν, κἂν μυρίοις καὶ ἑαυτὴν καὶ τὸν οἶκον περιβάλλῃ καλλωπισμοῖς ἐκείνη.
 [00178]  Οὐκ ἐκεῖνος δὲ μόνον ταῦτα προφέρων αὐτῇ συνεχῶς ἔσται φορτικός, ἀλλὰ καὶ οἰκέται καὶ θεράπαιναι, κἂν μὴ φανερῶς, λάθρα γοῦν διαγογγύζοντες μυρίοις αὐτὴν βάλλουσι σκώμμασιν.
000-00-00 Serial Number=0724615514
De paenitentia [1] Ante [Go Back]  
 [00255]  οὐχ ὅτι κατέφαγε τὴν οὐσίαν ἐμνημόνευσεν, ἀλλ' ὅτι μυρίοις περιέπεσε κακοῖς.
000-00-00 Serial Number=0490136027
De sacerdotio Ante [Go Back]  
 [00394]  νῦν δὲ καὶ ταύτης αὐτοὺς τῆς κατηγορίας ἀπηλλάξαμεν, τότε δὲ μυρίοις ἂν αὐτοὺς περιεβάλομεν ὀνείδεσι.
 [00734]  Ἂν δέ τις τὰ μὲν ἐκείνων μὴ λαμβάνῃ, μυρίοις δὲ αὐτὰς ὀνείδεσι περιβάλλῃ καὶ ὑβρίζῃ καὶ παροξύνηται κατ' αὐτῶν, οὐ μόνον οὐκ ἐπεκούφισε τὴν ἀπὸ τῆς πενίας ἀθυμίαν τῷ δοῦναι, ἀλλὰ καὶ μεῖζον ταῖς λοιδορίαις εἰργάσατο τὸ δεινόν.
000-00-00 Serial Number=0917634547
De sanctis martyribus [1] Ante [Go Back]  
 [00071]  Οἱ μὲν οὖν ἔξωθεν περιεστηκότες κἂν μυρίοις λόγοις παρακαλῶσιν, οὐ σφόδρα πείθουσιν·
000-00-00 Serial Number=0900458813
De studio praesentium Ante [Go Back]  
 [00010]  γίνεται δὲ καθαρὸν συνειδὸς, κἂν μυρίοις ἁμαρτήμασιν ᾖ βεβαρημένον, ἀκροάσεως συνεχοῦς ἀπολαῦον.
000-00-00 Serial Number=0843526542
De virginitate Ante [Go Back]  
 [00823]  καὶ τὴν οὐδὲν λελυπηκυῖαν, πολλάκις δὲ οὐδὲ ὀφθεῖσαν αὐτῇ ποτε, μυρίοις καθ' ἑκάστην ἡμέραν βάλλει σκώμμασι καὶ διὰ τῶν ἐκείνης ἐγγόνων τὴν οὐκέτ' οὖσαν ἀμύνεται καὶ τὸν ἄνδρα πολλάκις ὁπλίζει κατ' αὐτῶν, ὅταν αὐτὴ μηδὲν ἀνύῃ.
000-00-00 Serial Number=0277201772
De virtute animi Ante [Go Back]  
 [00066]  καὶ παλαίσας πολυτρόποις κινδύνοις καὶ μυρίοις ἐκτακεὶς μεριμνήμασιν, ἔχει θάνατον αὐτῷ φυλαττόμενον, ἀντίπαλον ἄῤῥηκτον, ἀπερίγραφον τόποις, ἀκολάκευτον δώροις, ἀδυσώπητον θρήνοις, αἰφνίδιον ἅρπαγα.
000-00-00 Serial Number=0375040829
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00572]  τὸ δὲ καταῤῥυπανθείσας αὐτὰς μυρίοις ἁμαρτήμασι προσάγειν, τοῦτο πολλὴν φέρει τὴν ὀργὴν καὶ τὸν ὄλεθρον.
 [00850]  καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μυρίοις ἑαυτὸν παρενέλαβε μετὰ ταῦτα κινδύνοις.
 [02826]  Ὅταν οὖν ἴδῃς δίκαιον στενοχωρούμενον, κακουχούμενον, ἐν ἀῤῥωστίᾳ καὶ μυρίοις ἑτέροις δεινοῖς τὸν παρόντα βίον καταλύσαντα, εἰπὲ πρὸς ἑαυτὸν, ὅτι εἰ μὴ ἀνάστασις ἦν καὶ κρίσις, οὐκ ἂν ὁ Θεὸς τοσαῦτα δι' αὐτὸν πεπονθότα κακὰ ἀφῆκε, μηδενὸς ἀπολαύσαντα ἀγαθοῦ, ἀπελθεῖν ἐντεῦθεν.
 [02828]  Ἐπεὶ πῶς ἂν ἔχοι λόγον, ὅτι τῶν μὲν πονηρῶν εἴασε πολλοὺς τρυφᾷν κατὰ τὸν παρόντα βίον, τῶν δὲ δικαίων πολλοὺς ἐν μυρίοις ἀφίησι κακοῖς, δίκαιος ὢν καὶ ὀνομαζόμενος, καὶ δικαίως ἑκάστῳ κατὰ τὴν ἀξίαν ἀποδιδόναι εἰδώς;
 [02843]  Εἶτα οὕτως αὐτὸν εἰς ἀῤῥωστίαν ἐμβαλοῦσαι χαλεπὴν, καὶ φθορᾷ παραδοῦσαι καὶ τηκεδόνι μακρᾷ, καὶ μυρίοις περιβαλοῦσαι κακοῖς ἀπήνεγκαν τῆς παρούσης ζωῆς.
 [03516]  εἰ μὴ μυρίοις κατείχετο δεσμοῖς, πῶς οὐκ ἂν πάντας ἐλυμήνατο;
 [03586]  οὐκ ἐκεῖνον μὲν ταχύτερον ἄκων εἰς βασιλείαν παρέπεμψεν, ἑαυτὸν δὲ μυρίοις περιέπειρε κακοῖς;
 [03875]  Καίτοι γὰρ μυρίοις κυκλούμενοι κύμασι πάντοθεν, τῶν γαλήνης καθαρᾶς ἀπολαυόντων ῥᾷον διέκειντο.
 [04429]  Ἀλλ' ἐν πενίᾳ διάγεις καὶ λιμῷ καὶ μυρίοις κινδύνοις;
 [04652]  Ἀλλ' ἐν πενίᾳ διάγεις καὶ λιμῷ καὶ μυρίοις κινδύνοις;
 [04653]  ἀναμνήσθητι τοῦ Λαζάρου τοῦ πενίᾳ καὶ ἐρημίᾳ καὶ μυρίοις ἑτέροις τοιούτοις πυκτεύοντος, καὶ ταῦτα μετὰ πολλὴν ἀρετήν·
 [04830]  οὐχὶ τήκων βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων, ἀλλ' εἰς αὐτὸ τοῦ λέοντος τὸ νοητὸν στόμα συνεχῶς ἐμπίπτων, καὶ μυρίοις παλαίων πειρασμοῖς, καὶ οὐδὲ παρὰ φίλων τριῶν ἢ τεσσάρων, ἀλλὰ παρὰ πάντων τῶν ἀπιστούντων ὀνειδιζόμενος, ἐμπτυόμενος, λοιδορούμενος, καὶ μυρίας νιφάδας πειρασμῶν ὑπομένων, καὶ νῦν μὲν μάστιξι, νῦν δὲ λίθοις τὸ σῶμα κατατεινόμενος, καὶ λιμῷ διηνεκεῖ καὶ κρυμῷ τηκόμενος.
 [05145]  ἕως δ' ἂν ἔχῃς, κἂν μυρίοις ᾖς δεδωκὼς, ὦσι δὲ καὶ ἕτεροι πεινῶντες, οὐδεμία σοι ἀπολογία ἐστί.
 [05585]  καὶ ὅταν λοιδορηθεὶς μὴ μόνον ἀντιλοιδορήσῃ, ἀλλὰ καὶ εὐλογήσῃ, χαλεπώτερον ἔπληξεν ἢ εἰ μυρίοις ὀνείδεσιν ἔπλυνε·
 [05646]  ὑπὸ γὰρ τῆς ἀκολάστου θεωρίας ἁλοὺς, τὴν μὲν σώφρονα καὶ κοσμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρί [63.738] ζεις, μυρίοις περιβάλλεις ὀνείδεσι πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ' ἧς τὸ τραῦμα ἐδέξω, καὶ τὴν ἠχὴν τῆς φωνῆς ἔχων ἐγκαθημένην τῇ ψυχῇ ἔναυλον, καὶ τὸ σχῆμα καὶ τὸ βλέμμα καὶ τὰ κινήματα, καὶ πάντα τῆς πορνείας τὰ εἴδωλα, οὐδὲν μεθ' ἡδονῆς λοιπὸν τῶν ἐπὶ τῆς οἰκίας ὁρᾷς.
 [09182]  Ἀλλὰ Παῦλος οὐχὶ μῆνας πολλοὺς ἀγωνιζόμενος οὕτω διῆγεν, ἀλλ' ἔτη πολλὰ, οὐχὶ τήκων βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων, ἀλλ' εἰς αὐτὸ τοῦ λέοντος τὸ νοητὸν στόμα συνεχῶς ἐμπίπτων, καὶ μυρίοις παλαίων πειρασμοῖς, πάσης πέτρας στεῤῥότερος ἦν·
 [09464]  ἂν δὲ λοιδορουμένων ἐκείνων καὶ ἀπεχθῶς ἐχόντων πρὸς αὐτὸν, οὐ ταλαιπω [63.853] ρῆσαι οὐδὲ ἀγρυπνεῖν ὁμοίως δύναται, οὔτε τὴν τέχνην διασώζειν, καὶ ἄκων μυρίοις αὐτοὺς περιβαλεῖ κακοῖς.
 [09477]  τοῦ Χριστοῦ δὲ χειροτονοῦντος, καὶ ὑπερορῶμεν τὸν χειροτονούμενον καὶ λοιδορούμεθα καὶ μυρίοις ὀνείδεσι πλύνομεν;
 [09863]  Εἴ τι οὖν ἐν ἐκκλησίᾳ, ὥσπερ ἐν δικαίοις σταθμοῖς, τοὺς λόγους ἡμῶν στῆσαι ἐπιχειρήσει, ἐν μυρίοις ταλάντοις λόγων βιωτικῶν μόλις εὑρήσει δηνάρια ἑκατὸν ῥημάτων πνευματικῶν, ἢ μᾶλλον οὐδὲ ὀβολοὺς δέκα.
 [09999]  σὺ δὲ μετὰ τοῦ ὁμοφύλου καὶ μυρία ἔχων δικαιώματα, τὸ συγγενὲς, τὸ λογικὸν, τὸ τὸν Θεὸν εἰδέναι, μυρία ἄλλα ἕτερα, τῆς φύσεως τὴν ἰσχὺν, τὸν συγγενῆ καὶ τῆς φύσεως κεκοινωνηκότα, τοῦτον ἀναιρεῖς καὶ μυρίοις περιβάλλεις κακοῖς;
 [09999]  Καὶ οὕπω λέγω, Ἐκεῖνος μὲν κἂν μυρίοις βασάνοις κατατείνηται, ἔχει τὴν χρηστὴν ἐλπίδα διαβαστάζουσαν αὐτόν·
000-00-00 Serial Number=0322429419
Epistulae Ante [Go Back]  
 [00234]  Εἰ γὰρ καὶ ἐν ἐρημίᾳ καθήμεθα, καὶ πολιορκίᾳ χαλεπῇ, καὶ μυρίοις περιεστοιχίσμεθα δεινοῖς, ἀλλ' ὅμως οὐ παυόμεθα μεριμνῶντες τὴν σὴν θαυμασιότητα·
 [02474]  Ἀλγῶ δὲ καὶ σφόδρα ὀδυνῶμαι, ἀκούων ἔτι μυρίοις σε ἐμπεπλέχθαι πράγμασι, καὶ μυρία περιφέρειν τῶν βιωτικῶν φροντίδων φορτία.
000-00-00 Serial Number=0445046365
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00451]  ∆ιὸ μυρίοις στόμασιν ἀνακηρύττειν σε χρὴ ταύτης ἕνεκεν τῆς ὑποθέσεως ὅ τι παρθένοις γέγονε δυσκαταγώνιστον, τοῦτο τῇ ἐν χηρείᾳ ζώσῃ οὕτω ῥᾴδιον καὶ εὔκολον, ὡς αὐτὴ τῶν πραγμάτων ἔδειξεν ἡ ἀλήθεια.
000-00-00 Serial Number=0120347381
Expositiones in Psalmos Ante [Go Back]  
 [01407]  οὕτω καὶ ψυχὴ ἀναλγήτως ζῶσα, μυρίοις [55.78] πρόκειται πάθεσι.
 [02681]  Νυνὶ δὲ, ἃ μηδέποτε πεπόνθατε εἰδωλολατροῦντες, ἀσεβοῦντες, παῖδας σφάζοντες, ταῦτα πεπόνθατε νῦν, καὶ λύσις οὐδεμία τῶν δεινῶν, καὶ ἀλῆται καὶ φυγάδες καὶ πλάνοι καὶ νόμοις Ῥωμαίων δουλεύοντες, μετέρχεσθε γῆν καὶ θάλατταν, μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερωσύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημένοι, ἐν μέσοις βαρβάροις καὶ μυρίοις ἔθνεσι διεσπαρμένοι, μισούμενοι παρὰ πάντων ἀνθρώπων, βδελυροὶ, καὶ πᾶσιν εἰς τὸ κακῶς παθεῖν προκείμενοι.
 [03551]  Ὅτε γὰρ τοῖς ἀποστόλοις ἐπολέμουν, ἐκείνους μὲν οὐδὲν ἔβλαπτον, ἑαυτοὺς δὲ μυρίοις περιέβαλλον κακοῖς, πόλεως, καὶ ἐλευθερίας, καὶ τῶν ἄλλων ἁπάντων ἐκπίπτοντες, καὶ τὸ μὲν κήρυγμα ηὐξάνετο, οἱ δὲ ἐπιβουλεύοντες κατελύοντο.
 [04035]  Καθάπερ ὁ στρουθὸς καὶ ὑπὸ παιδίων ἁλίσκεται, καὶ ἰξοῦ, καὶ παγίδος, καὶ μυρίοις ἑτέροις·
 [04078]  ∆ιὰ τοῦτο τὸν Ἀβραὰμ θαυμάζομεν, διὰ τοῦτο τὸν Λὼτ, διὰ τοῦτο τὸν Μωϋσέα, ὅτι καθάπερ ἐν βαθείᾳ νυκτὶ ἀστέρες ἐφαίνοντο, καὶ μεταξὺ τῶν ἀκανθῶν ῥόδα, καὶ ἐν μυρίοις λύκοις πρόβατα, τὴν ἐναντίαν πᾶσιν ὁδεύοντες ὁδὸν, καὶ μὴ διακοπτόμενοι.
 [04444]  Νυνὶ δὲ, ἃ μηδέποτε πεπόνθατε εἰδωλολατροῦντες, ἀσεβοῦντες, παῖδας σφάζοντες, ταῦτα πεπόνθατε νῦν, καὶ λύσις οὐδεμία τῶν δεινῶν, καὶ ἀλῆται καὶ φυγάδες καὶ πλάνοι καὶ νόμοις Ῥωμαίων δουλεύοντες, μετέρχεσθε γῆν καὶ θάλατταν, μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερωσύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημένοι, ἐν μέσοις βαρβάροις καὶ μυρίοις ἔθνεσι διεσπαρμένοι, μισούμενοι παρὰ πάντων ἀνθρώπων, βδελυροὶ, καὶ πᾶσιν εἰς τὸ κακῶς παθεῖν προκείμενοι.
 [05314]  Ὅτε γὰρ τοῖς ἀποστόλοις ἐπολέμουν, ἐκείνους μὲν οὐδὲν ἔβλαπτον, ἑαυτοὺς δὲ μυρίοις περιέβαλλον κακοῖς, πόλεως, καὶ ἐλευθερίας, καὶ τῶν ἄλλων ἁπάντων ἐκπίπτοντες, καὶ τὸ μὲν κήρυγμα ηὐξάνετο, οἱ δὲ ἐπιβουλεύοντες κατελύοντο.
 [05798]  Καθάπερ ὁ στρουθὸς καὶ ὑπὸ παιδίων ἁλίσκεται, καὶ ἰξοῦ, καὶ παγίδος, καὶ μυρίοις ἑτέροις·
 [05841]  ∆ιὰ τοῦτο τὸν Ἀβραὰμ θαυμάζομεν, διὰ τοῦτο τὸν Λὼτ, διὰ τοῦτο τὸν Μωϋσέα, ὅτι καθάπερ ἐν βαθείᾳ νυκτὶ ἀστέρες ἐφαίνοντο, καὶ μεταξὺ τῶν ἀκανθῶν ῥόδα, καὶ ἐν μυρίοις λύκοις πρόβατα, τὴν ἐναντίαν πᾶσιν ὁδεύοντες ὁδὸν, καὶ μὴ διακοπτόμενοι.
000-00-00 Serial Number=0152488768
Fragmenta in Proverbia Ante [Go Back]  
 [00773]  κἂν μυρίοις δουλεύῃς, οὐκ ἐκείνοις δουλεύεις ἀλλὰ σεαυτῷ·
 [01571]  [79] β.] Ὁμοφρονοῦντες οἱ Χριστοῦ μαθηταὶ, ἀδελφοὶ ἦσαν, καὶ ὡς μυρίοις ἕρκεσιν ἠσφαλισμένον βασίλειον ὀχυροὶ ἦσαν·
000-00-00 Serial Number=0319431305
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00009]  Εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐδεὶς ἂν ταύτης χωρὶς στέφανον λάβοι, εἰ μὴ καὶ πόνοις καὶ σιτίων παρατηρήσει καὶ νόμου διαίτῃ καὶ ἀγρυπνίαις, καὶ μυρίοις ἑτέροις ἑαυτὸν ὀχυρώσῃ, πολλῷ μᾶλλον ἐνταῦθα.
000-00-00 Serial Number=0716003597
In Acta apostolorum Ante [Go Back]  
 [04339]  ἀντεπεξαγάγωμεν αὐτῷ Πέτρον τὸν ἐν δεσμοῖς, εἰ δοκεῖ, τὸν ἐν μυρίοις κακοῖς·
 [05931]  Τοὺς ἐμπίπτοντας ἅπαντας μυρίοις διετίθει κακοῖς, ἅτε ἀπὸ τῆς σφαγῆς ταύτης θρασύτερος γεγονώς.
 [07883]  Εἰπὲ δή μοι, εἰ τὰ μεγάλα ἠδίκησας εἴς τινα καὶ ὕβρισας, καὶ μυρίοις αὐτὸν ὀνείδεσι περιβαλὼν, εἰς τὰς χεῖρας ἐνέπεσες τοῦ ὑβρισθέντος, ὁ δὲ ἀντὶ τούτων ἐτίμησε, καὶ τῶν αὐτοῦ μετέδωκεν ἁπάντων, καὶ ἐν τοῖς φίλοις ἐφ' ὧν ὑβρίσθη, ἐπὶ τούτων σε ἐστεφάνωσε, καὶ ἔφησεν ὡς υἱὸν ἔχειν γνήσιον, εἶτα εὐθέως ἀπέθανεν·
 [08923]  Ἂν δὲ καὶ τὸν οὐρανὸν ἴδῃς τοῖς ἄστροις ὥσπερ τισὶ μυρίοις κατεστιγμένον ὀφθαλμοῖς, πᾶσαν ἡδονὴν καρπώσῃ, ἔννοιαν λαβὼν εὐθὺς τοῦ ∆ημιουργοῦ.
 [09999]  οὕτω καὶ ψυχὴ μυρίοις ταριχευθεῖσα κακοῖς, πρὸς ἀνάπαυσιν καὶ ἡσυχίαν ἐπείγεται εἶναι.
 [09999]  προσεδόκησαν ἀπαλλάττεσθαι τῶν κατεχόντων αὐτοὺς κακῶν ἐκεῖνοι, καὶ μυρίοις περιέπεσον μᾶλλον δεινοῖς·
 [09999]  [60.349] Ἔστω παρ' ἡμῖν ὁ τῆς ὀργῆς σπινθὴρ, ὥστε εὐκαίρως ἀνάπτεσθαι, μὴ καθ' ἡμῶν αὐτῶν, μηδὲ ἵν' ἡμᾶς μυρίοις περιβάλῃ κακοῖς.
 [09999]  Ψυχὴ γὰρ βαπτισθεῖσα μυρίοις κακοῖς, ὥσπερ τινὰς παραμυθίας ταύτας ἐπινοεῖν ἑαυτῇ πειρᾶται, ἵνα μὴ λυπῆται λογιζομένη, ὅτι κρίσις ἐστὶ, καὶ ὅτι ἐφ' ἡμῖν κεῖται τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς κακίας.
 [09999]  Ὅρα πῶς οὐδ' οὕτως ἀπέστησαν, ἀλλ' ἔρχονται μυρίοις κωλύμασι καί [60.344] τοι κωλυόμενοι, ὥστε κἀκεῖ καταισχυνθῆναι.
 [09999]  ὁ μυρίοις δουλεύων, ἢ ὁ μηδενί;
 [09999]  Ποτὲ μὲν γὰρ φιλανθρωπίας ἀπολαύομεν, ποτὲ δὲ χειμῶνος, ποτὲ καὶ παρ' οἰκείαν ἀβουλίαν, καὶ παρὰ τὸ ῥᾳθυμεῖν δὲ μυρίοις ἐμπίπτομεν κακοῖς·
000-00-00 Serial Number=0771587014
In Isaiam Ante [Go Back]  
 [00526]  Πάντοτε γὰρ ἦν ἀμείνων καὶ λαμπροτέρα, μυρίοις καλλωπιζομένη κόσμοις·
 [00597]  Ἐλαυνομένη γάρ, διωκομένη, μυρίοις κατακοπτομένη τρόποις, οὐ μόνον οὐκ ἠλαττονοῦτο, ἀλλὰ καὶ μείζων ἐγίνετο καὶ τοὺς ταῦτα ποιεῖν ἐπιχειροῦντας αὐτῷ τῷ πάσχειν μόνον κατέλυεν·
 [00656]  Οἱ μὲν γὰρ Ἰουδαῖοι μυρίοις δεθέντες δεσμοῖς, συνέτριψαν τὸν ζυγόν, διέρρηξαν τὸν δεσμόν, καθὼς ὁ προφήτης φησί·
 [01346]  εἰ τοίνυν Ἰουδαῖαι γυναῖκες κεκαλλωπισμέναι τοσαύτην ὑπέμειναν τιμωρίαν, τῆς πατρίδος ἐκ βάθρων ἀνασπασθείσης, καὶ μετὰ τὴν πολλὴν τρυφὴν δοῦλαι καὶ αἰχμάλωτοι καὶ ἀπόλιδες εἰς τὴν ἀλλοτρίαν ἀπενεχθεῖσαι χώραν καὶ λιμῷ καὶ λοιμῷ καὶ θανάτοις παραδοθεῖσαι μυρίοις·
 [02127]  Ἐπεὶ οὖν κἀκεῖνοι φθόνῳ πολλῷ καὶ βασκανίᾳ τηκόμενοι καὶ ἑτέροις μυρίοις πολιορκούμενοι πάθεσι, παχὺ τὸ ὄμμα τῆς διανοίας εἰργάσαντο, καθαρὰ βλέπειν οὐκ ἔτι λοιπὸν ἠδύναντο.
000-00-00 Serial Number=0056435883
In Joannem Ante [Go Back]  
 [01549]  ἀλλ' ὅτι πρὸς τούτῳ καὶ μυρίοις περιβάλλει κακοῖς, ὅπερ ἔφθην εἰπὼν, τοὺς πειθομένους αὐτῷ.
 [03041]  καὶ μακροὺς συνείρουσιν ἐπαίνους, πρὸς τοὺς κατηγοροῦντας αὐτῶν ἀπολογίαν συντιθέντες, καὶ μυρίοις βάλλοντες σκώμμασι τοὺς ἐναντιουμένους·
 [04959]  Ὅτι πράξαντος πολλὰ καὶ χαλεπὰ ἁμαρτήματα, καὶ οὐ διαλιπόντας ἀπὸ νεότητος εἰς ἔσχατον γῆρας μυρίοις τὴν ψυχὴν καταῤῥυπαίνειν ἑαυτῶν κακοῖς, οὐδενὸς τούτων ἀπῄτησεν εὐθύνας ἡμᾶς τῶν ἁμαρτημάτων, ἀλλ' ἔδωκεν αὐτῶν ἄφεσιν διὰ λουτροῦ παλιγγενεσίας, καὶ δικαιοσύνην καὶ ἁγιασμὸν ἐχαρίσατο.
 [05139]  Οὐδὲν τῆς ἀληθείας φανερώτερον, οὐδὲ ἰσχυρότερον γένοιτ' ἂν, ὥσπερ τοῦ ψεύδους οὐδὲν ἀσθενέστερον, κἂν μυρίοις παραπετάσμασι συσκιάζηται.
000-00-00 Serial Number=0284591913
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01532]  Ὅτε γοῦν αὐτὸν ὁ Σεμεεὶ μυρίοις ἔπλυνεν ὀνείδεσι, τοῦ στρατηγοῦ τοῦ παρόντος ἀγανακτοῦντος, ἔλεγεν, Ἄφες αὐτὸν καταρᾶσθαί με, ὅτι Κύριος ἐνετείλατο αὐτῷ.
 [02687]  οὕτως ἐστὶν εὐεπηρέαστος, καὶ θανάτῳ καὶ νόσοις καὶ ἀέρων ἀνωμαλίαις καὶ ἑτέροις μυρίοις διαλυομένη ῥᾳδίως.
 [02764]  Οἱ γὰρ μυρίοις περιπεσόντες κινδύνοις, καὶ ἐκ τῆς εἰς τὸν Θεὸν ἐλπίδος ἀνενεγκόντες, ἐπαιδεύοντο ταύτης [61.460] ἔχεσθαι ἐπὶ πλεῖον ἐν πᾶσι.
 [03488]  καὶ ὅταν λοιδορηθεὶς, μὴ μόνον οὐκ ἀντιλοιδορήσῃ, ἀλλὰ καὶ εὐλογήσῃ, χαλεπώτερον ἔπληξεν, ἢ εἰ μυρίοις ὀνείδεσιν ἔπλυνεν.
 [04986]  ἕως δ' ἂν ἔχῃς, κἂν μυρίοις ᾖς δεδωκὼς, ὦσι δὲ ἕτεροι πεινῶντες, οὐδεμία σοι ἀπολογία.
000-00-00 Serial Number=0039515913
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00967]  Καὶ διέπτυσεν ὁ Κίλιξ, ὁ δεσμώτης, ὁ σκηνοποιὸς, ὁ πένης, ὁ ἐν λιμῷ ζῶν τὸν ἀπὸ τῆς Ῥώμης, τὸν πλούσιον, τὸν βασιλεύοντα, τὸν πάντων κρατοῦντα, τὸν μυρίοις μυρία παρ
 [02824]  ἐν γὰρ τοῖς μυρίοις γίνονται δίκαιοι·
000-00-00 Serial Number=0394067645
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00705]  Εἰπὲ γὰρ, εἰ δώδεκα ἄνδρες πολεμικῶν ἄπειροι πραγμάτων εἰς παράταξιν στρατιωτῶν ἄπειρον καὶ ὡπλισμένην εἰσπηδήσαντες, οὐκ ἄοπλοι μόνον, ἀλλὰ καὶ ἀσθενεῖς τὸ σῶμα, ὑπὸ μὲν ἐκείνων οὐδὲν ἔπαθον, μηδὲ μυρίοις βαλλόμενοι βέλεσιν ἐτρώθησαν, ἔχοντες δὲ ἐμπεπερονημένα τὰ βέλη γυμνῷ τῷ σώματι πάντας κατέβαλλον, οὐχ ὅπλοις κεχρημένοι, ἀλλὰ τῇ χειρὶ παίοντες, εἶτα τοὺς μὲν ἀνεῖλον, τοὺς δὲ αἰχμαλώτους λαβόντες ἀπήγαγον, μηδὲ τραύματα αὐτοὶ δεξάμενοι, ἆρά τις τὸ γινόμενον ἀνθρώπινον εἶναι ἔφησε;
 [02486]  Καὶ γὰρ τὸ δεινὸν τοῦτό ἐστιν, ὅτι οὐδὲ ἐν παραδείσῳ ὢν ἁμαρτάνεις, ἀλλ' ἐν τοῖς μυρίοις τοῦ παρόντος βίου κακοῖς, καὶ οὐδὲ τῇ ταλαιπωρίᾳ σωφρονέστερος γίνῃ·
 [02506]  Οὐχ ὁρᾷς τοὺς ἀνθρώπους, οἳ πολλάκις ὑπὲρ μιᾶς κλοπῆς καὶ μιᾶς μοιχείας ἐν μικρᾷ ῥοπῇ γινομένης ἐν δεσμωτηρίοις καὶ μετάλλοις ὁλόκληρον αὐτῶν τὸν βίον ἀνάλωσαν, λιμῷ διηνεκεῖ καὶ μυρίοις παλαίοντες θανάτοις;
 [03179]  Εἰδέναι τὴν εὐτέλειαν τῶν πραγμάτων, καὶ πῶς δραπέτης οἰκέτης καὶ ἀγνώμων ἐστὶν ὁ πλοῦτος, καὶ μυρίοις περιβάλλει κακοῖς τοὺς ἔχοντας·
 [07347]  Καὶ γὰρ πρὸ τῆς γεέννης καὶ πρὸ τῆς κολάσεως ἐκείνης μυρίοις κἀνταῦθα ἡμᾶς περιβάλλει πολέμοις, καὶ στάσεις ἐγείρει καὶ μάχας.
 [07503]  Καὶ γὰρ καὶ οὗτοι οἰκέται εἰσὶ προσκεκρουκότες, ἠτιμωμένοι, κατάδικοι, δεσμῶται ἀφορήτῳ κολάσει τηρούμενοι, μυρίοις ὑπεύθυνοι κακοῖς.
 [09784]  Οὕτως οἱ βα-σκαίνοντες μυρίοις ἑαυτοὺς περιέπειραν κακοῖς.
000-00-00 Serial Number=0659941256
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01503]  Ἐπειδὴ γὰρ ἔτι νέοις οὖσιν ἐνοχλεῖ τὰ τῶν ἐπιθυμιῶν, τὸν μὲν πρὸ τοῦ γάμου χρόνον παραινέσεσιν, ἀπειλαῖς, φόβοις, ἐπαγγελίαις, μυρίοις ἑτέροις αὐτοὺς κατέχετε·
 [01550]  σώματι δὲ ἀκαθάρτῳ καὶ ῥυπαρῷ, καὶ οὐ τῷ παιδὶ τῷ σῷ μόνον, ἀλλὰ μυρίοις ἑτέροις χρησιμεύοντι καταχρήσῃ, καὶ οὐ βδελύξῃ;
 [02339]  οἱ μὲν νόσῳ μακρᾷ παρεδόθησαν, οἱ δὲ βασάνοις διηνεκέσιν, οἱ δὲ ἑτέροις μυρίοις δεινοῖς.
 [02535]  Καὶ γὰρ ἐν ἡμέρᾳ ἂν γρηγορῇ τις, μὴ νήφῃ δὲ, μυρίοις περιπεσεῖται δεινοῖς, Ὥστε γρηγορήσεως ἐπίτασις ἡ νῆψίς ἐστιν.
 [02938]  Ὅτι γὰρ οὐ παίδων ἕνεκεν ταῦτα ποιεῖτε μαρτυροῦσιν ὅσοι παῖδας μὲν οὐκ ἔχουσιν οὐδὲ ἕξουσι, κόπτονται δὲ οὕτω καὶ ταλαιπωροῦσι, καὶ πλοῦτον περιβάλλονται, ὅσον ἂν εἰ μυρίοις εἶχον καταλεῖψαι παισίν.
000-00-00 Serial Number=0311233997
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00237]  πόθεν ἐκείνῳ κατὰ γνώμην τὰ πράγματα προχωρεῖ, ἑτέρῳ δὲ μυρία ἐπὶ μυρίοις ἐμποδίσματα;
 [00569]  Ἐννόησον γὰρ [62.516] ὅσον ἦν πρὸς καθημερινὰς ὕβρεις, λοιδορίας, ἐπιβουλὰς, κινδύνους, σκώμματα, ὀνείδη, θανάτους ἵστασθαι, καὶ μὴ ἀποκάμνειν μηδὲ ὀλισθαίνειν μηδὲ περιτρέπεσθαι, ἀλλὰ, πάντοθεν βαλλόμενον μυρίοις καθ' ἑκάστην ἡμέραν τοῖς βέλεσιν, ἀτενὲς ἔχοντα τὸ ὄμμα ἑστάναι καὶ ἀκατάπληκτον.
 [01567]  τί καὶ τὸν τράχηλον μυρίοις δεσμοῖς περιβάλλεις;
 [01919]  οὗτος δὲ οὐδὲ βουλομένους ἀφίησι σωφρονεῖν, ἀλλ' ἐξάγει καὶ καταστρέφει, καὶ μυρίοις ἐμβάλλει δεινοῖς.
000-00-00 Serial Number=0698115051
In epistulam ad Colossenses Ante [Go Back]  
 [03373]  Ἡ ταῦτα περικειμένη ψυχὴ περισκοπεῖ, τίς εἶδε, τίς οὐκ εἶδε, τύφου πεπλήρωται, φροντίσι κατέχεται, μυρίοις ἑτέροις δέδεται πάθεσιν·
000-00-00 Serial Number=0452694058
In epistulam ad Ephesios Ante [Go Back]  
 [02214]  Βαβαὶ, ὁ ὠμὸς, ὁ ἀπηνὴς, ὁ μυρίοις συζῶν κακοῖς, ὁ τοῦτο μελετῶν ἀεὶ, οὕτω φιλάνθρωπος, οὕτω κηδεμονικὸς ἀθρόως γέγονεν.
 [03548]  Κἂν ὄνος ἀνακράξῃ, κἂν ἀλεκτρυὼν, κἂν πτάρῃ τις, κἂν ὁτιοῦν συμβῇ, καθάπερ μυρίοις δεδεμένοι δεσμοῖς, ὅπερ ἔφην, καθάπερ ἐν σκότῳ κατεχόμενοι, πάντα ὑποπτεύουσι, καὶ μυρίων εἰσὶν ἀνδραπόδων δουλικώτεροι.
 [04450]  ἂν δὲ σιγήσῃς, οὐκέτι ἑνὶ στόματι, ἀλλὰ μυρίοις τοῖς τῶν ἄλλων αὐτὸν βάλλεις, καὶ μᾶλλον ἀμύνῃ.
 [04816]  Καὶ σὺ τοίνυν ὑβρίζεις τὸν Θεὸν καθάπερ εἰδωλολάτρης, οὐχ ἑνὶ στόματι τῷ σῷ, ἀλλὰ μυρίοις τοῖς ἠδικημένοις.
 [07130]  Τοιοῦτόν τι ἡ ψυχὴ πείσεται τότε, τῶν σκωλήκων αὐτῇ περιεστώτων καὶ διατρωγόντων, οὐκ ἐπὶ δύο ἔτεσιν, οὐδὲ ἐπὶ τρισὶν, οὐδὲ ἐπὶ δέκα, οὐδὲ ἐπὶ ἑκατὸν, οὐδὲ ἐπὶ μυρίοις, ἀλλ' ἐπὶ ἀτελευτήτοις·
000-00-00 Serial Number=0630790532
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01374]  πῶς μυρίοις κέχρηται ὀφθαλμοῖς;
000-00-00 Serial Number=0208500624
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00294]  ὁ κακοήθη καλῶν καὶ κακοῦργον καὶ βάσκανον, καὶ μυρίοις ἑτέροις βάλλων ὀνείδεσι, τίνα οὐχ ὑποστήσεται κολάσεως δίκην;
 [01063]  τότε δὲ μυρίοις ἂν ὑπεύθυνος ἦς.
 [01164]  ἐκείνης δὲ χωρὶς, κἂν αὐτῶν τῶν ἀποστόλων μείζονα ἐργασώμεθα σημεῖα, κἂν μυρίοις κινδύνοις ἑαυτοὺς ὑπὲρ τῆς πίστεως παραβάλωμεν, οὐδὲν ἡμῖν ἔσται ὄφελος.
 [01592]  οὐ τῇ ἀδελφότητι δὲ μόνον τετίμηκεν, ἀλλὰ καὶ ἑτέροις μυρίοις·
 [03578]  σῶμα μὲν πολλάκις νεκρὸν καὶ ἀναίσθητον, οὐκέτι τῆς τιμῆς αἰσθανόμενον, μυρίοις καὶ ποικίλοις καὶ διαχρύσοις ἱματίοις περιστέλλεις·
 [06314]  Κἂν μηδὲν ἡμῖν ἕτερον εἰργασμένον εἴη κακὸν, τοῦτο ἱκανὸν ἦν ἡμᾶς ἀπολέσαι, καὶ εἰς γέενναν ἀπαγαγεῖν, τοῦτο μυρίοις περιβαλεῖν κακοῖς.
 [07304]  σὺ δὲ μετὰ τοῦ ὁμοφύλου καὶ μυρία ἔχων δικαιώματα, τὸ συγγενὲς, τὸ λογικὸν, τὸ τὸν Θεὸν εἰδέναι, τῆς φύσεως τὴν ἰσχὺν, μυρία ἄλλα ἕτερα, τὸν συγγενῆ καὶ τῆς αὐτῆς φύσεως κεκοινωνηκότα, τοῦτον ἀναιρεῖς, καὶ μυρίοις περιβάλλεις κακοῖς.
 [08991]  μυρίοις κινδύνοις ἑαυτὸν περιέβαλε μετὰ ταῦτα, διὰ πάντων δεικνὺς αὑτοῦ τὴν ἀνδρείαν καὶ τὸ παράστημα τῆς ψυχῆς.
000-00-00 Serial Number=0826871812
In epistulam ad Philippenses Ante [Go Back]  
 [01120]  Φοβῇ τὸ μέλλον, μυρίοις ἐνέχῃ δεινοῖς, καὶ οὐ βούλει εἶναι πρὸς τὸν Χριστόν;
 [04847]  Εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐδεὶς ἂν ταύτης χωρὶς στέφανον λάβοι, εἰ μὴ καὶ πόνοις καὶ σιτίων παραιτήσει καὶ νόμῳ διαίτης καὶ ἀγρυπνίαις καὶ μυρίοις ἑτέροις ἑαυτὸν ὀχυρώσειε, πολλῷ μᾶλλον ἐνταῦθα.
000-00-00 Serial Number=0854753852
In epistulam ad Romanos Ante [Go Back]  
 [02482]  οὕτω καὶ ὁ Θεὸς αὐτὸν ἐφίλησε μυρίοις ὑπεύθυνον ὄντα, οὐχὶ κολάσεως ἀπαλλάξας μόνον, ἀλλὰ καὶ δίκαιον ἐργασάμενος, Ἔχει τοίνυν καυχᾶσθαι ὡς μεγάλης καταξιωθεὶς ἀγάπης.
 [03168]  Οὕτω γοῦν καὶ οἱ Ἰουδαῖοι, ὅτε μὲν τῷ πηλῷ καὶ τῇ πλινθουργίᾳ προσδεδεμένοι ἦσαν, καὶ ἐπιεικεῖς ἦσαν, καὶ τὸν Θεὸν ἐκάλουν συνεχῶς, ὅτε δὲ ἐλευθερίας ἀπήλαυσαν, καὶ ἐγόγγυζον, καὶ παρώξυναν τὸν ∆εσπότην, καὶ μυρίοις ἑαυτοὺς περιέπειρον κακοῖς.
 [03195]  Εἰ γὰρ εἰς κάμινον ἐμπεσόντες οἱ παῖδες οἱ τρεῖς, καὶ ἐν δεσμωτηρίοις ὄντες ἕτεροι καὶ ἐν μυρίοις ἄλλοις κακοῖς, οὐ διέλιπον εὐχαριστοῦντες·
 [03829]  Ἢ οὐ φόνος, εἰπέ μοι, καὶ φόνου χεῖρον, τὸ λιμῷ παραδοῦναι πένητα καὶ εἰς δεσμωτήριον ἐμβαλεῖν, καὶ μετὰ τοῦ λιμοῦ καὶ βασάνοις ἐκδοῦναι καὶ μυρίοις αἰκισμοῖς;
 [03856]  Σὺ δὲ μετὰ τῆς φύσεως μυρίας ἔχων ὑποθέσεις συναγούσας σε καὶ σφιγγούσας πρὸς τὰ οἰκεῖα μέλη, τὸ τετιμῆσθαι λόγῳ, τὸ μετέχειν εὐσεβείας, τὸ κοινωνῆσαι μυρίων ἀγαθῶν, ἐκείνων ἀγριώτερος γέγονας, εἰς μὲν τὰ ἀνότητα πολλὴν τὴν σπουδὴν ἐνδεικνύμενος, τοὺς δὲ ναοὺς τοῦ Θεοῦ καὶ λιμῷ καὶ γυμνότητι παρορῶν ἀπολλυμένους, πολλάκις δὲ καὶ μυρίοις περιβάλλων κακοῖς.
 [06686]  Αὕτη μετὰ τῆς ἀπωλείας πολὺν καὶ τὸν γέλωτα ἐπάγει, καὶ πρὸ τῆς κολάσεως τῆς ἐκεῖ, μυρίοις ἐνταῦθα περιβάλλει δεινοῖς.
 [08485]  Στρέψον αὐτῷ καὶ τὴν ἄλλην σιαγόνα, καὶ μυρίοις αὐτὸν πλήξεις τραύμασιν.
 [09999]  ἡσυχάζειν δὲ ὅλως, ἀλλ' οὐ πανταχοῦ περιτρέχειν, καὶ μυρίοις ἑαυτοὺς ἐκδιδόναι θανάτοις ὑπὲρ τῶν προβάτων τούτων;
 [09999]  Ὁ γὰρ καλὸς ποιμὴν καὶ τοιοῦτος, οἷον ὁ Χριστὸς βούλεται, μυρίοις ἁμιλλᾶται μάρτυσιν.
 [09999]  ἀνελεῖν σε ἐσπούδαζεν ὁ παῖς, καὶ μυρίοις σε περιέβαλε κακοῖς·
 [09999]  Τοῦ κήρυκος τῆς οἰκουμένης, τοῦ τοσαῦτα παθόντος, τοῦ μυρίοις ἀρκοῦντος.
 [09999]  Αἰχμάλωτος μὲν οὐκ ἐγένετο, αἰχμαλώτων δὲ πολλῷ χαλεπώτερα ἔπασχεν, οὐ πατρίδος ἀλλοτριούμενος μόνον καὶ οἰκίας, ἀλλὰ καὶ λιμῷ παλαίων καὶ θανάτῳ διηνεκεῖ καὶ μυρίοις ἑτέροις.
000-00-00 Serial Number=0309620917
In epistulam ad Titum Ante [Go Back]  
 [00195]  Καὶ εἴ τις ἀκριβῶς ἐξετάσειε τὸ πρᾶγμα, οὐκ ἐπὶ ἀρχὴν ἔρχεται ὁ τοιοῦτος, ἀλλὰ δουλεύει μυρίοις δεσπόταις ἐναντία καὶ ἐπιθυμοῦσι καὶ λέγουσιν.
000-00-00 Serial Number=0766980171
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00126]  πῶς δὲ καὶ τὸν πατριάρχην Ἀβραὰμ δι' αὐτῆς μυρίοις ἀνέδησεν ἐγκωμίων στεφάνοις, ὅτι τὰ παρόντα πάντα παραδραμὼν, παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσε;
 [00602]  Οὐ γάρ ἐστιν ἴσον πανταχόθεν πολεμούμενον καὶ μυρίοις περιαντλούμενον κακοῖς δυνηθῆναι στῆναι γενναίως, καὶ καθάπερ ἐν λιμένι καθήμενον νῦν καὶ πάσης ἀπολαύοντα ἀδείας τὴν αὐτὴν ἐπιδείξασθαι προθυμίαν.
000-00-00 Serial Number=0616521060
In illud In faciem ei restiti Ante [Go Back]  
 [00124]  Οὗτος οὖν, εἰπέ μοι, δειλὸς καὶ ἄνανδρος, ὁ τοσούτου φόβου καὶ τοσούτων κινδύνων ἐπικρεμαμένων, μετὰ τοσαύτης παῤῥησίας πρὸς τοὺς αἱμοβόρους κύνας ἐκείνους, καὶ τῷ θυμῷ ζέοντας ἔτι, καὶ φόνου πνέον τας εἰσελθὼν καὶ εἰπὼν, ὅτι ὁ σταυρωθεὶς ὑπ' αὐτῶν, καὶ ἀνέστη, καὶ ἐν τοῖς οὐρανοῖς ἐστι, καὶ ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, καὶ μυρίοις τοὺς ἐχθροὺς αὐτοῦ περιβάλλει κακοῖς;
000-00-00 Serial Number=0340542436
In illud Messis quidem multa Ante [Go Back]  
 [00105]  πῶς καταλύ σομεν τυράννων θυμὸν, δήμων ἐπαναστάσεις, φιλοσόφων κατασκευὰς, ῥητόρων δεινότητα, προλήψεως τυραννίδα, συνηθείας παλαιᾶς ἰσχὺν, δαιμόνων ἐπιβουλὰς, ψυχὰς μυρίοις νοσήμασι προκατειλημμένας;
000-00-00 Serial Number=0538046181
In illud Ne timueritis Ante [Go Back]  
 [00772]  ἀλλ' ὥσπερ ἐν στήλῃ χαλκῇ τὸ ὄνομά σου περιφέρουσα ἡ οἰκία, καὶ τοὺς οὐδὲ ζῶντά σε ἑωρακότας παρασκευάζει μυρίοις βάλλειν ὀνείδεσιν.
000-00-00 Serial Number=0274331331
In illud Nolite thesaurizare vobis thesauros in terra Ante [Go Back]  
 [00091]  μυρίοις κακοῖς ὑπεύθυνος ἐγενόμην·
000-00-00 Serial Number=0766586721
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00242]  εἶτα οὕτως εἰς ἀῤῥωστίαν αὐτὸν ἐμ βαλοῦσαι χαλεπὴν, καὶ φθορᾷ παραδοῦσαι, καὶ τη κεδόνι μακρᾷ, καὶ μυρίοις περιβαλοῦσαι κακοῖς, ἀπ ήνεγκαν τῆς παρούσης ζωῆς.
000-00-00 Serial Number=0123988032
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00515]  Καὶ γὰρ ὑποκριτῶν ἔργον, τὸ δημοσίᾳ μὲν καὶ πάντων ὁρώντων τὰς χεῖρας φιλεῖν τῶν ἱερέων, καὶ γονάτων ἅπτεσθαι, καὶ παρακαλεῖν ὑπὲρ αὐτῶν εὔχεσθαι, καὶ δεομένους βαπτίσματος ἐπὶ τὰς ἐκείνων τρέχειν θύρας, οἴκοι δὲ καὶ ἐν ἀγοραῖς τοὺς τοσούτων ἀγαθῶν αἰτίους ἡμῖν καὶ διακόνους μυρίοις πλύνειν ὀνείδεσιν, ἢ ἑτέρων ὀνειδιζόντων ἀνέχεσθαι.
000-00-00 Serial Number=0736781657
In illud Verumtamen frustra conturbatur Ante [Go Back]  
 [00096]  τί με, καθάπερ δραπέτην, μυρίοις δεσμοῖς περισφίγγετε;
000-00-00 Serial Number=0280908108
In pharisaeum et meretricem Ante [Go Back]  
 [00013]  Συνηγορεῖ μου τῷ λόγῳ πρὸς ἄλλοις μυρίοις ἐκείνη ἡ πόρνη ἡ τὴν πίστιν καὶ τὴν μετάνοιαν, καθάπερ δύο λαμπάδας, κρατήσασα, καὶ προσδραμοῦσα τῷ οὐρανίῳ νυμφίῳ, καὶ γενομένη νύμφη Χριστοῦ ἐν μιᾷ ἡμέρᾳ.
000-00-00 Serial Number=0188506782
In principium Actorum Ante [Go Back]  
 [01435]  Καίτοι γε εἰ καὶ τετελευτήκει Χριστὸς καὶ οὐκ ἀνέστη, πῶς εἶχε λόγον τοὺς ἡνίκα ἔζη φυγόντας διὰ τὸν ἐπικείμενον κίνδυνον, ἡνίκα ἐτελεύτησε μυρίοις ἑαυτοὺς δι' ἐκεῖνον περιβάλλειν κινδύνοις;
000-00-00 Serial Number=0783276677
In quatriduanum Lazarum [1] Ante [Go Back]  
 [00122]  Ὁ Πατὴρ ὁ σὸς διὰ μόνην ἁμαρτίαν τὸν Ἀδὰμ ἐξήγαγεν ἐκ τοῦ παραδείσου, καὶ σὺ τὸν λῃστὴν εἰσάγεις, τὸν μυρίοις κακοῖς καὶ μυρίαις παρανομίαις ὑπεύθυνον;
000-00-00 Serial Number=0233769238
In sancta et magna parasceve Ante [Go Back]  
 [00062]  ἤχθη εἰς τὸ πραιτώριον ὁ μυρίοις ἀγγέλοις δορυφορούμενος.
000-00-00 Serial Number=0615384817
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00141]  Ἠλαύνετο, ἐπο λεμεῖτο, ἐμαστίζετο, μυρίοις ἐπεβουλεύετο τρόποις, ἔξωθεν, ἔσωθεν, ὑπὸ τῶν δοκούντων οἰκείων εἶναι, ὑπὸ τῶν ἀλλοτρίων.
000-00-00 Serial Number=0958758295
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00127]  Πόλεμος ἀνεῤ ῥιπίσθη ποτὲ χαλεπὸς κατὰ τῶν Ἐκκλησιῶν, καὶ καθά περ τυραννίδος χαλεπωτάτης τὴν γῆν καταλαβούσης, ἐκ μέσης ἀνηρπάζοντο τῆς ἀγορᾶς ἅπαντες, ἄτοπον μὲν οὐδὲν ἐγκαλούμενοι, ὅτι δὲ τῆς πλάνης ἀπαλλαγέντες, πρὸς τὴν εὐσέβειαν ἔδραμον, ὅτι τῆς τῶν δαιμόνων θρη σκείας ἀπέστησαν, ὅτι τὸν ἀληθινὸν Θεὸν ἐπέγνωσαν, καὶ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ προσεκύνησαν, καὶ ὑπὲρ ὧν στεφανοῦσθαι αὐτοὺς ἐχρῆν, καὶ θαυμάζεσθαι καὶ τιμᾶσθαι, ὑπὲρ τούτων ἐκολάζοντο καὶ μυρίοις περιηντλοῦντο δεινοῖς πάντες οἱ τὴν πίστιν παραδεξάμε νοι, πολλῷ δὲ πλέον οἱ τῶν Ἐκκλησιῶν προεστῶτες.
 [00186]  Καθάπερ γὰρ ἀθλητὴν γενναῖον τοὺς ἀνταγωνιστὰς καταπαλαίσαν τα ἅπαντας, καὶ μετὰ λαμπρᾶς ἐξελθόντα δόξης ἀπὸ τοῦ σκάμματος, εὐθέως δεχόμενοι οἱ θεαταὶ, οὐδ' ἐπιβῆναι τῆς γῆς ἀφίασι, φοράδην ἀπάγοντες οἴκαδε, καὶ μυρίοις βάλλοντες ἐγκωμίοις·
000-00-00 Serial Number=0401477218
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00055]  Καὶ πάλιν ὅταν ἴδη τέ τινα τῶν μελλόντων ἐκεῖ πολλῆς ἀπολαύειν τιμῆς ἐν θλίψει καὶ στενοχωρίᾳ, καὶ μυρίοις ὄντα κακοῖς ἐν τῇ προσκαίρῳ ταύτῃ ζωῇ, μὴ δακρύητε διὰ τὰ παρόντα δεινὰ, ἀλλὰ μακαρίζητε, καὶ ζηλωτὸν εἶναι νομίζητε διὰ τοὺς ἀποκειμένους αὐτῷ στεφάνους ἐν τοῖς ἀπείροις αἰῶσιν ἐκείνοις.
000-00-00 Serial Number=0842302382
Quales ducendae sint uxores Ante [Go Back]  
 [00456]  Οὐ γὰρ οὕτως αὐτὰς ἔτρεφον αἱ μητέρες, καθάπερ τὰς νῦν, βαλανείοις πυκνοῖς, μύρων ἀλοιφαῖς, ἐπιτρίμμασι σκιαγραφίας, μαλακοῖς ἱματίοις, ἑτέροις μυρίοις διαφθείρουσαι τρόποις, καὶ τοῦ δέοντος μαλακωτέρας ποιοῦσαι, ἀλλ' εἰς ἅπασαν αὐτὰς ἤγαγον ἐκεῖναι σκληραγωγίαν.
000-00-00 Serial Number=0650381088
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00174]  Καὶ γὰρ, ὡς δέσποινα τούτων ἀπάνθρωπος καὶ ὡς τύραννος ἀπηνὴς καὶ ὡς βάρβαρος ὠμὴ καὶ ὡς πόρνη πάνδημος καὶ πολυτελής, καταισχύνει καὶ κατατείνει καὶ μυρίοις κολάζει κινδύνοις τε καὶ τιμωρίαις τοὺς ἑλομένους δουλεύειν αὐτῇ·
000-00-00 Serial Number=0521982372
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00142]  σὺ δὲ μυρίοις, καὶ τούτοις οὐ νόμῳ γάμου γνωρίμοις, ἀλλ' ἑτέρῳ τινὶ τρόπῳ διαβεβλημένῳ καὶ κατεγνωσμένῳ παρὰ πάντων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»