Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum νήφειν [64]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum νήφειν


000-00-00 Serial Number=0308280170
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00410]  Καὶ γὰρ, εἰ μὴ τὸ πῦρ ἐκεῖνο ἠπείλητο ἡμῖν, μηδὲ ἀθάνατοι κολάσεις ἡμᾶς ἔμενον, αὐτὸ μόνον τὸ ἀλλοτριωθῆναι τοῦ Χριστοῦ, τοῦ πράου καὶ φιλανθρώπου, τοῦ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς θάνατον, καὶ πάντα παθόντος, ἵνα ἡμᾶς ἐξαιρήσηται τῆς κολάσεως ἐκείνης, καὶ καταλλάξῃ ἡμᾶς τῷ ἑαυτοῦ Πατρὶ ἐχθροὺς ὄντας τοῖς πταίσμασιν, εἰ καὶ μὴ τῶν προκειμένων ἐκείνων ἀνεκλαλήτων ἀγαθῶν καὶ ἀθανάτων ἐκπίπτειν μέλλομεν, πάσης κολάσεως μεῖζόν ἐστι, καὶ ἱκανὸν διεγεῖραι ψυχὰς, καὶ πεῖσαι νήφειν διαπαντός.
000-00-00 Serial Number=0032843232
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00033]  οὕτω δὴ καὶ ὁ κοινὸς ἁπάντων ἐχθρὸς βαθεῖαν ἐπιχειρήσας πῆξαι τὴν πληγήν, τούτου μὲν ἀπέτυχεν, ἐγρηγορέναι δὲ καὶ νήφειν τοῦ λοιποῦ παρεσκεύασε μᾶλλον.
000-00-00 Serial Number=0158409417
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00708]  καὶ πάλιν σοι τὸ αὐτὸ ἐρῶ ὅτι οὐκ ἔδει διὰ τὴν ἑτέρων ἀπροσεξίαν καὶ ῥᾳθυμίαν τοὺς δυναμένους νήφειν καὶ ἐγρηγορέναι καὶ μυρίους ἐκ τούτων ἀναδήσασθαι στεφάνους, ἐλαττοῦσθαι ἐν τῇ τῶν ἀμοιβῶν ἀντιδόσει.
000-00-00 Serial Number=0321444750
Ad populum Antiochenum Ante [Go Back]  
 [02508]  Σὺ δὲ ἐν εὐχαῖς μὲν καὶ ἱκετηρίαις μετὰ πολλῆς αὐτὸν καλεῖς τῆς ῥᾳθυμίας, ὅτε φρίττειν ἔδει, καὶ ἐγρηγορέναι, καὶ νήφειν·
 [04207]  τίς οὕτως ἀναίσθητος, ὡς τῆς πόλεως οὕτω σαλευομένης, καὶ ναυαγίας τοιαύτης ἀπειλουμένης, μὴ νήφειν καὶ ἐγρηγορέναι, καὶ πάσης συμβουλῆς καὶ παραινέσεως ἀκριβέστερον ἀπὸ τῆς ἀγωνίας διορθοῦσθαι ταύτης;
 [05475]  Χρὴ τοίνυν σπουδάζειν καὶ ἐγρηγορέναι καὶ νήφειν, εἰδότας ὡς οὐχὶ τῶν οἰκείων κατορθωμάτων μόνον, ἀλλὰ καὶ τῶν ἑτέροις κατορθουμένων ἀντίδοσιν ληψόμεθα μεγίστην, καὶ πολλῆς παρὰ τοῦ Θεοῦ τῆς εὐνοίας ἀπολαύσομεν·
 [05923]  Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τῆς τυχούσης ψυχῆς, ἐν τῇ τῶν πειρασμῶν ἐπαγωγῇ νήφειν, καὶ πρὸς τὸν Θεὸν βλέπειν, καὶ πάντων καταγελάσασαν τῶν ἀνθρωπίνων, πρὸς ἐκείνην κεχηνέναι τὴν συμμαχίαν.
000-00-00 Serial Number=0900637090
Adversus Judaeos Ante [Go Back]  
 [00643]  Ἠδύνατο μὲν γὰρ καὶ ἔξωθεν αὐτὸν ἀπαγαγεῖν ὁ Χριστὸς, ἀλλ' ἵνα σε παρασκευάσῃ νήφειν καὶ ἐναγώνιον εἶναι καὶ πρὸς τὴν μητέρα συνεχῶς καταφυγεῖν, ἀφῆκεν ἔξωθεν ὠρύεσθαι, ἵνα οἱ ἔνδοθεν, ἀκούοντες αὐτοῦ τῆς φωνῆς, μᾶλλον συσφίγγωνται, καὶ πρὸς ἀλλήλους καταφεύγωσιν.
000-00-00 Serial Number=0895665050
Catecheses ad illuminandos Ante [Go Back]  
 [00706]  Ὁρῶν γὰρ ὑμῶν τὸν πλοῦτον τὸν πνευματικὸν καὶ εἰδὼς τοῦ πονηροῦ δαίμονος τὴν μανίαν καὶ ὅτι νῦν μάλιστα πολλῆς ὑμῖν δεῖ τῆς ἀσφαλείας καὶ τῆς φυλακῆς, διὰ τοῦτο ταῦτα παρῄνεσα ὥστε καθ' ἑκάστην ἡμέραν νήφειν καὶ ἐγρηγορέναι καὶ διηνεκῆ τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι καὶ τὴν φυλακὴν περὶ τὸν θησαυρὸν ὑμῶν τοῦτον τὸν πνευματικόν, ἵνα μηδεμίαν παρείσδυσιν ὁ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας εὑρεῖν δυνηθῇ.
 [01005]  Ἐὰν βούλησθε νήφειν καὶ ἐγρηγορέναι, διὰ παντὸς τοῦ χρόνου αὖται ὑμῖν αἱ παστάδες εἰσὶ τεταμέναι, μόνον ἐὰν τὸ ἔνδυμα ὑμῶν τὸ νυμφικὸν ἀκέραιον καὶ φαιδρὸν διατηρήσητε.
 [01139]  Ἀκουέτωσαν οἱ ταῖς στρατείαις ἐγκατειλεγμένοι καὶ μανθανέτωσαν ὡς οὐδὲν κώλυμα γίνεται πρὸς ἀρετὴν τῷ νήφειν βουλομένῳ ἀλλ' ἔξεστι καὶ χλανίδα καὶ ζώνην περικειμένῳ καὶ γυναῖκα ἔχοντα καὶ παιδίων ἐπιμελούμενον καὶ οἰκετῶν φροντίζοντα καὶ ἀρχὴν ἐγκεχειρισμένον τῆς ἀρετῆς πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν.
000-00-00 Serial Number=0900266230
Commentarius in Job Ante [Go Back]  
 [00330]  μὴ τοίνυν ἀλγήσῃς, ὅτι ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν ἐρρίφη, ἀλλὰ εὐχαρίστησον τῷ θεῷ, ὅτι σοι ἀνάγκην ἔδωκε τοῦ νήφειν, ὅτι σοι παιδαγωγὸν ἐπέστησε φρικτὸν καὶ χαλεπόν.
 [00794]  καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ θεοῦ προνοίας ἔργον ἐστὶ τὸ καθ' ἑκάστην ἡμέραν αὐτὸν περιοδεύειν, ὥστε καὶ τὸ κρίμα αὐτῷ μεῖζον γενέσθαι καὶ ἡμᾶς μᾶλλον νήφειν.
000-00-00 Serial Number=0354907513
De Anna i Ante [Go Back]  
 [00181]  ἀλλ' ἵνα μάθῃς, ὅτι τὸν καιρὸν, ὃν ἀνέσεως ἕτεροι καὶ ἀδείας ποιοῦνται, τοῦτον εὐχῆς καὶ δακρύων ἐποιεῖτο καιρὸν, διὰ τὸ σφόδρα νήφειν καὶ ἐγρηγορέναι.
000-00-00 Serial Number=0273149192
De Lazaro Ante [Go Back]  
 [00332]  Ὅτι τότε μάλιστα νήφειν χρὴ καὶ ἐγρηγορέναι.
 [00334]  τὸν δὲ εὐχαριστοῦντα οὐχὶ μεθύειν, ἀλλὰ νήφειν δεῖ καὶ ἐγρηγορέναι.
 [01240]  Ταῦτα δὲ λέγω, ἐπειδὴ πολλοὶ πολλάκις, ἡμῶν παραινούντων προσέχειν ἑαυτοῖς καὶ νήφειν, ῥᾳθυμοῦσι καὶ εἰς γέλωτα τὴν παραίνεσιν ἐκβάλλουσι, λέγοντες·
000-00-00 Serial Number=0609427571
De consubstantiali Ante [Go Back]  
 [00018]  ∆ιὸ χρὴ νήφειν καὶ ἐγρηγορέναι·
000-00-00 Serial Number=0515082181
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00188]  Μᾶλλον δὲ πρὶν ἢ εἰς τὴν πεῖραν ταύτης ἐλθεῖν δίδαξον αὐτὸν νήφειν, ἐγρηγορέναι, εἰς προσευχὰς ἀγρυπνεῖν, πάντα καὶ λέγοντα καὶ ποιοῦντα τὴν σφραγῖδα ἐπιτίθεσθαι.
000-00-00 Serial Number=0492149115
De incomprehensibili dei natura Ante [Go Back]  
 [01359]  ∆ιαθερμάνωμεν τοίνυν τὸ συνειδός, θλίψωμεν τὴν ψυχὴν τῇ μνήμῃ τῶν ἁμαρτημάτων, θλίψωμεν, οὐχ ἵνα στενοχωρήσωμεν, ἀλλ' ἵνα ἀκουσθῆναι παρασκευάσωμεν, ἵνα νήφειν ποιήσωμεν καὶ ἐγρηγορέναι καὶ αὐτῶν ἅπτεσθαι τῶν οὐρανῶν.
000-00-00 Serial Number=0166356027
De jejunio [1] Ante [Go Back]  
 [00099]  Καὶ μὴ δόξῃς οἴνου μὲν ἀπεχόμενος διὰ τὸ νήφειν, πονηρίας δὲ πληρούμενος μεθύειν, ἵνα μὴ ἀκούσῃς, Οὐαὶ οἱ μεθύοντες, οὐκ ἀπὸ οἴνου! Μέθη δὲ οὐκ ἔστι νηστείας κοινωνὸς, ἀλλ' ἔχθρα καὶ ἀντίπαλος.
000-00-00 Serial Number=0265012145
De perfecta caritate Ante [Go Back]  
 [00080]  ∆υνατὸν γὰρ, ὄντως δυνατὸν, εἴ γε βουλόμεθα νήφειν·
000-00-00 Serial Number=0792713225
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [05816]  Πάντοτε νήφειν καὶ ἐγρηγορέναι δεῖ, καὶ μηδέποτε ἐν ἀδείᾳ εἶναι, ἐπεὶ μηδὲ ἔστι καιρὸς ὡρισμένος τῆς τοῦ πολεμοῦντος ἡμῖν ἐπιθέσεως.
 [06252]  οὕτως, ἐὰν βουλώμεθα νήφειν, κἂν μυρίοι ὦσιν οἱ πρὸς τὴν κακίαν ἕλκοντες, οὐδὲν ἡμῶν τὴν σπουδὴν λυμήνασθαι δυνήσεται.
 [06288]  Καὶ τοῦτο αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα δείκνυσιν, ὅτι ἡνίκα ἂν βουλώμεθα νήφειν, τοσοῦτον τὸν τόνον ἐπιδεικνύμεθα, ὡς μηδὲ πολλῶν ὄντων τῶν προτρεπόντων ἐπὶ τὴν τῆς κακίας ὁδὸν ἀνέχεσθαι τῆς συμβουλῆς, ἀλλὰ παντὸς ἀδάμαντος στεῤῥοτέρους ἡμᾶς γίνεσθαι, καὶ ἀποφράττειν τοῖς τὰ φαῦλα συμβουλεύουσι τὰς ἀκοάς.
000-00-00 Serial Number=0176101685
Epistulae Ante [Go Back]  
 [01079]  Καὶ τοῦτο σὸν, τοῦτο νήφοντος καὶ ἐγρηγορότος κυβερνήτου, τὸ μηδὲ εἰς τοσοῦτον ἀρθέντος τοῦ χειμῶνος ἀναπεσεῖν, ἀλλ' ἐπιμένειν ἔτι μεριμνῶντα καὶ φροντίζοντα, καὶ κατὰ τὸ ἐγχωροῦν τὰ ἑαυτοῦ πάντα εἰσφέροντα, πανταχοῦ διὰ τῶν γραμμάτων [52.670] περιτρέχοντα, τοὺς ἐγγὺς, τοὺς πόῤῥωθεν συγκροτοῦντα, διεγείροντα, παρεγγυῶντα μηδένα τῷ κλυδωνίῳ παρασυρῆναι, ἀλλ' ἑστάναι, καὶ νήφειν, κἂν μυρία τούτων ἐπίῃ χαλεπώτερα κύματα, καὶ ἐν ἑνὶ ἱδρυμένων τόπῳ, πανταχοῦ διὰ τῆς παραινέσεως ἵπτασθαι.
 [02037]  Καὶ τοῦτο σὸν, τοῦτο νήφοντος καὶ ἐγρηγορότος κυβερνήτου, τὸ μηδὲ εἰς τοσοῦτον ἀρθέντος τοῦ χειμῶνος ἀναπεσεῖν, ἀλλ' ἐπιμένειν ἔτι μεριμνῶντα καὶ φροντίζοντα, καὶ κατὰ τὸ ἐγχωροῦν τὰ ἑαυτοῦ πάντα εἰσφέροντα, πανταχοῦ διὰ τῶν γραμμάτων [52.670] περιτρέχοντα, τοὺς ἐγγὺς, τοὺς πόῤῥωθεν συγκροτοῦντα, διεγείροντα, παρεγγυῶντα μηδένα τῷ κλυδωνίῳ παρασυρῆναι, ἀλλ' ἑστάναι, καὶ νήφειν, κἂν μυρία τούτων ἐπίῃ χαλεπώτερα κύματα, καὶ ἐν ἑνὶ ἱδρυμένων τόπῳ, πανταχοῦ διὰ τῆς παραινέσεως ἵπτασθαι.
000-00-00 Serial Number=0813961208
Expositiones in Psalmos Ante [Go Back]  
 [00952]  ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς, ἡνίκα ἂν παραγίνοιντο, νήφειν ἐκέλευσεν.
 [06065]  Μνήμην γὰρ οὐδὲν οὕτω ποιεῖ παρὰ τῷ Θεῷ, ὡς τὸ ἀγαθόν τι ποιεῖν, τὸ νήφειν, τὸ ἐγρηγορέναι, τὸ ἀρετῆς ἐπιμελεῖσθαι·
000-00-00 Serial Number=0473807931
In Joannem Ante [Go Back]  
 [01231]  ∆ιὸ νήφειν καὶ ἐγρηγορέναι πᾶσιν ὁ Παῦλος παρακελεύεται·
 [04032]  ∆εῖ τοίνυν ἐγρηγορέναι καὶ νήφειν, καὶ πανταχόθεν ἐπιτειχίζειν αὐτοῦ τὴν ἔφοδον.
000-00-00 Serial Number=0961491883
In Psalmum 145 Ante [Go Back]  
 [00327]  Εἰ γὰρ ἀνθρώπῳ τις διαλεγόμενος ὀλίγον ἀναβεβηκότι ταῖς ἀνθρωπίναις τιμαῖς, κἂν ἁπάντων ῥᾳθυμότερος ᾖ, πάντως ἑαυτὸν διανίστησι, καὶ νήφειν παρακελεύεται τῇ ψυχῇ·
000-00-00 Serial Number=0534267664
In drachmam et in illud Homo quidam habebat duos filios Ante [Go Back]  
 [00092]  Οἶδα λοιπὸν τὴν πλάνην τοῦ Ἐχθροῦ, οἶδα αὐτοῦ τὰ σκελίσματα, οἶδα τὴν τῆς γαστριμαργίας αὐτοῦ βελοστασίαν, φεύγω κραιπάλην, δι' ἧς λύει τοὺς τόνους τῆς σωφροσύνης, διώκω τὴν νηστείαν τὴν τὸ νήφειν μοι παρέχουσαν·
000-00-00 Serial Number=0395957410
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01748]  Οὕτω καὶ ἐν εὐχαῖς νήφειν δυνάμεθα, ἂν ἐννοήσωμεν τίνι διαλεγόμεθα, ἂν ἀναλογισώμεθα ὅτι θυσίαν προσάγομεν, καὶ μάχαιραν μετὰ χεῖρας ἔχομεν, καὶ πῦρ καὶ ξύλα, ἂν ἀναπετάσωμεν τοῦ οὐρανοῦ τὰς πύλας τῷ λογισμῷ, ἂν μεταστῶμεν ἐκεῖ, καὶ λαβόντες τὴν μάχαιραν τοῦ Πνεύματος ἐμπήξωμεν εἰς τὸν τοῦ ἱερείου λαιμὸν, καὶ καταθύσωμεν αὐτῷ νῆψιν, καὶ ἐκχέωμεν αὐτῷ δάκρυα.
 [06413]  Καὶ ταῦτα λέγω, οὐ συγγνώμην διδοὺς τοῖς ὑπὸ ἐπιθυμίας τοιαύτης ἁλισκομένοις, ἀλλὰ μᾶλλον αὐτοὺς νήφειν παρασκευάζων.
000-00-00 Serial Number=0008336902
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02383]  Ταῦτα δὲ ἔλεγεν, ὥστε νήφειν αὐτοὺς, ὥστε τῷ παρόντι καιρῷ κεχρῆσθαι εἰς δέον.
000-00-00 Serial Number=0766352236
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08623]  Καίτοι γε οὐκ ἔστιν ἴσον πρὸ τούτου νήφειν, καὶ μετὰ ταῦτα·
000-00-00 Serial Number=0144344807
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00895]  Μέγας πόλεμος ὄντως, καὶ πολὺ μέγας, ἂν ἐθέλωμεν νήφειν·
 [02550]  Οὐκ ἀρκεῖ δὲ ἐγρηγορέναι καὶ νήφειν, ἀλλὰ δεῖ καὶ καθοπλίζεσθαι.
 [02552]  Ὅταν οὖν καὶ ἐγρηγορέναι χρὴ καὶ νήφειν καὶ καθοπλίζεσθαι, ἡμεῖς δὲ ἄοπλοι καὶ γυμνοὶ ὦμεν καὶ καθεύδωμεν, τίς κωλύσει ἐκεῖνον πῆξαι τὴν μάχαιραν;
 [02558]  Ὅρα πῶς ἐδήλωσε τί ἐστι τὸ ἐγρηγορέναι καὶ νήφειν, τὸ ἔχειν θώρακα, φησὶ, πίστεως καὶ ἀγάπης.
000-00-00 Serial Number=0741751373
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01028]  ∆ιανιστὰς τοίνυν αὐτὸν, καὶ νήφειν παρασκευάζων καὶ ἐγρηγορέναι, ἀναμιμνήσκει τοῦ ἑλομένου καὶ χειροτονήσαντος·
 [02905]  Καὶ πρὸς αὐτὴν δὲ τὴν ἕω, ἣν δοκεῖ νήφειν, οὐκ ἔχει νῆψιν καθαρὰν, τῷ μήπω τὸν ἑσπερινὸν ἤδη κεκενῶσθαι οἶνον καὶ ἀπηντλῆσθαι, καὶ τοῦ μέλλοντος σφόδρα τῇ ἐπιθυμίᾳ κατέχεσθαι, καὶ τῷ δείλης καὶ μεσημβρίας ἐν κώμοις διάγειν, καὶ πᾶσαν τὴν νύκτα ἐν ὕπνῳ βαθεῖ, καὶ τοῦ ὄρθρου τὸ πλέον.
000-00-00 Serial Number=0692878842
In epistulam ad Ephesios Ante [Go Back]  
 [06373]  Ἤδη μὲν οὖν καὶ τούτῳ διήγειρε τοὺς στρατιώτας, καὶ νήφειν ἐποίησε, τῷ πεῖσαι καὶ διδάξαι, ὅτι πρὸς ἔμπειρον τῶν πολεμικῶν ἡμῖν ἡ μάχη, καὶ οὐχ ἁπλῶς οὐδὲ φανερῶς πολεμοῦντα, ἀλλὰ μετὰ πολλῆς τῆς μεθοδείας.
 [06375]  Οὐχὶ καταβαλεῖν βουλόμενος τοὺς ὑπ' αὐτὸν ἑστῶτας στρατιώτας, ἀλλ' ἐπᾶραι καὶ διεγεῖραι, εἶπε τὰ σοφίσματα, καὶ παρεσκεύασε νήφειν.
 [06391]  Ὅρα πῶς ἡμᾶς διεγείρει ἡ δύναμις τοῦ ἐχθροῦ, καὶ νήφειν ποιεῖ, τὸ εἰδέναι ὑπὲρ μεγάλων ὄντα τὸν κίνδυνον, καὶ ὑπὲρ μεγάλων τὴν νίκην·
000-00-00 Serial Number=0796954930
In epistulam ad Hebraeos Ante [Go Back]  
 [07870]  Ἀγρυπνεῖν δὲ οὐ τὸ νυκτὸς ἐγείρεσθαι λέγω μόνον, ἀλλὰ καὶ τὸ ἐν ἡμέρᾳ νήφειν ἐν ταῖς προσευχαῖς·
000-00-00 Serial Number=0049851179
In epistulam ad Romanos Ante [Go Back]  
 [03521]  κἂν τοῦτο ποιῶμεν, οὐδὲ αὐτὸς ὁ διάβολος ἡμῶν περιέσται ποτὲ, ἀλλὰ καὶ μειζόνως ἡμᾶς ὠφελήσει, νήφειν παρασκευάζων.
 [03527]  καίτοι διὰ τοῦτο ἐχρῆν ἐγρηγορέναι μᾶλλον καὶ νήφειν.
 [04967]  Κἂν γὰρ ἡμέρας γενομένης ἐκ τῆς κωμῳδίας ἐκείνης ἀναστὰς δόξῃ νήφειν, οὐδὲ τότε καθαρᾶς ἀπολαύει σωφροσύνης, ἔτι τῆς νεφέλης ἐκείνης τῆς ἀπὸ τοῦ χειμῶνος τῆς μέθης πρὸ τῶν ὀφθαλμῶν ἱσταμένης.
 [04968]  Εἰ δὲ καὶ δῴη αὐτὸν καθαρῶς νήφειν, τί τὸ ὄφελος;
 [05014]  Καὶ ὁ μὲν οἰνοφλυγίᾳ κατεχόμενος, κἂν κατὰ τὴν νύκτα δύναται νήφειν·
 [05037]  τοῦ μηδέποτε νήφειν, τοῦ διαπαντὸς ἐν θορύβοις εἶναι καὶ ταραχαῖς;
 [07921]  σωφροσύνην ἐνταῦθα λέγων, οὐ τὴν ἀντιδιαστελλομένην τῇ ἀσελγείᾳ ἀρετὴν, οὐδὲ τὸ ἀπηλλάχθαι ἀκολασίας, ἀλλὰ τὸ νήφειν καὶ ὑγιαίνειν κατὰ διάνοιαν·
 [08952]  οὐχὶ πάντες ἐγρηγορέναι νομίζομεν καὶ νήφειν;
000-00-00 Serial Number=0283288896
In epistulam ad Titum Ante [Go Back]  
 [00789]  Πολλὰ γάρ ἐστι τὰ ποιοῦντα μὴ νήφειν τοὺς ἐν ἡλικίᾳ τοιαύτῃ·
000-00-00 Serial Number=0544096351
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00132]  ἡ δὲ θλίψις νήφειν παρασκευάζουσα, ἀξιοῦσθαι ποιεῖ καὶ τῆς ἄνωθεν ῥοπῆς, καὶ μάλιστα, ὅταν διὰ τὴν εἰς τὸν Θεὸν ἐλπίδα τὴν ὑπομονὴν ἐπιδεικνύμεθα καὶ τὴν καρτερίαν ἐν πάσαις ταῖς ἐπαγομέναις θλίψεσι.
 [00151]  [51.171] Τοσοῦτόν ἐστι τὸ νήφειν, καὶ μηδέποτε παρατρέχειν τὰ πνευματικὰ κέρδη, ἀλλὰ πάντα καιρὸν ἐπιτήδειον ποιεῖσθαι πρὸς τὴν τοιαύτην ἐμπορίαν.
000-00-00 Serial Number=0065812171
In illud Domine non est in homine Ante [Go Back]  
 [00011]  ∆ιὸ νήφειν ἅπαντας δεῖ καὶ ἐγρηγορέναι, ὅταν τοιαῦτα διαβαίνωμεν χωρία, ὥστε μὴ περὶ τῶν ἐσχάτων ἡμῖν γενέσθαι τὸν κίνδυνον.
000-00-00 Serial Number=0025750160
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00137]  Οὕτω καὶ ὁ Παῦλος, καθάπερ ποιμὴν ἄριστος, ἐφ' ὑψηλοῦ χω ρίου τοῦ τῆς προφητείας ἀξιώματος καθήμενος, καὶ τοῖς προφητικοῖς ὀφθαλμοῖς ἄνωθεν προορῶν κατατρέχοντα τὰ θηρία, ἐπ' αὐτῆς τῆς συντελείας ὁρ μῶντας καὶ ἀποτεινομένους κατὰ τῆς ποίμνης προλέγει καὶ προδιαμαρτύρεται, ἵνα καὶ τοὺς μηδέπω γεννωμέ νους παρασκευάσῃ νήφειν, καὶ πᾶσαν τειχίσῃ τὴν ποί μνην τῇ προφητείᾳ.
000-00-00 Serial Number=0258179843
In illud Vidi dominum Ante [Go Back]  
 [00914]  Ἐπειδὴ πολλάκις ἡ ἀπόνοια ἐξ ἐπιβουλῆς τοῦ διαβόλου, νήφειν ἀναγκαῖον.
000-00-00 Serial Number=0161659837
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00111]  καὶ καθάπερ σοφός τις ἰατρὸς, πρὶν ἢ τὴν νόσον ἐμβαλεῖν εἰς τὴν πόλιν, ἐνταῦθα καθήμε νος, τὰ φάρμακα κατεσκεύαζε, καὶ τὴν ἱερὰν ταύτην ναῦν μετὰ πολλῆς ἐκυβέρνα τῆς ἀσφαλείας, παντα χοῦ περιτρέχων, ναύτας, ἐπιβάτας, τοὺς πλέοντας ἅπαντας συγκροτῶν, νήφειν, ἐγρηγορέναι παρασκευάζων, ὡς πειρατῶν ἐπιτιθεμένων καὶ τῆς πίστεως τὸν θησαυρὸν ἀποσυλῆσαι ἐπιχειρούντων.
000-00-00 Serial Number=0836412728
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00066]  Οὐχ οὗτος ἀλλ' ἡ τοῦ ἀδικηθέντος ῥᾳθυμία καὶ τὸ μὴ νήφειν μηδὲ ἐγρηγορέναι.
 [00279]  τὸν δὲ οὐκ ἐθέλοντα νήφειν καὶ τὰ παρ' ἑαυτοῦ συνεισφέρειν οἴκοθεν, οὐδεὶς οὐδέποτε ὠφελήσει.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»