Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum νόμιζε [115]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum νόμιζε


000-00-00 Serial Number=0922677279
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00750]  Μὴ τοίνυν μηδὲ σὺ τῶν ἐξεστηκότων ἐκείνων ἀκούων, αἰσχύνην καὶ ὕβριν τὸ πρᾶγμα εἶναι νόμιζε, ἵνα μή ποτε ἀληθῶς ἐπονείδιστον καταστήσῃς σαυτὸν παροξύνων τὸν Θεόν.
 [00922]  Μὴ γὰρ ἐπειδὴ εὐκόλως ὑπήκουσεν ὁ δίκαιος ἐκεῖνος, καὶ τὸ πρᾶγμα εὔκολον εἶναι δοκείτω νῦν, μηδ' ὅτι συντόμως καὶ ἐν βραχεῖ τὸ γεγονὸς διηγήσατο ὁ Μωσῆς, καὶ τὸ ἔργον τὴν τῶν ῥημάτων βραχύτητα μιμεῖσθαι νόμιζε·
 [00993]  διὰ τοῦτο καὶ πρόσφατον τὴν λύπην ταύτην εἶναι νόμιζε·
 [01026]  Ὥστε ὅταν ἀκούσῃς, ὅτι τοῦ Θεοῦ κελεύσαντος ἐξέπεμπε, μὴ τὴν ὀδύνην λελύσθαι νόμιζε τοῦτο γὰρ ἀδύνατον ἦν, ἀλλὰ τὴν σφοδρὰν ὑπακοὴν θαύμασον, ὅτι καὶ ὑπὸ τῆς συμπαθείας καμπτόμενος οὐκ ἀντέλεγε τῷ Θεῷ, ἀλλ'
 [01437]  Σὺ δὲ ταύτας ἀκούων τὰς δυσκολίας, μὴ ταύτας μόνον συμβεβηκέναι νόμιζε, καίτοι καὶ τῶν κειμένων οὐκ ὀλίγας παρέλιπον, τοὺς πολέμους, τὰς τῶν ἐχθρῶν ἐναντιώσεις, τὰς μακρὰς ὁδοιπορίας, τῆς ἀδελφῆς τὴν ὕβριν, τὴν τιμωρίαν, ἐφ' ᾗ μᾶλλον ἐκεῖνος ὁ πραότατος ἤλγησε Μωσῆς.
 [01741]  Μὴ γὰρ ἀπὸ τῆς σεαυτοῦ ψυχῆς ταῦτα δοκίμαζε νῦν, μηδ' ὅτι σὺ καταγελᾷς τῆς τῶν [47.489] χρημάτων ζημίας, ἤδη καὶ τοὺς ἄλλους οὕτω διακεῖσθαι νόμιζε·
000-00-00 Serial Number=0227798879
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00433]  Τοῦτο καὶ πρὸς ἡμᾶς εἰρῆσθαι νόμιζε νῦν.
000-00-00 Serial Number=0521601558
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00116]  [3.1] Ὅταν οὖν ἴδῃς τὰ σεραφεὶμ τὰ περιιπτάμενα τὸν θρόνον τὸν ὑψηλὸν ἐκεῖνον καὶ ἐπηρμένον, τῇ προβολῇ τῶν πτερύγων ἀποτειχίζοντα τὰς ἑαυτῶν ὄψεις καὶ τοὺς πόδας καλύπτοντα καὶ νῶτα καὶ πρόσωπα καὶ κραυγὴν ἀφιέντα ἐκπλήξεως γέμουσαν, μὴ πτερὰ νόμιζε καὶ πόδας καὶ πτέρυγας αὐτοῖς εἶναι·
000-00-00 Serial Number=0200191081
Ad populum Antiochenum Ante [Go Back]  
 [02942]  Γράψον ἐπὶ τὸν τοῖχον τῆς οἰκίας σου, καὶ ἐπὶ τὸν τοῖχον τῆς καρδίας σου τὴν δρεπάνην τὴν πετομένην ἐκείνην, καὶ ταύτην ἐπὶ τῆς ἀρᾶς πέτεσθαι νόμιζε, καὶ συνεχῶς αὐτὴν ἀναλογίζου·
 [05440]  Καὶ μή μοι λέγε, ὅτι τὸ πλέον κατώρθωσα, ἀλλ' εἰ μὴ τὸ πᾶν κατώρθωσας, μηδὲν μηδέπω πεποιηκέναι νόμιζε·
 [05839]  ὅταν γὰρ ἀκούσῃς, ὅτι Ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρὸς μὲ, μηδὲν ἄλλο νόμιζε, ἢ τὴν ὑπερβολὴν τῆς πονηρίας αὐτῶν·
000-00-00 Serial Number=0921929836
Ad viduam juniorem Ante [Go Back]  
 [00067]  Ὅταν οὖν μνημονεύωμεν μεταξὺ χηρείας, μὴ καταπέσῃς, μηδὲ ὄνειδος τὸ πρᾶγμα νόμιζε·
000-00-00 Serial Number=0171691597
Adversus Judaeos Ante [Go Back]  
 [00479]  Ὥστε ὅταν ἀκούσῃς αὐτοῦ βοῶντος καὶ λέγοντος, Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι, ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει, τὴν φωνὴν εἶναι Παύλου μόνην νόμιζε, τὸ νόημα δὲ καὶ τὸ δόγμα τοῦ ἔνδοθεν αὐτῷ ἐνηχοῦντος Χριστοῦ.
 [02666]  Οὕτω καὶ ἐπὶ τῶν πεπτωκότων ἀδελφῶν λογίζου, καὶ νόμιζε θησαυρὸν εὑρηκέναι τὴν ἐπιμέλειαν τὴν ἐκείνων.
000-00-00 Serial Number=0114972234
Commentarius in Job Ante [Go Back]  
 [00520]  «μὴ νόμιζε», φησίν, «ἀνθρωπίνας εἶναι τὰς πληγὰς ἀκούσας αἰχμαλωτεύοντας·
000-00-00 Serial Number=0394932568
De Davide et Saule Ante [Go Back]  
 [00189]  Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τὸν ἐχθρὸν εἰς τὰς χεῖρας ἐμπεσόντα τὰς σὰς, μὴ νόμιζε τιμωρίας, ἀλλὰ σωτηρίας εἶναι καιρὸν ἐκεῖνον.
000-00-00 Serial Number=0663144827
De Lazaro Ante [Go Back]  
 [00544]  Ἂν τοίνυν ἴδῃς τινὰ πολλῶν ἐφιέμενον, πάντων αὐτὸν πενέστερον εἶναι νόμιζε, κἂν τὰ πάντων ᾖ κεκτημένος χρήματα·
 [00668]  οὕτω δὴ καὶ ἐνταῦθα, καθάπερ ἐν θεάτρῳ, τῷ κόσμῳ καθήμενος καὶ ἐπὶ σκηνῆς παίζοντας βλέπων, ἐπειδὰν ἴδῃς πλουτοῦντας πολλοὺς, μὴ πλουσίους ἀληθῶς εἶναι νόμιζε, ἀλλὰ πλουσίων περικεῖσθαι προσωπεῖα.
000-00-00 Serial Number=0221728265
De consubstantiali Ante [Go Back]  
 [00132]  Ὅταν οὖν ἴδῃς αὐτὸν ταπεινὰ λέγοντα, μὴ τῆς εὐτελείας τῆς κατὰ τὴν οὐσίαν, ἀλλὰ τῆς ἀσθενείας τῆς κατὰ τὴν διάνοιαν τῶν ἀκροατῶν εἶναι νόμιζε τὴν συγκατάβασιν.
000-00-00 Serial Number=0393817306
De continentia Ante [Go Back]  
 [00046]  Ὅταν οὖν ἐπιθυμία πονηρὰ καταφλέγῃ τὴν ψυχήν, ἀναμνήσθητι τοῦ Χριστοῦ ταχέως, νόμιζε παρεστηκέναι σοι τὸν Παῦλον νουθετοῦντα καὶ λέγοντα·
000-00-00 Serial Number=0521532118
De eleemosyna [1] Ante [Go Back]  
 [00040]  Μὴ οὖν νόμιζε ἐλαττοῦσθαι τῇ τῶν πενήτων δόσει·
000-00-00 Serial Number=0643941879
De eleemosyna [3] Ante [Go Back]  
 [00039]  Μὴ οὖν νόμιζε ἐλαττοῦσθαι τῇ τῶν πενήτων δόσει·
000-00-00 Serial Number=0447549999
De fato et providentia Ante [Go Back]  
 [00044]  Τὸν φίλον τῷ Θεῷ καὶ τὸν πολέμιον μὴ ἀπὸ τῆς εὐπραγίας καὶ δυσπραγίας τῆς ἐνταῦθα δοκίμαζε, ἀλλὰ ἂν μὲν ἴδῃς ὀρθῶς ζῶντα, καὶ νόσῳ κενούμενον, καὶ πρὸς εὐσέβειαν βλέποντα, μακάριζε καὶ ζηλωτὸν εἶναι νόμιζε, κἂν μυρίας ἁλύσεις περικέηται, καὶ δεσμωτήριον οἰκῇ δια [50.752] παντὸς, κἂν ἀναξίοις δουλεύῃ, κἂν πένηται, κἂν μέταλλα ἐργάζηται, κἂν ὁτιοῦν πάσχῃ δεινόν.
 [00265]  Ὅταν οὖν ἴδῃς πλουτοῦντά τινα παρ' ἀξίαν, μὴ μακαρίσῃς, μὴ ζηλωτὸν νομίσῃς, μὴ καταγνῷς τῆς τοῦ Θεοῦ προνοίας, μὴ μάτην φέρεσθαι καὶ εἰκῇ τὰ παρόντα νόμιζε, ἐπειδὴ ὁ δεῖνα πλουτεῖ παρ' ἀξίαν.
000-00-00 Serial Number=0461713433
De gloria in tribulationibus Ante [Go Back]  
 [00068]  Ὅταν δὲ ἀκούσῃς, ὅτι στενάζει καὶ ὠδίνει, μὴ λογικὴν εἶναι νόμιζε, ἀλλὰ μάνθανε τῆς Γραφῆς τὸ εἶδος.
000-00-00 Serial Number=0331759751
De incomprehensibili dei natura Ante [Go Back]  
 [00963]  Ὅρασιν δὲ ἐνταῦθα τὴν γνῶσιν εἶναι νόμιζε.
 [00965]  Ὥστε ὅταν ἀκούσῃς ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε», ἐκεῖνο νόμιζε ἀκούειν ὅτι τὸν Θεὸν οὐδεὶς ἔγνω οὐσιωδῶς μετὰ ἀκριβείας ἁπάσης.
 [00966]  Καὶ περὶ τῶν Σεραφὶμ δὲ ὅταν ἀκούσῃς ὅτι ἀπέστρεψαν τοὺς ὀφθαλμοὺς καὶ τὴν ὄψιν ἐτείχισαν, καὶ τὰ Χερουβὶμ δὲ ὅτι τὸ αὐτὸ τοῦτο πάλιν ἐποίησαν, μὴ ὀφθαλμούς, μηδὲ κόρας εἶναι νόμιζε σωμάτων γὰρ οὗτος ὁ σχηματισμός ἀλλὰ διὰ τούτων τὴν γνῶσιν αὐτῶν αἰνίττεσθαι πίστευε τὸν προφήτην.
 [00990]  Ὥσπερ γὰρ ἀκούων θρόνον καὶ τὴν ἐκ δεξιῶν καθέδραν, οὐ θρόνον ὑπολαμβάνεις, οὐδὲ τόπον καὶ περιγραφήν, ἀλλ' ἐκ τῆς τοῦ θρόνου προσηγορίας καὶ τῆς κατὰ τὴν καθέδραν κοινωνίας, τὸ τῆς τιμῆς ἀπαράλλακτον καὶ ἴσον, οὕτω καὶ τὸν κόλπον ἀκούων, μὴ κόλπον εἶναι νόμιζε, μηδὲ τόπον, ἀλλ' ἀπὸ τῆς τοῦ κόλπου προσηγορίας τὴν πρὸς τὸν γεγεννηκότα ἐγγύτητα καὶ τὴν παρρησίαν ἐκλάμβανε·
000-00-00 Serial Number=0421510935
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00413]  [4.4] Σὺ δὲ ἀκούων ταῦτα, μὴ ἀναγκαστὴν τὴν κλῆσιν εἶναι νόμιζε·
 [00941]  [6.13] Εἰ δὲ λέγοι Λουκᾶς, ὅτι ἐγένετο παροξυσμὸς μεταξὺ αὐτῶν, μὴ τοῦτο ἔγκλημα εἶναι νόμιζε.
000-00-00 Serial Number=0740086973
De non iterando conjugio Ante [Go Back]  
 [00138]  Μὴ γάρ, ἐπειδὴ συνεχώρησεν ὁ μακάριος Παῦλος τὸ πρᾶγμα, ἤδη αὐτὸ καὶ ἐπαίνων ἄξιον εἶναι νόμιζε, καὶ καταγνώσεως ἀπηλλάχθαι τῆς παρὰ τῶν πολλῶν.
000-00-00 Serial Number=0958370090
De paenitentia [1] Ante [Go Back]  
 [00507]  Μὴ νόμιζε, φησὶν, ὅτι ἁπλῶς συνεχώρησα αὐτῷ·
 [02721]  οὕτω καὶ ὧδε νόμιζε συναναλίσκεσθαι τὰ μυστήρια τῇ τοῦ σώματος οὐσίᾳ.
000-00-00 Serial Number=0968987048
De paenitentia [2] Ante [Go Back]  
 [00122]  Εἰ γὰρ σὺ προλαβὼν προδιέφθειρας τὸν δικάζοντα, ἀλλοτρίοις λήμμασι θύραν ἀνοίξας, νόμιζε τὰ αὐτὰ καὶ τὸν διάδικον μελετᾷν·
000-00-00 Serial Number=0378237247
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00068]  Μὴ δὴ νόμιζε τὴν ἐλεημοσύνην ἀνάλωμα εἶναι, ἀλλὰ πρόσοδον, μηδὲ δαπάνην, ἀλλὰ πραγματείαν·
000-00-00 Serial Number=0514683425
De virginitate Ante [Go Back]  
 [00150]  μὴ γὰρ ἐπειδὴ σὲ τοιαῦτα ἀνέπεισαν μαίνεσθαι καὶ αὐτοὺς οὕτως διακεῖσθαι νόμιζε.
000-00-00 Serial Number=0950254560
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00020]  Καὶ μὴ τὸ δεῖσθαι ἑτέρου αἰσχρόν τι εἶναι νόμιζε·
 [01375]  Οὕτω καὶ ἐπὶ τῶν πεπτωκότων ἀδελφῶν λογίζου, καὶ νόμιζε θησαυρὸν εὑρηκέναι τὴν ἐπιμέλειαν τὴν ἐκείνων.
 [01679]  Εἰ τοίνυν βούλει μεγάλα σου ποιῆσαι τὰ κατορθώματα, μὴ νόμιζε αὐτὰ εἶναι μεγάλα, ἀλλὰ χάριτι ὁμολόγει σώζεσθαι, ἵνα ὀφειλέτην ἑαυτῷ τὸν Θεὸν καταστήσῃς, οὐχὶ τῶν κατορθωμάτων μόνον, ἀλλὰ [63.620] καὶ τῆς τοιαύτης εὐγνωμοσύνης.
 [02229]  Ὅταν ἴδῃς πλουτοῦντά τινα παρ' ἀξίαν, μὴ μακαρίσῃς, μὴ ζηλωτὸν νομίσῃς, μὴ καταγνῷς τῆς τοῦ Θεοῦ προνοίας, μὴ μάτην φέρεσθαι καὶ εἰκῆ τὰ παρόντα νόμιζε·
 [02483]  οὕτω καὶ τὸν πλούσιον, ὅταν θεάσῃ μυρία περιβεβλημένον πράγματα, μὴ διὰ ταῦτα πλούσιον, ἀλλὰ διὰ ταῦτα μὲν οὖν αὐτὰ ἄθλιον εἶναι νόμιζε·
 [03963]  Σὺ δὲ μὴ ζήτει νικῶν τὴν παρὰ τῶν ἀνοήτων μαρτυρίαν, ἀλλ' ἀποχρῶσαν νόμιζε τὴν παρὰ τῶν συνετῶν·
 [06240]  Ὅταν οὖν ἴδῃς τινὰ ὀρθῶς ζῶντα καὶ ἀεὶ πρὸς εὐσέ [63.757] βειαν βλέποντα, κἂν μυρίας ἁλύσεις περικέηται, καὶ δεσμωτήριον οἰκῇ διαπαντὸς, κἂν ἀναξίοις δουλεύῃ, κἂν πένηται, κἂν ἐξορύττηται, κἂν καίηται, κἂν κατὰ μικρὸν δαπανᾶται τὸ σῶμα, κἂν ὁτιοῦν ἄλλο πάσχῃ δεινὸν, μακάριζε τὸν τοιοῦτον καὶ ζηλωτὸν εἶναι νόμιζε·
 [07220]  Ὅταν οὖν ἴδῃς τὸν ἐχθρὸν ἐμπεσόντα εἰς τὰς χεῖρας τὰς σὰς, μὴ νόμιζε τιμωρίας, ἀλλὰ σωτηρίας ἐκεῖνον εἶναι τὸν καιρόν.
 [07757]  Μὴ γὰρ, ἐπειδὴ μὴ πάρεστι, καὶ ἀπολωλέναι αὐτὸν νόμιζε·
 [09999]  Μὴ τοίνυν μικρὰ ταῦτα εἶναι νόμιζε, ἀλλὰ συνάγαγε πάντα, καὶ ὡς ἐν βιβλίῳ γράφε.
000-00-00 Serial Number=0296312153
Epistulae Ante [Go Back]  
 [02514]  Ταῦτ' οὖν εἰδὼς, μεθ' ἡμῶν τε εἶναι νόμιζε, καὶ σὺν ἡμῖν ἐν Ἀρμενίᾳ διατρίβειν.
 [02540]  Μηδὲ νόμιζε τοσαύτας δέχεσθαι ἐπιστολὰς, ὅσας διεπεμψάμεθα, ἀλλὰ πολλῷ πλείους.
 [03030]  Καὶ τὰ αὐτὰ πάλιν λέγω, μὴ κάλει τόλμαν τὸ προτέραν τοῖς πρὸς ἡμᾶς ἐπιπηδῆσαι γράμμασι, μηδὲ ἁμάρτημα νόμιζε τὸ μέγιστον ἐγκώμιον.
000-00-00 Serial Number=0737326384
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00568]  Ταῦτα δὴ συνεχῶς μελέτα καὶ αὐτὴ καὶ ὅσῳ σοι τὸ πρᾶγμα ὀδυνηρόν, τοσούτῳ κερδαλεώτερον εἶναι νόμιζε εὐχαρίστως φερούσῃ.
 [01462]  Μὴ τοίνυν τὸ εὔχεσθαι νῦν τελευτὴν ἀπηλλάχθαι ἐγκλήματος νόμιζε, ἀλλ' ἄκουε τῆς τοῦ Παύλου φωνῆς τῆς λεγούσης·
 [01491]  Καὶ σὺ τοίνυν κἂν οἴκοι μένῃς καὶ τῇ κλίνῃ προσηλωμένη ἦς, μὴ νόμιζε ἀργὸν βίον ζῇν·
000-00-00 Serial Number=0664222658
Expositiones in Psalmos Ante [Go Back]  
 [00025]  ∆ικαιοσύνην δὲ ἐνταῦθα μὴ μέρος ἀρετῆς εἶναι νόμιζε, ἀλλ' ὁλόκληρον καὶ καθολικήν.
 [01181]  Ὥστε κἀνταῦθα, ὅταν ἀκούσῃς θυμὸν, μὴ πάθος νόμιζε.
 [03591]  Μὴ τοίνυν νόμιζε ἑτέρῳ κατασκευάζειν τὰ μηχανήματα, ὅταν ἐπιβουλεύῃς·
 [05354]  Μὴ τοίνυν νόμιζε ἑτέρῳ κατασκευάζειν τὰ μηχανήματα, ὅταν ἐπιβουλεύῃς·
 [06051]  Λήθην δὲ μὴ πάθος εἶναι νόμιζε, ἀλλὰ τὴν ἐγκατάλειψιν.
 [07445]  Οὕτω τοίνυν καὶ ἐνταῦθα ὅταν ἀκούσῃς, Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῆς ἐνεργείας αὐτοῦ εἶναι ὄνομα νόμιζε·
000-00-00 Serial Number=0071216941
Fragmenta in Job Ante [Go Back]  
 [00303]  Μὴ νόμιζε ἀνθρωπίνας εἶναι τὰς πληγὰς, ἀκούσας αἰχμαλωτεύοντας·
000-00-00 Serial Number=0474684775
Homilia de capto Eutropio Ante [Go Back]  
 [00389]  Οὕτω καὶ ὅταν ἀκούσῃς, ὅτι γεννᾷ Θεὸς, μὴ τμῆσιν νόμιζε, ἀλλὰ τὸ ὁμοούσιον.
 [00449]  ∆ιὰ τοῦτο ἀκούσας ταῦτα, μὴ νόμιζε σωματικὰ εἶναι, παρακαλῶ·
 [00557]  Πάλιν ἔρωτα ἀκούσας, μὴ αἰσθητὸν νόμιζε.
 [00997]  Ἀλλὰ τὸ, ἀφῆκα, ἐπὶ τοῦ Υἱοῦ, μὴ ἐγκατάλειψιν νόμιζε.
000-00-00 Serial Number=0828429222
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00085]  εἴσοδον δὲ ὅταν ἀκούσῃς, μὴ τόπου νόμιζε μετάβασιν, ἀλλ' οἰκονομίας συγκατάβασιν.
 [00101]  Τὸ δὲ ἥλατο πάλιν ὅταν ἀκούσῃς, μὴ μετάβασιν τόπου νόμιζε, μὴ ἐρήμωσιν οὐρανῶν·
000-00-00 Serial Number=0762252033
In Ecclesiasten Ante [Go Back]  
 [00171]  Μὴ νόμιζε, φησίν.
000-00-00 Serial Number=0913115144
In Isaiam Ante [Go Back]  
 [00050]  Μὴ τοίνυν τοῦ καλάμου νόμιζε εἶναι τὰ γράμματα, ἀλλὰ τῆς κατεχούσης αὐτὸν δεξιᾶς, τουτέστι, μὴ τῆς γλώττης τοῦ ∆αυΐδ, ἀλλὰ τῆς κινούσης αὐτὸν χάριτος.
 [02029]  Εἶδον, μὴ τὴν ἀκριβῆ κατανόησιν νόμιζε, ἀλλὰ τὴν αὐτῷ δυνατήν.
000-00-00 Serial Number=0791031182
In Joannem Ante [Go Back]  
 [00924]  Σὺ δὲ μὴ ζήτει νικῶν τὴν παρὰ τῶν ἀνοήτων δόξαν, ἀλλ' ἀποχρῶσαν νόμιζε αὐτὴν ἔχειν παρὰ τῶν νοῦν ἐχόντων.
 [01262]  Σὺ δὲ ἀκούων, ὅτι παρὰ Θεοῦ ἀπεστάλη, μηδὲν λοιπὸν ἀνθρώπινον εἶναι νόμιζε τῶν λεγομένων παρ' ἐκείνου.
 [03790]  ἀπὸ τῆς αὐτῆς γνώμης κἀκεῖνα εἰρῆσθαι νόμιζε τὰ ῥήματα.
 [03825]  ἀπὸ τῆς αὐτῆς γνώμης κἀκεῖνα εἰρῆσθαι νόμιζε τὰ ῥήματα.
 [04652]  μηδὲ νόμιζε, ὅτι σάρκα τίκτει τὸ Πνεῦμα.
000-00-00 Serial Number=0603266954
In Psalmos 101-107 Ante [Go Back]  
 [00089]  Ἔνθα δὴ γε νόμενος, μή μοι τὴν ἐπὶ γῆς πόλιν ὑπολάμβανε, μηδὲ τὴν ἐπίγειον Ἱερουσαλὴμ νόμιζε δηλοῦσθαι, ἀλλὰ τοῦ τῆς εὐσεβείας πολιτεύματος τὴν ἀνανέωσιν.
000-00-00 Serial Number=0516107976
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00176]  Μὴ τοίνυν τὸ πᾶν με ἀπαιτήσῃς ἐπὶ τῆς Παλαιᾶς, ἀλλ' εἰ κἂν μικρά τινα καὶ ἀμυδρὰ λάβῃς αἰνίγματα, ἀγαπητὸν εἶναι νόμιζε τοῦτο.
000-00-00 Serial Number=0666439891
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00259]  Μὴ γὰρ, ἐπειδὴ μὴ πάρεστι, καὶ ἀπολωλέναι αὐτὸν νόμιζε.
 [02557]  Τὸ γὰρ, Καθὼς ἠλεήθημεν, καὶ ὑπὲρ τῆς διακονίας, καὶ ὑπὲρ τοῦ, Οὐκ ἐκκακοῦμεν, εἰρῆσθαι νόμιζε.
 [03128]  Μὴ τοίνυν νόμιζε τὴν ἐκ τοῦ σώματος ἀποδημίαν ἀρκεῖν·
 [04282]  Μὴ δὴ ὠμότητος εἶναι νόμιζε τὸ τοιοῦτον καὶ ἀπανθρωπίας, ἀλλὰ τῆς ἄκρας ἡμερότητος, καὶ τῆς ἀρίστης ἰατρείας, καὶ πολλῆς τῆς κηδεμονίας.
 [04954]  εἰ δὲ θέλεις τὸν ὄχλον φυγεῖν, ἔξεστι γὰρ, ἐπὶ τὸν ἀκύμαντον τῆς πενίας καταφυγὼν λιμένα, τὸν πολὺν τῶν πραγμάτων ὄχλον περίκοψον, καὶ μηδὲν αἰσχρὸν τοῦτο νόμιζε τὸ δεῖσθαι ἑτέρου·
 [05635]  Ὅταν οὖν ἴδῃς πένητα πιστὸν, θυσιαστήριον ὁρᾷν νόμιζε·
000-00-00 Serial Number=0736379206
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01350]  Μηδὲ, ὅτι χειροτέχνης εἶ, ἀλλοτρίαν τὴν μελέτην ταύτην εἶναι νόμιζε.
 [02211]  Μὴ γάρ μοι τὸ μὴ πλεονεκτεῖν μόνον, μηδὲ τὸ μὴ πορνεύειν ἀρκεῖν εἰς τοῦτό σοι νόμιζε, ἀλλὰ χρὴ πάντα συνδραμεῖν τῷ ζητοῦντι τἀληθές.
 [02505]  Μὴ γὰρ, ὅτι ἐν ῥοπῇ βραχείᾳ τὰ ἁμαρτήματα γίνεται, τοῦτο σκόπει, καὶ διὰ τοῦτο καὶ τὴν κόλασιν ῥοπῆς εἶναι νόμιζε.
 [02841]  Ὡς ἀλλοτρίας τοίνυν φείδου, μὴ καταχρώμενος αὐτῇ, μηδὲ ἀποχρώμενος εἰς τὰ μὴ προσήκοντα, μηδὲ φυσώμενος, μηδὲ σφετεριζόμενος, ἀλλὰ πένητα σαυτὸν εἶναι νόμιζε καὶ ἄδοξον.
 [03463]  ἂν δὲ μὴ ᾖς τοιοῦτος, πλέον καταφρόνησον, καὶ χλευασίαν τὸ πρᾶγμα εἶναι νόμιζε.
 [06245]  Ταῦτα λογίζου, καὶ μηδὲν εἶναι νόμιζε τὸν τῦφον τὸν ἀνθρώπινον·
 [06246]  ἀλλὰ καὶ τὸν σκηνοποιὸν, καὶ τὸν ἐπ' ὀχήματος φερόμενον καὶ μυρίους παῖδας ἔχοντα καὶ σοβοῦντα ἐπὶ τῆς ἀγορᾶς, ἀδελφὸν εἶναι νόμιζε·
 [06889]  Τοῦτο καὶ σὺ ποίει, καὶ μὴ νόμιζε καταπίπτειν ἄκρος ὢν, ἐάν τι διὰ τὸν ἀδελφὸν ὑπομείνῃς τῶν ταπεινῶν·
 [09999]  Ἀπί-στους δὲ ὅταν ἀκούσῃς, μὴ τοὺς αὐτοὺς πανταχοῦ νόμιζε λέγεσθαι, ἀλλὰ ποτὲ μὲν τοὺς τὰ ἀνίατα νο-σοῦντας καὶ ἀδιορθώτους μένοντας, ποτὲ δὲ τοὺς καὶ μεταβαλέσθαι δυναμένους, οἷοι ἦσαν ἐπὶ τῶν ἀπο-στόλων οἱ θαυμάζοντες τὰ λεγόμενα τοῦ Θεοῦ μεγα-λεῖα·
000-00-00 Serial Number=0401256084
In epistulam ad Ephesios Ante [Go Back]  
 [03062]  Ταῦτα ἀκούων, μὴ μετάβασιν νόμιζε.
000-00-00 Serial Number=0470040977
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03881]  Κἂν τρέχῃς τοίνυν, κἂν σπουδάζῃς, φησὶ, μὴ νόμιζε σὸν εἶναι τὸ κατόρθωμα·
 [04187]  Μὴ τοίνυν αὐτὸν ἱερέα ἀκούσας, ἀεὶ ἱερᾶσθαι νόμιζε·
000-00-00 Serial Number=0010939717
In epistulam ad Philemonem Ante [Go Back]  
 [00438]  Πάντως ἑαυτὸν ὀφειλέτην εἶναι νόμιζε.
000-00-00 Serial Number=0333983243
In epistulam ad Philippenses Ante [Go Back]  
 [01479]  Μὴ τοίνυν ἁπλῶς νόμιζε μείζονά σου εἶναι, ἀλλὰ καὶ ὑπερέχειν, ὅπερ ἐστὶ σφοδρᾶς ὑπερβολῆς, καὶ οὐ ξενισθήσῃ τιμώμενον ὁρῶν, οὐδὲ ἀλγήσεις·
 [02541]  Κἂν τοίνυν ἐσθίῃς, κἂν μέλλῃς καθεύδειν, κἂν ὀργίζῃ, κἂν ἁρπάζῃς, κἂν τρυφᾷς, κἂν ὁτιοῦν ποιῇς, νόμιζε παρεστάναι τὸν Θεὸν, καὶ οὐδέποτε εἰς γέλωτα ἐμπεσῇ, οὐδέποτε εἰς ὀργὴν ἐξαφθήσῃ.
000-00-00 Serial Number=0965133429
In epistulam ad Romanos Ante [Go Back]  
 [04585]  μὴ νόμιζε τῆς σαρκὸς αὐτὸν κατηγορεῖν.
 [04688]  Εἰ δὲ ἐν ὁμοιώματι σαρκός φησι πέμψαι τὸν Υἱὸν, μὴ διὰ τοῦτο ἄλλην ἐκείνην σάρκα εἶναι νόμιζε·
 [05691]  Ταῦτα δὲ πάντα περὶ τῆς οἰκονομίας εἰρῆσθαι νόμιζε·
 [06340]  μὴ εἰς δημιουργίας λόγον νόμιζε ταῦτα εἰρῆσθαι τῷ Παύλῳ, μὴ εἰς γνώμης ἀνάγκην, ἀλλ' εἰς οἰκονομιῶν ἐξουσίαν καὶ διαφοράν.
 [07334]  Τὸ δὲ, Ἔδωκεν, ἐνταῦθα μὴ ἐνέργειαν νόμιζε εἶναι, ἀλλὰ συγχώρησιν.
 [07605]  Παρὰ φύσιν δὲ καὶ κατὰ φύσιν ὅταν ἀκούσῃς αὐτοῦ συνεχῶς λέγοντος, μὴ τὴν ἀκίνητον ταύτην φύσιν νόμιζε λέγειν αὐτὸν, ἀλλὰ καὶ τὸ εἰκὸς καὶ τὸ ἀκόλουθον, καὶ τὸ ἀπεικὸς πάλιν τούτοις δηλοῦν τοῖς ὀνόμασιν.
 [07710]  ὥσπερ οὖν κἂν φαῦλον ἔχῃς, μὴ νόμιζε καταδικάζεσθαι ἐντεῦθεν καὶ αἰσχύνεσθαι, εἴ γε τὰ κατὰ σαυτὸν διαθῇς καλῶς.
 [08387]  Οὐκοῦν καὶ ἐκεῖνον νόμιζε.
 [08685]  Μὴ γάρ μοι μηδὲ τοῦτο χάριν νόμιζε·
 [09743]  Ὅταν δὲ ἀκούσῃς αὐτοῦ λέγοντος, Μόνῳ σοφῷ Θεῷ, μὴ πρὸς ἀθέτησιν τοῦ Υἱοῦ νόμιζε τοῦτο λέγεσθαι.
000-00-00 Serial Number=0958340585
In illud Ne timueritis Ante [Go Back]  
 [00684]  Κἂν ἴδῃς ἐπὶ ὀχήματός τινα καθήμενον, τὰς ὀφρῦς ἀνασπῶντα, ἀνατεινόμενον, αὐτῶν ἁπτόμενον τῶν νεφελῶν, οὐ τῇ φύσει τοῦ πράγματος (οὐ γὰρ δυνατὸν), ἀλλὰ τῇ ἀπονοίᾳ τῆς ψυχῆς, μᾶλλον δὲ τῇ ἀνοίᾳ, μὴ νόμιζε τοῦτον ἔνδοξον, μηδὲ ὑψηλὸν καὶ μέγαν.
000-00-00 Serial Number=0256245971
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00216]  Λιθίνας τοίνυν νόμιζε τὰς λοιπὰς γυναῖκας, εἰδὼς ὅτι μετὰ γάμον, κἂν ἀκολάστοις ἴδῃς ὀφθαλμοῖς ἑτέραν γυναῖκα, κἂν δημοσίαν, κἂν ὕπανδρον, τοῖς τῶν μοιχῶν ἐγκλήμασιν ὑπεύθυνος γέγονας.
 [00231]  Ταῦτα νόμιζε καὶ τὴν γυναῖκα πάσχειν, ὅταν ἀκούσῃ παρ' ὁτουοῦν, ἢ καὶ [51.216] ὑποπτεύσῃ, ὅτι πόρνῃ γυναικὶ σαυτὸν ἐξέδωκας.
000-00-00 Serial Number=0717449248
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00315]  Ὅταν οὖν ἀκούσῃς καὶ Παύλου λέγοντος, Ἐδόθη σκόλοψ τῇ σαρκί μου, ἄγγελος Σατᾶν, μὴ τὸν διάβολον νόμιζε, ἀλλὰ τοὺς τὰ διαβόλου ἐργαζομένους, τοὺς Ἕλληνας, τοὺς Ἰουδαίους, τοὺς δαίμονας·
 [00329]  Ὢ κηδεμονία τοῦ ἀποσταλέντος! ὢ φιλανθρωπία τοῦ ἀποστείλαντος! Ἀποστείλαντος καὶ ἀποσταλέντος ὅταν ἀκούσῃς, μὴ τόπου νόμιζε μετάβασιν, ἀλλ' οἰκονομίας συγκατάβασιν.
000-00-00 Serial Number=0706581116
In illud Vidi dominum Ante [Go Back]  
 [01436]  Ὅταν οὖν τῇ ἱερᾷ τραπέζῃ προσιέναι μέλλῃς, νόμιζε ἐκεῖ καὶ τὸν βασιλέα τῶν ἁπάντων παρεῖναι·
000-00-00 Serial Number=0308460414
In venerabilem crucem sermo Ante [Go Back]  
 [00061]  Ὅταν δὲ εἴπω Θεὸν καθήμενον ἐν ὑψηλοῖς, μὴ νόμιζε αὐτὸν ἐν τοῖς ὑψηλοῖς εἶναι μόνον, ἀλλὰ καὶ πανταχοῦ.
000-00-00 Serial Number=0732497811
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00503]  Ὥστε ὅταν ἴδῃς τὴν εἰκόνα ἐκ διαφόρων συγκειμένην ὑλῶν, καὶ τὴν μὲν κεφαλὴν αὐτῆς λαμπρὰν, τὸ δὲ στῆθος φαυλότερον, καὶ τὴν γαστέρα ἀτιμοτέραν, καὶ τὰς κνήμας εὐτελεστέρας, τὴν διαφορὰν ταύτην περὶ τὴν ὄψιν νόμιζε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»