Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum νηστεία [200]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum νηστεία


000-00-00 Serial Number=0711665332
Ad populum Antiochenum Ante [Go Back]  
 [00895]  καὶ τίς ἐστιν ἡ ἀληθὴς νηστεία, καὶ ὅτι τοῦ φαγεῖν ἀνθρώπινον σῶμα τὸ κατηγορῆσαι χεῖρον, καὶ περὶ τῶν διὰ τὴν στάσιν σφαγέντων, καὶ πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι πολλοὶ τῶν ἀναιτίων ἑάλωσαν.
 [01023]  Πάντων δὲ τούτων ὑπόθεσις ἡμῖν ἡ νηστεία καὶ διδάσκαλος ἔσται·
 [01033]  Φάρμακόν ἐστιν ἡ νηστεία, ἀλλὰ τὸ φάρμακον, κἂν μυριάκις ὠφέλιμον ᾖ, πολλάκις ἄχρηστον γίνεται διὰ τὴν ἀπειρίαν τοῦ χρωμένου.
 [01063]  Ἆρα ἡ νηστεία μόνον, καὶ ὁ σάκκος;
 [01074]  Ὁρᾷς ὅτι οὐχ ἡ νηστεία ἐξήρπασε τοῦ κινδύνου, ἀλλ' ἡ μεταβολὴ τοῦ βίου τὸν Θεὸν κατέστησεν ἵλεω τοῖς βαρβάροις καὶ εὐμενῆ;
 [01097]  νηστεία δὲ ἀκοῆς μὴ δέχεσθαι κακηγορίας καὶ διαβολάς·
 [01322]  ∆ιαῤῥήξωμεν τοίνυν τὰς καρδίας, ἵνα εἴ τις πονηρὰ βοτάνη καὶ λογισμὸς δολερός ἐστιν ἐν ἡμῖν, πρόῤῥιζον αὐτὸν ἀνασπάσωμεν, καὶ καθαρὰς τοῖς τῆς εὐσεβείας σπέρμασι παράσχωμεν τὰς ἀρούρας Ἐὰν γὰρ μὴ νῦν νεώσωμεν, ἐὰν μὴ νῦν σπείρωμεν, ἐὰν μὴ νῦν δακρύσωμεν, ὅτε θλῖψις καὶ νηστεία, πότε ἄλλοτε ἥξομεν εἰς κατάνυξιν;
 [04748]  Ἂν τὴν τῶν βρωμάτων νηστεύωμεν νηστείαν, παρελθουσῶν τῶν τεσσαράκοντα ἡμερῶν παρέρχεται καὶ ἡ νηστεία·
 [05478]  [49.197] Ὅτι οὐκ ἀρκεῖ ἡ νηστεία τῆς Τεσσαρακοστῆς πρὸς τὸ δύνασθαι κοινωνεῖν, ἀλλὰ καὶ δεῖ τῆς κατὰ ψυχὴν ἀρετῆς πρώτης·
 [05488]  ∆ιὰ τοῦτο νηστεία καὶ τεσσαρακοστὴ, καὶ τοσούτων ἡμερῶν συνάξεις καὶ ἀκροάσεις καὶ εὐχαὶ καὶ διδασκαλίαι, ἵνα παντὶ τρόπῳ τὰ παρὰ πάντα τὸν ἐνιαυτὸν ἡμῖν ἁμαρτήματα προστριβέντα διὰ τῆς σπουδῆς ταύτης τῶν θεϊκῶν ἐνταλμάτων ἀποσμηξάμενοι, μετὰ παῤῥησίας πνευματικῆς μετάσχωμεν εὐλαβῶς τῆς ἀναιμάκτου ἐκείνης θυσίας, ὡς, ἂν μὴ τοῦτο ᾖ, μάτην καὶ εἰκῆ καὶ ἐπ' οὐδενὶ χρησίμῳ τὸν τοσοῦτον ὑπέστημεν πόνον.
 [05807]  ὅπου γὰρ ἔχθρα καὶ ἀπέχθεια, οὐδὲ νηστεία οὐδὲ ἑορτὴ γένοιτ' ἄν.
000-00-00 Serial Number=0201593995
Adversus Judaeos Ante [Go Back]  
 [00100]  νῦν γὰρ ἄκαιρος ἡ νηστεία καὶ βδελυκτή.
 [00106]  Εἰ δὲ, ὅτε τοὺς συνδούλους ἔτυπτες, βδελυκτή σου ἦν ἡ νηστεία, ὅτε τὸν ∆εσπότην κατέσφαξας, τότε σου προσδεκτὴ ἡ νηστεία γίνεται;
 [00459]  Ἡ μὲν παράνομος καὶ ἀκάθαρτος τῶν Ἰουδαίων νηστεία λοιπὸν ἐπὶ θύραις.
 [00461]  τὸ γὰρ παρὰ γνώμην Θεοῦ γινόμενον, κἂν θυσία, κἂν νηστεία ᾖ, πάντων ἐστὶν ἐναγέστερον.
 [00462]  Ἡ μὲν οὖν παράνομος αὐτῶν νηστεία μετὰ πέντε λοιπὸν ἡμέρας ἐφίσταται·
 [00767]  πάσχα γὰρ οὐ νηστεία ἐστὶν, ἀλλ' ἡ προσφορὰ καὶ ἡ θυσία ἡ καθ' ἑκάστην γινομένη σύναξιν.
 [00909]  ὡς ἂν μὴ τοῦτο ᾖ, μέθης πάσης ἐστὶν ἡ νηστεία παρανομωτέρα.
 [01028]  Καὶ αὕτη οὐκ ἔστι νηστεία, ἀλλὰ παρανομία καὶ ἁμαρτία καὶ πλημμέλεια·
 [02530]  Παρῆλθεν ἡ νηστεία τῶν Ἰουδαίων, μᾶλλον δὲ ἡ μέθη τῶν Ἰουδαίων.
 [02550]  Ἡ μὲν οὖν νηστεία αὐτῶν παρῆλθεν, ἡ μέθης ἁπάσης αἰσχροτέρα·
 [02670]  Ὅπερ οὐδὲ νηστεία, οὐδὲ χαμευνία, οὐδὲ παννυχίδες, οὐκ ἄλλο τι δύναται ἐργάσασθαι, τοῦτο ἡ τοῦ ἀδελφοῦ σωτηρία ποιεῖ.
 [02742]  Καὶ εἰπὲ ὅτι καθάπερ περιτομὴ, οὕτω καὶ νηστεία Ἰουδαϊκὴ τῶν οὐρανῶν ἐκβάλλει τὸν νηστεύοντα, κἂν μυρία ἕτερα κατορθώματα ἔχῃ·
000-00-00 Serial Number=0515438378
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00006]  ἀπῆλθεν ἡ νηστεία, ἀλλὰ μενέτω ἡ εὐλάβεια·
 [00007]  μᾶλλον δὲ οὐδὲ ἡ νηστεία ἀπῆλθεν.
 [00010]  Παρῆλθεν ἡ νηστεία ἡ σωματικὴ, ἀλλ' οὐ παρῆλθεν ἡ νηστεία ἡ πνευματική·
 [00018]  Αὕτη βελτίων ἐκείνης ἡ νηστεία, οὐ βελτίων δὲ μόνον, ἀλλὰ καὶ κουφοτέρα·
 [00025]  Εἶδες πῶς πᾶσιν αὕτη ῥᾳδία ἡ νηστεία;
000-00-00 Serial Number=0660514116
Catecheses ad illuminandos Ante [Go Back]  
 [00718]  [5.1] Εἰ καὶ ἡ νηστεία παρῆλθεν, ἀγαπητοί, ἀλλὰ μενέτω ἡ εὐλάβεια.
 [00726]  Αὕτη γὰρ ἡ ἐπωφελὴς νηστεία καὶ διὰ ταύτην καὶ ἡ τῶν βρωμάτων ἀποχὴ γίνεται ἵν' εὐκολώτερον πρὸς τὸν τῆς ἀρετῆς δρόμον τρέχωμεν.
000-00-00 Serial Number=0652960241
De decem millium talentorum debitore Ante [Go Back]  
 [00378]  Οὕτω μηδὲν τοίνυν σπουδάζωμεν, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία μυστηρίων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἐὰν μνησικακῶμεν, δυνήσεται ἡμῶν προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην·
000-00-00 Serial Number=0330101848
De eleemosyna [4] Ante [Go Back]  
 [00062]  Μεγάλη δὲ καὶ ἡ νηστεία, καὶ ἡ παρθενία, καὶ αἱ λοιπαὶ ἀρεταὶ, ἀλλ' οὐδὲν ἴσον τῆς ἐλεημοσύνης.
000-00-00 Serial Number=0522737086
De eleemosyna [5] Ante [Go Back]  
 [00026]  Μεγάλη καὶ ἡ παρθενία, καὶ ἡ νηστεία, καὶ αἱ λοιπαὶ ἀρεταί·
000-00-00 Serial Number=0710151196
De jejunio [1] Ante [Go Back]  
 [00008]  νηστεία πρὸς εὐσέβειαν ἀλείφει, καὶ πρὸς ὑπομονὴν γυμνάζει·
 [00009]  νηστεία ἀγγελικὴν ποιεῖ τὴν πολιτείαν, καὶ πνευματικὸν, ἀποτελεῖ τὸ σῶμα·
 [00010]  νηστεία ψυχῆς ἐστι φυλακτήριον, καὶ σώματος ὅπλον ἀκαταμάχητον.
 [00020]  Φάρμακόν ἐστιν ἀναιρετικὸν τῆς ἁμαρτίας ἡ νηστεία, καὶ κατάπλασμα ψυχῆς μαλακτικὸν, ἀποπλύνουσα πρὸς εὐσέβειαν.
 [00022]  τὸν αὐτὸν τρόπον καὶ τὴν ἐνυπομυχεύουσαν ἁμαρτίαν καὶ κατὰ τῆς ψυχῆς νεμομένην στυπτικωτάτη ὑπεισελθοῦσα νηστεία ἀναξηραίνει μὲν αὐτὴν κατ' ὀλίγον λεπτύνουσα, ἐξαφανίζει δὲ εἰς ἅπαν ἀποκαθαίρουσα.
 [00023]  ∆ιὰ τοῦτο εἰ καὶ ἐπίπονος ἡ νηστεία, ἀλλ' ὠφέλιμος καὶ εὐπρόσιτος.
 [00026]  Ὅσῳ γὰρ νηστεία ὑποστύφει τὸ σῶμα, τοσοῦτον ἐκ τῆς νηστείας ὠφέλεια.
 [00032]  Ἵνα δὲ μάθῃς πόσον ὠφελεῖ ἡ νηστεία, καὶ πόσον βλάπτει ἡ μέθη νηστείᾳ ἀντιστρατευομένη·
 [00039]  Ἀλλὰ πάλιν νηστεία τοσοῦτον κακὸν ἐπανορθώσασα ταῖς αὐταῖς χρησάμενος ἡμέραις, πάλιν ἐπανεκαλέσατο τὸν νόμον.
 [00044]  νηστεία γὰρ αὐτὸν ἐβάσταζε, τὸν πόνον ἐπικουφίζουσα·
 [00048]  Οὕτω νηστεύσας, τὸν οὐρανὸν ἀπέκλεισε κατὰ τῶν ἀκολάστων, καὶ τρυφῇ τὸν ἑαυτῶν βίον καταδαπανώντων, ἵν' ὅπερ οὐχ εἵλοντο ἰδίᾳ προαιρέσει μετερχόμενοι, τοῦτο διὰ τῆς τοῦ λιμοῦ νηστείας μάθωσι παιδευόμενοι, καὶ γνῶσι, πῶς ὠφέλιμός ἐστιν ἡ νηστεία, καὶ ἐν καιρῷ τρυφῆς τὴν ἐργασίαν ἐπιδεικνυμένη.
 [00058]  Ὁρᾶτε, ἀγαπητοὶ, πόσον ἰσχύει νηστεία μετ' εὐχῆς καὶ ἔργων ἐκτελουμένη.
 [00062]  νηστεία κάθαρσις διανοίας, ὁμοδίαιτος ἐγκρατείας, γυμνάσιον εὐσεβείας, ζυγὸς δικαιοσύνης.
 [00063]  Οἶδε νηστεία πλούσιον τὸν πένητα ἀπεργάζεσθαι·
 [00066]  ἐπίσταται καὶ νεότητος νηστεία ἀκμήν.
 [00087]  Αὕτη, ἀγαπητοὶ, ἀληθινὴ νηστεία, ἡ τῷ Θεῷ προσδεκτὴ, καὶ ἀνθρώπῳ σωτηριώδης, καὶ πᾶσιν ἀρεστή.
000-00-00 Serial Number=0539449394
De jejunio [2] Ante [Go Back]  
 [00044]  Ὅταν ἴδῃς ὅτι κακὸν εἰργάσατο τὸ ἐναντίον, τουτέστι, τὸ μὴ ἀποσχέσθαι ἑνὸς ξύλου τὸν Ἀδὰμ, ἐπίγνωθι ὅσον ἀγαθὸν ἡ νηστεία καὶ ἡ ἀποχὴ ὧν ἔξεστιν.
 [00046]  ἡ δὲ νηστεία καὶ ὧν ἔξεστιν ἀποστήσασα, ἀνακαλεῖται τὸ παράπτωμα.
 [00094]  Τί δὴ τὸ σημεῖον τῆς ἀναλήψεως, ἢ τῶν τεσσαράκοντα ἡμερῶν ἡ νηστεία;
 [00111]  Ἡ γὰρ νηστεία καὶ ἑαυτὴν γινώσκει, καὶ τὰ ἀντικείμενα·
 [00126]  Ἡ νηστεία ἀπόφασιν Θεοῦ ἀνεκαλέσατο.
 [00138]  Προσηνέχθη νηστεία, ἵνα ἀναλυθῇ τοῦ Θεοῦ ἡ ἀπόφασις.
 [00139]  Ἦν δὲ ἡ νηστεία οὐχ ἁπλῆ, ἀλλ' ἀποχὴ μὲν βρωμάτων, ἀποχὴ δὲ καὶ ἁμαρτημάτων·
 [00149]  ἱκανὴ ἡ νηστεία προτρέψασθαι τὸν ∆εσπότην.
 [00191]  Εἰ δὲ ἡ γεῦσις καὶ τὴν ἐντολὴν ἀπώλεσεν, ἡ νηστεία μετὰ ἐντολῆς ἀνακαλεῖται καὶ σώζει.
 [00217]  Οὐ γὰρ πραγματεία ἐστὶν ἡ νηστεία, ἵνα κερδήσωμεν μὴ ἐσθίοντες, ἀλλ' ἵνα ὃ μέλλεις ἐσθίειν φάγῃ πτωχὸς ἀντὶ σοῦ·
 [00221]  ∆ιὰ τί ἡ νηστεία;
 [00225]  Ἀηδὴς ἡ τροφὴ, μέγα ἡ νηστεία.
 [00252]  Ἡ νηστεία δὲ οὐ μαραίνεται, οὐ χωρεῖ ἐν κοιλίᾳ, οὐδὲ διὰ κοιλίας εἰς σκύβαλον μεταβάλλεται·
 [00266]  ἡ νηστεία μὲν προτρέπεται, ἡ εὐχὴ δὲ καιρὸν ἔχει·
 [00272]  Ἀλλ' ἡ νηστεία προηγεῖτο τῶν ἁμαρτημάτων, οὐχ ἵνα ἀφέλῃ τὸ γινόμενον ἁμάρτημα, ἀλλ' ἵνα κωλύσῃ τὸ μέλλον·
 [00273]  Ἄλλη νηστεία ἐστὶν, ὁ ζητῶν νόμον νόμου λαβεῖν.
 [00305]  Τρυφή ἐστιν ἡ νηστεία πνευματική.
000-00-00 Serial Number=0814433217
De jejunio dominica quinta jejuniorum Ante [Go Back]  
 [00021]  Ἀνατροπὴ θανάτου ἡ νηστεία.
 [00028]  Ἀλλὰ τούτων πάντων περιγίνεται ἡ νηστεία καὶ ἡ προσευχή.
 [00075]  Ἡ μετάνοια ἔλαμψε, καὶ ἡ νηστεία.
000-00-00 Serial Number=0888346493
De jejunio et eleemosyna Ante [Go Back]  
 [00002]  Καλὴ ἡ νηστεία, καλὴ καὶ ἡ τῶν Γραφῶν ἀνάγνωσις·
 [00029]  οὐ γὰρ ἀναβαίνει μόνη εἰς τὸν οὐρανὸν ἡ νηστεία, ἐὰν μὴ ἔχῃ τὴν ἀδελφὴν αὐτῆς τὴν ἐλεημοσύνην·
000-00-00 Serial Number=0407512426
De jejunio sermones 1 Ante [Go Back]  
 [00007]  Τί γὰρ οὐκ ἰατρεύει νηστεία;
 [00094]  Πάλιν ἡμᾶς ἡ ἁγία νηστεία πρὸς ἀπόλαυσιν ἀγαθῶν καλεῖ, πάλιν ἀγωνιστὰς κατασκευάζει, πάλιν ἀνδρείους βούλεται εἶναι, ὅπως νικητὰς τῶν παθῶν ἀναδείξῃ, καὶ τὸ κάλλος τῆς ψυχῆς λαμπρότερον ἀποδείξῃ, καὶ διὰ τῶν πόνων στεφάνους ἡμῶν πλέξῃ ταῖς κορυφαῖς.
 [00095]  Τί γάρ ἐστι νηστεία, ἢ ἀγώνων στέφανος, καὶ μισθῶν πρόξενος, καὶ σωτηρίας ὁδός;
 [00097]  νηστεία τὰ τραύματα τῆς ψυχῆς ἰᾶται, νηστεία σαθρωθεῖσαν ψυχὴν ταῖς ἁμαρτίαις ἀνακαινίζει, νευροῖ τὴν ψυχὴν, ἀνδρειοῖ τὸ φρόνημα, τὸν φόβον τοῦ Θεοῦ εἰσάγει, ἐκπορθεῖ τὰ πάθη, γαληνιᾷ τοὺς λογισμούς.
 [00126]  νηστεία καὶ εὐχὴ τὸν Ἠλίαν εἰς οὐρανοὺς ἀνήγαγε, Νινευΐτας ἐκ θανάτου ἐῤῥύσατο, νηστεία τὸν ∆ανιὴλ ἐκ τῶν λεόντων ἀβλαβῆ διεφύλαξε, νηστεία τοὺς τρεῖς παῖδας ἀκεραίους ἐν μέσῳ τῆς καμίνου διετήρησε, νηστεία Μωϋσέα τῆς ἀθεάτου δόξης ἠξίωσε, νηστεία Ἑλισσαῖον ἄρχοντα τῶν προφητῶν ἀπετέλεσε.
 [00230]  Νηστεία Θεοῦ χάρισμα, νηστεία ἀγγέλων τροφή·
 [00231]  νηστεία τὸν Μωϋσῆν ἐμυσταγώγησε, νηστεία τὸν Ἀβραὰμ ἐπιστώσατο, νηστεία τὸν Ἰσαὰκ ἐδικαίωσε, νηστεία σὺν τῷ Ἰακὼβ ἐξενίτευσε, νηστεία τὸν Ἰωσὴφ ἐσέμνυνε, νηστεία τὸν Μελχισεδὲχ ὕψωσε, νηστεία τὸν Λὼτ ἐκ Σοδόμων ἥρπασε, νηστεία σὺν τῷ Ἰὼβ ἤθλησε, νηστεία προφήτας ἐσό [60.718] φισε, νηστεία βασιλεῖς ἐδυνάμωσε, νηστεία ἱερεῖς ἐτελείωσε, νηστεία Μωϋσῆν ἐλαμπαδούχησε, νηστεία σὺν τῷ Ἀαρὼν ἱεράτευσε, νηστεία Ἰησοῦ Ναυὴ συνεστρατήγησε, νηστεία τὸν Γεδεὼν ὥπλισε, νηστεία τὸν Σαμψὼν ἠνδρείωσε, νηστεία τὸν Σαμουὴλ ἐκύησε, νηστεία σὺν τῷ Σαοὺλ ἐπολέμησε, νηστεία τὸν Ἡσαΐαν εὐλόγησε, νηστεία τὸν Ἱερεμίαν ἐστόμωσε, νηστεία τὸν Ζαχαρίαν ἡγίασε, νηστεία τὸν Ἰωάννην ἐσόφισε, νηστεία Πέτρῳ ἐπήρκεσε, νηστεία Παύλῳ ἐβράβευσε, νηστεία τὴν οἰκουμένην ἐσφράγισε, νηστεία δύναμιν πυρὸς κατεπάτησε, νηστεία ἔθνος λεόντων ἐμάρανε, νηστεία γαυρίαμα δρακόντων κατέσβεσε, νηστεία ποταμοὺς ἐξήρανε·
 [00232]  νηστεία τοῦ παραδείσου ἀποκατάστασις, νηστεία ἐπὶ τοῖς εἰρημένοις κεφάλαιον, τὸ σῶμα τοῦ Χριστοῦ ὀχυρώσασα, τὰς προσβολὰς τοῦ διαβόλου σφοδρῶς ὑπεδέξατο.
 [00233]  Νηστεία παρθένων συνόμιλος, νηστεία οἴκων αὔξησις, νηστεία μετανοούντων συνήγορος, νηστεία προσευχῆς ὁμόζυγος, νηστεία πλούτου ἀρχὴ, νηστεία πενήτων παράκλησις, νηστεία καταπονουμένων βοηθὸς, νηστεία ὕπνον ἐλαύνουσα, καὶ ὕμνον ἐπάγουσα, νηστεία ὕδωρ ἡμᾶς ποτίζουσα, καὶ ἀθανασίας πηγὴν ἡμῖν καταρτίζουσα.
 [00234]  Ὢ νηστεία, ἡ ἄρτῳ τὰς ψυχὰς ἡμῶν πρὸς εὐσέβειαν εὐτρεπίζουσα, καὶ ἅλατι τὴν δυσωδίαν τῶν ἁμαρτημάτων ἡμῶν ἀποσμήχουσα·
 [00235]  ὢ νηστεία τεσσαράκοντα ἡμέρας τὸν ἀέρα βαθμώσασα, καὶ ἡμᾶς εἰς οὐρανοὺς δι' ἐκείνων ἄγουσα·
 [00236]  ὢ νηστεία διὰ στόματος νηστευόντων ἔλεον καὶ κρίσιν τῷ Θεῷ κελαδοῦσα, ὡς νῦν ἠκούσαμεν τῶν εἰρημένων.
 [00239]  Νηστεία τῶν Χερουβὶμ ὁμοδίαιτος, νηστεία τῶν Σεραφὶμ σύσκηνος, νηστεία τὸν Ἐνὼχ εἰς παράδεισον ᾤκισεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.
 [00244]  Ἰδοὺ γὰρ ἐφίσταται ἡ νηστεία, ἡ ψυχῶν καὶ σωμάτων σωτηρίαν χαριζομένη, ὡς ἀνάστασιν παρεχομένη παράδοξον, ὡς πρὸς πνευματικοὺς ἡμᾶς ἀγῶνας ἔλαιον ἀλείφεσθαι.
 [00245]  Εὐχὴ καὶ νηστεία τὸ τῶν ἀγγέλων ἔργον, νηστεία παραδείσου πύλη, νηστεία ἁμαρτωλῶν καθάρσιον, νηστεία παῤῥησία πρὸς Θεὸν, νηστεία καθαρότης καρδίας, νηστεία πάντων τῶν παρὰ Θεοῦ δεδομένων ἡμῖν ἀγαθῶν τὸ κεφάλαιον, νηστεία ἁγιασμὸς ψυχῆς, νηστεία ὑγεία σώματος, νηστεία οἴκου ἀσφάλεια, νέων παιδαγωγὸς, νηπίων φύλαξ, γερόντων σωφρονισμὸς, γυναικῶν εὐκοσμία καὶ κατάστασις.
000-00-00 Serial Number=0314797342
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00726]  Πάλιν νηστεία φυσᾷ·
000-00-00 Serial Number=0136094451
De paenitentia [1] Ante [Go Back]  
 [00450]  Ὢ νηστεία ἐπιτεταμένης τῆς παρανομίας πεπληρωμένη·
 [01124]  ἡ δὲ νηστεία δουλεύοντας ἡμᾶς καὶ δεδεμένους εὑροῦσα, ἀνίησι τῶν δεσμῶν, ἀπαλλάττει τῆς τυραννίδος, καὶ πρὸς τὴν ἐλευθερίαν ἐπανάγει τὴν προτέραν.
 [01127]  Βούλει μαθεῖν, ὅσος κόσμος ἀνθρώποις ἡ νηστεία, ὅση φυλακὴ καὶ ἀσφάλεια;
 [01135]  Εἰ δὲ ἐν παραδείσῳ ἀναγκαία ἡ νηστεία, πολλῷ μᾶλλον ἐκτὸς τοῦ παραδείσου·
 [01284]  ἡ δὲ νηστεία σαλευομένην αὐτὴν καὶ μέλλουσαν καταπίπτειν ἔστησε.
000-00-00 Serial Number=0230247557
De sacerdotio Ante [Go Back]  
 [01332]  καὶ γὰρ καὶ νηστεία σύντονος καὶ χαμευνία καὶ ἀγρυπνία καὶ ἀλουσία καὶ ὁ πολὺς ἱδρὼς καὶ τὰ λοιπὰ ὅσα πρὸς τὴν τοῦ σώματος ἐπιτηδεύουσι ταλαιπωρίαν πάντα οἴχεται, τοῦ κολάζεσθαι μέλλοντος οὐκ ὄντος ἰσχυροῦ.
000-00-00 Serial Number=0711154938
De virginitate Ante [Go Back]  
 [00079]  Ἡ γὰρ νηστεία καὶ ἡ παρθενία οὔτε καλὸν καθ' ἑαυτὸ οὔτε κακόν, ἀλλ' ἀπὸ τῆς τῶν μετιόντων προαιρέσεως ἑκάτερον γίνεται.
 [00622]  ∆ιὰ τοῦτο καὶ ἡ νηστεία καλὸν ὅτι περικόπτει τὰς τῆς ψυχῆς φροντίδας καὶ τὴν περιρρέουσαν τὸν νοῦν ὀλιγωρίαν ἀναστέλλουσα ὅλην πρὸς ἑαυτὴν ἐπιστρέφει τὴν διάνοιαν.
000-00-00 Serial Number=0665832698
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00307]  οἷον νηστεία, σωφροσύνη, ἀγρυπνία, βασκανίαν, ἐπιθυμίαν, ὑπεροψίαν·
 [00956]  Βούλει μαθεῖν ὅσος κόσμος ἀνθρώποις ἡ νηστεία;
 [01378]  ὃ γὰρ οὔτε νηστεία, οὔτε χαμευνία, οὐκ ἄλλο τι δύναται ἐργάσασθαι, τοῦτο ἡ τοῦ ἀδελφοῦ σωτηρία ποιεῖ.
 [04083]  Μηδὲν τοίνυν οὕτω σπουδάζωμεν, ἀγαπητοὶ, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες, ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία μυστηρίων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἐὰν μνησικακῶμεν, δυνήσεται ἡμῶν προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην.
 [05082]  ἐντεῦθεν καὶ εὐχὴ καὶ νηστεία καὶ πᾶσα ἄλλη ἀρετὴ τὰ νεῦρα ἔχει.
 [05083]  Κἂν γὰρ νηστεύῃς, χωρὶς ἐλεημοσύνης οὐδὲ νηστεία τὸ πρᾶγμα λογίζεται, ἀλλὰ γαστριζομένου καὶ μεθύοντος χεῖρον, ὅσῳ τρυφῆς ὠμότης χαλεπωτέρα.
000-00-00 Serial Number=0547099710
Expositiones in Psalmos Ante [Go Back]  
 [06742]  Οὐχ αὕτη ἡ νηστεία, ἣν ἐξελεξάμην.
000-00-00 Serial Number=0854897797
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03269]  Ὥσπερ γὰρ παρθενία οὐχ ἁπλῶς ἀποχὴ γάμου, ἀλλὰ τὸ μάλιστα αὐτῆς χαρακτηρίζον τὴν ἀρετὴν, τὸ εὔσχημον, καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως, οὕτω καὶ νηστεία.
000-00-00 Serial Number=0514206171
In Acta apostolorum Ante [Go Back]  
 [02301]  ∆ύο ἦν ἱκανὰ ἐμβαλεῖν αὐτοὺς εἰς ἀθυμίαν, ἥ τε νηστεία, καὶ τὸ τὰ χρήματα διαδίδοσθαι.
 [09111]  Ὁρᾷς ὅσον ἡ νηστεία μέγα;
 [09113]  Μέγα τι ἡ νηστεία ἀγαθόν·
 [09117]  Ἡ νηστεία δὲ οὐ τοῦτο μόνον ἐστὶν, ἀλλὰ καὶ τὸ τρυφῆς ἀπέχεσθαι, νηστείας εἶδός ἐστι.
 [09999]  Πάλιν νηστεία, τὸ καθάρσιον τῶν ἡμετέρων ψυχῶν.
 [09999]  Ἰδοὺ νηστεία ἀνδροφονίας μήτηρ.
000-00-00 Serial Number=0475673139
In Genesim sermo 3 Ante [Go Back]  
 [00025]  Νηστεία παρήχθη ἡ τῶν ἀποστόλων φίλη, νηστεία παρήχθη ἡ τῶν μαρτύρων καλλονή·
 [00026]  νηστεία παρήχθη ἡ τῶν μοναζόντων σύντροφος·
 [00027]  νηστεία παρήχθη, ἣν καὶ αὐτὸς ὁ Κύριος ἐν σαρκὶ περιὼν (σιξ) ἐφύλαξεν αὐτῆς τοὺς ὅρους.
 [00059]  Νηστεία ἡ τετάρτη, καὶ νηστεία ἡ πέμπτη, καὶ νηστεία ἡ ἑβδόμη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθάς.
 [00060]  Εἴδετε πάντες πῶς ἀνοίγει τῶν ἑορτῶν τὴν ὑπόθεσιν ἡ νηστεία;
000-00-00 Serial Number=0710595965
In Genesim sermones Ante [Go Back]  
 [00011]  Οὐχ οὕτω χελιδὼν φανεῖσα τὸν χειμῶνα ἀπελαύνειν εἴωθεν, ὡς νηστεία φανεῖσα τὸν χειμῶνα τῶν παθῶν τῆς διανοίας ἐκβάλλει τῆς ἡμετέρας.
000-00-00 Serial Number=0835356295
In Joannem Ante [Go Back]  
 [01417]  Φέρει τινὰ παραμυθίαν ἡμῖν οὐ μικρὰν καὶ λύσιν τῶν ἡμαρτημένων καὶ νηστεία ὁμοίως, ὅταν μετὰ τῆς εἰς ἑτέρους φιλανθρωπίας γίνηται, καὶ σβέννυσι τὸ σφοδρὸν τῆς ὀργῆς τοῦ Θεοῦ.
000-00-00 Serial Number=0409988880
In Lazarum i Ante [Go Back]  
 [00196]  Τί ποιοῦμεν, ὅτι πάντα μεταφέρεται, προφῆται, ἀπόστολοι, ἱερωσύνη, νηστεία, πανήγυρις, λατρεία;
000-00-00 Serial Number=0526850402
In Psalmum 139 Ante [Go Back]  
 [00101]  ὡς ἡ πίστις τὴν αἱμόῤῥουν, καὶ νηστεία τοὺς Νινευίτας.
000-00-00 Serial Number=0591488004
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01503]  Καλὸν μὲν καὶ τοῦτο ὃ πράττετε νῦν, νηστεία καὶ χαμευνία καὶ σποδός·
000-00-00 Serial Number=0339408696
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00064]  ἂν δὲ εἴπωμεν, ἀρχὴ σωφροσύνης νηστεία, τουτέστι, θεμέλιος καὶ σύστημα.
000-00-00 Serial Number=0707646132
In epistulam I ad Corinthios Ante [Go Back]  
 [09999]  Τὰ μὲν γὰρ ἄλλα τῆς ἀρετῆς μέρη συνεζευγμένον ἔχει τὸν πόνον, οἷον νηστεία, σωφροσύνη, ἀγρυπνία, βα-σκανίαν, ἐπιθυμίαν, ὑπεροψίαν·
000-00-00 Serial Number=0454435289
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03188]  Ὄντως οἰκία πένθους τὰ μοναστήρια, ἔνθα σάκκος καὶ σποδὸς, ἔνθα μόνωσις, ἔνθα γέλως οὐδεὶς, οὐδὲ βιωτικῶν πραγμάτων ὄχλος, ἔνθα νηστεία, ἔνθα χαμευνία, πάντα καθαρὰ κνίσσης, αἱμάτων, θορύβου, ταραχῆς, πολυοχλίας.
000-00-00 Serial Number=0597063422
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00979]  [61.644] ὅταν καὶ νηστεία καὶ σάββατον προσγένηται, καὶ ἀντὶ μιᾶς δύο τηρῶνται ἐντολαὶ, ὅρα τὸν κίνδυνον καὶ ἀπὸ τοῦ χρόνου γενόμενον χαλεπώτερον.
000-00-00 Serial Number=0207692206
In epistulam ad Romanos Ante [Go Back]  
 [09061]  Εἶτα, ὥστε μὴ γενέσθαι εὐφώρατοι, τῶν χοιρείων ἀπεχόμενοι μόνον, πάντων ἑξῆς ἀπείχοντο τῶν κρεῶν, καὶ λάχανα ἤσθιον μόνον, ἵνα νηστεία μᾶλλον εἶναι δοκῇ τὸ γινόμενον, ἀλλὰ μὴ νόμου παρατήρησις.
000-00-00 Serial Number=0697766304
In epistulam ad Titum Ante [Go Back]  
 [01362]  Καίτοι γε ἡ παρθενία χαλεπώτερον αὐτῆς πόνον ἔχει, καὶ ἡ νηστεία καὶ τὸ χαμευνεῖν·
 [01366]  Παρθενία μὲν γὰρ καὶ νηστεία καὶ χαμευνία περὶ τὸν ποιοῦντα ἵσταται μόνον, ἕτερον δὲ ἔσωσεν οὐδένα·
000-00-00 Serial Number=0949162662
In ingressum sanctorum jejuniorum Ante [Go Back]  
 [00005]  Μεγάλην πρὸς Θεὸν παρέχει παῤῥησίαν ἡ ἑκούσιος νηστεία, καθαίρουσα μὲν τὰ σώματα διὰ τῆς ἐγκρατείας, ἁγιάζουσα δὲ τὴν ψυχὴν διὰ τῆς πρὸς Θεὸν παῤῥησίας, καὶ τῶν μὲν γηΐνων ἁπάντων ἐπιλανθάνεσθαι ποιοῦσα, τῶν δὲ οὐρανίων ἐπιθυμεῖν παρασκευάζουσα.
000-00-00 Serial Number=0967617631
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00125]  ἦν δὲ καὶ τὰ ἔργα τοῖς λόγοις ἐφάμιλλα, νηστεία, σάκκος, ἐκτεινὴς προσευχὴ, δάκρυα, πονηρίας φυγή.
000-00-00 Serial Number=0781820595
In principium jejuniorum Ante [Go Back]  
 [00019]  Πόθεν ἡ λεγομένη μοι νηστεία κατεφάνη;
000-00-00 Serial Number=0168008089
In proditionem Judae [1] Ante [Go Back]  
 [00105]  Οὗτος γάρ ἐστι νηστεία τῶν πιστῶν καὶ ἑστίασις, οὗτος ὑπάρχει τροφεὺς καὶ τροφὴ, οὗτος ὑπάρχει ποιμὴν καὶ ἀμνός.
000-00-00 Serial Number=0210556448
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00140]  Κύριε, μὴ νηστεία, φησὶ, τῷ Θεῷ παρ έχει τὰ τοῦ νόμου ἐντάλματα;
000-00-00 Serial Number=0417078853
In sanctum pascha [1] Ante [Go Back]  
 [00166]  Μὴ τοίνυν ἀγνώμονες γινώμεθα περὶ τὸν οὕτως εὐεργέτην, μηδὲ ἐπειδὴ ἡ νηστεία παρῆλθε, ῥᾳθυμότεροι καταστῶμεν·
000-00-00 Serial Number=0982509196
In venerandum crucem Ante [Go Back]  
 [00038]  νηστεία δὲ ἀρχὴ μετανοίας.
 [00041]  Ἀληθὴς νηστεία ἡ τῶν κακῶν ἀλλοτρίωσις, ἐγκράτεια γλώσσης, θυμοῦ ἀποχὴ, ἐπιθυμιῶν χωρισμὸς, καταλαλιᾶς, ψεύδους καὶ ἐπιορκίας·
 [00042]  ἡ τούτων ἔνδεια, νηστεία ἐστὶν ἀληθής.
 [00043]  Ἐν τούτοις μὲν οὖν ἡ νηστεία καλόν.
 [00049]  Μὴ ἔλθῃ καὶ ἐφ' ἡμᾶς ἡ τοῖς Ἰουδαίοις ἀπειληθεῖσα νηστεία·
 [00063]  [59.677] δίψα ἡδὺν τὸν πότον εὐτρεπίζει, καὶ λιμὸς προηγησάμενος ἡδεῖαν παρασκευάζει τὴν τράπεζαν, οὕτω καὶ τὴν τῶν βρωμάτων ἀπόλαυσιν ἡ νηστεία φαιδρύνει.
 [00077]  Καὶ οὐ πρὸς τὰ μέλλοντα μόνον ὠφέλιμος ἡ νηστεία, ἀλλὰ καὶ αὐτῇ τῇ σαρκὶ λυσιτελεστέρα·
 [00091]  οὐχ ἡ νηστεία;
 [00092]  Ἰωάννου δὲ ὁ βίος ἅπας μία νηστεία ἦν·
 [00095]  Παῦλον δὲ μετὰ τῶν ἄλλων καὶ ἡ νηστεία, ἢν ἐν τοῖς ὑπὲρ τῆς θλίψεως καυχήμασιν ἀπηριθμήσατο, εἰς τὸν τρίτον ἀνήγαγεν οὐρανόν.
 [00106]  οὐκ ἐπιθυμίαν λήψῃ τῆς ἐν τῇ βασιλείᾳ τραπέζης, ἣν πάντως ἡ ἐνθάδε νηστεία προευτρεπίσει;
 [00117]  Ἀλλ' οὐκ ἂν ὁ σοφὸς ∆ανιὴλ τὰς ὀπτασίας εἶδεν, εἰ μὴ ἡ νηστεία διαυγεστέραν αὐτοῦ τὴν ψυχὴν ἐποίησεν.
000-00-00 Serial Number=0168725491
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01861]  Τίνος ἕνεκεν ἡ νηστεία;
 [01960]  Ὅτε ἔδει τὸ ὄναρ μα θεῖν, νηστεία προηγήσατο.
 [01962]  Ὅτε οὗτος φαί νεται, καὶ νηστεία καὶ εὐχή.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»