Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum νυκτὸς [217]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum νυκτὸς


000-00-00 Serial Number=0510292292
Ad Innocentium papam i Ante [Go Back]  
 [00031]  Ἑλκόμενος ὑπὸ τοῦ κουριώσου τῆς πόλεως ἐν μέσῃ τῇ πόλει, καὶ πρὸς βίαν συρόμενος κατηγόμην, καὶ εἰς πλοῖον ἐνεβαλλόμην, καὶ διὰ νυκτὸς ἔπλεον, ἐπειδὴ σύνοδον πρὸς δικαίαν ἀκρόασιν προεκαλούμην.
 [00062]  Καὶ ταῦτα ἐτολμᾶτο παρὰ γνώμην τοῦ εὐσεβε [52.534] στάτου βασιλέως, νυκτὸς καταλαβούσης, ἐπισκόπων αὐτὰ κατασκευαζόντων, καὶ πολλαχοῦ στρατηγούντων, οἳ οὐκ ᾐσχύνοντο καμπιδούκτορας ἀντὶ διακόνων προηγουμένους ἕχοντες.
000-00-00 Serial Number=0854602277
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00685]  Νῦν μὲν γὰρ καθάπερ οἱ τοιχωρύχοι καταλαμβανούσης νυκτὸς, τὸ φῶς ἀποσβέσαντες, καὶ ὑφελέσθαι τὰ ὄντα, καὶ τοὺς τούτων κυρίους μετὰ πολλῆς ἀποσφάξαι τῆς εὐκολίας δύναιντ' ἄν·
 [00686]  [47.449] οὕτω καὶ οὗτος ἀντὶ νυκτὸς καὶ σκότους τὴν ἀθυμίαν κατασκεδάσας, πάντας ὑφελέσθαι πειρᾶται τοὺς πρὸς ἀσφάλειαν λογισμοὺς, ἵνα ἐρήμην καὶ ἀβοήθητον λαβὼν τὴν ψυχὴν μυρίαις κατατρώσῃ πληγαῖς.
 [00901]  Καὶ γὰρ εὐκολώτερον τετριμμένην ἀτραπὸν ἐν τῷ βαθυτάτῳ τῆς νυκτὸς ὁδεύειν διαπαντὸς, ἢ τὴν τῆς ἀρετῆς ὁδὸν κατ' ἐκείνους τοὺς καιρούς·
 [01129]  ἐγενόμην συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου.
 [01326]  ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου.
 [01523]  Πληγεὶς δὲ τούτῳ τῷ λογισμῷ, τῷ καὶ νυκτὸς καὶ μεθ' ἡμέραν σητὸς μᾶλλον αὐτοῦ διατρώγοντι τὴν ψυχὴν, καὶ ἄλλα ἐφεξῆς ἐδέχετο τραύματα συνεχῆ καὶ ἐπάλληλα.
 [01769]  Γίνεται δὲ αὐτῷ οὐκ ἐκ διαλειμμάτων μακρῶν, ἀλλὰ πολλάκις μὲν τῆς ἡμέρας, πολλάκις δὲ τῆς νυκτὸς, καὶ λοιπὸν ἕκτος οὗτός ἐστιν ἐνιαυτὸς, ἐξ οὗ τῇ πονηρᾷ ταύτῃ παραδέδοται μάστιγι, καὶ οὔτε οἰκέτης πάρεστιν ὁ θεραπεύσων αὐτὸν, οὔτε ἰατρὸς παραμυθησόμενος, τοῦτο μὲν διὰ τὴν πενίαν, τοῦτο δὲ διὰ τὸ τὴν τέχνην αὐτοῖς ἐλεγχθῆναι τῷ πάθει·
000-00-00 Serial Number=0472246051
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00188]  Καὶ διὰ μὲν τῆς νυκτὸς τοσαῦτα ἡμῖν τὰ ἀγαθά·
000-00-00 Serial Number=0855093539
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00378]  «Ἐθεώρουν, φησίν, ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη αὐτῷ, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πάντες λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται·
000-00-00 Serial Number=0436714649
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00072]  σκηνῆς γὰρ οὐδὲν ὁ παρὼν διενήνοχε βίος, ἀλλὰ καθάπερ ἐκεῖ βασιλέως μὲν οὗτος, ἄρχοντος δὲ ἐκεῖνος, ἕτερος δὲ στρατιώτου τάξιν πληροῖ, τῆς δὲ νυκτὸς καταλαβούσης οὔτε ὁ βασιλεὺς βασιλεύς, οὔτε ὁ ἄρχων ἄρχων, οὔτε ὁ στρατιώτης στρατιώτης, οὕτως καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκ ἀπὸ τοῦ προσώπου, ἀλλ' ἀπὸ τῶν ἔργων ἕκαστος λήψεται τὴν ἀξίαν ἀμοιβήν.
000-00-00 Serial Number=0188860595
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00344]  [7.5] Ὁ γὰρ τὸ πέλαγος τέμνων καὶ ἐπὶ τῶν οἰάκων καθήμενος καὶ κυμάτων ἐμβολαῖς καὶ ὑδάτων ἀτάκτων ῥύμῃ καὶ πνευμάτων βιαίων φορᾷ καὶ νυκτὸς ἀσελήνῳ σκότῳ ἐκδίδωσιν ἑαυτόν, τῇ παρὰ τούτου ὁδηγίᾳ θαρρῶν·
 [00347]  ν μέτρα μόνον καὶ καιροὺς χαρακτηρίζουσιν οὗτοι, ἀλλὰ καὶ ἑκάστης νυκτὸς καὶ ὥραν καὶ ῥοπὴν μετὰ πολλῆς παριστῶσι τῆς ἀκριβείας καὶ ποιοῦσιν εἰδέναι τοὺς ὁρῶντας, πότε μὲν τὸ πλέον αὐτῆς παρῆλθε, πότε δὲ τὸ ἔλαττον ὑπολέλειπται καὶ αὖ τοὐναντίον πάλιν, ὅπερ οὐ ναύταις μόνον, ἀλλὰ καὶ ὁδοιπόροις χρήσιμον, ὥστε μὴ ἀωρὶ τῆς νυκτὸς τῆς ὁδοιπορίας ἅπτεσθαι, μήτε ἐν καιρῷ τῷ προσήκοντι οἴκοι καθῆσθαι.
 [00349]  [7.8] Καθάπερ γὰρ ὁ ἥλιος τὰς ὥρας τῆς ἡμέρας, οὕτω καὶ ἡ σελήνη τὰς τῆς νυκτὸς κανονίζει καὶ πολλὴν ἑτέραν χρείαν παρέχει καὶ ἀέρος εὔκρατον χύσιν καὶ δρόσου γένεσιν πρὸς τὴν τῶν σπερμάτων βλάστην καὶ πολλὴν οἴκοθεν εἰς τὴν σύστασιν τῶν ἀνθρώπων παρεχομένη τὴν ὠφέλειαν καὶ μέση τοῦ χοροῦ τῶν ἀστέρων καὶ τῆς ἡλιακῆς ἱσταμένη λαμπηδόνος·
 [00357]  [7.12] Τί δὲ αὐτοῦ ἡδύτερον, ὅταν τῆς νυκτὸς ἀπελθούσης καὶ μηδέπω τῆς ἀκτῖνος ἀνισχούσης, καθάπερ κροκωτῷ τινι πέπλῳ τοῖς προοιμίοις τῆς ἀνατολῆς τοῦ ἡλίου φοινισσόμενος καλλωπίζηται;
 [00358]  τί δὲ ἡλίου γένοιτ' ἂν ὡραιότερον θέαμα ἀνίσχοντος ὑπὸ τὴν ἕω καὶ μικρᾷ καιροῦ ῥοπῇ πᾶσαν μὲν γῆν, πᾶσαν δὲ θάλασσαν, πᾶν δὲ ὄρος καὶ νάπας καὶ βουνούς, πάντα δὲ τὸν οὐρανὸν ταῖς τῶν ἀκτίνων καταλάμποντος βολαῖς καὶ τῆς νυκτὸς τὸ περιβόλαιον ἀπαμφιεννύντος τῶν ὁρωμένων καὶ γυμνὰ πάντα πρὸ τῶν ὀφθαλμῶν δεικνύντος ἡμῖν;
 [00387]  [7.28] Εἰ γάρ τις ἀνέλοι τῷ λόγῳ τὴν τῆς νυκτὸς ἡσυχίαν καὶ τὴν ἄνεσιν καὶ τὴν ἀνακωχήν, δι' ἧς ἅπαντα ἀναπαύονται καὶ ψυχὴ πεπονηκυῖα καὶ σῶμα ταλαιπωρηθὲν ἀκμαζούσῃ τῇ διανοίᾳ τῆς μεθ' ἡμέραν ἐργασίας ἅπτεσθαι παρασκευάζει, ἄχρηστον ὄψεται τὸ ζῷον τοῦτο γινόμενον.
000-00-00 Serial Number=0378894925
Ad illuminandos catecheses Ante [Go Back]  
 [00307]  νυκτὸς μὲν γὰρ κατεχούσης καὶ σκότους ὄντος, πολλάκις καὶ σχοινίον ἰδών τις, ἐνόμισεν ὄφιν εἶναι, καὶ φίλον προσιόντα ὡς ἐχθρὸν ἔφυγε, καὶ ψόφου τινὸς αἰσθόμενος περιδεὴς γέγονεν·
000-00-00 Serial Number=0656875432
Ad populum Antiochenum Ante [Go Back]  
 [00836]  ἀλλ' ἐπὶ τῶν στρωμάτων κείμενοι πολλάκις δι' ὅλης νυκτὸς ἀγρυπνοῦσι καὶ πολλὰ μηχανώμενοι τοιαύτης οὐκ ἀπολαύουσιν ἡδονῆς.
 [02542]  νυκτὸς δὲ ἐπελθούσης, εἶξε τῇ τυραννίδι τοῦ ὕπνου ἡττηθεὶς, καὶ τὰ βλέφαρα κατεκοίμισε, καὶ μικράν τινα τῶν καθημερινῶν κακῶν παραμυθίαν ἔλαβε.
 [02826]  Ἀκουέτωσαν τούτων οἱ πλεονέκται καὶ τῶν ἀλλοτρίων ἐφιέμενοι χρημάτων, καὶ μιμείσθωσαν ἡμέρας καὶ νυκτὸς τὴν ἰσότητα·
 [02839]  Τίς οὖν οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὃς ὁρῶν μὲν οὐρανὸν, ὁρῶν δὲ θάλατταν καὶ γῆν, ὁρῶν δὲ τοσαύτην ὡρῶν εὐκρασίαν οὕτως ἀκριβῆ, καὶ ἡμέρας καὶ νυκτὸς ἀδιάπτωτον τάξιν, νομίζειν αὐτομάτως ταῦτα γενέσθαι, ἀλλὰ μὴ προσκυνεῖν τὸν ἅπαντα ταῦτα μετὰ σοφίας τῆς προσηκούσης διαταξάμενον;
 [02916]  Τοσαύτη μὲν ὡρῶν εὐταξία, τοσαύτη δὲ ἡμέρας καὶ νυκτὸς συμφωνία, τοσούτων δὲ ἀλόγων ζώων γένη, καὶ φυτῶν, καὶ σπερμάτων, καὶ βοτανῶν ὁδῷ βαδίζει, καὶ οὐδὲν εἰς τὴν παροῦσαν ἡμέραν οὔτε διέπεσεν, οὔτε ἀνηλώθη καθάπαξ.
 [02989]  Πολλὰ καὶ περὶ νυκτὸς καὶ ἡμέρας, καὶ τῆς τούτων εὐταξίας, καὶ τοῦ ῥυθμοῦ τοῦ μετὰ ἀκριβείας ὑπ' αὐτῶν φυλαττομένου διελέχθημεν·
 [02991]  Καθάπερ γὰρ ἡ ἡμέρα τῆς νυκτὸς οὐδὲ ἡμιώριον πλεονεκτεῖ κατὰ πάντα τὸν ἐνιαυτόν·
 [03039]  Εἶτα καλύβη μὲν οὐκ ἂν σταίη χωρὶς τοῦ προνοοῦντος, δημιούργημα δὲ τοσοῦτον οὕτω καλὸν καὶ θαυμαστὸν, καὶ νόμοι νυκτὸς καὶ ἡμέρας, καὶ ὡρῶν ἐνηλλαγμέναι χορεῖαι, καὶ φύσεως δρόμος ποικίλος τις καὶ παντοδαπὸς ἐν γῇ καὶ θαλάττῃ, καὶ ἀέρι, καὶ οὐρανῷ, καὶ φυτοῖς, καὶ ζώοις πετομένοις, νηχομένοις, βαδίζουσιν, ἕρπουσι, καὶ ἐν τῷ πάντων ἐκείνων κυριωτέρῳ τῶν ἀνθρώπων γένει, πῶς ἂν διέμεινεν ἐπὶ τοσοῦτον ἀδιάπτωτος χρόνον χωρὶς προνοίας τινός;
 [03722]  Κατὰ τὴν ἡμέραν ταύτην τὸ φοβερὸν ἐκεῖνο γέγονεν ἐν τῇ πόλει δικαστήριον, καὶ τὰς καρδίας ἁπάντων διέσεισε, καὶ νυκτὸς οὐδὲν ἅμεινον διακεῖσθαι ἐποίησε τὴν ἡμέραν, οὐ τῆς ἀκτῖνος σβεσθείσης, ἀλλὰ τῆς ἀθυμίας καὶ τοῦ φόβου πηρωσάντων ὑμῶν τοὺς ὀφθαλμούς.
 [05390]  Ἐξῆλθε γὰρ ὁ βασιλεὺς, φησὶ, νυκτὸς ὁδὸν πύλης, καὶ οἱ Χαλδαῖοι ἐκύκλουν τὴν πόλιν, καὶ κατεδίωξε δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτὸν, καὶ συνέλαβον τὸν βασιλέα, καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐλάλησεν ὁ βασιλεὺς Βαβυλῶνος μετὰ Σεδεκίου κρίσιν, καὶ ἔσφαξε τοὺς υἱοὺς αὐτοῦ ἐνώπιον αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε·
000-00-00 Serial Number=0716183424
Admonitiones spirituales Ante [Go Back]  
 [00047]  Μνήσθητι, ὅτι ἄνθρωπος εἶ, ὀστέα τεταπεινωμένα ἀπὸ κεφαλῆς ἕως ποδῶν, μὴ δυνάμενος μιᾶς ἡμέρας ὑπενεγκεῖν κόπον, ἢ μιᾶς νυκτὸς ἀγρυπνίαν·
000-00-00 Serial Number=0546010911
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00068]  Εἴπω καὶ τῆς νυκτὸς τὸν ἀφόρητον πειρασμὸν, καὶ αὐτὸν καινὸν ὄντα καὶ παράδοξον;
 [00087]  Καὶ γὰρ ἐξεδειματοῦτο, φοβερὰς ὄψεις ὁρῶν ἐπὶ τῆς νυκτὸς, καὶ φόβον ἀφόρητον ὑπομένων, ἔκστασίν τε πολλὴν καὶ κατάπληξιν.
000-00-00 Serial Number=0970774055
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00078]  Ἀνερεύνησον τὴν συνείδησίν σου, εἰ οὐδέποτε ἐβλάβης, εἰ οὔτε νυκτὸς, οὔτε ἡμέρας ἐδέξω πληγήν.
000-00-00 Serial Number=0141247809
Catecheses ad illuminandos Ante [Go Back]  
 [00376]  [2.24] Εἶτα μετὰ τοῦτο κατὰ τὸν τῆς νυκτὸς καιρὸν ὁλόκληρον ἀποδύσας τὸ ἱμάτιον καὶ καθάπερ εἰς αὐτὸν τὸν οὐρανὸν εἰσάγειν μέλλων διὰ τῶν τελουμένων οὕτως ἅπαν τὸ σῶμα ἀλείφεσθαι παρασκευάζει τῷ ἐλαίῳ ἐκείνῳ τῷ πνευματικῷ ὥστε πάντα τὰ μέλη διὰ τῆς ἀλοιφῆς τειχισθῆναι καὶ ἀχείρωτα γενέσθαι τοῖς παρὰ τοῦ ἐναντίου πεμπομένοις βέλεσι.
 [00418]  νυκτὸς γὰρ τότε οὐκ οὔσης, οὐδὲ ἄστρων χρεία λοιπόν.
 [00613]  Ὅρα αὐτὸν πάλιν ἀθρόον εἰς ἡμερότητα προβάτου μεταβαλλόμενον καὶ τὸν πρὸ τούτου δεσμεύοντα καὶ εἰς φυλακὰς ἐμβάλλοντα καὶ πάντας τοὺς εἰς τὸν Χριστὸν πιστεύοντας ἐλαύνοντα καὶ διώκοντα ἐξαίφνης διὰ τὸν Χριστὸν διὰ τοῦ τείχους ἐν σπυρίδι χαλώμενον ἵνα διαφύγῃ τῶν Ἰουδαίων τὰς ἐπιβουλάς, ἄλλοτε διὰ νυκτὸς εἰς Καισάρειαν ἐκπεμπόμενον κἀκεῖθεν εἰς Ταρσὸν ἐξαποστελλόμενον ἵνα μὴ διασπασθῇ ὑπὸ τῆς τῶν Ἰουδαίων μανίας.
 [01264]  Καὶ τῆς νυκτὸς τὸν καιρὸν μετὰ νήψεως ἡμᾶς διαγαγόντας, οὕτω πάλιν ἐπὶ τὴν ὑπὸ τὸν ὄρθρον ἐξομολόγησιν ἀπαντᾶν ἵν' οὕτως ἕκαστος ἡμῶν τὸν ἑαυτοῦ βίον οἰκονομῶν, καὶ τοῦ παρόντος βίου τὸ πέλαγος ἀκινδύνως διαδραμεῖν δυνηθῇ καὶ τῆς παρὰ τοῦ δεσπότου φιλανθρωπίας ἀξιωθῆναι.
000-00-00 Serial Number=0733036995
Commentarius in Job Ante [Go Back]  
 [01218]  [3,9a] σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, [9b] ὑπομείναι καὶ μὴ ἔλθοι καὶ μὴ φωτίσαι [9c] μηδὲ ἴδοι ἑωσφόρον ἀνατέλλοντα, [3,10a] ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός μου·
 [01904]  «οὔτε τὸ φῶς με τῆς ἡμέρας παραμυθεῖται οὔτε τῆς νυκτὸς ἡ ἀνάπαυσις.
 [03504]  [30,16a] καὶ νῦν ἐπ' ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, [16b] ἔχουσι δέ με ἡμέραι ὀδυνῶν, [30,17a] νυκτὸς δέ μου τὰ ὀστᾶ συνέθλασαν [17b] καὶ τὰ νεῦρά μου διαλέλυται.
000-00-00 Serial Number=0335538089
Comparatio regis et monachi Ante [Go Back]  
 [00040]  Εἰ δὲ καὶ τῆς νυκτὸς τὸν χρόνον ἐξετάζειν βουληθείημεν, τὸν μοναχὸν μὲν ὀψόμεθα τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ ταῖς εὐχαῖς κοσμούμενον, πολὺ πρότερον ᾄδοντα τῶν ὀρνίθων, ἀγγέλοις συμβιοτεύοντα, Θεῷ συλλαλοῦντα, τῶν οὐρανίων ἀγαθῶν ἀπολαύοντα·
000-00-00 Serial Number=0331928849
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00140]  καὶ ὀδύναι ἐπάλληλοι, καὶ βάσανοι ἀκαρτέρητοι, καὶ νὺξ ἡμέρας χαλεπωτέρα, καὶ ἡμέρα νυκτὸς φρικωδεστέρα, ὥς φησιν·
000-00-00 Serial Number=0118574440
De Anna i Ante [Go Back]  
 [01035]  Ταῦτα εἶπον, οὐχ ἵνα κροτήσητε καὶ θαυμάσητε, ἀλλ' ἵνα διὰ τῶν ἔργων αὐτὰ ἐπιδείξησθε, καὶ τὸν καιρὸν τὸν τῆς νυκτὸς καὶ τὸν τῆς ἡμέρας, καὶ τὸν τῆς ἐργασίας καιρὸν ἐν εὐχαῖς καὶ δεήσεσι διαλαμβάνοντες.
000-00-00 Serial Number=0868684053
De Christi precibus Ante [Go Back]  
 [00304]  καὶ τὰς πρὸς ἀλλήλους ἔχθρας καταλύσωμεν, καὶ μιᾶς ἡμέρας μηδεὶς πλέον ἔστω τοῦ πλησίον ἐχθρὸς, ἀλλὰ πρὸ τῆς νυκτὸς καταλυέτω τὴν ὀργὴν, ἵνα μὴ καθ' ἑαυτὸν γενόμενος, καὶ τὰ γεγενημένα καὶ τὰ εἰρημένα παρὰ τῆς ἔχθρας συλλέγων μετὰ ἀκριβείας, χαλεπώτερον τὸ τέλος ἐργάσηται, καὶ δυσκολωτέραν ποιήσῃ τὴν καταλλαγήν.
000-00-00 Serial Number=0975716054
De Davide et Saule Ante [Go Back]  
 [00681]  Καὶ καθάπερ νυκτὸς μὲν παρούσης οὐδὲ παρόντα πολλάκις ἐπιγινώσκομεν φίλον, ἡμέρας δὲ γενομένης, καὶ πόῤῥωθεν ὁρῶντες αὐτὸν γνωρίζομεν·
000-00-00 Serial Number=0520037532
De Lazaro Ante [Go Back]  
 [02625]  Ὅπερ γάρ ἐστι μιᾶς νυκτὸς ὄναρ, τοῦτο ἅπας ὁ παρὼν βίος πρὸς τὴν διαδεξομένην ἡμᾶς κόλασιν καὶ τιμωρίαν.
000-00-00 Serial Number=0478320658
De cognitione dei et in sancta theophania Ante [Go Back]  
 [00042]  Βλέπεις, ὅτι περὶ τῆς παρούσης νυκτὸς διηγεῖται;
 [00044]  Ὢ φωτοφόρου καὶ θαυμαστῆς νυκτὸς πάσης ἡμέρας φωτεινοτέρας.
000-00-00 Serial Number=0267228603
De diabolo tentatore Ante [Go Back]  
 [00284]  Καίτοι γε ἥλιον ὁρῶμεν ἐπὶ τοσούτοις ἔτεσιν εὔτακτα καθ' ἑκάστην βαδίζοντα τὴν ἡμέραν, ποικίλον ἀστέρων χορὸν τὴν οἰκείαν διατηροῦντα τάξιν, σελήνης δρόμους ἀπαρεμποδίστους, νυκτὸς καὶ ἡμέρας διαδοχὴν ἀκριβῆ, πάντα, καὶ τὰ ἄνω καὶ τὰ κάτω ὥσπερ ἐν ἁρμονίῳ τινὶ χορείᾳ, μᾶλλον δὲ καὶ πολλῷ πλέον καὶ ἀκριβέστερον, τὴν οἰκείαν ἕκαστον χώραν διαφυλάττον, καὶ οὐκ ἐξιστάμενον τῆς τάξεως ἧς παρὰ τὴν ἀρχὴν αὐτὰ ποιῶν ἔταξεν ὁ Θεός.
 [00966]  καὶ ὅπερ ἐπ' ἐκείνου συνέβη μόνου, οὐδὲ τὴν ἀπὸ τῆς νυκτὸς εἶχε παραμυθίαν, ἀλλὰ τῶν μεθ' ἡμέραν δεινῶν προσθήκη μείζων ἦν ἡ τῶν νυκτερινῶν φόβων φαντασία.
000-00-00 Serial Number=0596732795
De eleemosyna [2] Ante [Go Back]  
 [00179]  Πλοῦτον ἔχεις, καὶ κρύπτεις αὐτὸν ἐπὶ τῆς γῆς, ἐν ᾗ ἔρχονται νυκτὸς λῃσταὶ, καὶ διορύσσουσι καὶ κλέπτουσι τὸν θησαυρόν σου, καὶ ἀναστὰς πρωῒ θεωρεῖς αὐτὸν σεσυλημένον.
000-00-00 Serial Number=0457036138
De jejunio sermones 1 Ante [Go Back]  
 [00438]  Ὄψεσθε γὰρ τὴν ζωὴν ὑμῶν κρεμαμένην ἔμπροσθεν τῶν ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέρας, καὶ οὐ πιστεύσετε ἐπὶ τὴν ζωὴν ὑμῶν·
 [00452]  Καὶ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἔμπροσθεν τῶν ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέρας, καὶ οὐ πιστεύσετε ἐπὶ τὴν ζωὴν ὑμῶν.
000-00-00 Serial Number=0517178357
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00206]  καθάπερ οὖν καὶ ὁ Παῦλος, νυκτὸς καὶ ἡμέρας δακρύων, παραμυθίαν ἐλάμβανεν·
000-00-00 Serial Number=0851094961
De mansuetudine sermo Ante [Go Back]  
 [00088]  ἂν δὲ καὶ αὐτὸς ὑπὸ τῆς ὀργῆς ἡττηθεὶς, τοῖς ἴσοις ἀμύνασθαι σπουδάζῃ τὸν ἐχθρὸν, οὐδέποτε πέρας ἔσται τῆς ὀργῆς καὶ τῆς μάχης, ἀλλ' ἀεὶ μεμηνότες καὶ νικᾷν ἀλλήλους ἐπιθυμοῦντες ταῖς λοιδορίαις καὶ ταῖς πληγαῖς, εἰς ἀπέραντον πόλεμον καὶ μάχην ἐκφέρονται, ἐπιβουλεύοντες ἀλλήλοις, συκοφαντίας ἀνάπτοντες, ἐπιορκεῖν τολμῶντες, ἃ μήτε ἑωράκασι μήτε ἀκηκόασι κατηγορεῖν μελετῶντες, ἐν ἡμέρᾳ μὲν ὥσπερ κύνες λυττῶντες, καὶ ζητοῦντες τὸν ἐχθρὸν, τῆς δὲ νυκτὸς τὸ πλεῖστον ἀναλίσκοντες ἐν τῷ βουλεύεσθαί τι κακὸν καὶ ῥάπτειν ἐπι [63.554] βουλάς.
000-00-00 Serial Number=0993815362
De non iterando conjugio Ante [Go Back]  
 [00103]  «Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας.».
000-00-00 Serial Number=0069743514
De non judicando proximo Ante [Go Back]  
 [00003]  Ὥσπερ ἡ φαεσφόρος σελήνη τὰ τῆς νυκτὸς ἀμαυρὰ λευκαίνουσα, τοῖς τε κατὰ γῆν καὶ θάλατταν πλωτῆρσί τε καὶ ὁδοιπόροις τὸ κάλλος δᾳδουχοῦσα, ἀνεμπόδιστον ἑκάστῳ τὴν πορείαν κατεργάζεται·
000-00-00 Serial Number=0517190993
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00039]  Καὶ πάντες μὲν ἄνθρωποι τῷ φυσικῷ τῆς νυκτὸς ὕπνῳ τυραννούμενοι, πρὸς βάθος καθέλκονται·
000-00-00 Serial Number=0586652756
De patientia sermo 1 Ante [Go Back]  
 [00276]  Τοῦτο μεριμνᾷν ἀναγκαῖον, τοῦτο νυκτὸς καὶ ἡμέρας σκοπεῖν καλόν.
000-00-00 Serial Number=0830354869
De precatione [1] Ante [Go Back]  
 [00093]  ἐν δέ γε τῇ τοῦ χειμῶνος ὥρᾳ, καὶ τῆς νυκτὸς τὸ πλεῖστον μέρος εἰς προσευχὰς ἀναλίσκοντας, καὶ τὰ γόνατα κάμπτοντας σὺν πολλῷ τῷ φόβῳ τῇ δεήσει [50.780] προσέχοντας, μακαρίζοντας ἑαυτοὺς ἐπὶ τῇ τοῦ Θεοῦ λατρείᾳ.
 [00096]  μετὰ ποίας ἐλπίδος ἐπὶ τὸν τῆς νυκτὸς ἥξεις καιρόν;
 [00154]  Ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ, τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτὸς, καὶ μακροθυμεῖ ἐπ' αὐτοῖς;
000-00-00 Serial Number=0680486321
De prophetiarum obscuritate Ante [Go Back]  
 [00723]  ἀλλ' ἐλθούσης τῆς νυκτὸς ἐκλείπει.
000-00-00 Serial Number=0573878586
De pseudoprophetis Ante [Go Back]  
 [00519]  Τούτους πόθησον, τούτους μίμησαι, τούτων μὴ χωρίζου, τούτων τὴν μνήμην ἐν τῇ καρδίᾳ σου ἔχε νυκτὸς καὶ ἡμέρας, πάντοτε ἐν ταῖς χερσί σου τὰς τούτων βίβλους κατέχων ἀναγίνωσκε, ὅπως εὕρῃς πολλὴν ὠφέλειαν.
 [00639]  τὸν εἰπόντα, ὅτι Ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας·
000-00-00 Serial Number=0999841928
De sacerdotio Ante [Go Back]  
 [01085]  οὐκ ἐπειδὴ μέχρι βαθείας νυκτὸς εἰς τὸν τῆς διδασκαλίας αὐτοῦ ἀπησχόλει λόγον;
000-00-00 Serial Number=0091031492
De salute animae Ante [Go Back]  
 [00022]  [60.736] Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθισε.
000-00-00 Serial Number=0647724032
De sancta pentecoste Ante [Go Back]  
 [00492]  καὶ ὁ τὴν ἡμέραν πάλιν βλέπων οὐχ ὁμοίως θαυμάζει τὸ φῶς, ἐὰν μὴ καὶ τὸ τῆς νυκτὸς σκότος διαδέξηται.
000-00-00 Serial Number=0674362719
De virginitate Ante [Go Back]  
 [01476]  Οὐ γὰρ μόνον ὅταν εἰς τὸ κιβώτιον αὐτὰ ἀποθῶνται οὐδὲ νυκτὸς καταλαβούσης μόνον ταράττονται ταῖς φροντίσιν, ἀλλὰ καὶ ὅταν αὐτὰ περικέωνται, καὶ ὅταν ἡμέρα ᾖ τὴν αὐτὴν ὑπομένουσι μέριμναν, μᾶλλον δὲ καὶ χαλεπωτέραν.
000-00-00 Serial Number=0941797733
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01137]  διὰ τί ὁ Σίμων διὰ πάσης τῆς νυκτὸς κοπιάσας, καὶ μηδὲν ἀνύσας, ἄπρακτος ἔμεινεν;
 [01188]  Ἐπιστάτα, δι' ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν·
 [02640]  Τοῖς γὰρ ἐν μέθῃ καὶ ἀκολασίᾳ βιοῦσιν ἡ ἡμέρα πρὸς τὸ τῆς νυκτὸς μεταστρέφεται σκότος, οὐ τοῦ ἡλίου σβεννυμένου, ἀλλὰ τῆς ἐκείνων διανοίας σκοτιζομένης τῇ μέθῃ.
 [03411]  Ὥσπερ γὰρ τὰ ὀνείρατα τῆς ἡμέρας καταλαβούσης ἐλέγχεται οὐδὲν ὄντα, οὕτω τῆς νυκτὸς καταλαμβανούσης καὶ ταῦτα οὐδὲν ὄντα ἐλέγχεται·
 [03748]  Καθάπερ γὰρ νυκτὸς παρούσης, οὐδὲ παρόντα πολλάκις ἐπιγινώσκομεν φίλον, ἡμέρας δὲ γενομένης καὶ πόῤῥωθεν αὐτὸν ὁρῶντες γνωρίζομεν·
 [06338]  οὐδὲ δὶς ἑπτὰ ἔτη ἐδούλευσε συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἀλλὰ τὸν ἅπαντα βίον ἐν λιμῷ καὶ γυμνότητι καὶ ἁλύσεσι καὶ δεσμωτηρίοις καὶ ἐπιβουλαῖς καὶ κινδύνοις διατελῶν.
 [06711]  ὁ ἐν τῷ νόμῳ αὐτοῦ μελετῶν ἡμέρας καὶ νυκτὸς, ὁ ἐν ἀξιώματι τοιούτῳ πάντων γενόμενος ταπεινότερος, ὁ τῶν ἐχθρῶν φεισάμενος, εἰς χεῖρας ἀκολάστου παιδὸς ἐκδίδομαι.
 [07575]  Οὐδὲ δὶς ἑπτὰ ἔτη ἐδούλευσε συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἀλλὰ τὸν ἅπαντα βίον ἐν λιμῷ καὶ γυμνότητι, καὶ ἁλύσεσι καὶ δεσμωτηρίῳ, καὶ ἐπιβουλαῖς καὶ κινδύνοις διατελῶν.
 [09176]  Οὐδὲ γὰρ δὶς ἑπτὰ ἔτη ἐδούλευσεν, ἀλλὰ τὸν πάντα βίον ὑπὲρ τῆς τοῦ Χριστοῦ νύμφης, οὐ συγκαιόμενος μόνον τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἀλλὰ μυρίας νιφάδας πειρασμῶν ὑπομένων, καὶ νῦν μὲν μάστιξι, νῦν δὲ λίθοις τὸ σῶμα κατατεμνόμενος, καὶ νῦν μὲν θηρίοις μαχόμενος, νῦν δὲ πελάγει πυκτεύων, καὶ λιμῷ διηνεκεῖ ἡμέρας καὶ νυκτὸς καὶ κρυμῷ, καὶ πανταχοῦ ὑπὲρ τὰ σκάμματα πηδῶν, καὶ τὰ πρόβατα ἀπὸ τῆς τοῦ διαβόλου φάρυγγος ἀφαρπάζων.
 [09999]  μὴ ποιῶν φαρμακείαν, ἢ μαντείαν, ἢ ἐπῳδήν τινα, ἀλλὰ ἁγνίζων ἑαυτὸν νυκτὸς καὶ ἡμέρας πρὸς τὸ ἀμέμπτως μεταλαμβάνειν τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ·
000-00-00 Serial Number=0784939468
Epistula ad Cyriacum Ante [Go Back]  
 [00440]  Οὐ γὰρ τοιοῦτον τῆς νυκτὸς τὸ σκότος, οἵα τῆς ἀθυμίας ἡ νύξ, οὐ κατὰ νόμον φύσεως παραγινομένη, ἀλλὰ κατὰ λογισμῶν σκότωσιν συναγομένη, φοβερά τις οὖσα καὶ ἀφόρητος, ἀμείλικτον ἔχουσα τὸ πρόσωπον, τυράννου παντὸς ὠμοτέρα, οὐδενὶ ταχέως εἴκουσα τῶν διαλύειν αὐτὴν ἐπιχειρούντων, ἀλλ' ἀδάμαντος στερρότερον κατέχουσα πολλάκις τὴν ἁλοῦσαν ψυχήν, ὅταν αὐτὴ μὴ πολλὴ ᾖ κεχρημένη τῇ φιλοσοφίᾳ.
000-00-00 Serial Number=0256673932
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00774]  Οὐ γὰρ τοιοῦτο τῆς νυκτὸς τὸ σκότος, οἵα τῆς ἀθυμίας ἡ νὺξ οὐ κατὰ νόμον φύσεως παραγενομένη, ἀλλὰ κατὰ λογισμῶν σκότωσιν συναγομένη, φοβερά τις οὖσα καὶ ἀφόρητος, ἀμείλικτον ἔχουσα τὸ πρόσωπον, τυράννου παντὸς ὠμοτέρα, οὐδενὶ ταχέως εἴκουσα τῶν διαλύειν αὐτὴν ἐπιχειρούντων, ἀλλ' ἀδάμαντος στερρότερον κατέχουσα πολλάκις τὴν ἁλοῦσαν ψυχήν, ὅταν αὐτὴ μὴ πολλῇ ᾖ κεχρημένη τῇ φιλοσοφίᾳ.
 [01161]  Τὰ γοῦν πελάγη τῆς νυκτὸς τὰ οὕτω μακρὰ ἀγρυπνῶν διετέλουν.
 [01172]  Καὶ τὸ δὴ θαυμαστὸν ὅτι οὐκ εἰς ἀγορὰν ἐμβάλλουσα, οὐδὲ τὰ μέσα τῆς πόλεως καταλαμβάνουσα, ἀλλ' ἐν οἰκίσκῳ βραχεῖ καὶ θαλάμῳ καθημένη, νευροῖς, ἀλείφεις τοὺς ἑστῶτας, καὶ τῆς θαλάσσης οὕτω μαινομένης καὶ τῶν κυμάτων οὕτω κορυφουμένων, σκοπέλων τε καὶ ὑφάλων καὶ σπιλάδων καὶ θηρίων πάντοθεν ἀγρίων ἀναφαινομένων καὶ νυκτὸς βαθυτάτης πάντα κατεχούσης, ὡς ἐν μεσημβρίᾳ καὶ γαλήνῃ καὶ κατὰ πρύμναν τοῦ πνεύματος ἱσταμένου, οὕτως ἀναπετάσασα τῆς ὑπομονῆς τὰ ἱστία μετὰ πολλῆς πλέεις τῆς εὐκολίας οὐ μόνον οὐ κλυδωνιζομένη ὑπὸ τοῦ χαλεποῦ τούτου χειμῶνος, ἀλλ' οὐδὲ περιρραντιζομένη·
 [01181]  Καὶ τὸ δὴ θαυμαστὸν ὅτι οὐκ εἰς ἀγορὰν ἐμβάλλουσα, οὐδὲ τὰ μέσα τῆς πόλεως καταλαμβάνουσα, ἀλλ' ἐν οἰκίσκῳ βραχεῖ καὶ θαλάμῳ καθημένη, νευροῖς, ἀλείφεις τοὺς ἑστῶτας, καὶ τῆς θαλάσσης οὕτω μαινομένης καὶ τῶν κυμάτων οὕτω κορυφουμένων, σκοπέλων τε καὶ ὑφάλων καὶ σπιλάδων καὶ θηρίων πάντοθεν ἀγρίων ἀναφαινομένων καὶ νυκτὸς βαθυτάτης πάντα κατεχούσης, ὡς ἐν μεσημβρίᾳ καὶ γαλήνῃ καὶ κατὰ πρύμναν τοῦ πνεύματος ἱσταμένου, οὕτως ἀναπετάσασα τῆς ὑπομονῆς τὰ ἱστία μετὰ πολλῆς πλέεις τῆς εὐκολίας οὐ μόνον οὐ κλυδωνιζομένη ὑπὸ τοῦ χαλεποῦ τούτου χειμῶνος, ἀλλ' οὐδὲ περιρραντιζομένη·
000-00-00 Serial Number=0025491536
Expositiones in Psalmos Ante [Go Back]  
 [00655]  ἀλλὰ καὶ ἐγρηγορὼς τρυφᾷ, καὶ ἐν καιρῷ τῆς νυκτὸς μετὰ πολλῆς τῆς ἡδονῆς τὸν ὕπνον δέχεται.
 [01378]  Καλὸν μὲν γὰρ ἀεὶ τὸ κλαίειν, μάλιστα δὲ ἐν καιρῷ τῆς νυκτὸς, ὅτε οὐδεὶς ἐκκρούων τῆς θαυμαστῆς ταύτης ἡδονῆς, ἀλλ' ἔνεστιν ἐμφορηθῆναι τῷ βουλομένῳ μετὰ πάσης ἀδείας.
 [01395]  Πάντα γὰρ ταῦτα, καθάπερ θηρία ἐμφωλεύοντα, καταδῦναι διὰ τῆς νυκτὸς ὁ στεναγμὸς ἐκεῖνος καὶ τὰ δάκρυα παρεσκεύασεν.
 [02476]  Καλάς γε ἀπολαμβάνω τὰς ἀμοιβὰς, ὁ ἐν τῷ νόμῳ αὐτοῦ μελετῶν ἡμέρας καὶ νυκτὸς, ὁ ἐν ἀξιώματι τοιούτῳ, πάντων γενόμενος ταπεινότερος·
 [03793]  τί γὰρ εἰ καὶ μὴ νυκτὸς ἔπεισιν, ἀλλὰ μετὰ δόλου κατασβεννὺς τὸ φῶς τοῦ δικάζοντος;
 [05556]  τί γὰρ εἰ καὶ μὴ νυκτὸς ἔπεισιν, ἀλλὰ μετὰ δόλου κατασβεννὺς τὸ φῶς τοῦ δικάζοντος;
 [06372]  Ἀναλογισώμεθα πόσα δι' ἡμᾶς ἐποίησεν, αὐτὸν τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὸν ἀέρα, τὰ ἐν τῇ γῇ φυτὰ, καὶ ἄνθη τὰ ποικίλα, καὶ κτήνη, καὶ ἑρπετὰ, τὰ ἐν τῇ θαλάττῃ, τὰ ἐν ἀέρι μέσῳ, τὰ ἄστρα τὰ ἐν οὐρανῷ, τὸν ἥλιον, τὴν σελήνην, τὰ ὁρώμενα ἁπλῶς ἅπαντα, τὰς ἀστραπὰς, τῶν ὡρῶν τὴν εὐταξίαν, ἡμέρας καὶ νυκτὸς διαδοχὴν, τὰς ἐτησίους τροπάς.
000-00-00 Serial Number=0604475737
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01235]  Τὸ μὲν γὰρ τῆς νυκτὸς σκότος καλύπτειν εἴωθε τὸ φῶς, δείκνυσι δὲ τὴν σελήνην μετὰ τῶν ἄστρων·
 [01525]  νυκτὸς δὲ ἐπελθούσης διπλοῦς ὁ πόλεμος γίγνεται.
 [01535]  Ὡς γὰρ διὰ πάσης τῆς ἡμέρας αἱρούμενοι ὑπὸ τῶν πολεμίων, καὶ τῆς νυκτὸς καταλαβούσης οὐκέτι φεύγειν δυνάμενοι ταῦτά φασιν.
 [01538]  Ὅθεν καὶ οἱ ἐνοικοῦντες τὴν παρουσίαν τῆς νυκτὸς πεφόβηνται.
 [05145]  Εἰ μὴ τὴν διαθήκην μου ἡμέρας καὶ νυκτὸς, ἀκριβάσματα οὐρανοῦ καὶ γῆς οὐκ ἔταξα.
 [05149]  Τινὲς δὲ τὸ, ἡμέρας καὶ νυκτὸς, ἀκριβάσμαστα οὐρανοῦ καὶ γῆς οὐκ ἔταξα, οὕτως ἡρμήνευσαν, ὅτι Οὐκ ἂν ἐποίησα οὐρανὸν καὶ γῆν, εἰ μὴ ἡμέραν καὶ νύκτα ἐβουλόμην εἶναι·
 [05150]  ἀλλ' ὥσπερ ἐξ ἀρχῆς προθέμενος διαδοχὴν εἶναι ἡμέρας καὶ νυκτὸς, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν φυσὶν παρήγαγον, καὶ οὐ διέλυσα τὴν ἐπὶ τῇ κτίσει πρόθεσιν, οὕτως οὐδὲ τὴν ἐπαγγελίαν τὴν πρὸς ∆αβὶδ διαλύσω.
000-00-00 Serial Number=0898712099
Fragmenta in Job Ante [Go Back]  
 [00015]  Καὶ ὀδύναι ἐπάλληλοι καὶ ἀκαρτέρητοι, καὶ νὺξ ἡμέρας χαλεπωτέρα, καὶ ἡμέρα νυκτὸς φορτικωτέρα, καὶ πάντα κρημνοὶ καὶ σκόπελοι·
 [01240]  Εἶδες καὶ τῆς νυκτὸς τὸν ἀφόρητον πειρασμὸν, τὸν καὶ αὐτὸν καινὸν ὄντα, καὶ παράδοξον.
 [01253]  καὶ γὰρ ἐξεδεῖμα τοῦτο, φοβερὰς ὄψεις ὁρῶν ἐπὶ τῆς νυκτὸς, καὶ φόβον ἀφόρητον ὑπομένων, ἔκστασίν τε πολλὴν, καὶ κατάπληξιν·
 [01282]  οὐδὲ γὰρ τὴν ἀπὸ τῆς νυκτὸς εἶχε παραμυθίαν, ἀλλὰ τῶν μεθ' ἡμέραν δεινῶν προσθήκη μείζων ἦν ἡ τῶν νυκτερινῶν φόβων φαντασία.
000-00-00 Serial Number=0859936118
Fragmenta in Proverbia Ante [Go Back]  
 [00186]  κατὰ τὸ, Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς, ἀσφάλιζε τὴν διάνοιαν, ὥστε μὴ δοῦναι παρείσδυσιν τῷ ἐχθρῷ·
000-00-00 Serial Number=0631964743
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00064]  οὕτως αἱ λαμπάδες αἱ διὰ τῆς νυκτὸς αἱ πυκναὶ καὶ συνεχεῖς μέχρι τοῦ μαρτυρίου τούτου διαπαντὸς ἐκταθεῖσαι, πυρίνου ποταμοῦ φαντασίαν παρεῖχον τοῖς ὁρῶσι.
 [00073]  ∆ιὰ δὴ τοῦτο διὰ πάσης νυκτὸς ἐκεῖνο τὸ προφητικὸν ᾖδον·
000-00-00 Serial Number=0786276817
In Acta apostolorum Ante [Go Back]  
 [04148]  Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἀνέῳξε τὰς πύλας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς, εἶπε·
 [04229]  Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς πύλας τῆς φυλακῆς, καὶ ἐξαγαγὼν αὐτοὺς εἶπεν·
 [04233]  ὥστε καὶ ταύτῃ αὐτῶν γνωσθῆναι τὸ ἀκατάπληκτον, ὃ καὶ ἔδειξαν νυκτὸς εἰσελθόντες εἰς τὸ ἱερὸν καὶ διδάσκοντες.
 [06848]  παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσι.
 [06853]  Λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς, καθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι.
 [08879]  Τοῦτο δὲ οὐκ εἶπεν ὁ ἄγγελος, ἀλλὰ τῷ σιγῇ ἀποστῆναι καὶ νυκτὸς ἐξαγαγεῖν ἔδωκεν ἐξουσίαν ἀναχωρῆσαι.
 [08964]  καὶ ὅμως τὸ πλέον ἐκεῖνος τῆς νυκτὸς εἰς τοῦτο ἀναλίσκει.
 [08965]  Ἴστε καὶ γυναῖκες, εἴποτε εἰς ἀγρὸν ἡμῖν γέγονεν ἀνάγκη βαδίσαι, ἢ εἰς παννυχίδα προελθεῖν, πῶς δι' ὅλης τῆς νυκτὸς ἀγρυπνοῦσι.
 [08990]  Πάσης δρόσου μᾶλλον τὰ τῆς νυκτὸς δάκρυα καὶ κατὰ τῶν ἐπιθυμιῶν καὶ κατὰ πάσης φλεγμονῆς καὶ καύσωνος καθίεται, καὶ οὐκ ἀφίησι χαλεπόν τι παθεῖν.
 [09012]  Καίτοι ἤκουσε παρ' αὐτῶν (ἀνέκρινε γάρ), καὶ ὅτι αἱ ἁλύσεις ἀφέθησαν, καὶ ὅτι τὰ σανδάλια ἔλαβε, καὶ ὅτι μέχρι τῆς νυκτὸς ἐκείνης μετ' αὐτῶν ἦν.
 [09999]  Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα.
 [09999]  Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ τῆς νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν·
 [09999]  Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς, ἔλουσεν ἀπὸ τῶν πληγῶν.
 [09999]  Καὶ ὅραμα διὰ τῆς νυκτὸς ὤφθη τῷ Παύλῳ·
 [09999]  Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν καὶ προσμένει ταῖς δεήσεσι νυκτὸς καὶ ἡμέρας.
 [09999]  Ἑτοιμάσατέ μοι στρατιώτας διακοσίους, ὅπως πορευθῶσιν εἰς Καισάρειαν, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακο [60.341] σίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτὸς, κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον, ἀγάγωσι πρὸς Φήλικα τὸν ἡγεμόνα·
 [09999]  Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ κατὰ μέσον τῆς νυκτὸς, ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν·
000-00-00 Serial Number=0599646747
In Genesim sermo 3 Ante [Go Back]  
 [00056]  Ταύτην καὶ ἡμεῖς φυλάξωμεν τῶν ψυχῶν τὴν γαλήνην, τῶν σωμάτων τὸ ἰατρεῖον, τῶν λογισμῶν τὴν εἰρήνην, τῶν ἐπιθυμιῶν τὴν νέκρωσιν, τὴν κωλύουσαν ἁρπάζειν τὸν ἀλλότριον πλοῦτον, τὴν μὴ καταδεχομένην ὀρφανοὺς ἀδικῆσαι, τὴν μὴ ἐπάγουσαν χήραις πένθος ζημίας, τὴν μὴ βιωτικαῖς μερίμναις ἀσχοληθῆναι ἡμᾶς συγχωροῦσαν, τὴν ἀγγέλοις ὁμοδιαίτους τοὺς βροτοὺς ἐργαζομένην, τὴν τοῦ Κυρίου τὸν νόμον ἡμέρας καὶ νυκτὸς μελετᾷν διακελευομένην.
 [00092]  Καὶ εἰ θέλεις, ἐκ τῶν πολλῶν ὀλίγα συλλέξαντες εἴπωμεν, τίς νηστείαν κτησάμενος, μεριμνῶν βιωτικῶν ἐσχόλασέ ποτε, τίς αὐτὴν ἀγκαλισάμενος οὐκ ὀρθῶς τὰς ὁδοὺς Κυρίου διώδευσε, τίς ταύτην φυλάξας, οὐ πράως τὸν πλοῦν τὸν γήϊνον ἐπέρασε, τίς αὐτὴν ἐσχηκὼς, ὀρφανὸν ἢ χήραν ἠδίκησε, τίς αὐτὴν μαθητεύσας, τὰς ἡδονὰς τοῦ ἀέρος οὐχ ὑπῆλθε γαληνῶς, τίς ταύτην ἀσπασάμενος οὐκ ὀπτασιῶν καὶ θεωριῶν Κυρίου κατηξιώθη, τίς αὐτῇ γλυκανθεὶς διέλιπε μελετῶν ἡμέρας καὶ νυκτὸς ἐν τῷ νόμῳ Κυρίου.
 [00151]  Καὶ ἐποίησεν ὁ Θεὸς τὸν φωστῆρα τὸν μέγαν, ἤγουν τὸν ἥλιον, εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας.
 [00161]  Πῶς δὲ καὶ ἡ σελήνη εἰς δᾳδουχίαν τῆς νυκτὸς τῷ προστάγματι τοῦ ποιητοῦ παρήχθη, καὶ ποτὲ μὲν αὔξησιν δέχεται, ποτὲ δὲ μείωσιν ὑπομένει, καὶ ποτὲ μὲν λάμπουσα μαρμα [56.530] ρυγὰς φωτὸς ἐπαφίησι, ποτὲ δὲ λήγουσα αὐτῆς τὰ μέτρα ἀπαρασάλευτα διαφυλάττει μετὰ τῶν ἀστέρων τῶν πολυαριθμήτων χορῶν;
 [00318]  Ἦν σκάπτων, μετὰ κλαυθμοῦ ἐργαζόμενος, μετὰ στεναγμοῦ, ἱδρῶτι περιῤῥεόμενος, ἀχθοφορῶν, τοῦ ἡλίου τὸν καύσωνα μὴ φέρων, πηγνύμενος τῷ τῆς νυκτὸς παγετῷ, καὶ κλαίων οὐκ ἐπαύετο ἐννοῶν οἵας τρυφῆς ἐστερήθη, στεναγμοῖς ἐκέχρητο ἐκ κατωτάτου στήθους, λόγους ὀδυνηροὺς ἐξηρεύγετο τὸ στόμα αὐτοῦ·
 [00456]  Ἀλλὰ κἂν πλουσία ὑπάρχῃ, ἐγκαυχωμένη ἐν τῷ πλούτῳ αὐτῆς ἡμέρας καὶ νυκτὸς, ζῇν ἐν εἰρήνῃ τὸν ὁμόζυγον οὐκ ἐᾷ.
000-00-00 Serial Number=0268118501
In Genesim sermones Ante [Go Back]  
 [00771]  Καὶ καθάπερ οἱ ναυαγίῳ περιπεσόντες ἐν ἡμέρᾳ, ἐπειδὰν ἐπιλάβωνται σανίδος, πρὸ τῆς ἑσπέρας τὸν λιμένα καταλαβεῖν ἐπείγονται, μήποτε τῆς νυκτὸς ἐπελθούσης ἔξω μείναντες χαλεπωτέρου πειραθῶσι τοῦ ναυαγίου·
000-00-00 Serial Number=0124458611
In Heliam et viduam Ante [Go Back]  
 [00025]  Καθάπερ γὰρ σκόπελοί τινες ὑψηλοὶ περιβεβλημένοι λιμένας, οὓς δὴ φάρους καλεῖν εἰώθασι, διὰ πάσης τῆς νυκτὸς ἄσβεστον ἔχοντες πῦρ, τοὺς πεπλανημένους κατὰ τὸ πέλαγος τῇ λαμπηδόνι τοῦ φωτὸς πρὸς τὴν τοῦ λιμένος χειραγωγοῦσιν ἀσφάλειαν·
 [00027]  νυκτὸς γὰρ οὐδὲν ἄμεινον ἡμῶν ἡ ζωὴ διάκειται, καθάπερ καὶ ὁ Παῦλός φησιν, ὅτι Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε·
000-00-00 Serial Number=0407672167
In Joannem Ante [Go Back]  
 [01224]  καὶ καθάπερ οἱ διὰ νυκτὸς ἀσελήνου βαδίζοντες τρέμουσι, κἂν μηδεὶς ὁ φοβῶν παρῇ·
 [01236]  Οὐ γὰρ νυκτὸς ὁ καιρὸς, ἀλλ' ἡμέρας.
 [04266]  Ἦλθε γὰρ, φησὶ, καὶ Νικόδημος ὁ ἐλθὼν πρὸς τὸν Κύριον νυκτὸς, φέρων μίγμα μύρου καὶ ἀλόης ὡς λίτρας ἑκατόν.
 [04268]  ∆ιὰ τοῦτο καὶ νυκτὸς ἦλθε, δεδοικὼς ἐν ἡμέρᾳ τοῦτο ποιῆσαι.
 [04282]  Τί οὖν νυκτὸς ἔρχῃ καὶ λανθάνων πρὸς τὸν τὰ τοῦ Θεοῦ λέγοντα;
000-00-00 Serial Number=0688829839
In Kalendas Ante [Go Back]  
 [00098]  ὥσπερ οὖν τοῖς ἐν ἀσελγείᾳ καὶ μέθῃ καὶ ἀκολασίᾳ βιοῦσιν ἡ ἡμέρα αὐτῶν πρὸς τὸ τῆς νυκτὸς μεταφέρεται σκότος, οὐ τοῦ ἡλίου σβεννυμένου, ἀλλὰ τῆς ἐκείνων διανοίας τῇ μέθῃ σκοτιζομένης.
000-00-00 Serial Number=0390461802
In Psalmos 101-107 Ante [Go Back]  
 [00632]  Τοιγαροῦν αὐτοὺς καὶ ξύλα τοῦ Κυρίου ἐκάλεσεν, ἐπειδὴ οἱ μελετῶντες τὸν νόμον ἡμέρας καὶ νυκτὸς ξύλον παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένον λέγονται.
 [01084]  Καὶ οὐκ ἀντεῖπον οἱ θαυμάσιοι θεράποντες τοῖς θείοις προστάγμασιν, ἀλλὰ τὰ κελευόμενα ἔδρων, καὶ τὴν μακροτάτην αὐτοῖς καὶ τριήμερον ἐπήγαγον νύκτα, μᾶλλον δὲ νυκτὸς ζοφωδέστερον σκότος.
000-00-00 Serial Number=0837750971
In Psalmum 092 Ante [Go Back]  
 [00014]  Τὸν Κύριον γὰρ τετάρτῃ φυλακῇ τῆς νυκτὸς διοδεύοντα τὰ νῶτα τῆς θαλάσσης κατανοήσαντες, ἔδοξαν φάντασμα εἶναι.
000-00-00 Serial Number=0276828289
In Psalmum 094 Ante [Go Back]  
 [00124]  Φλεγομένου δὲ αὐτοῦ ἐπὶ πολὺ καὶ ἀποδυσπετοῦντος, διὰ τῆς νυκτὸς κελεύει ὁ Θεὸς κολοκύντῃ ἑωθινῇ ἀναβῆναι καὶ σκιάζειν ἐπὶ τῆς κεφαλῆς Ἰωνᾶ.
000-00-00 Serial Number=0304261863
In Psalmum 118 Ante [Go Back]  
 [00063]  Καὶ γὰρ ἐκεῖ μακαρίσας τὸν ἐν νόμῳ Κυρίου μελετῶντα ἡμέρας καὶ νυκτὸς, καὶ τὸν τῆς μελέτης ἐπιδείξας καρ πὸν ἐπήγαγεν·
 [00576]  ζόφον γὰρ ἐπιφέρει, καὶ νυκτὸς δίκην τοῖς ἀνθρώποις ἐπέρχεται.
 [00653]  Οὐ γὰρ μεθ' ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ, κατ' αὐτὸ τὸ μεσαίτατον τῆς νυκτὸς, ἐν ᾧ μετὰ πλείονος ἡδονῆς ὁ ὕπνος τοῖς ἀνθρώποις ἐπέρχεται, ὑμνῶν σε διετέλουν, καὶ τὰς δικαίας σου ψήφους ἀνευφήμουν.
 [00930]  ∆ιώρισας ἀπὸ τῆς νυκτὸς τὴν ἡμέραν, καὶ κατὰ τοὺς σοὺς ὁδεύει νόμους.
 [01055]  Οὕτω καὶ τὸν θεσπέσιον Ἰωάννην λύχνον προσηγό ρευσεν ὁ ∆εσπότης Χριστὸς, ἔτι νυκτὸς οὔσης ἐπιφα νέντα Ἰουδαίοις.
 [01461]  Βασιλεὺς ὢν ὁ προφήτης, καὶ μυρίαις φροντίσι περικλυ ζόμενος, καὶ πολεμικοὺς πρὸς ταύταις ἀναδεδειγμένος ἀγῶνας, οὐ μόνον ἡμέρας ὑπολαμπούσης τῷ Θεῷ τὰς ἱκετείας προσέφερεν, ἀλλὰ καὶ μεσούσης νυκτὸς, οὐκ ἀναμένων τὰς τῶν ἀλεκτρυόνων ᾠδάς·
000-00-00 Serial Number=0125464559
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00639]  Τίνα γὰρ σχοῖεν ἀπολογίαν οἱ δι' ἡμέρας καὶ νυκτὸς οὐχ ἁπλῶς ὁμιλεῖν τῷ νόμῳ, ἀλλὰ καταγίνεσθαι κελευόμενοι, τουτέστι προσαδολεσχεῖν, καὶ μηδὲ τὸ πολλοστὸν μέρος τῆς ζωῆς τοῦτο ποιοῦντες, τῶν ἐντολῶν αὐτοῦ μνημονεύειν, τὰ δικαιώματα αὐτοῦ φυλάσσειν;
000-00-00 Serial Number=0138846219
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00051]  Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας, ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ.
 [02076]  Οὐδεὶς Παύλου ἴσος ἦν, ἀλλ' ὅμως ἐν θλίψει τὸν πάντα διῆγε χρόνον, ἐν δάκρυσιν, ἐν στεναγμοῖς νυκτὸς καὶ ἡμέρας.
 [02851]  Οὐχ ὁρᾶτε ἐν τοῖς πολέμοις, ὅτι ὁ ἁρπάσαι βουλόμενος δι' ὅλης τῆς νυκτὸς ἀγρυπνεῖ;
000-00-00 Serial Number=0105232000
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03190]  καὶ ὁ ἀποστερηθεὶς ὑπὸ τῆς τῶν ἀναγκαίων δάκνηται χρείας, καὶ ὀλοφύρηται, καὶ μυρίους ἐφέλκηταί σοι κατηγόρους, καὶ τῆς ἑσπέρας καταλαβούσης περιίῃ τὴν ἀγορὰν, ἐν τοῖς στενωποῖς ἐντυγχάνων πᾶσι, καὶ διαπορούμενος καὶ οὐδὲ ὑπὲρ τῆς νυκτὸς θαῤῥεῖν ἔχων;
 [07339]  Καὶ οἱ μὲν κατάδικοι, νυκτὸς καταλαμβανούσης, ἀναπνέουσιν, εἰς τὴν κοινὴν τῶν δυσημερούντων καταπλεύσαντες γαλήνην, τὴν νύκτα λέγω·
 [08547]  Οὐ διὰ τοῦτο δὲ μόνον τῆς νυκτὸς ἀναμιμνήσκει ἐκείνης, ἀλλ' ἵνα καὶ ἑτέρως ἡμᾶς κατανύξῃ.
 [09999]  καὶ γὰρ καὶ τοῦτο προστίθει, Συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ
 [09999]  Κἂν μυρία τις ἐνταῦθα λαβὼν κατορύξῃ χρήματα, τῆς νυκτὸς παρελθούσης, γυμνὸς ἄπεισιν ἐντεῦθεν, καὶ μάλα εἰκότως·
000-00-00 Serial Number=0873982370
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00571]  νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζό μενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκη ρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ.
 [00575]  Εἰ γὰρ ὁ μακάριος Ἰακὼβ νυκτὸς καὶ ἡμέρας κατεκόπτετο εἰς τὴν τῶν ποιμνίων φυλακὴν, πολλῷ μᾶλλον τὸν τὰς ψυχὰς ἐμπεπιστευμένον, κἂν ἐπίμοχθον ἔργον ᾖ, κἂν εὐτελὲς, πάντα δεῖ ποιεῖν, πρὸς ἓν ὁρῶντα μόνον, τὴν σωτηρίαν τῶν μαθητευομένων, καὶ τὴν ἐκεῖθεν δόξαν γινομένην τῷ Θεῷ.
 [01177]  Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ, ᾗ χαίρομεν δι' ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν, νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;
 [01594]  Πολλοὶ γοῦν τῶν πλουσίων δι' ὅλης περιστρέφονται τῆς νυκτὸς, τῷ μὴ περιμένειν τὴν χρείαν τοῦ ὕπνου, καὶ τότε καθεύδειν.
 [02523]  Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους.
 [02525]  Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσι·
 [02526]  καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν·
 [02529]  Καὶ ἐνταῦθα μὲν, ἐπὶ τῆς ἡμέρας ταύτης καὶ τῆς νυκτὸς λέγω, οὐχ ἡμῶν ἐστιν, ἀλλὰ καὶ ἀκόντων ἡμῶν ἔρχεται ἡ νὺξ, καὶ μὴ βουλομένων ὁ ὕπνος ἐφίσταται·
 [02530]  ἐπὶ δὲ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ ὕπνου, οὐκέτι, ἀλλ' ἔξεστι διαπαντὸς ἐγρηγορέναι, ἔξεστι διαπαντὸς ἡμέραν ἄγειν.
 [02536]  Οἱ καθεύδοντες, φησὶ, νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσι.
000-00-00 Serial Number=0501508117
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00261]  τίς ἡμέρας καὶ νυκτὸς δρόμους ἔταξε;
 [02859]  Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας·
 [02862]  ἡ ἐπὶ τὸν Θεὸν ἐλπίζουσα ὡς χρὴ, ἡ δεήσει προσανέχουσα, καὶ προσκαρτεροῦσα νυκτὸς καὶ ἡμέρας, αὕτη χήρα ἐστίν·
 [03234]  καὶ πάλιν, Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.
 [03251]  οἷόν ἐστιν ἐκείνους ἐν τούτῳ τὸ πᾶν τῆς νυκτὸς ἀναλίσκειν;
000-00-00 Serial Number=0005100310
In epistulam ad Ephesios Ante [Go Back]  
 [02224]  Αὐτῇ τῇ ὥρᾳ τῆς νυκτὸς, φησὶ, παραλαβὼν αὐτοὺς, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη.
 [03774]  μᾶλλον δὲ τὸ πλέον ἐγρηγορέναι τῆς νυκτὸς, καὶ οὔτε μύρου, οὔτε ἄλλου τινὸς τῶν παλαιῶν πρόνοιαν ποιεῖσθαι, ἀλλὰ καὶ τὴν οὕτω θεραπευομένην κεφαλὴν ἀτημέλητον ἔχειν, ἁπλῶς καὶ εἰκῆ τὰς τρίχας ἐνδεδεμένην, ὥστε μὴ εἰς ἀσχημοσύνην ἐμπεσεῖν.
 [03926]  Καὶ καθάπερ ὁ ἥλιος, ἂν τὸ νεφωθὲν καὶ πυκνωθὲν τοῦ ἀέρος διὰ τῆς νυκτὸς μὴ ἀρκέσῃ τῇ καθημερινῇ μαλάξαι καὶ διασκεδάσαι θέρμῃ, ὑπόθεσιν χειμῶνος παρέχεται, τῆς νυκτὸς ἐπιλαβομένης τοῦ λειψάνου, καὶ πάλιν αὐτὸ τρεφούσης ἑτέροις ἀτμοῖς·
000-00-00 Serial Number=0773315430
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03075]  οὕτω καὶ ταῦτα, τῆς νυκτὸς καταλαβούσης, ἐλέγχεται οὐδὲν ὄντα·
 [04593]  Ἴστε οὖν ὅτι καὶ τὰς ἡμέρας τῶν ἀγώνων, καὶ τὰς νύκτας ἐκείνας, δι' ὅλης νυκτὸς ὁ κήρυξ οὐδὲν ἄλλο φροντίζει, οὐδὲν ἄλλο μεριμνᾷ, ἢ ὅπως ἐξελθὼν μὴ ἀσχημονήσῃ, ὁ ἀγωνιζόμενος.
 [06136]  Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν·
 [06540]  Ταῖς χερσί μου, φησὶ, νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην.
 [06930]  οὕτω δὴ καὶ ἡμεῖς, τῆς ἡμέρας ἐγγιζούσης, τῆς νυκτὸς προκοπτούσης, μᾶλλον δὲ τῆς ἡμέρας·
 [06932]  ἡμέρας οὔσης, τὰ τῆς νυκτὸς πράττομεν ἅπαντα, καθεύδοντες, ὀνείρατα βλέποντες, φαντασίαις ἐντρυφῶντες·
 [07870]  Ἀγρυπνεῖν δὲ οὐ τὸ νυκτὸς ἐγείρεσθαι λέγω μόνον, ἀλλὰ καὶ τὸ ἐν ἡμέρᾳ νήφειν ἐν ταῖς προσευχαῖς·
 [07872]  Ἐπεὶ ἔστι καὶ νυκτὸς εὐχόμενον καθεύδειν, καὶ ἐν ἡμέρᾳ μὴ εὐχόμενον ἀγρυπνεῖν, ὅταν ἡ ψυχὴ τεταμένη ᾖ πρὸς τὸν Θεὸν, ὅταν ἐννοῇ τίνι διαλέγεται, πρὸς τίνα ὁ λόγος αὐτῇ, ὅταν λάβῃ ἐν νῷ ὅτι ἄγγελοι παρεστήκασι μετὰ τρόμου καὶ φόβου, αὐτὸς δὲ προσίῃ χασμώμενος καὶ κνώμενος.
000-00-00 Serial Number=0319194973
In epistulam ad Romanos Ante [Go Back]  
 [00801]  νυκτὸς καὶ ἡμέρας νόμους οὐκ εἴδετε μένοντας ἀκινήτους διηνεκῶς;
 [08863]  καὶ ὅταν ἴδωμεν πρὸς ὄρθρον τὴν νύκτα ἐπειγομένην, καὶ χελιδόνος ᾀδούσης ἀκούσωμεν, τὸν πλησίον ἕκαστος διεγείρομεν, καίτοιγε ἔτι τῆς νυκτὸς οὔσης·
 [09999]  Κἂν τῆς νυκτὸς ζητήσῃς τὴν χρείαν, καὶ ταύτην εἴσῃ παρ' αὐτοῦ μαθὼν, ὅτι Ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
000-00-00 Serial Number=0067481637
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00010]  ἡδυτέρα δὲ καὶ ἡ ἀπὸ τοῦ σκότους καὶ τῆς νυκτὸς εἰς τὴν ἡμέραν μετάπτωσις.
000-00-00 Serial Number=0852345765
In illud Credidi propter quod locutus sum Ante [Go Back]  
 [00120]  Οὐρανὸν δι' ἐμὲ ἐτάνυσε φωτοφόροις ἄστροις αὐτὸν διαθείς, ἥλιον δι' ἐμὲ ἔπηξε χρυσοειδέσιν ἀκτῖσιν αὐτὸν περιυφήνας, σελήνην δι' ἐμὲ ἐθεμελίωσε νυκτοπόρον τὰ ἀμαυρὰ τῆς νυκτὸς αὐγάζουσαν, πλωτήρων καὶ ὁδοιπόρων ἡνίοχον, γῆν δι' ἐμὲ ἥπλωσε παντοίοις δένδρεσι καρποφόροις καὶ ἀκάρποις καταπυκνώσας, βοτάναις ἀνθοφόροις αὐτὴν κατακοσμήσας, ὑδάτων πλήθη ἰχθυοτόκων εἰς μίαν συναγωγὴν συνέκλεισε, πηγὰς ὑδάτων ἁλμυροφόρους καὶ γλυκυφόρους ἴαμα τῆς δίψης τοῖς ἀνθρώποις ἐξ οἰκείων λαγόνων πηγάζειν ἡτοίμασεν.
000-00-00 Serial Number=0846081018
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00148]  Εἰ γὰρ νυκτὸς οὔσης οἱ ἅγιοι οὗτοι ὑπερθέσθαι οὐκ ἠνέσχοντο, ποίαν ἕξομεν ἀπολογίαν ἡμεῖς, ἐν ἑτέρῳ καιρῷ παρατρέχοντες πνευματικὸν κέρδος;
000-00-00 Serial Number=0507392347
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00039]  Ἀπὸ τῆς νευρᾶς ἐκείνης μετάβηθι ἐπὶ τὴν νευρὰν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, καὶ ὄψει καὶ τούτους τοὺς φθόγγους λύρας ἁπάσης καὶ κιθάρας ἡδίω φθεγγομένους·
 [00063]  ἐπὶ δὲ τοῦ οὐρανοῦ, καὶ νυκτὸς, καὶ τῆς ἡμέρας οὐκ ἔστι τοῦτο, ἀλλὰ τοιαύτη αὐτῶν ἐστιν ἡ φωνὴ, ὡς πάσῃ γλώττῃ, πάσῃ λαλιᾷ, παντὶ ἔθνει ἀκούεσθαι, καὶ εὔδηλον εἶναι καὶ σαφῆ.
 [00080]  Τὸ αὐτὸ καὶ περὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἔστιν εἰ πεῖν.
 [00089]  αἰδείσθωσαν τῶν καιρῶν τὴν εὐταξίαν, νυκτὸς καὶ ἡμέρας τὴν ἰσηγορίαν, καὶ καταλυέτωσαν τὸ ἑαυ τῶν νόσημα.
 [00109]  Ὅταν γὰρ ἐννοήσῃ τις, πόσον μὲν τὸ χρήσιμον τῆς ἡμέρας, πόσον δὲ τὸ τῆς νυκτὸς, καὶ πῶς αὕτη διαδέχεται ἐκείνην, καὶ ἐναλλὰξ, ὥσπερ ἔν τινι χορῷ, τὸ γένος ἡμῶν ἀμοι βαδὸν διαδεχόμεναι διατηροῦσι, κἂν ἁπάντων ἀνθρώ πων νωθέστερος ᾖ, δυνήσεται τὸν οἰκεῖον λογισμὸν ἀνακινῶν εἰδέναι τοῦ ἀριστοτέχνου Θεοῦ τὴν σοφίαν, ἣν διὰ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐπεδείξατο, ἐκείνην μὲν εἰς ἐργασίαν, ταύτην δὲ εἰς ἄνεσιν τῶν πόνων ἀποκληρώσας ἡμῖν.
000-00-00 Serial Number=0533407092
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00163]  Ἤδη τῆς παρούσης ζωῆς ὡς ἡμέρας ὑποῤῥευσάσης, ἤδη παραγενομένης τῆς μακρᾶς τοῦ θανάτου νυκτὸς, ἤδη τῆς ἀναστάσεως τῶν νεκρῶν ἀνατειλάσης, ὥσπερ ὄρθρου τινὸς ἑσπέραν μὴ κεκτημένου διάδοχον, λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ·
000-00-00 Serial Number=0613016665
In lacum Genesareth et in sanctum Petrum apostolum Ante [Go Back]  
 [00067]  Ὁ Σίμων, καθὼς ἀρτίως ἤκουες, διὰ πάσης τῆς νυκτὸς κοπιάσας, καὶ μηδὲν ἀνύσας, ἄπρακτος ἔμεινεν.
 [00147]  Καθὼς ἀρτίως ἤκουες, Ἐπιστάτα, δι' ὅλης τῆς νυκτὸς κοπιάσαντες, οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα.
000-00-00 Serial Number=0338726521
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00058]  Καὶ ποιμένες ἦσαν ἀγραυλοῦντες, καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
000-00-00 Serial Number=0955481231
In natalem Christi diem Ante [Go Back]  
 [00194]  Εἰσῆλθεν οὖν εἰς τὴν Αἴγυπτον, ἵνα τῆς παλαιᾶς στυγνότητος διαλύσῃ τὸ πένθος, ἀντὶ μαστίγων χαρὰν ἐπιβαλὼν, ἀντὶ νυκτὸς καὶ σκότους σωτηρίας φέγγος χαρισάμενος.
000-00-00 Serial Number=0661064267
In parabolam de filio prodigo Ante [Go Back]  
 [00285]  Μόνον ὑμεῖς τῆς πίστεως τὰς λαμπάδας ἀνάψατε, καὶ τὸ ἔλαιον τῆς εὐσεβείας δαψιλῶς ἐπιβάλλετε, ἵνα νυκτὸς, ὅταν γίνηται φωνὴ λέγουσα, «Ἰδοὺ ὁ νυμφίος ἔρχεται,» ἐξέλθητε εἰς ὑπάντησιν αὐτοῦ μετὰ φαιδρῶν τῶν λαμπάδων, χορεύοντες καὶ σκιρτῶντες, καὶ βοῶντες, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·
000-00-00 Serial Number=0064273655
In principium Actorum Ante [Go Back]  
 [00791]  ἀλλ' ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτὸς, καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων.
000-00-00 Serial Number=0732270002
In sanctum Thomam apostolum Ante [Go Back]  
 [00023]  Ἀλλ' ὑπὸ νυκτὸς οὐκ ἐλέγχεται.
000-00-00 Serial Number=0782907426
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00024]  περαιου μένης δὲ τῆς πέμπτης, τὸ μὲν ἱερεῖον θύεται, ὁ δὲ θάνατος ὑπερβαίνει, ὁ δὲ σωθεὶς ἀπολαύει διηνεκοῦς φωτός, διά τε νυκτὸς ὅλης λαμπούσης σελήνης καὶ τοῦ ἡλίου τὴν σελήνην διαδεχομένου, τοῦτο γὰρ ἐν πεντεκαιδεκάτῃ καὶ πανσελήνῳ [9] γίνεται.
000-00-00 Serial Number=0404615760
In sanctum pascha sermo 4 Ante [Go Back]  
 [00033]  Ἠσθίετο δὲ ἐπὶ τῆς νυκτὸς τὰ κρέατα, καὶ εἰς ἡμέραν οὐχ ὑπελείπετο, ὅτι καὶ ὁ Χριστοῦ θάνατος ἐπὶ τοῦ παρόντος αἰῶνος μνημονεύεται, ἐπὶ δὲ τοῦ μέλλοντος ἡ ζωὴ φαίνεται.
000-00-00 Serial Number=0406128943
In sanctum pascha sermo 5 Ante [Go Back]  
 [00098]  Ἀνάμνησις γὰρ τοῦ Χριστοῦ πάθους ἐν τῷ καιρῷ τῆς κοσμικῆς νυκτὸς, μεθ' ἣν ἡμέρα διαλάμψει, καὶ ζωὴ Χριστοῦ φανήσεται.
000-00-00 Serial Number=0239174843
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00068]  ἔδει γάρ, δημιουργεῖσθαι μέλλοντος χρόνου καὶ ἡμέρας καὶ νυκτὸς ἄρτι παραγενομένων, τὰς ὑπάρξεις τούτων ὡρισμένας δειχθῆναι ἐν ἴσῳ, εἶθ' οὕτω τῇ κινήσει τὴν ἀνωμαλίαν ἐπιτραπῆναι·
 [00109]  Ἰσημερία, ἄδελφε, ὡς ἐδείξαμεν ἡμέρας καὶ νυκτὸς ἴσα τὰ τμήματα ἀπαιτοῦντες, καὶ ἰσημερία ἐαρινή, ὅθεν ὁ τοῦ ἔαρος <καιρὸς>, ἐξ αὐτῆς τῆς κατὰ τὴν ἱστορίαν ἀκολουθίας.
 [00129]  πρὸ μὲν γὰρ ταύτης τῆς ἰσημερίας, πρὸ τοῦ ἡμέραν γενέσθαι, ἦν σκότος, καὶ οὐκ ἦν ἄξιον ἐν τῷ τόπῳ τοῦ σκότους τὸ πάσχα ποιεῖν καὶ διορθοῦσθαι τὸ πτῶμα, ὅτι μηδὲ ὁ πρῶτος ἄνθρωπος ἐν τῷ σκότει ἀλλὰ μετὰ τὸ φῶς μετ' ἰσημερίαν ἐπλάσθη, καὶ ὅτι ἕως μὲν ἐαρινῆς ἰσημερίας τὸ σκότος παρὰ τὸ φῶς πλεονάζει, μετ' ἰση μερίαν δὲ ἐπικρατεῖ τῆς νυκτὸς ἡ ἡμέρα λοιπὸν αὔξουσα, μειουμένης τῆς νυκτός.
000-00-00 Serial Number=0914780796
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00896]  Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου, καὶ ἰδοὺ εἲρ, καὶ ἅγιος ἀπ' οὐρανοῦ κατέβη ἐν ἰσχύϊ, καὶ οὕτως εἶπεν·
 [01383]  Ὀπίσω τούτου ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ θηρίον τέταρτον, φοβερὸν, καὶ ἔκθαμβον, καὶ ἰσχυρὸν περισσῶς·
000-00-00 Serial Number=0301231980
Prooemia in Psalmos Ante [Go Back]  
 [00077]  Ἂν τῆς νυκτὸς ζητεῖς τὴν χρῆσιν, καὶ ταῦτα εἴσῃ παρ' αὐτοῦ μαθεῖν, ὅτι Ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
000-00-00 Serial Number=0089571297
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00165]  Καὶ ἕκαστον ἴδοι τις ἂν καὶ ἄνδρα καὶ γυναῖκα καὶ οἰκέτην καὶ ἐλεύθερον καὶ πλούσιον καὶ πένητα κατὰ δύναμιν τὴν ἑαυτοῦ φορτία βαστάζοντα, τὰ τῇ φλογὶ ταύτῃ δι' ἡμέρας τε καὶ νυκτὸς πολλὴν παρέχοντα τὴν τροφήν, φορτία οὐ ξύλων οὐδὲ φρυγάνων, οὐ γὰρ τοιαύτη ἡ φλόξ, ἀλλὰ ψυχῶν καὶ σωμάτων ἀδικίας καὶ παρανομίας.
000-00-00 Serial Number=0318974733
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00419]  Ὡς δὲ κατὰ τὸ μέσον τῆς νυκτὸς ἀπώλετο τὰ πρωτότοκα τῶν Αἰγυπτίων, ἀπήλασαν τοὺς Ἰσραηλίτας τῆς Αἰγύπτου.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»