Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ξίφος [153]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ξίφος


000-00-00 Serial Number=0001929820
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00244]  Κἂν γὰρ ἅπαντα ᾖ τὰ ἐν ἀνθρώποις δεινὰ, κἂν λοιδορίαι, κἂν ὕβρεις, κἂν ἀτιμίαι, κἂν συκοφαντίαι, κἂν ξίφος, κἂν πῦρ, κἂν σίδηρος καὶ θηρία καὶ καταποντισμοὶ, κἂν λιμὸς καὶ νόσος καὶ ὅσα ἐξ ἀρχῆς εἰς τὸ παρὸν ὁ βίος ἤνεγκε χαλεπὰ, οὐ καταγελάσεις πάντων, εἰπέ μοι, καὶ καταφρονήσεις;
000-00-00 Serial Number=0934682369
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00529]  ἀλλὰ πάλιν ἐπὶ τὴν δύναμιν τοῦ ἐπαγγειλαμένου καταφυγὼν τὴν ἄφατον, τὴν εὐμήχανον, τὴν εὔπορον, τὴν διὰ τῶν ἐναντίων διαλάμπουσαν, τὴν ἀνωτέραν τῶν τῆς φύσεως νόμων, τὴν πάντων δυνατωτέραν, τὴν οὐδὲν ἔχουσαν τὸ ἀντιπῖπτον καὶ τοῦτο μετὰ πολλῆς τῆς πληροφορίας τὸ ἐπίταγμα ἤνυε καὶ ἔσφαξε τὸν υἱὸν καὶ ᾕμαξε τὴν δεξιὰν καὶ ἐφοίνιξε τὸ ξίφος καὶ διὰ τῆς δειρῆς τὴν μάχαιραν ἤλασεν·
 [00596]  [10.33] Ἐντεῦθεν αὐτῷ ξίφος ἠκονᾶτο πάλιν καὶ θάνατος ἐμελετᾶτο καὶ τὰ κύματα ἐπὶ τὸ μεῖζον ᾔρετο καὶ ἡ μανία τῆς γυναικὸς τῆς Βαβυλωνίας καμίνου σφοδρότερον ἀνήπτετο.
 [00597]  Ἥ τε γὰρ ἐπιθυμία λοιπὸν ἐπὶ μεῖζον ἠγείρετο, ὅ τε θυμός, ἕτερον χαλεπώτατον πάθος, μετὰ πολλῆς προσετίθετο τῆς ἀγριότητος καὶ φόνον ἔβλεπε καὶ ἐπὶ ξίφος ἔτρεχε καὶ σφαγῆς ἤρα παρανομωτάτης καὶ τὸν τῆς σωφροσύνης ἀθλητὴν καὶ τὴν τῆς καρτερίας καὶ ὑπομονῆς ἀγωνιστὴν ἀνελεῖν ἔσπευδε.
000-00-00 Serial Number=0879527748
Ad illuminandos catecheses Ante [Go Back]  
 [00184]  Οὕτω καὶ τὸ ξίφος κεῖται μέσον·
 [00188]  ξίφος ἐστὶν ἐν μέσῳ κείμενον·
000-00-00 Serial Number=0753182530
Ad populum Antiochenum Ante [Go Back]  
 [04080]  Αὕτη σοῦ μέλος ἐστὶ καὶ σῶμα, ἐκείνη δὲ ξίφος ἐστὶν ἠκονημένον.
 [04433]  Οὐχ οὕτω κεντεῖ ξίφος, ὡς ὅρκου φύσις·
 [04836]  οὐκ ἐπιτρέψομεν ὑμῖν οὐδὲ συγχωρήσομεν αἱμάξαι ξίφος, οὐδὲ ἀποτεμεῖν κεφαλήν.
 [04999]  Μικρὸς ἦν ὁ ∆αυῒδ καὶ βραχὺς τῷ σώματι, ἀλλ' ὅμως ὁ βραχὺς ἐκεῖνος καὶ μικρὸς, καὶ τῶν ὅπλων γεγυμνωμένος ἁπάντων, στρατόπεδον τοσοῦτον καὶ τὸν σαρκικὸν ἐκεῖνον πύργον ἀπὸ μιᾶς κατήνεγκε πληγῆς, οὐκ ἀκοντίσας δόρυ, οὐδὲ βέλος ἀφεὶς, οὐδὲ ξίφος γυμνώσας, ἀλλὰ μικρᾷ βολῇ τὸ πᾶν ἐργασάμενος.
000-00-00 Serial Number=0195145428
Adversus Judaeos Ante [Go Back]  
 [01879]  καὶ ταυτό μοι δοκῶ πάσχειν νῦν, οἷον ἂν εἴ τις στρατιώτης κατακόψας τινὰς τῶν ἀντιπάλων, καὶ μετὰ πολλοῦ τοῦ θυμοῦ τῇ φάλαγγι τῶν ἐχθρῶν [48.904] ἐπιπεσὼν, καὶ πολλὰ σώματα κατενεγκὼν, εἶτα διακλάσας τὸ ξίφος, μετὰ ἀθυμίας πρὸς τοὺς ἑαυτοῦ πάλιν ἐπαναστρέφοι.
 [01881]  Στρατιώτῃ μὲν γὰρ διακλάσαντι τὸ ξίφος ἔξεστι παρ' ἑτέρου τινὸς τῶν ἑστώτων ἁρπάσαι καὶ τῷ θυμῷ χρήσασθαι, καὶ τὴν προθυμίαν ἐπιδείξασθαι τὴν πολλήν·
000-00-00 Serial Number=0117974997
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00110]  Ἔσχε τις γυναῖκα πονηρὰν πολλάκις, ἀλλ' οὐδεὶς οὐδέποτε ἐγένετο οὕτω πονηρὰ, ὡς ἐν τοιαύτῃ συμφορᾷ ἐπιτίθεσθαι τῷ ἀνδρὶ, καὶ ξίφος ἀνονῆσαι κατὰ τῆς ἐκείνου ψυχῆς, καὶ συμβουλεῦσαι τοιαύτας συμβουλάς.
000-00-00 Serial Number=0290831506
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00134]  Τούτου δὴ χάριν παριδὼν τὸ ἐκείνων, πρὸς τὸ ὑμέτερον ἵσταμαι, καὶ δέομαι καὶ ἀντιβολῶ πεισθῆναί τε ἡμῖν παρακαλοῦσι, καὶ μηκέτι καθ' ἑαυτῶν τὸ ξίφος ὠθεῖν, μηδὲ πρὸς κέντρα λακτίζειν, μηδὲ νομίζοντας ἀνθρώπους ἀνιᾷν, λυπεῖν τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ.
 [00977]  Οὐδὲ γάρ ἐστιν οὕτω δεινὸν ἀκονῆσαι ξίφος, καὶ δεξιὰν ὁπλίσαι, καὶ εἰς αὐτὸν τοῦ παιδὸς βαπτίσαι τὸν λαιμὸν, ὡς τὸ ψυχὴν ἀπολέσαι καὶ διαφθεῖραι·
000-00-00 Serial Number=0885726333
Commentarius in Job Ante [Go Back]  
 [00995]  οὐδὲ γὰρ εἴ τις ξίφος μοι καὶ δηλητήριον ἐπεδίδου φάρμακον, τὴν προαίρεσιν ἂν ἐξήτασα φανερᾶς οὔσης τῆς βλάβης.
000-00-00 Serial Number=0948148787
Comparatio regis et monachi Ante [Go Back]  
 [00060]  Κἂν συμβῇ τινα τοιαύταις χειμάζεσθαι συμφοραῖς, τὸν βασιλέα μὲν ὥσπερ τὰ ἄψυχα παρέρχεται, ἐπὶ δὲ τὴν τῶν μοναχῶν οἰκίαν καταφεύγει, ὥσπερ ὁ λύκον ὑποφεύγων, καταφεύγων δὲ ἐπ' ἄνδρα θηρευτὴν ξίφος ἐν τῇ χειρὶ φέροντα·
 [00061]  ὅπερ γὰρ τῷ θηρευτῇ ξίφος, τοῦτο προσευχὴ τῷ μονάζοντι.
 [00062]  Οὐ γὰρ οὕτω φοβερὸν τοῖς λύκοις τὸ ξίφος, ὡς τοῖς δαίμοσιν αἱ προσευχαὶ [47.391] τῶν δικαίων.
000-00-00 Serial Number=0657060623
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00357]  [11] Εἴ τινα οὖν, εἰπέ μοι, τῶν στρατιωτῶν μετὰ τὸ περιθέσθαι τὸ κράνος, τὰς κνημῖδας, τὸν θώρακα, μετὰ τὸ λαβεῖν τὸ ξίφος, τὴν ἀσπίδα, τὸ δόρυ, τὰ τόξα, τὰ βέλη, τὴν φαρέτραν, τῆς τε σάλπιγγος λαμπρὸν ἠχούσης καὶ πάντας ἔξω καλούσης, τῶν τε πολεμίων σφοδρὸν πνεόντων καὶ τὴν πόλιν ἐκ βάθρων ἀνασπάσαι παρεσκευασμένων, εἶδες οὐκ ἐπὶ τὴν παράταξιν ἔξω τρέχοντα, ἀλλ' εἰς οἰκίαν εἰσιόντα, καὶ γυναικὶ παρακαθήμενον μετὰ τῶν ὅπλων ἐκείνων·
 [00358]  ἆρ' οὐκ ἂν, εἴ γε ἐξῆν, μέσον τὸ ξίφος διήλασας, μηδὲ λόγου μεταδούς;
000-00-00 Serial Number=0529287517
Contra theatra Ante [Go Back]  
 [00309]  Τὸ ξίφος ἐν χερσὶ, καὶ οὐκ ἐνάρκησεν ἡ δεξιά.
 [00319]  κρατήσωμεν τέως τὸ ξίφος, ἐπισχῶμεν τὴν δεξιὰν, μὴ φθάσῃ τὴν παραίνεσιν ἡ πληγή.
 [00327]  Ταῦτα λέγοντες προσέδραμον ἂν εὐθὺς, καὶ πρῶτον μὲν τῆς δεξιᾶς χειρὸς ἐξείλοντο τὸ ξίφος, καὶ τοῦ θανάτου τὸν Ἰσαάκ·
 [00387]  ∆εῦρο δὴ, λοιπὸν ἄκουσον ἡμῶν, καὶ τῶν δεσμῶν τὸν υἱὸν ἄφες ἐλεύθερον, ῥῖψον τὸ ξίφος, σβέσωμεν τὸ πῦρ, αὐτὸν τὸν βωμὸν κατασκάψωμεν·
000-00-00 Serial Number=0853219628
De Anna i Ante [Go Back]  
 [00418]  καὶ ταῦτα, τῶν παρόντων κελευόντων ὠθῆσαι τὸ ξίφος.
 [00419]  Ἀλλ' οὔτε τὸ τῆς ἐξουσίας εὔκολον, οὔτε τὸ παρ' ἑτέρων παροξύνεσθαι, οὔτε τὸ πολλὰ πεπονθέναι δεινὰ, οὔτε τὸ προσδοκᾷν πείσεσθαι χαλεπώτερα, συνεχώρησεν ἑλκύσαι τὸ ξίφος·
000-00-00 Serial Number=0247084916
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00122]  Ὅταν μὲν γὰρ ἐννοήσω τὸν μιαρὸν ἐκεῖνον ὁπλιζόμενον καὶ τὸ ξίφος ἀνατείνοντα καὶ τὴν δειρὴν κατέχοντα τοῦ παιδὸς καὶ τὴν δεξιὰν ᾗ τὴν παρακαταθήκην ἐδέξατο ταύτῃ κατ' αὐτῆς ὠθοῦντα τὸ ξίφος διαρρήγνυμαι καὶ ἀποπνίγομαι τῷ θυμῷ.
 [00123]  Ὅταν δὲ πάλιν ἴδω τὸν νέον δεδοικότα καὶ τρέμοντα καὶ οἰμώττοντα τὰς ἐσχάτας οἰμωγὰς καὶ τὸν πατέρα ἀνακαλοῦντα καὶ τούτων αἴτιον αὐτὸν γεγενῆσθαι λέγοντα καὶ τὴν σφαγὴν οὐ τῷ βαπτίζοντι τὸ ξίφος εἰς τὸν λαιμὸν ἀλλὰ τῷ γεγεννηκότι λογιζόμενον καὶ μὴ δυνάμενον ἐκφυγεῖν μη δὲ ἐπαμῦναι ἑαυτῷ ἀλλ' ἀνήνυτα λοιπὸν τῷ φυσαμένῳ μεμφόμενον καὶ δεχόμενον τὴν πληγὴν καὶ σπαίροντα καὶ λακτίζοντα τοὔδαφος καὶ τὴν γῆν τοῖς τῶν αἱμάτων μολύνοντα κρουνοῖς διακόπτομαι τὰ σπλάγχνα καὶ σκοτοῦμαι τὸν λογισμὸν καί μου τις ἀχλὺς ἀθυμίας καταχεῖται τοῖς ὀφθαλμοῖς.
000-00-00 Serial Number=0406004190
De Davide et Saule Ante [Go Back]  
 [00151]  Εἶδες τὰ δίκτυα τεταμένα, καὶ τὸ θήραμα ἐναπειλημμένον, καὶ τὸν κυνηγέτην ἑστῶτα, καὶ πάντας ἐγκελευομένους βαπτίσαι τὸ ξίφος εἰς τὸ τοῦ πολεμίου στῆθος;
 [00200]  Καὶ γὰρ ἡ ἐρημία τῶν βοηθούντων τῷ Σαοὺλ, καὶ ἡ παραίνεσις τῶν στρατιωτῶν, καὶ ἡ μνήμη τῶν παρελθόντων, καὶ ὁ φόβος τῶν μελλόντων, καὶ τὸ μηδὲ σφαγῆς κρίνεσθαι λοιπὸν ἀποκτείναντα τὸν ἐχθρὸν, καὶ τὸ μετὰ τὸν φόνον τοῦτον δύνασθαι τὸν νόμον ὑπερβαίνειν, καὶ πολλὰ ἕτερα πλείονα τούτων ἐβιάζετο καὶ ἠνάγκαζεν ὠθῆσαι τὸ ξίφος εἰς ἐκεῖνον.
 [00342]  οὕτω δὴ καὶ τὴν χεῖρα ἐκείνην ὁ Θεὸς ἐστεφάνου, ἣ τὸ ξίφος ἴσχυσε καθαρὸν ἐξενεγκεῖν, καὶ ἀναίμακτον τῷ Θεῷ δεῖξαι τὴν μάχαιραν, καὶ πρὸς τοσαύτην ἀντιστῆναι θυμοῦ ῥύμην.
 [00748]  Ἐπαίνου μὲν ἄξιον καὶ μεγίστου θαύματος καὶ τὸ μὴ βαπτίσαι τὸ ξίφος, μηδὲ ἀποτεμεῖν τὴν πολεμίαν ἐκείνην κεφαλήν·
000-00-00 Serial Number=0595200956
De beato Abraham Ante [Go Back]  
 [00115]  πῶς οὐκ ἔπεσε τὸ ξίφος ἀπὸ τῆς χειρός;
000-00-00 Serial Number=0967246890
De confessione pretiosae crucis Ante [Go Back]  
 [00029]  Οὐδεὶς ἐγγύς σου στῆναι δυνήσεται τῶν ἀκαθάρτων δαιμόνων, ὁρῶν τὴν μάχαιραν ἐν ᾗ τὴν πληγὴν ἔλαβεν, ὁρῶν τὸ ξίφος ἐν ᾧ τὴν καιρίαν ἐδέξατο.
000-00-00 Serial Number=0219700396
De diabolo tentatore Ante [Go Back]  
 [00232]  ∆ιὰ τοῦτο καὶ ξίφος αὐτοῖς ἠκόνηται, καὶ βάραθρα παρεσκεύασται, καὶ τροχὸς, καὶ ξύλα, καὶ δήμιοι, καὶ ἕτερα μυρία κολάσεων εἴδη.
000-00-00 Serial Number=0794065952
De eleemosyna [1] Ante [Go Back]  
 [00203]  βλέπει γὰρ τὸ ξίφος, ὃ ἐπιφέρεται ὁ λῃστὴς, καὶ φεύγει τὸ πάθος·
 [00212]  Καὶ ξίφος μὲν γυμνούμενον φοβῇ, γεέννης δὲ πῦρ ἀπειλούμενον καταφρονεῖς.
000-00-00 Serial Number=0763291061
De eleemosyna [3] Ante [Go Back]  
 [00201]  βλέπει γὰρ τὸ ξίφος, ὃ ἐπιφέρεται ὁ λῃστὴς, καὶ φεύγει τὸ πάθος·
 [00210]  Καὶ ξίφος μὲν γυμνούμενον φοβῇ, γεέννης δὲ πῦρ ἀπειλούμενον καταφρονεῖς.
000-00-00 Serial Number=0716150403
De incomprehensibili dei natura Ante [Go Back]  
 [00634]  Καθάπερ γὰρ ὁ λίθον πρὸς ὕψος ἀκοντίζων, τοῦ οὐρανοῦ μὲν τὸ σῶμα διατεμεῖν οὐ δυνήσεται, οὔτε πρὸς τὸ ὕψος φθάσαι ἐκεῖνο, τὴν δὲ πληγὴν τῇ οἰκείᾳ δέχεται κορυφῇ, πρὸς τὸν ἀκοντίσαντα ἐπανιόντος τοῦ λίθου, οὕτω δὴ καὶ ὁ βλασφημῶν τὴν μακαρίαν ἐκείνην οὐσίαν, ἐκείνην μὲν οὐδὲν ἂν παραβλάψειέ ποτε πολλῷ μείζονα οὖσαν καὶ ὑψηλοτέραν ἢ ὥστε δέξασθαί τινα βλάβην, κατὰ δὲ τῆς ἑαυτοῦ ψυχῆς τὸ ξίφος ἀκονᾷ, ἀγνώμων περὶ τὸν εὐεργέτην γενόμενος.
000-00-00 Serial Number=0463468373
De jejunio de Davide Ante [Go Back]  
 [00220]  Ἴστε γὰρ πάντες σαφῶς, ὅτι συκοφαντίᾳ τῆς Αἰγυπτίας τὴν φυλακὴν οἰκήσας, ψήφῳ δὲ θείας προνοίας τῆς Αἰγύπτου βασιλεύσας, καὶ ἤδη λοιπὸν τῶν ὀνείρων αὐτοῦ, μᾶλλον δὲ τῶν ἀποκαλύψεων, τὴν ἔκβασιν ἐπιδεικνύντων, καὶ τῶν ἀδελφῶν αὐτοῦ κατελθόντων εἰς τὴν Αἴγυπτον διὰ τὴν τῶν ἀναγκαίων σπάνιν, θεασάμενος τούτους ὁ Ἰωσὴφ, καί γε βασιλεὺς ὑπάρχων, καὶ πάσης τῆς Αἰγύπτου δεσπόζων, οὐκ ἐγύμνωσε ξίφος, οὐκ ἐν φυλακῇ κατέκλεισεν, οὐ λιμῷ κατέτηξεν, οὐ πληγὰς ἐπέθηκε, οὐχ ὡς θῆρας τοὺς μὴ ἐλεήσαντας ἑαυτὸν κατενόησεν, οὐχ ὑπεμνήσθη τοῦ χιτῶνος τὸν διασπαραγμὸν, οὐ τοῦ λάκκου τὸν βόθυνον, οὐ τῆς δουλείας τὸ ὀνικὸν, οὐ τοῦ φθόνου τὸν τῦφον, οὐ τῆς μισαδελφίας τὸν καπνὸν, οὐ τῆς πατρικῆς ζημίας τὸν φόρτον, οὐ τοῦ ὁμομητρίου ἀδελφοῦ Βενιαμὶν τὴν ἀλλοτρίωσιν·
000-00-00 Serial Number=0841326475
De nativitate Ante [Go Back]  
 [00010]  ἐκεῖνοι τὰ δῶρα καὶ οὗτος τὸ ξίφος·
000-00-00 Serial Number=0535816133
De negatione Petri Ante [Go Back]  
 [00156]  Ἐπὶ πολὺ καθεζομένου αὐτοῦ, μήτε ξίφος θεασαμένου ὀξυνόμενον, μήτε στομωτῆρας προκειμένους, μὴ δήμευσιν ἐπαγγελλομένην, μήτε ἐξορίαν ἐπιγραφομένην·
 [00168]  Ὢ τῶν πραγμάτων! οὐδαμοῦ στρατιώτης, οὐδαμοῦ ξίφος, ἀλλ' εὐτελὲς κοράσιον συνήντησε τῷ Πέτρῳ·
000-00-00 Serial Number=0905655265
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00004]  Ἐκ πολέμου χθὲς ἐπανήλθομεν, ἐκ πολέμου καὶ μάχης αἱρετικῆς, ᾑμαγμένα τὰ ὅπλα ἔχοντες, τὸ ξίφος τοῦ λόγου πεφοινιγμένον, οὐ σώματα καταβαλόντες, ἀλλὰ λογισμοὺς ἀνελόντες καὶ Πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, Τοιοῦτον γὰρ τῆς μάχης ταύτης τὸ εἶδος·
000-00-00 Serial Number=0623713553
De precatione [1] Ante [Go Back]  
 [00099]  Ἂν μὲν οὖν ἴδωσιν ἡμᾶς πεφραγμένους ταῖς προσευχαῖς, ἀποπηδῶσιν εὐθέως, ὥσπερ λῃσταὶ καὶ κακοῦργοι, πρὸς τῇ κεφαλῇ τοῦ στρατιώτου ξίφος ὁρῶντες κρεμάμενον.
 [00238]  Μετὰ ταύτης ὁ ∆αυῒδ τοσούτους καὶ τοιούτους πολέμους ἀπώσατο, οὐχ ὅπλα κινῶν, οὐδὲ δόρυ σείων, οὐδὲ ξίφος ἕλκων, ἀλλ' εὐχαῖς τειχιζόμενος·
000-00-00 Serial Number=0424311638
De sancta Droside martyre Ante [Go Back]  
 [00098]  ∆ιὰ παρθένου γοῦν ἀπέκτεινε πρώην τὸν Ἀδὰμ ὁ διάβολος, διὰ παρθένου μετὰ ταῦτα κατηγωνίσατο τὸν διάβολον ὁ Χριστὸς, καὶ τὸ ξίφος ὅπερ ἦν ἠκονημένον αὐτῷ καθ' ἡμῶν, τοῦτο τὴν τοῦ δράκοντος ἀπέτεμε κεφαλὴν, ὅπερ καὶ ἐπὶ τοῦ ∆αυῒδ γέγονε.
 [00115]  Καὶ καθάπερ οἱ μεμηνότες οὐδὲν τῶν ὁρωμένων βλέπουσιν ὡς ἔστιν, ἀλλὰ κἂν ξίφος ἠκονημένον ἴδωσι, κυβιστῶσιν εὐκόλως, κἂν πυρὰν, κἂν βάραθρον, κἂν κρημνὸν, κἂν πέλαγος, κἂν ὁτιοῦν ἕτερον, ἀδεῶς κατὰ πάντων ἑαυτοὺς ἀφιᾶσιν·
000-00-00 Serial Number=0845698535
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00046]  πολλαὶ γὰρ ἴσως καὶ εἰς κρημνὸν ἑαυτὰς ἀφῆκαν, καὶ εἰς πέλαγος ἔῤῥιψαν, καὶ ξίφος διὰ τοῦ στήθους ἤλασαν, καὶ βρόχον ἀνῆψαν, καὶ πολλῶν τοιούτων δραμάτων ὁ καιρὸς ἔγεμεν ἐκεῖνος·
000-00-00 Serial Number=0049494386
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00266]  κἂν γὰρ μὴ τὸ ξίφος ὠθήσῃ, μηδὲ τῇ δεξιᾷ τὴν σφαγὴν ἐργάσηται, ἀλλὰ τῇ γνώμῃ τὸ πᾶν ἀπήρτισε·
000-00-00 Serial Number=0221737206
De terrae motu Ante [Go Back]  
 [00100]  Ἠνοίγησαν οἱ οὐρανοὶ, καὶ κατηνέχθη ἀπόφασις, τὸ ξίφος ἠκονημένον·
000-00-00 Serial Number=0791617632
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00703]  Ἐπειδὴ γὰρ οἶδεν ὁ διάβολος, ὅτι καθ' ἑαυτῶν τὸ ξίφος ὠθοῦμεν, οὐ περιέλκει οὐδὲ περισπᾷ τότε, ἵνα μειζόνως ἡμᾶς λυμήνηται.
 [01041]  Ποία γὰρ ἐκ τῆς τοιαύτης ἐπιθυμίας γένοιτο ἂν ἡδονὴ, ὅταν φόβος παρῇ καὶ ἀγωνία καὶ κίνδυνος καὶ δικαστηρίων φόβος καὶ εὐθυνῶν, καὶ δικαστοῦ θυμὸς λογίζεται καὶ ξίφος καὶ δήμιος καὶ βάραθρον καὶ ἀπαγωγή;
 [01053]  Καὶ ὁ πατριάρχης δὲ, ὁ τοῦ παιδὸς ἱερεὺς, τὸ μὲν τυραννικώτατον τῆς φύσεως ἴσχυσε καταπαλαῖσαι πάθος, καὶ παῖδα ἀνελεῖν ἐδυνήθη, καὶ παῖδα τὸν Ἰσαὰκ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, ἐν αὐτῇ τῆς νεότητος τῇ ἀκμῇ, μονογενῆ, γνήσιον, καὶ παρ' ἐλπίδα πᾶσαν αὐτῷ δεδομένον, καὶ ἀναγαγεῖν αὐτὸν ἐπὶ τὸ ὄρος ἴσχυσε, καὶ μάχαιραν ἥρπασε, καὶ διὰ τοῦ λαιμοῦ τοῦ παιδὸς τὸ ξίφος ὤθησε·
 [02035]  Μὴ ξίφος δῷς ἀντὶ τῆς τροφῆς·
 [03201]  Καὶ ὅπερ ἐστὶ μαινομένῳ ξίφος.
 [03203]  Ὁ μὲν γὰρ μαινόμενος τὸ ξίφος λαβὼν καὶ ὠθήσας δι' ἑαυτοῦ, τῆς τε μανίας ἀπηλλάγη, καὶ οὐκέτι δευτέραν λαμβάνει πληγήν·
 [03574]  Ὁ γὰρ ἀμυνόμενος καθ' ἑαυτοῦ τὸ ξίφος ὠθεῖ.
 [04025]  Εἰ γὰρ ὅτε ἐλέου χρείαν ἔχεις, οὐδὲ τότε ἀφίης τὴν ὀργὴν, ἀλλὰ καὶ σφόδρα αὐτῆς μέμνησαι, καὶ ταῦτα εἰδὼς ὅτι κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς·
 [04249]  Ἔδραμε καὶ ἔλαβεν αὐτοῦ τὸ ξίφος, καὶ ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν·
 [04264]  βλασφημῶν, ἐκείνην μὲν οὐδὲν παραβλάψει ποτὲ, πολλῷ μείζονα οὖσαν καὶ ὑψηλοτέραν ὥστε δέξασθαί τινα βλάβην, κατὰ δὲ τῆς ἑαυτοῦ κεφαλῆς τὸ ξίφος ἀκονᾷ, ἀγνώμων περὶ τὸν εὐεργέτην γενόμενος.
 [04768]  Εἰ γὰρ ἐσίγησε, καὶ μὴ διὰ τῆς μεγάλης φωνῆς κατέσχεν ἐκείνου τὰς χεῖρας, ὤθησεν ἂν διὰ τοῦ λαιμοῦ τὸ ξίφος·
 [04784]  τί τὸ ξίφος ἀπεσπάσω;
 [06221]  Ἀλλ' οἱ πολλοὶ τοὺς πονηροὺς θαυμάζουσιν, ὡς ἱκανοὺς ὄντας ἀδικεῖν καὶ βλάπτειν, οὐκ εἰδότες ὅτι μάλιστα πάντων αὐτοὺς ταλανίζειν ἐχρῆν, ὅτι νομίζοντες ἑτέρους βλάπτειν καθ' ἑαυτῶν τὸ ξίφος ὠθοῦσιν·
 [06973]  Εἶδες τοῦ ∆αυῒδ τὰ δίκτυα τεταμένα, καὶ τὸ θήραμα ἐναπειλημμένον, καὶ τὸν κυνηγέτην ἑστῶτα, καὶ πάντας ἐγκελευομένους βαπτίσαι τὸ ξίφος εἰς τὸ τοῦ πολεμίου στῆθος;
 [07017]  δεξιὰν ἐκείνην, ἣ τὸ ξίφος ἴσχυσε καθαρὸν ἐξενεγκεῖν, καὶ ἀναίμακτον τῷ Θεῷ
 [07075]  Ἐπαίνου μὲν γὰρ ἄξιον καὶ μεγίστου θαύματος καὶ τὸ μὴ βαπτίσαι τὸ ξίφος, μηδὲ ἀποτεμεῖν τὴν πολεμίαν ἐκείνην κεφαλήν·
 [07364]  Εἰ γὰρ ἐσίγησε, καὶ μὴ διὰ τῆς μεγάλης φωνῆς κατέσχεν ἐκείνου τὰς χεῖρας, ὤθησεν ἂν διὰ τοῦ λαιμοῦ τὸ ξίφος.
 [07383]  τί τὸ ξίφος ἐπεσπάσω;
 [07907]  Τοῦτο ἰδὼν ὁ Φινεὲς, μεταχειρισάμενος ξίφος καὶ πορνεύοντας δύο καταλαβὼν, ἐν αὐτῇ τῇ ἁμαρτίᾳ ἀμφοτέρους ἐξεκέντησεν, οὐ τοὺς ἀναιρεθέντας μισῶν, ἀλλὰ τῶν λοιπῶν φειδόμενος.
 [08013]  [63.813] οὕτω τῇ σφενδόνῃ ἐξακοντίσας, καὶ παραχρῆμα κατὰ τοῦ μετώπου πλήξας, τὸν ἀλλόφυλον κατέβαλε, καὶ σπεύσας καὶ ἀφελόμενος αὐτοῦ τὸ ξίφος, δι' ἐκείνου τὴν κεφαλὴν αὐτοῦ τεμὼν, οὕτως ἤνεγκε τῷ βασιλεῖ, καὶ τέλος τῷ πολέμῳ δέδωκε.
 [09351]  ὁρῶν τὸ ξίφος, ἐν ᾧ τὴν καιρίαν ἐδέξατο.
 [09999]  Ἐὰν ἴδῃς τινὰ ξίφος ἐλαύνοντα δι' ἑαυτοῦ, τούτου δυνήσῃ φείδεσθαί ποτε;
 [09999]  Τί γὰρ, εἰ μὴ τὸ ξίφος ὠθεῖς, καὶ βαπτίζεις εἰς τὴν δέρην τὴν δεξιάν;
000-00-00 Serial Number=0509649694
Epistula ad Cyriacum Ante [Go Back]  
 [00067]  Καὶ αἱμάτων ῥύακες ἐκ τῆς ὑποθέσεως ταύτης ἐγίνοντο καὶ φόνοι ἄδικοι καὶ σφαγαὶ καὶ ἡ ἄωρος ἡλικία πᾶσα καθάπερ ἐν παρατάξει καὶ πολέμῳ κατεκόπτετο καὶ τῶν μαζῶν ἀποσπώμενοι οἱ παῖδες σφαγῇ παρεδίδοντο καὶ ἔτι τοῦ γάλακτος ἐπὶ τοῦ φάρυγγος ὄντος διὰ τοῦ λαιμοῦ καὶ τῆς δέρης τὸ ξίφος ἠλαύνετο.
000-00-00 Serial Number=0010033488
Epistulae Ante [Go Back]  
 [03566]  Οὐδὲν γὰρ τούτων εἰδὼς ὁ δίκαιος ἐκεῖνος, ἀλλ' ὅτι πάντως αὐτὸν ἀναιρήσει, οὕτω καὶ ἀνήγαγεν εἰς τὸ ὄρος, καὶ τὸ θυσιαστήριον ᾠκοδόμησε, καὶ τὰ ξύλα ἐπέθηκε, καὶ τὴν μάχαιραν ἥρπασε, καὶ τὸ ξίφος διήλασε·
000-00-00 Serial Number=0732942164
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00178]  Καὶ αἱμάτων ῥύακες ἐκ τῆς ὑποθέσεως ταύτης ἐγίνοντο καὶ φόνοι ἄδικοι καὶ σφαγαὶ καὶ ἡ ἄωρος ἡλικία πᾶσα καθάπερ ἐν παρατάξει καὶ πολέμῳ κατεκόπτετο καὶ τῶν μαζῶν ἀποσπώμενοι οἱ παῖδες σφαγῇ παρεδίδοντο καὶ ἔτι τοῦ γάλακτος ἐπὶ τοῦ φάρυγγος ὄντος διὰ τοῦ λαιμοῦ καὶ τῆς δέρρης τὸ ξίφος ἠλαύνετο.
 [00396]  Καὶ ὁ πατριάρχης δὲ ὁ τοῦ παιδὸς ἱερεὺς τὸ μὲν τυραννικώτατον τῆς φύσεως καταπαλαῖσαι ἴσχυσε πάθος καὶ παῖδα ἀνελεῖν ἠδυνήθη καὶ παῖδα τὸν Ἰσαὰκ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, ἐν αὐτῇ τῆς νεότητος τῇ ἀκμῇ, μονογενῆ, γνήσιον καὶ παρ' ἐλπίδα πᾶσαν αὐτῷ δεδομένον καὶ ἐπ' αὐτῷ σαλεύων μόνῳ καὶ ἐν ἐσχάτῳ γήρᾳ καὶ ἀρετῇ κομῶντα πολλῇ καὶ ἀναγαγεῖν αὐτὸν ἐπὶ τὸ ὄρος ἴσχυσεν, ἐπὶ τοιαύτῃ μέλλων ἀγαγεῖν πράξει, καὶ θυσιαστήριον ᾠκοδόμησε καὶ ξύλα συνέθηκε καὶ τὸ ἱερεῖον ἐπέθηκε καὶ μάχαιραν ἥρπασε καὶ διὰ τοῦ λαιμοῦ τοῦ παιδὸς τὸ ξίφος ὤθησε.
000-00-00 Serial Number=0329535961
Expositiones in Psalmos Ante [Go Back]  
 [02410]  Ἑαυτῷ τὸ ξίφος περιέπειρεν.
 [03341]  ἐπειδὰν δὲ ὑπὸ τὴν ψῆφον ἔλθοι τοῦ δικαστοῦ, ξίφος λοιπὸν, καὶ δήμιος, καὶ βάραθρα.
 [05104]  ἐπειδὰν δὲ ὑπὸ τὴν ψῆφον ἔλθοι τοῦ δικαστοῦ, ξίφος λοιπὸν, καὶ δήμιος, καὶ βάραθρα.
000-00-00 Serial Number=0931295097
Fragmenta in Job Ante [Go Back]  
 [00893]  Ἔσχε τις γυναῖκα πονηρὰν πολλάκις, ἀλλ' οὐδεμία οὐδέποτε ἐγένετο οὕτω πονηρὰ, ὡς ἐν τοιαύτῃ συμφορᾷ ἐπιτίθεσθαι τῷ ἀνδρὶ, καὶ ξίφος ἀκονῆσαι κατὰ τῆς ἐκείνου ψυχῆς, καὶ συμβουλεῦσαι τοιαύτας συμβουλάς.
000-00-00 Serial Number=0888896108
In Acta apostolorum Ante [Go Back]  
 [09999]  οὕτω καὶ τῷ πολεμιστῇ τὸ ξίφος τὸ σιδηροῦν, ἀλλ' οὐ τὸ χρυσοῦν.
000-00-00 Serial Number=0914957821
In Bassum martyrem Ante [Go Back]  
 [00009]  Ἐθεασάμεθα γὰρ ὄντως θυμὸν φιλανθρωπίαν ἀστράπτοντα, ὅτε τὸν τῶν σεισμῶν περιεζώσθημεν φόβον, ὅτε κραδαινομένην τὴν κτίσιν ἐγνώκαμεν, ὅτε τὸ μὲν ἔδαφος σφοδρῶς ἐτινάσσετο, ὁ δὲ Σωτὴρ τῶν ἰδίων οἰκτιρμῶν οὐκ ἀφίστατο, ὅτε τὸ πικρὸν προσεδοκήσαμεν τέλος, ὅτε τάφους τὰς οἰκίας ἄφνω ἐνομίσαμεν, ὅτε τὸ τιναγμῷ συνεχόμενοι τόπον ἢ τρόπον καταφυγῆς οὐχ εὑρίσκομεν, ὅτε τὸ μέσον τῆς ἡμέρας φθάσαντες τὴν ἑσπέραν ἰδεῖν οὐκ ἠλπίσαμεν, ὅτε ἄνωθεν τῷ ξίφος ἐπήρτητο, καὶ κάτωθεν ἠνδρίζετο μετὰ προσευχῆς εὐποιία, ὅτε συμφώνως οἱ λαοὶ τὸ, Ἐλέησον, ἔκραζον.
000-00-00 Serial Number=0577678442
In Eutropium Ante [Go Back]  
 [00048]  Καὶ αἱ μὲν ἱπποδρομίαι, τὸν πλοῦτον τὸν σὸν ἀναλώσασαι, τὸ ξίφος ἠκόνησαν·
000-00-00 Serial Number=0054299295
In Herodem et infantes Ante [Go Back]  
 [00022]  Ἀλλ' ὅμως καθ' ἑαυτοῦ τὸ ξίφος τῆς βρεφοκτονίας ἤγειρε·
 [00041]  Ἔχεις γὰρ ποῦ ἐμπείρῃς τὸ ξίφος.
 [00043]  Ἐπίδειξον τοῖς παισὶ τὸ ξίφος·
 [00045]  ἐὰν δὲ ἱλαρυνόμενα προσδράμωσι τῷ ξίφει, τί προσφέρεις τὸ ξίφος τοῖς προσγελῶσι τῷ ξίφει;
000-00-00 Serial Number=0167588592
In Isaiam Ante [Go Back]  
 [01145]  οἱ δὲ ἐπιβουλεύοντες, οὗτοι μᾶλλόν εἰσιν οἱ καθ' ἑαυτῶν τὸ ξίφος ὠθοῦντες, καθάπερ καὶ οὗτοι.
000-00-00 Serial Number=0385765135
In Joannem Ante [Go Back]  
 [01621]  Ἀλλὰ τυφλὸν ὄντως ἡ πονηρία, καὶ τῶν δεόντων οὐδὲν δύναται συνιδεῖν ταχέως ∆ηχθέντες τοίνυν τῷ κοινωνοὺς μέλλειν ἔχειν τῆς αὐτῆς παῤῥησίας, καθ' ἑαυτῶν τὸ ξίφος ὤθησαν, τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐκβαλόντες ἑαυτούς·
000-00-00 Serial Number=0494602203
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00032]  Καὶ γὰρ τοὺς ἄνθρακας ὡς πηλὸν κατεπάτησαν, καὶ τὰ πελάγη καὶ τὰ κύματα καθάπερ λειμῶνας ἑώρων, καὶ ἐπὶ τὸ ξίφος ὡς ἐπὶ διάδημα καὶ στέφανον ἔτρεχον, καὶ πᾶν εἶδος τιμωρίας ἤλεγξαν οὐ τῷ γενναίως φέρειν μόνον, ἀλλὰ καὶ τῷ μεθ' ἡδονῆς καὶ προθυμίας πολλῆς.
000-00-00 Serial Number=0565490901
In Kalendas Ante [Go Back]  
 [00223]  Τοῦτο ἰδὼν Φινεὲς, μεταχειρισάμενος ξίφος, καὶ πορνεύοντας δύο καταλαβὼν, ἐν αὐτῇ τῇ ἁμαρτίᾳ ἀμφοτέρους ἐξεκέντησε, καὶ ἔστησε τοῦ Θεοῦ τὴν ὀργὴν ἀπὸ τῆς γνώμης.
000-00-00 Serial Number=0098125100
In Petrum et Paulum Ante [Go Back]  
 [00107]  Ποῖον ξίφος διῆλθεν ἐκεῖνον τὸν λάρυγγα, τὸ ∆εσποτικὸν ὄργανον, τὸ ὑπ' οὐρανοῦ θαυμαζόμενον.
 [00111]  Ἐμοὶ ξίφος ἐκεῖνο γένοιτο ἀντὶ στεφάνου.
000-00-00 Serial Number=0451821625
In Psalmum 050 Ante [Go Back]  
 [00166]  Ἐφέστηκεν ὁ διάβολος ξίφος ἀκονῶν, καὶ λέγων σοι τὰ ῥήματα ταῦτα·
000-00-00 Serial Number=0973434687
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00246]  ἔδραμεν, ἔλαβεν αὐτοῦ τὸ [55.570] ξίφος, ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν.
000-00-00 Serial Number=0347987592
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00195]  Ἐφέστηκεν ὁ διάβολος ξίφος ἀκονῶν, καὶ λέγων ταῦτα τὰ ῥήματα.
000-00-00 Serial Number=0343652606
In Psalmum 139 Ante [Go Back]  
 [00022]  τὸ μέλι ἐν τῇ γλώττῃ βαστάζουσι, καὶ τὸ ξίφος ἐν τῇ γνώμῃ χαλκεύουσιν, ἄλλοι ἔξωθεν φαινόμενοι, καὶ ἄλλοι ἔνδοθεν κρυπτόμενοι.
 [00041]  Τὸν δαίμονα αὐτοῦ πάλιν τῇ ψαλμῳδίᾳ αὐτοῦ ἀπήλαυνεν, ὁ δὲ τὸ ξίφος κατ' αὐτοῦ ἀκονήσας ἠκόντιζε.
000-00-00 Serial Number=0186186373
In Psalmum 145 Ante [Go Back]  
 [00208]  Εἰσ επήδησε γὰρ, ξίφος ἔχων ἐν ταῖς χερσὶ καὶ λαμπάδα·
 [00225]  Μυρία κακὰ ὑπ' ἐμοῦ παθὼν, ἐν τοῖς ἐσχάτοις ὢν, ἐμὲ τὸν δήσαντα εἰς χεῖρας λαβὼν, δυνάμενος διαχειρίσασθαι, οὐ μόνον οὐδὲν ἐποίησεν, ἀλλὰ καὶ μέλλοντα σφάττειν ἑαυτὸν, καὶ τὸ ξίφος ὠθεῖν διὰ τοῦ λαιμοῦ, ἐκώλυσεν.
000-00-00 Serial Number=0607498646
In Psalmum 705 Ante [Go Back]  
 [00098]  ἐπὶ στόματος φέρων τὸ μέλι, ἐν τῇ καρδίᾳ κρύπτων τὸ ξίφος·
000-00-00 Serial Number=0184321105
In Romanum martyrem Ante [Go Back]  
 [00122]  Λύθρου γέμουσιν αἱ χεῖρές σου, τὸ ξίφος τὸ σὸν ἀπὸ θυμάτων ἐστὶν ἀλόγων·
000-00-00 Serial Number=0869075894
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01794]  Ἐπειδὴ γὰρ οἶδεν ὁ διάβολος, ὅτι καθ' ἑαυτῶν τὸ ξίφος ὠθοῦμεν, οὐ περιέλκει οὐδὲ περισπᾷ τότε, ἵνα μειζόνως ἡμῖν λυμήνηται.
 [02131]  Ὥσπερ οὖν ὁ τὸ ξίφος μεταχειρίζων, καὶ τὸν κατάδικον ἀποτέμνων, διακονεῖ τῷ δικαστῇ ἀποφαινομένῳ, καὶ οὐκ αὐτός ἐστιν ὁ ἀναιρῶν, καίτοι γε αὐτὸς ἀποτέμνων, ἀλλ' οὐδὲ ὁ ἀποφαινόμενος καὶ καταδικάζων, ἀλλ' ἡ τοῦ κολαζομένου πονηρία·
 [06655]  τί κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς;
000-00-00 Serial Number=0756645024
In epistulam I ad Corinthios Ante [Go Back]  
 [06952]  Καὶ γὰρ καὶ ἐν ἑσπέρᾳ καὶ ἐν νυκτὶ, καὶ ἐν ἐρημίᾳ καὶ ἐν πόλει, καὶ πανταχοῦ ἕπεται ὁ κατήγορος, ξίφος δεικνὺς ἠκονημένον, καὶ τὰς ἀφορήτους κολάσεις, καὶ τῷ φόβῳ καταναλίσκων αὐτὸν καὶ δαπανῶν.
000-00-00 Serial Number=0705937147
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02716]  Ἐὰν ἴδῃς τινὰ ξίφος ἐλαύνοντα δι' ἑαυτοῦ, τούτου δυνήσῃ φείδεσθαί ποτε;
000-00-00 Serial Number=0709562242
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01279]  ∆οκεῖς μὲν ἐκείνῳ διδόναι τὴν πληγὴν, τὸ δὲ ἀληθὲς κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, οὐκ ἀφιεὶς τὸν δικαστὴν ἐν τοῖς σοῖς ἁμαρτήμασι γενέσθαι ἥμερον, δι' ὧν αὐτὸν κατὰ ἑτέρων παροξύνεις.
 [04049]  κἂν ἀποδύσῃς αὐτῶν τὴν ψυχὴν, οὕτως εὑρήσεις ἐσκευασμένην, οὐχ ἓν ξίφος οὐδὲ δύο, ἀλλὰ μυρία κατέχουσαν, οὐδένα ἐπιγινώσκουσαν, ἀλλὰ κατὰ πάντων λυττῶσαν, πᾶσιν ἐπιπηδῶσαν καὶ ὑλακτοῦσαν κατὰ πάντων, οὐ κύνας σφάζουσαν, ἀλλὰ ψυχὰς ἀνθρώπων, καὶ εἰς τὸν οὐρανὸν αὐτὸν μεγάλα βλασφημοῦσαν.
000-00-00 Serial Number=0081682563
In epistulam ad Ephesios Ante [Go Back]  
 [00425]  Τίς γὰρ ἂν ἡμῶν ἕλοιτο βαπτίσαι ξίφος εἰς τὸν λαιμὸν τοῦ πλησίον, καὶ αἱμάξαι τὴν δεξιάν;
 [02062]  τί τὸ ξίφος ἐσπάσω;
 [02183]  Εἰ γὰρ ἐσίγησαν, καὶ μὴ διὰ τῆς μεγάλης φωνῆς κατέσχον αὐτοῦ τὰς χεῖρας, ὤθησεν ἂν διὰ τοῦ λαιμοῦ τὸ ξίφος.
 [02196]  Πῦρ ἐκράτει καὶ ξίφος, καὶ ἔλεγε·
 [03958]  ∆ιὰ τοῦτο ἡμᾶς ὥπλισε τῷ θυμῷ ὁ Θεὸς, οὐχ ἵνα τὸ ξίφος κατὰ τῶν ἡμετέρων σωμάτων, ἀλλ' ἵνα ὁλόκληρον τὴν μάχαιραν εἰς τὸ τοῦ διαβόλου στῆθος βαπτίζωμεν.
 [03959]  Ἐκεῖ τὸ ξίφος ἔγκλεισον μέχρι τῆς λαβῆς, εἰ βούλει, καὶ τὴν λαβὴν αὐτὴν, καὶ μηδέποτε ἐκσπάσῃς, ἀλλὰ καὶ ἕτερον πρόσθες.
 [04853]  Οἱ μὲν γὰρ εἰς κρημνοὺς ἑαυτοὺς ἔῤῥιψαν, οἱ δὲ βρόχον ἧψαν, οἱ δὲ ξίφος διήλασαν διὰ τοῦ λαιμοῦ.
000-00-00 Serial Number=0003834784
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03534]  Ὅπερ γὰρ ἐκεῖ τὸ ξίφος ἐργάζεται, τοῦτο ἐνταῦθα ἡ προθυμία ποιείτω.
 [07305]  Τί γὰρ, εἰ μὴ τὸ ξίφος ὠθεῖς, μηδὲ βαπτίζεις εἰς τὴν δέρην τὴν δεξιάν;
000-00-00 Serial Number=0559338570
In epistulam ad Romanos Ante [Go Back]  
 [02912]  Ἐκεῖνος μὲν γὰρ τὸ σῶμα ἔτρωσε, σὺ δὲ κατὰ τῆς ψυχῆς τὸ ξίφος ἠκόνησας.
 [02940]  οὐκ ἔτρεμες μέλλων ἐπάγειν τὸ ξίφος·
 [03831]  Ὁ μὲν γὰρ ἀνδροφόνος ὁμοῦ τὸ ξίφος ἐνέπηξε, καὶ μικρὸν λυπήσας χρόνον οὐκέτι περαιτέρω προάγει τὴν βάσανον·
 [08269]  Κἂν γὰρ κατὰ σοῦ μέλλῃ τὸ ξίφος ὠθεῖν, καὶ τὴν δεξιὰν βαπτίζειν εἰς αὐτὸν τὸν λαιμὸν, αὐτὴν φίλησον τὴν δεξίαν·
 [08517]  Κἂν γὰρ τὸ ξίφος ἀκονήσῃ κατὰ σοῦ, κἂν εἰς τὸν λαιμὸν αὐτὸν τὴν δεξιὰν βαπτίσῃ, σὲ μὲν οὐδὲν παρέβλαψεν, ἑαυτὸν δὲ κατέσφαξε.
000-00-00 Serial Number=0614445865
In epistulam ad Titum Ante [Go Back]  
 [00220]  οὐ γὰρ λαβόντες ξίφος διαῤῥηγνύομεν·
 [00924]  Εἰ γὰρ μὴ σφόδρα ᾐδεῖτο τὸν ἄνδρα, καὶ ἐθαύμαζεν ἀπὸ τῶν προϋπηργμένων αὐτῷ, κἂν εὐθέως αὐτὸν διεχειρίσατο, καὶ τὸ ξίφος διήλασε διὰ τοῦ σώματος ἐκείνου.
000-00-00 Serial Number=0221768022
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00484]  ἐπεὶ καὶ ὁ Φαρισαῖος καθ' ἑαυτοῦ τὸ ξίφος ὤθησε, καὶ καιρίαν πληγὴν λαβὼν ἀπῆλθεν.
000-00-00 Serial Number=0269369423
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00180]  Ὁ λύκος εἱστήκει βουλόμενος ἀποκτεῖναι, τὸ ξίφος ὠθῶν κατὰ τοῦ δεσμοφύλακος·
000-00-00 Serial Number=0955361605
In illud Vidi dominum Ante [Go Back]  
 [00518]  Μᾶλλον δὲ ποία γένοιτ' ἂν ἡδονή, ὅπου φόβος καὶ ἀγωνία καὶ κίνδυνος καὶ προσδοκία τοσούτων δεινῶν, ὅπου δικαστήρια καὶ εὐθῦναι καὶ δικαστοῦ θυμὸς καὶ ξίφος καὶ δήμιος καὶ βάραθρον καὶ ἀγχόνη;
000-00-00 Serial Number=0098495901
In latronem Ante [Go Back]  
 [00038]  καὶ ὁ μαθητὴς φίλημα προσφέρων τοῖς χείλεσι, τῇ καρδίᾳ τὸ ξίφος ηὐτρέπισε·
000-00-00 Serial Number=0003260493
In principium Actorum Ante [Go Back]  
 [00203]  ξίφος γὰρ ἦν τῶν Ἀθηναίων, μάχαιρα ἦν τῶν πολεμίων τὸ ἐπίγραμμα ἐκεῖνο, ἀλλ' αὕτη ἡ μάχαιρα τῶν πολεμίων τὴν κεφαλὴν ἐξέτεμεν.
 [00207]  ὅταν τὸ ξίφος, ὃ καθ' ἡμῶν βαστάζουσι, τοῦτο αὐτοῖς τὴν καιρίαν ἐπαγάγῃ πληγήν.
 [00972]  Εἶδες πῶς καὶ ξίφος ἔχουσιν οἱ ἀπόστολοι;
 [00973]  Ὅταν ἀκούσῃς Παύλου λέγοντος, ὅτι Ἐπὶ πᾶσι τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἀναμνήσθητι τῆς ἀποφάσεως ταύτης, ὅτι οὐδαμοῦ ξίφος, καὶ τῷ ῥήματι πληγεὶς ὁ ἱερόσυλος ἔπεσεν.
 [01038]  Εἶδες δεσμωτηρίου δύναμιν, καὶ ἀφέσεως ὀφλημάτων ἰσχὺν, καὶ ξίφος ἔχοντας, καὶ ζώνην ἐζωσμένους, καὶ ὀχήματι ὁδεύοντας, καὶ φωνὴν πάσης σάλπιγγος λαμπροτέραν προηγουμένην αὐτῶν, καὶ ἐν πολλῇ περιφανείᾳ ὄντας;
000-00-00 Serial Number=0473964274
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00058]  Ὁ πανταχοῦ τοῖς εὐσεβέσιν ἐπιστρατεύων τύραννος, ὁ τῶν βαρβαρικῶν φόνων πρὸς τὸ ἐμφύλιον αἷμα μεταστρέφων τὸ ξίφος, τύραννος Χριστὸν ἐλαύνων τὸν οὐ βλεπόμενον, τύραννος διὰ τῆς ποίμνης οἰόμενος τὸν ποιμένα πορθεῖν, τύραννος εἰς οὐρανὸν τοξεύειν ἐπιχειρῶν, τύραννος τὴν Χριστοῦ βασιλείαν πλατυνομένην ζηλοτυπῶν·
000-00-00 Serial Number=0944360256
In saltationem Herodiadis Ante [Go Back]  
 [00100]  Ποία χεὶρ ἐτόλμησεν, ἀγαπητοὶ, τῷ ἁγίῳ τραχήλῳ Ἰωάννου προσενέγκαι τὸ ξίφος, ὃν θῆρες ἐν τῇ ἐρήμῳ ᾐδέσθησαν, ὃν λέοντες ἐτρόμαξαν, ὃν κεράσται καὶ δράκοντες καὶ ἀσπίδες ἔφριξαν, ὃν ἄγριαι μέλισσαι διὰ τὴν τοῦ ἀνδρὸς ἁγιότητα καμαρεύουσαι ἔτρεφον;
 [00103]  Ἀλλ' οἶμαι, ὅτι τῇ μέθῃ τοῦ Ἡρώδου σκοτωθεὶς ὁ πεμφθεὶς δήμιος, ξίφος μὲν εἶχεν, ὀφθαλμοὺς δὲ οὐκ εἶχε.
000-00-00 Serial Number=0573150337
In sanctam Pelagiam Ante [Go Back]  
 [00036]  θανάτου τὸ ξίφος, ἀνθρωποκτόνον ἀντιτυπίαν ὑπόστρωσον, ἑτοίμασον συντριβὴν κατιούσηι·
000-00-00 Serial Number=0504346013
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00118]  Καὶ καθάπερ στρατιώτης γενναῖος εἰς πολεμίους εἰσελθὼν, καὶ κατακόψας τὴν φάλαγγα τῶν ἀνταγωνιζομένων αὐτῷ, διακλάσας τὸ ξίφος τῇ πυκνότητι τῶν ἐπαλλήλων πληγῶν, εἶτα ἐπιστραφεὶς ἕτερον ἐπιζητεῖ, διὰ τὸ μηδέπω κόρον εἰληφέναι τῆς τῶν πολεμίων σφαγῆς·
 [00137]  πολλῷ δὲ πλέον ὄψις καὶ θεωρία, καὶ μάλιστα ὅταν εἰς αὐτὴν τοῦ ἀριστέως τὴν σκηνὴν εἰσελθὼν ἴδῃ τὸ ξίφος ᾑμαγμένον, τὴν κεφαλὴν τοῦ πολεμίου κειμένην, [50.681] τὰ λάφυρα ἄνω κρεμάμενα, τὸ αἷμα νεαρὸν τῶν χει ρῶν ἀποστάζον παρὰ τοῦ τὸ τρόπαιον στήσαντος, πανταχοῦ δόρατα καὶ ἀσπίδας καὶ τόξα καὶ τὴν ἄλλην ἅπασαν παντευχίαν κειμένην.
000-00-00 Serial Number=0445561230
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00094]  οὐκ ἐβάπτισε τὸ ξίφος εἰς τὸν λαιμὸν τοῦ παιδὸς, οὐ διέτεμε τὴν δέρην, ἀλλ' ἔστι θυσία καὶ χωρὶς αἵματος.
000-00-00 Serial Number=0855008841
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00071]  Καὶ καθάπερ τις μαινομένῳ καὶ παραπαίοντι ξίφος ἐγχειρίσας ἠκονημένον, ὃν ἂν ἐργάσηται φόνον ὁ μεμη νὼς, ἐκεῖνος ὑφίσταται τὴν αἰτίαν ὁ τὸ ξίφος δεδωκὼς, οὕτω καὶ ἀνθρώπῳ τις πονηρίᾳ συζῶντι τὴν ἀπὸ τῆς ἀρχῆς ταύτης ἐξουσίαν παρασχὼν, τὸ πῦρ ἅπαν τῶν ἁμαρτημάτων ἐκείνου καὶ τῶν τολμημάτων ἐπὶ τὴν οἰ κείαν ἕλκει κεφαλήν·
000-00-00 Serial Number=0614886224
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00263]  Οὐ γὰρ ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων παρακαλοῦσι τὸν Θεὸν, οὐδὲ συγγνώμην αἰτοῦσι τῶν πλημμεληθέντων αὐτοῖς, ἀλλὰ τὴν σπουδὴν ταύτην κατὰ τῶν ἐχθρῶν κινοῦσιν ἅπασαν, ταὐτὸν ποιοῦντες, ὥσπερ ἂν εἴ τις τὸ ξίφος ἀκονήσας, μὴ κατὰ τῶν πολεμίων χρῷτο τῷ ὅπλῳ, ἀλλὰ διὰ τῆς οἰκείας αὐτὸ δέρης ὠθοῖ.
 [00265]  ὅπερ ἐστὶ καθ' ἑαυτῶν τὸ ξίφος ὠθεῖν.
000-00-00 Serial Number=0308093429
Post reditum a priore exsilio Ante [Go Back]  
 [00210]  Ἄνθρωπος θυσιαστηρίῳ παρεστηκὼς, δήμου τοσούτου [52.447] ἐγκεχειρισμένος πρόνοιαν, ὀφείλων καταστέλλειν τὰ λυπηρὰ, ηὔξησας τὸν χειμῶνα, κατὰ σαυτοῦ τὸ ξίφος ἤλασας, τὰ τέκνα τὰ σὰ ἀναλώσας τῇ γνώμῃ, εἰ καὶ μὴ τῇ πείρᾳ.
000-00-00 Serial Number=0497453749
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00228]  Κατὰ γὰρ σαυτοῦ τὸ ξίφος ὠθεῖν σε παρασκευάζεται καὶ βαρυτέρας τὰς ἐν τῷ μέλλοντί σοι καθίστησιν εὐθύνας καὶ ἀφορήτους ποιεῖ τὰς τιμωρίας.
000-00-00 Serial Number=0559926987
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00036]  Σὺ τὸ ξίφος ἠκόνησας, σὺ τὴν δεξιὰν ὥπλισας, σὺ τὴν ὡπλισμένην δεξιὰν κατὰ τῆς ἀθλίας ὦσας ψυχῆς·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»