Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οἰκείους [113]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οἰκείους
Ad Stagirium a daemone vexatum | Ante [Go Back] |
[01460] | καὶ μαθὼν πάντας ἄρδην ἀπώλεσεν, οὐ τὸν ἡμαρτηκότα μόνον, ἀλλὰ καὶ συγγενεῖς καὶ οἰκείους, καὶ τῶν θρεμμάτων τὸ πλῆθος, ὅπερ οὐχ ὡς ἔτυχεν αὐτῷ τὴν ψυχὴν διετάραξεν. |
Ad eos qui scandalizati sunt | Ante [Go Back] |
[00721] | Καὶ ὅμως οὐδὲν αὐτὸν ταῦτα παρέβλαψεν, ἀλλὰ τοσοῦτον ἔλαμψεν ἀρετῇ ὡς ἃ μετὰ μακρὸν χρόνον, μετὰ προφήτας, μετὰ νόμον καὶ τοσαύτην παιδαγωγίαν, τὴν διὰ σημείων καὶ θαυμάτων γεγενημένην ἣν ἔμελλεν ὁ Χριστὸς τοὺς ἀνθρώπους παιδεύειν, [13.2] ταῦτα προλαβὼν δι' ἔργων ἐπεδείξατο, ἀγάπην γνησίαν καὶ θερμήν, χρημάτων ὑπεροψίαν, τὴν περὶ τοὺς οἰκείους τοῦ σπέρματος κηδεμονίαν· |
[01184] | Οὐ γὰρ οὕτω τότε μὴ ἐνοχλουμένη πάντας ἐπαίδευσεν ὡς νῦν τὴν οἰκουμένην διδάσκει καρτερεῖν, ἐγκρατεύεσθαι, φέρειν πειρασμούς, ὑπομονὴν ἐπιδείκνυσθαι, καταφρονεῖν τῶν βιωτικῶν, μηδὲν ἡγεῖσθαι πλοῦτον, καταγελᾶν τιμῆς, ὑπερορᾶν θανάτου, καταφρονεῖν ζωῆς, πατρίδα παρορᾶν, οἰκείους, φίλους, συγγενεῖς, πρὸς σφαγὰς ἀποδύεσθαι παντοδαπάς, κατὰ ξιφῶν κυβιστᾶν, τὰ λαμπρὰ ἅπαντα τοῦ παρόντος βίου, τιμὰς λέγω καὶ δόξας καὶ δυναστείαν καὶ τρυφήν, τῶν ἠρινῶν ἀνθῶν εὐτελέστερα εἶναι νομίζειν. |
Ad illuminandos catecheses | Ante [Go Back] |
[00151] | πρὸς γὰρ τοὺς οἰκείους ἡ πάλη, καὶ τοῖς σώμασι τῶν διδασκάλων ἐμμελετῶσιν ἅπαντα. |
Ad populum Antiochenum | Ante [Go Back] |
[02819] | οὕτω δὴ καὶ ἡ ἡμέρα καὶ ἡ νὺξ μετὰ ἀκριβείας πάσης τὸν ἐνιαυτὸν ἐν ἰσομοιρίᾳ τοσαύτῃ διενείμαντο, καὶ τοὺς οἰκείους διατηροῦσιν ὅρους, καὶ οὐδέποτε ἑτέρα τὴν ἑτέραν ἐξώθησεν· |
[02913] | Ἐπὶ δὲ τοῦδε τοῦ παντὸς οὐδὲν τούτων συνέβη, ἀλλ' ἕκαστον μένει καθάπερ τινὶ χαλινῷ καὶ δεσμῷ τῷ βουλήματι τοῦ ποιήσαντος τοὺς οἰκείους διαφυλάττον ὅρους, καὶ ἡ μάχη τούτων εἰρήνης αἰτία γίνεται τῷ παντί. |
[03016] | καὶ ὅλως ἑκάστη νοσημάτων ἰδέα ἀπὸ τῆς πλεονεξίας τῶν στοιχείων γίνεται τούτων, ὅταν τὸ ἕτερον τοὺς οἰκείους ὑπερβὰν ὄρους κατὰ τῶν λοιπῶν τυραννῇ, καὶ τὴν συμμετρίαν λυμήνηται πᾶσαν. |
[03022] | Πῶς γὰρ οὐδὲ ἓν τῶν στοιχείων τούτων, εἰπέ μοι, τοὺς οἰκείους ὑπερέβη ὅρους, καὶ τὰ λοιπὰ κατηνάλωσεν ἅπαντα; |
Adversus Judaeos | Ante [Go Back] |
[00029] | πρότερον τοὺς οἰκείους θεραπεῦσαι, καὶ τότε τῶν ἀλλοτρίων ἐπιμελήσασθαι. |
[00680] | ∆ιὰ τοῦτο καὶ ὑπὲρ τούτου διαλέγεται πρὸ τούτων, μηδὲ στασιάζειν πρὸς ἀλλήλους, μηδὲ οἰκείους ἄρχοντας ἐπιγράφεσθαι, μηδὲ εἰς πολλὰ κατατεμεῖν μέρη Χριστοῦ τὸ σῶμα. |
Adversus oppugnatores vitae monasticae | Ante [Go Back] |
[00832] | τέταρτος, τὸ τοὺς οἰκείους περιορᾷν· |
Catechesis ultima ad baptizandos | Ante [Go Back] |
[00149] | Μετὰ δὲ τὰ ῥήματα ταῦτα, μετὰ τὴν ἀποταγὴν τοῦ διαβόλου, μετὰ τὴν συνταγὴν τὴν πρὸς τὸν Χριστόν, ἅτε οἰκείους γεγενημένους λοιπὸν καὶ οὐδὲν κοινὸν ἔχοντας πρὸς ἐκεῖνον, εὐθέως, σφραγίζεσθαι κελεύει καὶ ἐπὶ τοῦ μετώπου δίδωσί σοι τὸν σταυρόν. |
Commentarius in Job | Ante [Go Back] |
[01809] | καὶ τοῦτο τῆς τοῦ θεοῦ ἐγκαταλείψεως ἔργον τὸ καὶ τοὺς οἰκείους αὐτὸν ὑπερορᾶν τοιαῦτα πάσχοντα. |
[04333] | ὅρα, πῶς φυλάττει τοὺς οἰκείους νόμους· |
Contra eos qui subintroductas habent virgines | Ante [Go Back] |
[00426] | Τὸ γὰρ ἔρωτα πονηρὸν ἐν ψυχῇ τρέφειν, καὶ πρὸς ἐπιθυμίαν ὁρᾶν γυναῖκα, καὶ καταμανθάνειν κάλλος ἀλλότριον, καὶ καταισχύνειν μὲν ἑαυτὸν, βλάπτειν δὲ τοὺς ἀσθενεστέρους, καὶ πολλὰς μὲν Ἕλλησι παρέχειν λαβὰς, πολλὰς δὲ Ἰουδαίοις, καὶ τούς τε οἰκείους τούς τε ἀλλοτρίους ὑποσκελίζειν, καὶ πολλὴν τῆς τοῦ Θεοῦ δόξης κατασκεδάζειν βλασφημίαν, καὶ δουλοπρεπεῖς ἀναδέχεσθαι διακονίας, καὶ πρὸς τὸν τῶν βιωτικῶν πραγμάτων θόρυβον ἑαυτοὺς εἰσωθεῖν, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἐλευθερίαν προπίνειν τῷ διαβόλῳ, καὶ ταύτης χαλεπωτάτην ἀντικαταλλάττεσθαι τυραννίδα, καὶ καταγέλαστον μὲν φίλοις, ἐπονείδιστον δὲ ἐχθροῖς εἶναι, καὶ πονηρὰν μὲν τῷ κοινῷ τῆς Ἐκκλησίας προστρίβεσθαι δόξαν, καταισχύνειν δὲ τὸ σεμνὸν τῆς παρθενίας ἀξίωμα, καὶ τοῖς ἀσελγαίνειν βουλομένοις πολλὰς παρέχειν προφάσεις, καὶ ἕτερα τούτων πλείονα κατασκευάζειν δεινά, οὐ γὰρ ἅπαντα οὔτε συνιδεῖν οὔτε λόγῳ παραστῆσαι δυνατὸν, ὅσα διὰ τῶν πραγμάτων αὐτῶν ὑπομένουσι, καὶ τῶν σφόδρα κεκωλυμένων ἐστὶ, καὶ τῶν κόλασιν ἐχόντων ἀφόρητον. |
Contra haereticos et in sanctam deiparam | Ante [Go Back] |
[00011] | φιλόπαιδες γὰρ ὄντες καὶ φιλότεκνοι τοὺς ἡμετέρους πόνους οἰκείους λογίζεσθε στεφάνους. |
Contra ludos et theatra | Ante [Go Back] |
[00094] | Καὶ καθάπερ οἱ πυρέττοντες, οὐδὲν ἔχοντες ἐγκαλεῖν τοῖς διακονουμένοις, διὰ τὴν τοῦ νοσήματος κακίαν δυσάρεστοι πρὸς πάντας εἰσὶ, σιτία διακρουόμενοι, καὶ ἰατροὺς κακίζοντες, καὶ πρὸς τοὺς οἰκείους ἀγανακτοῦντες, καὶ κατὰ τῶν διακονούντων λυττῶντες· |
De Babyla contra Julianum et gentiles | Ante [Go Back] |
[00028] | ὁ δὲ Χριστὸς τοὺς ἀποστρεφομένους αὐτὸν τούτων τῶν ἐπιταγμάτων ἀπήλλαξε, καὶ τῆς θηριώδους λειτουργίας τὴν ἀτέλειαν καὶ τὴν θαυμαστὴν ταύτην εἰρήνην οὐκ εἰς τοὺς οἰκείους μόνους συνέκλεισεν ἀλλὰ καὶ εἰς τοὺς ἀλλοτρίους ἐξήγαγε, δεικνὺς ὅτι ἐκεῖνοι μὲν τύραννοί τινες καὶ τοῦ γένους ἡμῶν ἐχθροὶ καὶ λυμεῶνες εἰσι δι' ὃ καὶ τοῖς ᾠκειωμένοις ὡς ἀλλοτρίοις ἐκέχρηντο· |
[00684] | Καθάπερ γὰρ τοῖς Πέρσαις στρατηγῶν καὶ οὐκ ἐκείνους ἑλεῖν ἀλλὰ τοὺς οἰκείους αὐτοῖς προδοῦναι σπουδάζων οὕτως αὐτοὺς εἰς χωρία συνέκλεισεν ἄπορα καὶ μόνον οὐχὶ δήσας παρέδωκεν. |
De Davide et Saule | Ante [Go Back] |
[00370] | Εἰ γὰρ μυρίας εἶχον ψυχὰς, οὐκ ἂν ἑτοίμως ἁπάσας ἐπέδωκαν ὑπὲρ τοῦ στρατηγοῦ, ἔργῳ μαθόντες ἐν τῇ τοῦ πολεμίου κηδεμονίᾳ τὴν περὶ τοὺς οἰκείους εὔνοιαν; |
De Lazaro | Ante [Go Back] |
[00781] | Τοῦτο καὶ Παῦλος παραινεῖ ποιεῖν, λέγων, Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακῆτε, πρὸς πάντας μὲν, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. |
[01293] | Καὶ ἐδείκνυμεν διὰ πολλῶν τῶν εἰρημένων, ὡς ὅτι μετὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἐν τοῖς οἰκείοις κατορθώμασι τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν χρὴ, μὴ πατέρας καὶ πάππους καὶ ἐπιπάππους ἀριθμοῦντας, μηδὲ συγγενεῖς καὶ φίλους καὶ οἰκείους καὶ γείτονας· |
De consubstantiali | Ante [Go Back] |
[00310] | οὕτω δὴ τῆς εὐχῆς, ὥσπερ τινὸς ἀκτῖνος ἀπὸ τοῦ στόματος τοῦ ἡμετέρου καὶ τῆς γλώττης ἀναφανείσης, φωτίζεται μὲν ἡ διάνοια, πάντα δὲ τὰ ἄλογα καὶ θηριώδη πάθη δραπετεύει καὶ φυγαδεύεται, καὶ πρὸς τοὺς οἰκείους καταδύεται φωλεοὺς, μόνον ἂν μετὰ ἀκριβείας εὐχώμεθα, ἂν μετὰ ψυχῆς διεγηγερμένης καὶ διανοίας νηφούσης. |
De inani gloria et de educandis liberis | Ante [Go Back] |
[00536] | Καὶ καθάπερ ἐπὶ τῆς παλαίστρας πρὸ τῶν ἀγώνων ἐμμελετῶσι πρὸς τοὺς οἰκείους οἱ ἀθληταί, ὥστε ἐν ἐκείνοις κατορθώσαντες ἀκαταγώνιστοι εἶναι πρὸς τοὺς ἀντιπάλους, οὕτω καὶ ὁ παῖς ἐπὶ τῆς οἰκίας παιδευέσθω. |
De incomprehensibili dei natura | Ante [Go Back] |
[00321] | Ὅταν τοὺς οἰκείους λογισμοὺς λυττῶντας ἀκαίρως καταστέλλωμεν, ὅταν ἔρημον καὶ κενὴν τὴν ἡμετέραν διάνοιαν τῆς ἔξωθεν ποιῶμεν παιδεύσεως, ἵνα, ὅταν δέῃ τὰ τοῦ Χριστοῦ δέχεσθαι, σχολάζουσαν καὶ σεσαρωμένην αὐτὴν πρὸς ὑποδοχὴν τῶν θείων λόγων παρέχωμεν. |
De laudibus sancti Pauli apostoli | Ante [Go Back] |
[00307] | Πάντων ἡμερώτερος ἦν καὶ πρὸς τοὺς οἰκείους, καὶ πρὸς τοὺς ἀλλοτρίους. |
[00386] | ὡς οὐκ ἐνὸν ἀναβλέψαι καλῶς, μὴ πρότερον πηρωθέντα καλῶς, καὶ τοὺς οἰκείους καὶ ταράτ τοντας αὐτὸν ἐκβαλόντα λογισμούς, καὶ τῇ πίστει τὸ πᾶν ἐπιτρέψαντα. |
De mansuetudine sermo | Ante [Go Back] |
[00031] | χρηστὸς δὲ ἄνθρωπος ἀδελφοὺς καὶ συγγενεῖς καὶ οἰκείους πολεμοῦντας ἀλλήλοις, αἰδεῖσθαι πείθει τοὺς νόμους τοῦ Θεοῦ, καὶ τὴν ἔχθραν ἀποῤῥίψαντας φιλεῖν ἀλλήλους κατὰ τὸ θεῖον ἐπίταγμα. |
De perfecta caritate | Ante [Go Back] |
[00157] | Κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν ∆ανιὴλ, καὶ τοὺς οἰκείους ἴδωσι κολαζομένους, οὐ τολμῶσι παραστῆναι, καὶ χεῖρα ὀρέξαι. |
De sancta pentecoste | Ante [Go Back] |
[00094] | Καθάπερ γὰρ ἡλίου φανέντος ἐλαύνεται τὸ σκότος, καταδύεται θηρία πρὸς τοὺς οἰκείους φωλεοὺς, ἀνδροφόνοι καὶ λῃσταὶ καὶ τυμβωρύχοι πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀνατρέχουσιν· |
De sanctis Bernice et Prosdoce | Ante [Go Back] |
[00247] | οἱ γὰρ οἰκεῖοι τοὺς οἰκείους παραδιδότωσαν, φησὶν, ἄνδρες τὰς γυναῖκας, πατέρες τὰ τέκνα, τέκνα τοὺς πατέρας, ἀδελφοὶ τοὺς ἀδελφοὺς, φίλοι τοὺς φί [50.637] λους. |
[00373] | Ἐπεὶ οὖν τοσαύτη ἡ δύναμις αὐταῖς καὶ ἡ φιλία πρὸς τὸν Θεὸν, τῇ συνεχεῖ προσεδρίᾳ καὶ τῇ διηνεκεῖ πρὸς αὐτὰς ἀφίξει καταστήσαντες ἑαυτοὺς οἰκείους αὐτῶν, ἐπισπασώμεθα δι' αὐτῶν τὴν παρὰ τοῦ Θεοῦ φιλανθρωπίαν· |
De sancto hieromartyre Babyla | Ante [Go Back] |
[00028] | Οἱ μὲν γὰρ καὶ τοὺς οἰκείους καὶ τοὺς ἀλλοτρίους ὁμοίως ἀποστρέφονται καὶ μισοῦσιν· |
De virginitate | Ante [Go Back] |
[00843] | Ἐν παιδοτρίβῳ μὲν γὰρ καὶ παλαίστρᾳ ὅπου πρὸς τοὺς οἰκείους ἡ γυμνασία καὶ τοῖς φίλοις ὡς ἐναντίοις συμπλέκεται καὶ τοῦ πονεῖν καὶ τοῦ μὴ πονεῖν αὐτός ἐστι κύριος. |
Eclogae ex diversis homiliis | Ante [Go Back] |
[01642] | Ὅρα γὰρ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ οἵαν εἰς τοὺς οἰκείους αὐτοῦ δούλους ἐπιδείκνυται θεραπείαν. |
[05897] | κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν ∆ανιὴλ, καὶ τοὺς οἰκείους ἴδωσι κολαζομένους, οὐ τολμῶσι παραστῆναι καὶ χεῖρα ὀρέξαι· |
[07007] | Εἰ γὰρ μυρίας ψυχὰς εἶχον λοιπὸν, οὐκ ἂν ἑτοίμως ἁπάσας ἐπέδωκαν ὑπὲρ τοῦ στρατηγοῦ, ἔργῳ μαθόντες ἐν τῇ πολεμίου κηδεμονίᾳ τὴν περὶ τοὺς οἰκείους εὔνοιαν; |
[08406] | ἐν τῷ ἡμετέρῳ σχήματι ἦλθεν ὁ Χριστὸς, ἵνα μὴ γνώριμος γενόμενος, φυγεῖν παρασκευάσῃ τὴν πρὸς αὐτὸν συμπλοκὴν τὸν πολέμιον, καὶ τοὺς οἰκείους διαταράξῃ πάντας· |
Expositiones in Psalmos | Ante [Go Back] |
[01264] | Ὅτι οἱ μὲν μετενόησαν, καὶ τὴν φύσιν αὐτὴν ἠγνόησαν, διὰ τὴν εὐλάβειαν τοὺς οἰκείους κατασφάξαντες· |
[01821] | Ὥσπερ γὰρ ἴκτερος οὐκ ἂν γένοιτο, μὴ τῆς χολῆς διαῤῥαγείσης, καὶ τοὺς οἰκείους ὅρους ὑπερβάσης· |
[06306] | Καὶ γὰρ πολλοὺς οὐχ ὁρῶντες φιλοῦμεν, οἷον τοὺς ἐν ἀποδημίᾳ φίλους ὄντας ἡμῖν, ἢ παῖδας καὶ πατέρας, ἢ συγγενεῖς καὶ οἰκείους· |
[06786] | Καὶ γὰρ κἀκείνους τιμωρίας ἀπῄτησεν ἐν ἑκατέρῳ τὴν ἑαυτοῦ δύναμιν ἐπιδεικνύμενος, καὶ ἐν τῷ τοὺς πολεμίους ἀναιρεῖν, καὶ ἐν τῷ τοὺς οἰκείους συγκροτεῖν. |
Fragmenta in Jeremiam | Ante [Go Back] |
[02246] | [64.853] Ὡς γὰρ εἷς ὑπάρχων τοῦ λαοῦ, λαὸν ἑαυτοῦ φησι τοὺς καθ' αἷμά τε καὶ γένος οἰκείους. |
[02782] | Εἰ τοὺς οἰκείους οὐκ ἤνεγκας, πῶς τοὺς πολεμίους οἴσεις; |
[02806] | Ἀδελφοὺς γὰρ καὶ οἰκείους τοῦ πατρὸς τοὺς ὁμογενεῖς λέγει, τουτέστι τοὺς Ἰσραηλίτας. |
Fragmenta in Job | Ante [Go Back] |
[00568] | Πάλιν ὁ φιλάνθρωπος Θεὸς, ὁ τοὺς οἰκείους στεφανίτας ἀγγέλοις καὶ ἀνθρώποις δημοσιεύειν βουλόμενος ἐπιτρέπει καὶ τοῦτο, ὥστε μαθεῖν ἡμᾶς, ὅτι ὅσα δύναται ὁ Πονηρὸς, κατὰ συγχώρησιν δύναται· |
[01188] | Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ ἐγκαταλείψεως ἔργον, τὸ καὶ τοὺς οἰκείους ὑπερορᾷν τοιαῦτα πάσχοντας. |
Homilia in martyres | Ante [Go Back] |
[00024] | Καθάπερ γὰρ τῆς ἀκτῖνος ἀνισχούσης δραπετεύει τὰ θηρία, καὶ πρὸς τοὺς οἰκείους καταδύεται χηραμούς· |
In Acta apostolorum | Ante [Go Back] |
[01325] | πρὸς ἓν ἔθνος εἶχον ἐκεῖνοι μόνον, καὶ τοὺς οἰκείους· |
[02833] | Ἐπειδὴ γὰρ διὰ τὸ τόλμημα ἐνόμιζον ἑαυτοὺς ἠλλοτριῶσθαι (καὶ γὰρ οὐκ ἔχει λόγον τὸν αὐτὸν, νῦν μὲν σταυροῦσθαι, νῦν δὲ ὡς οἰκείους θεραπεύειν), δείκνυσιν, ὅτι καὶ ἐκεῖνο κατὰ προφητείαν, καὶ τοῦτο. |
[03816] | Καὶ γὰρ καὶ νῦν ἐν πολέμῳ ἐσμὲν, ἵνα καὶ τοὺς ἀδελφοὺς ἐπιγινώσκωμεν τοὺς οἰκείους. |
[07920] | Πάλιν ἐκεῖνοι, Εἰ βούλει, φησὶν, εὐδοκιμεῖν, κατάλιπε πατέρα, μητέρα, συγγενεῖς, οἰκείους, καὶ προσέδρευε τοῖς βασιλείοις, κοπτόμενος, ταλαιπωρούμενος, δουλεύων, σπώμενος, μυρία πάσχων κακά· |
[09752] | Οὐκ εἶπον πολλάκις, γυμναζώμεθα πρὸς τοὺς οἰκείους πρὸ τοῦ πειρασμοῦ; |
[09999] | τουτέστιν, οἰκείους, ἐγγυτάτους· |
[09999] | Εἴθε γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ἐλέγομεν! εἴθε μηδὲ ἦν ἄλλη τις λόγων ὑπόθεσις ἢ φροντὶς, ἀλλ' ὅπως τῶν παθῶν κρατήσωμεν τῶν ἡμετέρων! Πῶς γὰρ οὐκ ἄτοπον, βασιλεῦσι μὲν ἐν τρυφῇ ζῶσι καὶ τοσαύτῃ τιμῇ μηδένα εἶναι λόγον, μήτε ἐπὶ τραπέζης, μηδὲ ἐν ἄλλῳ μηδενὶ καιρῷ, ἀλλὰ πῶς μόνον τῶν πολεμίων κρατῆσαι δεῖ, καὶ διὰ τοῦτο καθ' ἑκάστην ἡμέραν συλλόγους ποιεῖν, καὶ στρατηγοὺς καὶ στρατιώτας καταλέγειν, καὶ φόρους ἀπαιτεῖν, καὶ τῶν πολιτικῶν πραγμάτων ταύτας δύο αἰτίας ἀναγκαίας εἶναι ἡγεῖσθαι, ὅπως καὶ τῶν πολεμούντων κρατήσωσι, καὶ τοὺς οἰκείους ἐν εἰρήνῃ καταστήσωσιν· |
[09999] | ἀλλὰ ξενηλασίαν ποιήσωμεν, ὥστε μὴ τοὺς οἰκείους φθείρεσθαι. |
[09999] | Ἀλλ' ἀπὸ τοῦ θεάτρου οὐχ οὕτως, ἀλλ' ἀηδέστερον ὄψεται τὴν γυναῖκα, καὶ δυσχερὴς πρὸς τοὺς οἰκείους ἔσται, παροξυνθήσεται πρὸς τὰ παιδία, ἐκθηριωθήσεται πρὸς πάντας. |
[09999] | οὐχὶ πρὸς τοὺς οἰκείους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀπίστους· |
In Eliam prophetam | Ante [Go Back] |
[00040] | οἱ περὶ τοὺς οἰκείους ἀπάνθρωποι νεοσσοὺς, σοῦ γίνονται ξενοδόχοι φιλότιμοι. |
In Isaiam | Ante [Go Back] |
[01229] | Ὅπερ ἂν εἰργάσαντο πολέμιοι καὶ βάρβαροί τινες ἀπηνεῖς, ταῦτα ὑμεῖς τοὺς οἰκείους διεθήκατε. |
[02089] | οὗτος δὲ πρὸς τοὺς οἰκείους καὶ πολλὰ πολλάκις ἀκηκοότας καὶ ἐν πολλῷ παιδευθέντας χρόνῳ· |
In ascensionem Sermo 2 | Ante [Go Back] |
[00009] | Εἰ γὰρ ὁ θαυμάσιος προφήτης μακαρίζει τοὺς ἔχοντας σπέρμα ἐκ Σιὼν, καὶ οἰκείους ἐν Ἱερουσαλὴμ, πολλῷ μᾶλλον ἡμᾶς χαίρειν δεῖ, καὶ ἀγάλλεσθαι ὁρῶντας τὴν ἡμετέραν ἀπαρχὴν εἰς αὐτὴν τοῦ οὐρανοῦ τὴν κορυφὴν ἀνελθοῦσαν, καὶ τὸν θρόνον ἐπειλημμένην τὸν βασιλικόν. |
In epistulam II ad Corinthios | Ante [Go Back] |
[03190] | κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν ∆ανιὴλ, καὶ τοὺς οἰκείους ἴδῃ κολαζομένους, οὐ τολμᾷ παραστῆναι. |
[05779] | ὃς ἐπειδὴ τοὺς οἰκείους ἑώρα τοῖς ἀλλοτρίοις ἀναμεμιγμένους, βούλεται μὲν ἐπαγαγεῖν τὴν πληγὴν, φείδεται δὲ, καὶ κατέχει τὴν ἀγανάκτησιν, ἕως ἂν ἐκεῖνοι ἀναχωρήσωσιν, ἵνα τούτους πατάξῃ μόνους· |
[06059] | Μέλλων ἐμβαίνειν εἰς τοὺς οἰκείους ἐπαίνους, πολλῇ κέχρηται τῇ προδιορθώσει. |
[06503] | Σὺ δέ μοι σκόπει ὅτι, ὁσάκις ἐμβαίνειν μέλλει εἰς τοὺς οἰκείους ἐπαίνους, προανακρούεται. |
In epistulam II ad Timotheum | Ante [Go Back] |
[01242] | κἂν μὴ περὶ τῶν μελλόντων φιλοσοφῇ, ἀλλὰ τὰ ἐνταῦθα δέδοικε καὶ τρέμει, μὴ εἰς χρήματα ἀπολάβῃ μειζόνως, μὴ εἰς τέκνα, μὴ εἰς οἰκείους, μὴ εἰς ψυχήν· |
In epistulam I ad Corinthios | Ante [Go Back] |
[06949] | Καὶ γὰρ ἅπαντας δέδοικε καὶ ὑποπτεύει, καὶ τὴν αὑτοῦ γυναῖκα καὶ τὸν τῆς μοιχευομένης ἄνδρα [61.187] καὶ τὴν μοιχευομένην αὐτὴν, καὶ οἰκείους καὶ φίλους καὶ συγγενεῖς, καὶ τοίχους καὶ σκιὰς καὶ ἑαυτὸν, καὶ, τὸ πάντων χαλεπώτερον, τὸ συνειδὸς ἔχει καταβοῶν, ὑλακτοῦν καθ' ἑκάστην ἡμέραν. |
[08071] | Εἰ τοίνυν σύμβολα ταῦτά ἐστιν, ἀμφότεροι ἁμαρτάνουσι τὴν εὐταξίαν συγχέοντες, καὶ τὴν τοῦ Θεοῦ διαταγὴν, καὶ τοὺς οἰκείους ὑπερβαίνοντες ὅρους, καὶ ὁ μὲν εἰς τὴν ἐκείνης καταπίπτων εὐτέλειαν, ἡ δὲ ἐπανισταμένη τῷ ἀνδρὶ διὰ τοῦ σχήματος. |
[09999] | Εἰ γὰρ αἱ γλῶσσαι εἰς σημεῖον τοῖς ἀπίστοις, ἡ δὲ προφητεία τοῖς πιστοῖς, τὸ τοὺς ἀλλο-τρίους ἐφελκόμενον καὶ οἰκειοῦν, μεῖζον τοῦ ῥυθμίζοντος τοὺς οἰκείους. |
[09999] | Τὸν δὲ πρὸ τούτου κατηγοροῦντα λῃστὴν καὶ εἰς παράδεισον εἰσ-ήγαγε, καὶ τὸν διώκτην Παῦλον ἀπόστολον ἐποίησε, καὶ τοὺς οἰκείους τοὺς αὐτοῦ καὶ ἀνακειμένους αὐτῷ μαθητὰς εἰς θάνατον ἐξεδίδου διὰ τοὺς σταυρώσαντας αὐτὸν Ἰουδαίους. |
[09999] | πρό-τερον γὰρ τοὺς οἰκείους ἀσφαλισάμενος, τότε ἐπεξ-έρχεται καὶ περαιτέρω τῷ λόγῳ, καὶ τοὺς ἔξωθεν ἐκ περιουσίας ἐπιστομίζει. |
[09999] | Ἀσφαλίζεται δὲ τοὺς οἰ-κείους, οὐκ ἀπὸ λογισμῶν, ἀλλ' ἀπὸ τῶν ἤδη γεγε-νημένων, καὶ ἅπερ αὐτοὶ κατεδέξαντο καὶ ἐπίστευ-σαν γεγενῆσθαι· |
In epistulam I ad Timotheum | Ante [Go Back] |
[02902] | Οὐδὲν γὰρ αὐτὸν κινεῖ τῶν τῆς μελλούσης ζωῆς, ἀλλὰ καθάπερ εἰς κατάδυσίν τινα σκοτεινὴν καὶ ζοφώδη, καὶ ἄντρον πολλῆς ἀκαθαρσίας γέμον, λαβοῦσα εἰς τοὺς οἰκείους αὐτὸν κόλπους ἡ μέθη, διαπαντὸς ἐν σκότῳ ποιεῖ διατρίβειν, ὥσπερ τοὺς τεθνεῶτας. |
[03031] | Τοὺς οἰκείους τοῦ σπέρματός σου οὐχ ὑπερόψει. |
[03042] | Εἰ δὲ ὁ μὴ προνοῶν τῶν οἰκείων τὴν πίστιν ἤρνηται, καὶ ἀπίστου χείρων ἐστὶν, ὁ καὶ ἀδικῶν τοὺς οἰκείους, ποῦ τετάξεται; |
[03047] | Τοὺς οἰκείους τοῦ σπέρματος μὴ ὑπερορᾷν. |
[03055] | Ἐπειδὴ γὰρ περὶ τρυφῆς διελέχθη καὶ σπατάλης, Οὐ κατὰ τοῦτο μόνον, φησὶν, ἀπόλωλε, καθὸ τρυφᾷ ἀλλ' ὅτι καὶ [62.572] τοὺς οἰκείους ἀναγκάζεται περιορᾷν. |
In epistulam ad Colossenses | Ante [Go Back] |
[00312] | Μᾶλλον δὲ οἱ μὲν κύνες λαβόντες καὶ μὴ λαβόντες σαίνουσι τοὺς οἰκείους, σὺ δὲ οὐδὲ τοῦτο. |
In epistulam ad Ephesios | Ante [Go Back] |
[06378] | Ἡ γὰρ τῶν ἐναντίων ἰσχὺς ὅσῳ ἂν σαφέστερον παρ' ἡμῶν ἀπαγγέλληται πρὸς τοὺς οἰκείους, τοσούτῳ σπουδαιοτέρους ποιεῖ τοὺς ἡμετέρους. |
In epistulam ad Galatas commentarius | Ante [Go Back] |
[01909] | ∆εῖ δὲ ἡμᾶς συνιδεῖν καὶ ἐντεῦθεν αὐτοῦ τὴν σοφίαν, πῶς τούτους μὲν ὡς παῖδας οἰκείους, καὶ δυναμένους λαβεῖν διόρθωσιν, νουθετεῖ καὶ σωφρονίζει· |
[02235] | Ἄρ' οὖν, ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ καλὸν πρὸς πάντας, μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως. |
[02258] | ἡ δὲ τῆς χάριτος φιλοσοφία γῆν ὁμοῦ καὶ θάλατταν ἐπὶ τὴν τῆς ἐλεημοσύνης καλεῖ τράπεζαν, εἰ καὶ πλείονα περὶ τοὺς οἰκείους τὴν σπουδὴν ἐπιδείκνυται. |
In epistulam ad Hebraeos | Ante [Go Back] |
[03304] | Τὸ καλὸν ποιεῖτε πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. |
[05904] | ἢ ὅτι καὶ τοὺς οἰκείους τὸ αὐτὸ λήψεται πῦρ, ὅπερ καὶ τοὺς ὑπεναντίους. |
[08899] | Τουτέστι, κἂν ᾖ τις ῥίζα τοιαύτη, μηδεμίαν βλάστην ἀφῇς ἀνελθεῖν, ἀλλ' ἐκκοπτέσθω, ὥστε μὴ φέρειν τοὺς οἰκείους καρποὺς, ὥστε μὴ καὶ τοὺς ἄλλους μολύνειν καὶ μιαίνειν. |
In epistulam ad Philemonem | Ante [Go Back] |
[00427] | Οὐ βούλεται αὐτῷ, φησὶ, τὸν πλοῦτον ἐλαττωθῆναι, οἶδε πῶς κολάζει, οἰκείους κολάζει παῖδας. |
In epistulam ad Philippenses | Ante [Go Back] |
[02001] | ὁ Χριστὸς λέγει, Τοῦ σπέρματός σου τοὺς οἰκείους οὐχ ὑπερόψει· |
[02002] | ὁ μαμωνᾶς λέγει, Οὐκ ἐλεήσεις τοὺς οἰκείους τοῦ σπέρματός σου, ἀλλὰ κἂν μητέρα ἴδῃς, κἂν πατέρα, καταφρόνει. |
In epistulam ad Romanos | Ante [Go Back] |
[00528] | πολὺ γὰρ χαλεπώτερα τούτων ἔπασχον ἐκεῖνοι, διεσπαρμένοι καὶ ἐλαυνόμενοι, καὶ λιμῷ καὶ πολέμοις συζῶντες, καὶ καθημερινοὺς θανάτους τρέμοντες, καὶ ὑποπτεύοντες καὶ φίλους καὶ οἰκείους καὶ συγγενεῖς, καὶ καθάπερ ξένην τὴν οἰκουμένην οἰκοῦντες, μᾶλλον δὲ πολλῷ τῶν ἐν ἀλλοτρίᾳ διατριβόντων χαλεπώτερον. |
[02466] | Ὁ μὲν γὰρ ἐν τοῖς ἔργοις καυχώμενος, τοὺς οἰκείους ἔχει προβάλλεσθαι πόνους· |
[04733] | ὅταν δὲ αὐτῇ πάντα ἐπιτρέπωμεν, καὶ τοὺς οἰκείους ὑπερβᾶσα ὅρους κατεξανίσταται τῆς ψυχῆς, τότε πάντα ἀπόλλυσι καὶ διαφθείρει, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀμετρίαν καὶ τὴν ἐκ ταύτης ἀταξίαν. |
[08321] | Ὥσπερ γὰρ ὁ τὰ πρὸς τοὺς οἰκείους οὐ κατωρθωκὼς, δυσκολώτερον τὰ πρὸς τοὺς ἀλλοτρίους οἰκονομήσει· |
[09999] | Καὶ γὰρ σφόδρα εἰσὶν αἱ τῶν ἁγίων ψυχαὶ ἥμεροι καὶ φιλάνθρωποι, καὶ περὶ τοὺς οἰκείους καὶ περὶ τοὺς ἀλλοτρίους, καὶ μέχρι τῶν ἀλόγων αὐτῶν ταύτην ἐκτείνουσι τὴν ἡμερότητα. |
In epistulam ad Titum | Ante [Go Back] |
[00603] | Ἐνταῦθα οὐ τοὺς ἀλλοτρίους φησὶν, ἀλλὰ τοὺς οἰκείους. |
In illud Apparuit gratia dei omnibus hominibus | Ante [Go Back] |
[00015] | καθάπερ γὰρ αἱ ἀπειρόγαμοι καὶ θαλαμευόμεναι οὐκ ἀνέχοιντο οὐδὲ πρὸς τοὺς οἰκείους μετὰ ἀναιδείας ἰδεῖν, οὕτω καὶ τὰς κόρας τῶν ὀφθαλμῶν χρή, καθάπερ κόρας ἀπειρογάμους ἐν θαλάμῳ, τῷ ὀφθαλμῷ καθημένας, μὴ ἀναισχύντως ἁπάσαις ἐπαφιέναι ταῖς ὄψεσιν ἑαυτάς, ἐπεὶ οὐκ ἂν κόραι λοιπόν, ἀλλὰ κύνες ἀναίσχυντοι. |
In illud Diligentibus deum omnia cooperantur in bonum | Ante [Go Back] |
[00036] | διὰ τοῦτο καθάπερ στρατηγὸς ἄριστος, ὁρῶν μετὰ πολλοῦ θυμοῦ πνέοντα τὸν ἀντίπαλον, περιιὼν τοὺς οἰκείους πανταχόθεν διεγείρει, νευροῖ, ἀλείφει, θαρσαλεωτέρους καθίστησι, προθυμοτέρους ποιεῖ πρὸς τὸ τὰς χεῖρας ἀντᾶραι κατὰ τοῦ πολεμίου, καὶ μὴ δεδοικέναι τὰς ἐκείνου καταδρομὰς, ἀλλὰ στεῤῥῷ τῷ φρονήματι ἐξ ἐναντίας ἱσταμένους καὶ αὐτὴν αὐτοῦ συγκόπτειν, εἰ οἷόν τε, τὴν ὄψιν, καὶ μὴ καταπλήττεσθαι τὴν πρὸς αὐτὸν ἀντίστασιν τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ μακάριος οὗτος, ἡ οὐρανομήκης ψυχὴ, διεγεῖραι βουλόμενος τῶν πιστῶν τὰ φρονήματα, καὶ κάτω κείμενον, ὡς εἰπεῖν, αὐτῶν τὸν λογισμὸν ἀνορθῶσαι ἐπειγόμενος, οὕτως ἤρξατο λέγων· |
In illud Filius ex se nihil facit | Ante [Go Back] |
[00022] | Καὶ γὰρ ὅπλων τάξιν ἡμῖν ὁ λόγος ἐπέχει, φράττων μὲν ὁμοῦ τοὺς οἰκείους, βάλλων δὲ τοὺς ἐναντίους· |
[00113] | Εἰ πρὸς οἰκείους μόνον ὁ λόγος ἡμῖν ἦν, ἤδη καὶ τὴν λύσιν ἂν ἐπήγαγον· |
In illud In faciem ei restiti | Ante [Go Back] |
[00024] | οὕτω λιπαρὰ καὶ βα θύγειος ὑμῶν ἐστιν ἡ ἄρουρα, καὶ πάντα εἰς τοὺς οἰκείους δεχομένη κόλπους, πολυπλασιάζει τὰ σπέρ ματα. |
In illud Messis quidem multa | Ante [Go Back] |
[00190] | οὐκ εἶπεν, Εἰς τὴν πατρίδα ἐπανέλθω τὴν ἐμαυτοῦ, ἴδω τοὺς φίλους, τοὺς οἰκείους καὶ συγγενεῖς, ὃ πολλοὶ τῶν Χριστιανῶν λέγουσι νῦν ἐπὶ βάπτισμα καλούμενοι· |
In illud Si qua in Christo nova creatura | Ante [Go Back] |
[00368] | Ποικίλος γὰρ ὁ λόγος, ἐναντίους μεταβάλλων, τοὺς οἰκείους διορθῶν, καὶ πολυπρόσωπος καὶ πάντοθεν ἀπηρτισμένος. |
In illud Utinam sustineretis modicum | Ante [Go Back] |
[00068] | Ἐπεὶ οὖν μέλλει τοὺς οἰκείους ἄθλους ἡμῖν ἐξηγεῖσθαι, καὶ τὰς ἀποκαλύψεις, ἃς εἶδε, καὶ τοὺς μόχθους, οὓς ἐμόχθησε, βουλόμενος δεῖξαι πᾶσιν, ὅτι ἄκων καὶ βιαζόμενος τοῦτο ποιεῖ, καὶ ἀνάγκην οὖσαν ὁρῶν, ὅμως ἀφροσύνης αὐτὸ πρᾶγμα ἐκάλεσεν, οὕτως εἰπών· |
[00142] | Εἰ γὰρ ἐβούλετο τοὺς οἰκείους ἐπαί νους διεξιέναι, εὐθέως ἂν αὐτὴν εἶπεν, ὅτε εἶδεν, ἢ τῷ πρώτῳ καὶ δευτέρῳ καὶ τρίτῳ ἔτει· |
[00160] | Ὅτε γοῦν ὁ βαρβαρικὸς ἐκεῖνος πόλεμος τὴν Ἰουδαίαν κατέλαβε, καὶ πάντα κινδύνων ἦν μεστὰ, νέος ὢν ἔτι καὶ πολέμων ἄπειρος, καταλιπὼν τὰ πρό βατα, καὶ εἰς τὴν παράταξιν ἐλθὼν, πάντας κατ επτηχότας βλέπων καὶ δεδοικότας καὶ τρέμοντας, οὐδὲν ἔπαθεν ἀνθρώπινον, οὐδὲ ἐγένετο δειλότερος τοὺς οἰκείους τεταπεινωμένους ὁρῶν· |
[00182] | Ἵν' οὖν μὴ το σαῦτα γένηται ἄτοπα, μηδὲ οἰκονομίας μέγεθος κω λυθῇ τοσοῦτον, ἠναγκάσθη τοὺς οἰκείους ἄθλους εἰ πεῖν ὁ ∆αυΐδ. |
In illud Vidi dominum | Ante [Go Back] |
[01227] | ὁ δὲ Θεὸς φιλανθρωπίᾳ τοὺς οἰκείους ὑπερβαίνων νόμους, οὐδὲ οὕτως αὐτὸν ἐξέκοψεν, ἀλλὰ καίτοι παρακούσαντα καὶ ἀγανακτήσαντα οὐκ ἀπέρριψεν, ἀλλὰ πάλιν προσίεται καὶ παιδεύει τρόπῳ διόρθωσιν ἔχοντι μᾶλλον ἢ τιμωρίαν. |
In principium indictionis [1] | Ante [Go Back] |
[00005] | Ἰδοὺ καὶ σήμερον ἡμᾶς ἑστιῶσιν οἱ καλλίνικοι μάρτυρες, τοὺς οἰκείους ἄθλους προτεθεικότες εἰς ἐπίκοινον εὐφροσύνης συμπόσιον. |
In sancta et magna parasceve | Ante [Go Back] |
[00082] | χρημά των, ὁ καὶ τοὺς οἰκείους μαθητὰς ἄχρι τῆς ζώνης γυμνώσας; |
In sanctum Eustathium Antiochenum | Ante [Go Back] |
[00187] | Τριπλοῦς ὁ πόλεμος, ἡ φύσις τῶν θηρίων, ἡ χαλεπότης τοῦ πολέμου, τὸ μὴ ἀλλοτρίους, ἀλλὰ καὶ οἰκείους εἶναι τοὺς πολεμοῦντας· |
In sanctum Ignatium martyrem | Ante [Go Back] |
[00093] | Καὶ διὰ παντὸς ὁρᾷς ἐν δάκρυσιν αὐτὸν ὄντα καὶ θρήνοις διὰ τοὺς οἰκείους, καὶ δεδοικότα, καὶ τρέμοντα ὑπὲρ τῶν πεπιστευκότων ἀεί. |
In sanctum Julianum martyrem | Ante [Go Back] |
[00171] | Οὗτοι οἱ καρποὶ ἀεὶ τρυγώμενοι ἀεὶ βρύουσι, καὶ οὐδέποτε ἀπολιμπάνουσι τοὺς οἰκείους αὐ τῶν γεωργούς. |
Peccata fratrum non evulganda | Ante [Go Back] |
[00295] | Ὅταν οὖν τὸν νομοθέτην ἀξιοῖς τοὺς οἰκείους παραλύειν νόμους, καὶ παρακαλῇς αὐτὸν ἀντινομοθετεῖν αὐτῷ, καὶ τόν σε κωλύσαντα κατεύχεσθαι τῶν ἐχθρῶν ἱκετεύῃς ἀκοῦσαί σου κατευχομένου τῶν ἐχθρῶν, οὐκ εὔχῃ τοῦτο ποιῶν, οὐδὲ παρακαλεῖς, ἀλλ' ὑβρίζεις τὸν νομοθέτην, καὶ παροινεῖς εἰς τὸν μέλλοντα διδόναι σοι τὰ ἀγαθὰ τὰ ἀπὸ τῆς εὐχῆς. |
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»