Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οἴκοθεν [202]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οἴκοθεν


000-00-00 Serial Number=0342311680
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00153]  Οὐδὲ ταῦτα ἅπερ ἔχεις, οἴκοθεν μαθὼν ἔχεις ἅπαντα, οὐδὲ ἤρκεσέ σοι ἡ φύσις πρὸς τὴν τῶν ἁπάντων εἴδησιν, ἀλλ' ἄνωθεν τῶν πλειόνων ἔλαβες τὴν γνῶσιν·
 [00155]  Τί τοίνυν οἴκοθεν φιλονεικεῖς τὰ βαθύτερα ἐρευνᾶν, ὅταν καὶ αὐτῶν ὧν οἶδας πολλὰ ὑπερβαίνῃ σου τὴν φρόνησιν καὶ ταῦτα ἑτέρωθεν ἔχῃς;
 [00349]  [7.8] Καθάπερ γὰρ ὁ ἥλιος τὰς ὥρας τῆς ἡμέρας, οὕτω καὶ ἡ σελήνη τὰς τῆς νυκτὸς κανονίζει καὶ πολλὴν ἑτέραν χρείαν παρέχει καὶ ἀέρος εὔκρατον χύσιν καὶ δρόσου γένεσιν πρὸς τὴν τῶν σπερμάτων βλάστην καὶ πολλὴν οἴκοθεν εἰς τὴν σύστασιν τῶν ἀνθρώπων παρεχομένη τὴν ὠφέλειαν καὶ μέση τοῦ χοροῦ τῶν ἀστέρων καὶ τῆς ἡλιακῆς ἱσταμένη λαμπηδόνος·
 [01009]  [19.7] Εἰ δὲ ὁ γάμον παρανομούμενον ἐκδικήσας, τό γε εἰς αὐτὸν ἧκον οὐδὲ γὰρ διώρθωσε τὸ κακῶς γεγενημένον, ἀλλ' εἶπε μόνον, παῦσαι δὲ οὐκ ἴσχυσεν εἰ τοίνυν ὁ μόνον εἰπὼν καὶ μηδὲν οἴκοθεν ἢ τοῦτο εἰσενεγκών, ἐπειδὴ ἀπετμήθη, μάρτυς καὶ μαρτύρων ἐστὶ πρῶτος·
000-00-00 Serial Number=0484093428
Ad populum Antiochenum Ante [Go Back]  
 [00237]  ∆ιὰ τοῦτο καὶ οἱ περὶ τὸν Πέτρον, ἐπειδὴ τὸν χωλὸν ὤρθωσαν, καὶ πάντες ἦσαν κεχηνότες πρὸς αὐτοὺς, καταστέλλοντες αὐτοὺς, καὶ πείθοντες ὡς οὐδὲν παρ' ἑαυτῶν, οὐδὲ οἴκοθεν ἐπεδείξαντο, λέγουσι·
 [00790]  οὐκ ἐν τούτῳ δὲ τῷ κινδύνῳ μόνον, ἀλλὰ κἂν νόσος καταλάβῃ, κἂν θάνατος, κἂν ἄλλο τι τῶν τοιούτων, ἐλέγχεται τῶν χρημάτων ἡ δύναμις ἀπορουμένη, [49.44] καὶ μηδεμίαν ἔχουσα παραμυθίαν τοῖς συμβαίνουσιν οἴκοθεν ἐπιδείξασθαι.
 [01740]  Καὶ τοῦτο οὐ πόῤῥωθέν ποθεν, ἀλλ' οἴκοθεν καὶ ἐξ αὐτῶν τῶν συμβεβηκότων ἡμῖν ἐν ταῖς ἡμέραις ταύταις πειράσομαι ποιῆσαι φανερόν.
 [02115]  οἴκοθεν ἔχεις τὸ παράδειγμα τῆς φιλανθρωπίας·
 [02614]  Ὅταν γὰρ αὐτὸς ἑαυτῷ πολεμῇ, καὶ τὴν μάχην πανταχοῦ περιφέρῃ, ποία αὐτῷ σωτηρίας ἐλπὶς οἴκοθεν προδεδομένῳ, καὶ διηνεκῆ πολέμιον περιάγοντι τὸ συνειδός;
 [03582]  Οὐ γὰρ παρά τινος μαθὼν, οὐδὲ νόμου περὶ ἀπαρχῶν διαλεγομένου τότε ἀκούσας, ἀλλ' οἴκοθεν καὶ παρὰ τοῦ συνειδότος διδαχθεὶς τὴν θυσίαν ἐκείνην ἀνήνεγκε.
 [04561]  τὸ δὲ αἴτιον, ὅτι παρ' ἡμῶν δέεσθε μανθάνειν, ἅπερ οἴκοθεν καὶ παρ' ἑαυτῶν δύνασθε κατορθοῦν·
 [04564]  ἀλλὰ τὴν μὲν τῶν τρόπων ἐπιμέλειαν οἴκοθεν ὑμᾶς καὶ παρ' ἑαυτῶν παιδεύεσθαι, τῶν Γραφῶν δὲ τὰ νοήματα καὶ τὰς θεωρίας ἡμῖν ἐπιτρέπειν.
 [04938]  Οὐ γὰρ οἴκοθεν, οὐδὲ παρ' ἑαυτοῦ, ἀλλὰ παρὰ τοῦ Θεοῦ πάντα μαθὼν ὁ Σολομὼν, καὶ τὴν ὑπογραφὴν ἐκ τῶν οὐρανῶν κατενεγκὼν, οὕτως αὐτὸν διεχάραξε καὶ ἀνέστησεν.
000-00-00 Serial Number=0769624650
Adversus Judaeos Ante [Go Back]  
 [00121]  Εἰ μὲν γὰρ οἴκοθεν ἀποφαίνομαι, κατάγνωθι·
 [00498]  Οὔτε γὰρ τῆς φιλανθρωπίας ἀπολαῦσαι δυνήσονται τῆς βασιλικῆς, οἴκοθεν φιλονεικοῦντες σωθῆναι, καὶ τὴν ἐκ τοῦ νόμου κατάραν καθ' ἑαυτῶν ἐπισπάσονται, διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ.
 [01182]  Καὶ καθάπερ ὁ ἰατρὸς ἐκεῖνος οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ παραδείγματι χρήσασθαι πάλιν, χαρισάμενος τῇ ἐπιθυμίᾳ τοῦ κάμνοντος, φιάλην οἴκοθεν κομίσας ἐκέλευσεν ἐν ταύτῃ μόνῃ τῆς ψυχροποσίας ἀπολαύειν, καὶ τοῦ κάμνοντος πεισθέντος, λάθρα τοῖς ἐπιδιδοῦσι προσέταξε συντρίψαι τὴν φιάλην αὐτὴν, ἵνα ἀνυπόπτως καὶ λαθραίως αὐτὸν ἀπαγάγῃ τῆς ἐπιθυμίας ἐκείνης·
000-00-00 Serial Number=0717901587
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00497]  καὶ οὐδὲ ταύτην οἴκοθεν παρετίθετο τὴν τράπεζαν, ἀλλὰ παρ' ἑτέρων λαμβάνων, οὕτως ἐσχάτῃ συνέζη πενίᾳ·
 [01040]  Ἀλλ' οἴκοθεν, καὶ παρ' ἑαυτοῦ;
000-00-00 Serial Number=0645958960
Catecheses ad illuminandos Ante [Go Back]  
 [01145]  Στρατιώτης ἄνθρωπος, οὐδεμιᾶς ἀπολαύων διδασκαλίας, ἐν πράγμασι βιωτικοῖς συμπεπλεγμένος, καθ' ἑκάστην ἡμέραν μυρία ἔχων τὰ περισπῶντα αὐτὸν καὶ ἀνθέλκοντα, οὐκ εἰς συμπόσια καὶ μέθην καὶ ἀδηφαγίαν τὸν ἑαυτοῦ βίον κατανήλισκεν, ἀλλ' εἰς προσευχὰς καὶ ἐλεημοσύνας καὶ τοσαύτην οἴκοθεν τὴν σπουδὴν ἐπεδείκνυτο καὶ οὕτω ταῖς εὐχαῖς προσήδρευε καὶ τὰς ἐλεημοσύνας δαψιλεῖς εἰργάζετο ὡς καὶ ὀπτασίας τοιαύτης ἄξιον ἑαυτὸν ἀποφῆναι.
 [01277]  [8.21] ∆ιά τοι τοῦτο, παρακαλῶ, κἂν νῦν γοῦν ἡμεῖς οἱ ἐν τῇ χάριτι, ἐκείνους μιμησώμεθα τοὺς οἴκοθεν καὶ πρὸ τοῦ νόμου ἀπὸ τῆς ἐν τῇ φύσει κειμένης διδασκαλίας πρὸς τοσοῦτον ἀρετῆς ὕψος φθάσαι δυνηθέντας, καὶ πᾶσαν τὴν σπουδὴν μεταθῶμεν ἐπὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ ἐναλλάξωμεν ἡμῶν τὰς φροντίδας καὶ καταμερίσωμεν τὴν μέριμναν καὶ τῆς μὲν ψυχῆς αὐτοὶ τὴν ἐπιμέλειαν ἀναδεξώμεθα, ἐπειδὴ τοῦτό ἐστι τὸ κυριώτερον ἐν ἡμῖν·
000-00-00 Serial Number=0980622292
Commentarius in Job Ante [Go Back]  
 [00108]  πόθεν δὲ τοιοῦτος ἦν, οὐ λέγει, ἀλλ' ὕστερον ἀκούσῃ αὐτοῦ λέγοντος, δῆλον δέ, ὅτι οἴκοθεν.
 [03045]  ὅρα πανταχοῦ, πῶς ἀπολογεῖται, πῶς τὰς ὀδύνας προτίθησιν, πῶς λέγει τὴν αἰτίαν τῶν ῥηθησομένων δεινῶν, ὅτι οὐκ οἴκοθεν οὐδὲ ἀπὸ καταστάσεώς τινος, ἀλλ' ἀπὸ ταραχώδους ψυχῆς καὶ ἐσκοτισμένων λογισμῶν ταῦτα φθέγγεται.
 [03155]  τὸν ἔλεγχον, τὴν ἀπόδειξιν τῶν κακῶν οἴκοθεν ἔχω.».
000-00-00 Serial Number=0307625949
De Davide et Saule Ante [Go Back]  
 [00017]  Ἔδει μὲν γὰρ, εἴπερ δίκαιον ἐγίνετο, τὸν λέγοντα περὶ ἐπιεικείας τε καὶ πραότητος, οἴκοθεν καὶ παρ' ἑαυτοῦ τὰ παραδείγματα παρέχειν τῆς καλῆς ταύτης φιλοσοφίας, ὥστε καὶ διὰ τῶν λόγων διδάσκειν, καὶ διὰ τῶν ἔργων παιδεύειν.
 [00038]  Οὐ δυνήσῃ πορευθῆναι, ὅτι σὺ παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ, ἀλλ' ὅμως οὐδεμιᾶς αὐτὸν ἑλκούσης προφάσεως, οἴκοθεν καὶ παρ' ἑαυτοῦ διαθερμανθεὶς θείῳ ζήλῳ καὶ τῷ τῆς πατρίδος ἔρωτι, ὥσπερ πρόβατα μᾶλλον ἢ ἀνθρώπους ὁρῶν, καὶ ὡς κύνας μᾶλλον ἢ στρατόπεδον ἀνθρώπων τοιοῦτον μέλλων ἐλαύνειν, οὕτω μετὰ ἀδείας ἐπὶ τοὺς βαρβάρους ἔτρεχε·
 [00395]  Ὅτι γὰρ οὐ παρ' ἑτέρων ἀναπεισθεὶς, ἀλλ' αὐτὸς οἴκοθεν τὴν πονηρίαν ταύτην τεκὼν ἐπολέμει τῷ δικαίῳ, καὶ τοῦτο ἐδήλωσεν ὁ τὸ βιβλίον γράψας, εἰπὼν ὅτι ἐκ τῆς εὐφημίας ὁ φθόνος ἐτίκτετο, καὶ προϊὼν ηὔξετο καθ' ἑκάστην ἡμέραν.
 [00401]  καὶ λαβών τις ἐκείνων τὸν ἑαυτοῦ υἱὸν διεφθαρμένον, καὶ πολλὰ εἰργασμένον κακὰ, κἂν πεπεικὼς τύχοι ἑαυτὸν, ὅτι οἴκοθεν καὶ παρ' ἑαυτοῦ πρὸς τὴν πονηρίαν ἐξώκειλεν, ὅμως ἐφ' ἕτερον μετάγει τὰ ἐγκλήματα πολλάκις, οὑτωσὶ λέγων, Οἶδα ὅτι οὐ σὸν γέγονε τὸ ἁμάρτημα·
000-00-00 Serial Number=0271134019
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00119]  Ἔδει μὲν οὖν καὶ σήμερον ἐπαγαγεῖν τῇ διαπορήσει ταύτῃ τὴν λύσιν, ἀλλ' ἐπειδὴ καὶ πρὸς ἕτερον ἡμῖν ὁ λόγος ἐπείγεται, καὶ βουλόμεθα ὑμᾶς παιδεύειν, ὥστε μὴ παρ' ἡμῶν πάντα μανθάνειν, ἀλλὰ καὶ οἴκοθεν εὑρίσκειν, τοῦτο ὑμῖν καταλιμπάνω ζητῆσαι καὶ εὑρεῖν.
000-00-00 Serial Number=0734552681
De Lazaro Ante [Go Back]  
 [00381]  Εἰ γὰρ καὶ μὴ παρ' ἑαυτοῦ μηδὲ οἴκοθεν, ἀλλ' ὑπὸ τῶν ὁρώντων ἐλεεῖσθαι δύναιτο ἂν εἰς τὸ μέσον προκείμενος·
 [01255]  Αὐτὸ μὲν οὖν σε τοῦτο μάλιστα καταδικάσαι δυνήσεται πλέον, ὅταν οἴκοθεν ἔχων τὰ παραδείγματα τῆς ἀρετῆς, ἀνάξιον σεαυτὸν τῆς προγονικῆς παράσχῃς ἀρετῆς.
 [01317]  Οὐ γὰρ οἴκοθεν ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ θείους ἀνεγίνωσκε νόμους αὐτῷ, καὶ τὰς ἄνωθεν φερομένας ἔλεγεν ἀποφάσεις.
 [02257]  Ἀλλ' ὥσπερ ἐκεῖ μεῖζον τὸ ἔγκλημα, ὅτι, οἴκοθεν ἔχων ὑπόδειγμα, οὐκ ἐμιμήσω τὴν ἀρετήν·
000-00-00 Serial Number=0719968081
De decem millium talentorum debitore Ante [Go Back]  
 [00058]  οὐδὲ γὰρ οἴκοθεν φθεγγόμεθα, ἀλλ' ἐπὶ τὸν νομοθέτην ἅπαντας ὑμᾶς ἄγομεν.
000-00-00 Serial Number=0324207723
De fato et providentia Ante [Go Back]  
 [00019]  ἂν δὲ ἀσθενὲς ἔχῃ καὶ διάραιον, κἂν ἀρίστης ἀπολαύῃ τῆς τῶν ὡρῶν κράσεως, οὐδὲν αὐτῷ πλέον ἀπὸ ταύτης ἔσται τῆς εὐμοιρίας, τῆς οἴκοθεν ἀσθενείας τῇ παρὰ τῶν ὡρῶν εὐκληρίᾳ λυμαινομένης.
000-00-00 Serial Number=0767531276
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00458]  Τούτοις περίφραττε αὐτοῦ τὴν ἀκοὴν τοῖς διηγήμασι καὶ μυρίοις ἑτέροις καὶ οἴκοθεν παρεχόμενος τὰ παραδείγματα.
000-00-00 Serial Number=0856933177
De incomprehensibili dei natura Ante [Go Back]  
 [00625]  οὕτω καὶ ἡ τῶν Ἀνομοίων ἐρημωθεῖσα ψυχὴ καὶ τῆς ἀπὸ τῶν Γραφῶν ἐπιμελείας οὐκ ἀπολαύσασα, οἴκοθεν καὶ ἀπ' αὐτῆς τὴν ἀγρίαν ταύτην καὶ ἀνήμερον ἐξέβρασεν αἵρεσιν.
 [01301]  Καίτοι γε καὶ εἰ δήλη καὶ γνώριμος ἦν, οὐδὲ οὕτως ἦν ἡμῖν ἀσφαλὲς αὐτοὺς οἴκοθεν καὶ παρ' ἑαυτῶν προσηγορίαν ἐπιτιθέναι τῇ τοῦ ∆εσπότου οὐσίᾳ.
000-00-00 Serial Number=0768109798
De jejunio sermones 1 Ante [Go Back]  
 [00410]  ὅτε δὲ ἦλθε τὰ πράγματα, τότε ἡ σκιὰ ἀνεχώρει, καὶ ὁρῶσιν οἱ Ἰουδαῖοι τὰς χεῖρας καὶ τοὺς πόδας ἡλωθέντας οἴκοθεν, αὐτῶν τὸν ἔλεγχον ἐν τοῖς ἑαυτῶν βιβλίοις ταῦτα περιέχοντα·
 [00422]  Ἐὰν γὰρ θελήσωσιν οἱ Ἰουδαῖοι ἀρνήσασθαι, ἀναγινώσκω αὐτοῖς τὸν ∆αυῒδ, ἀναγινώσκω τὸν Ἡσαΐαν, οἴκοθεν αὐτῶν τὸν ἔλεγχον προφέρω.
000-00-00 Serial Number=0183932960
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00148]  Εἰ δὲ αἱ τοιαῦται θλίψεις ἐλαφραί, πολλῷ μᾶλλον αἱ οἴκοθεν ἡδοναί.
 [00383]  Ἐπειδὴ γὰρ ἔβλεπε κακῶς, ἐπήρωσεν αὐτὸν καλῶς ὁ Θεός, ὥστε ἀναβλέψαι χρησίμως, ὁμοῦ μὲν τῆς ἑαυτοῦ δυνάμεως ἀπόδειξιν αὐτῷ παρεχόμενος, ὁμοῦ δὲ ἐν τῷ πάθει τὰ μέλλοντα προδιατυπῶν, καὶ τοῦ κηρύγματος τὸν τρόπον διδάσκων, καὶ ὅτι ταῦτα πάντα οἴκοθεν ἀποβαλόντα, καὶ μύσαντα καὶ τοὺς ὀφθαλμούς, αὐτῷ πανταχοῦ ἕπεσθαι χρή.
 [00404]  Λοιπὸν ἀπὸ τούτου μάθωμεν, ὅτι οὐδεὶς οὐδαμῶς οὐδὲ τῶν πρὸ αὐτοῦ, οὐδὲ αὐτὸς οἴκοθεν αὐτὸν εὗρεν, ἀλλ' ὁ Χριστὸς ἑαυτὸν ἐφανέρωσε.
 [01005]  Καὶ οἴκοθεν, καὶ παρὰ Θεοῦ, καὶ διὰ τοῦτο παρὰ Θεοῦ, ἐπειδὴ οἴκοθεν·
000-00-00 Serial Number=0425904393
De libello repudii Ante [Go Back]  
 [00092]  τὸ δὲ εἰπεῖν, Γράψει βιβλίον ἀποστασίου, καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς, τὸ γεγενημένον ἀπαγγέλλοντος, οὐκ οἴκοθεν τὸν νόμον εἰσάγοντος.
000-00-00 Serial Number=0419167340
De mutatione nominum Ante [Go Back]  
 [01229]  Πολλοὶ γὰρ τῶν ἰδιωτῶν οὐκ ἔχοντες οἴκοθεν ἐπαίρεσιν, οὐδὲ τοὺς πλησίον δάκνειν, προστησάμενοί τινας ἑαυτῶν ἄρχοντας, τοῖς ἐκείνων πλεονεκτήμασιν εἰς τὴν καθ' ἑτέρων ὑπερηφανίαν ἐκέχρηντο·
 [01231]  ὅπερ ἐσχάτης δοξομανίας ἦν, οἴκοθεν οὐκ ἔχοντας ἐναβρύνεσθαι, ταῖς ἑτέρων ὑπεροχαῖς ἀποχρῆσθαι εἰς τὴν κατὰ τῶν ἀδελφῶν ὑπεροψίαν, Ἐπεὶ οὖν καὶ εἰς ἀπόνοιαν ἤρθησαν καὶ διεστασίαζον, καὶ εἰς πολλὰ κατέτεμνον μέρη ἑαυτοὺς, καὶ μέγα ἐφρόνουν ἐπὶ τῇ διδασκαλίᾳ, ὡς οἴκοθέν τε καὶ παρ' ἑαυτῶν εὑρόντες, ἀλλ' οὐχ ὡς ἄνωθεν δεξάμενοι καὶ ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ τῆς ἀληθείας [51.154] δόγματα, βουλόμενος αὐτῶν καταστεῖλαι τὸ φύσημα, εὐθέως ἀπὸ τῶν προοιμίων κλητὸν αὑτὸν ἐκάλεσε, μονονουχὶ λέγων·
 [01232]  Εἰ ἐγὼ ὁ διδάσκαλος οὐδὲν οἴκοθεν εὗρον, οὔτε πρότερον αὐτὸς τῷ Θεῷ προσῆλθον, ἀλλὰ κληθεὶς τότε ὑπήκουσα, πῶς ὑμεῖς οἱ μαθηταὶ, καὶ παρ' ἐμοῦ τὰ δόγματα δεξάμενοι, δύνασθε μέγα φρονεῖν, ὡς αὐτοὶ τούτων εὑρέται γενόμενοι;
000-00-00 Serial Number=0719346762
De proditione Judae Ante [Go Back]  
 [00080]  οὐ γὰρ μετακληθεὶς ὑπὸ τῶν ἀρχιερέων, οὐκ ἀναγκασθεὶς οὐδὲ βιασθεὶς, ἀλλ' αὐτὸς ἀφ' ἑαυτοῦ καὶ οἴκοθεν ἔτεκε τὸν δόλον, καὶ τὴν γνώμην ἐξήγαγε ταύτην, οὐδένα ἔχων σύμβουλον τῆς πονηρίας ταύτης.
 [00497]  Τότε πορευθεὶς, τουτέστιν, οὐχ ὑφ' ἑτέρων κληθεὶς, οὔτε βιασθεὶς παρ' ἄλλου, οὐδὲ παρ' ἑτέρου δεξάμενος τὴν προτροπὴν, ἀλλ' οἴκοθεν κινούμενος ἐπὶ τοῦτο ἐτράπη, δεικνὺς ὅτι αὐτομάτως, καὶ ἐξ οἰκείας γνώμης ἐπὶ τὸ παράνομον τοῦτο τόλμημα ὥρμησεν, ἐξ οὐδεμιᾶς αἰτίας κινούμενος, ἀλλ' ὑπὸ τῆς πηγαζούσης ἔνδοθεν κακίας ἐπὶ τὴν προδοσίαν τοῦ ∆εσπότου ἑαυτὸν ὠθήσας·
000-00-00 Serial Number=0666403711
De prophetiarum obscuritate Ante [Go Back]  
 [00444]  Ἵν', ὅταν παραγένηται, οἴκοθεν ἔχωσι τοὺς διδασκάλους ἐνάγοντας αὐτοὺς, καὶ εἰδῶσιν ὅτι οὐ καινοτομία τὰ γινόμενα, οὐδὲ πρόσφατος ἡ οἰκονομία, ἀλλ' ἄνωθεν ταῦτα καὶ πρὸ πολλῶν προανεκηρύττετο χρόνων·
 [00477]  Πῶς εἶχον πάλιν ἐπαγαγέσθαι τὸν Ἰουδαῖον οἱ ἀπόστολοι, εἰ μὴ ἔμελλον αὐτῷ διδάσκαλον οἴκοθεν παρέχειν τὸν προφήτην;
000-00-00 Serial Number=0219947219
De resurrectione mortuorum Ante [Go Back]  
 [00192]  Ἀλλ' ὅμως καὶ οὗτος ἂν μὴ πρότερον πρὸς ἐκεῖνον ἴδῃ τὸν ἄδηλον καὶ ἀφανῆ καὶ μὴ βλεπόμενον τοῖς ὀφθαλμοῖς τοῦ σώματος μισθὸν, οὐ μόνον οὐ ζεύξει βόας, οὐδὲ ἄροτρον ἕλξει, οὐδὲ σπέρματα καταβαλεῖ, ἀλλ' οὐδὲ κινηθήσεται οἴκοθεν πρὸς τὴν ἐργασίαν ταύτην ποτέ.
000-00-00 Serial Number=0562673628
De sacerdotio Ante [Go Back]  
 [00034]  Καὶ γὰρ καὶ ταύτην ἀκέραιον ἐφύλαξα πᾶσαν, καὶ τῶν ὀφειλόντων εἰς τὴν εὐδοκίμησιν δαπανηθῆναι τὴν σὴν ἐνέλιπον οὐδέν, ἐκ τῶν ἐμαυτῆς καὶ ὧν ἦλθον οἴκοθεν ἔχουσα δαπανῶσα χρημάτων.
 [01064]  Ἔτι οὖν ἑαυτοὺς ἐκείνῳ παραβαλοῦμεν, μετὰ τὴν τοσαύτην χάριν ἣν ἔλαβεν ἄνωθεν, μετὰ τὴν τοσαύτην ἀρετὴν ἣν οἴκοθεν ἐπεδείξατο;
000-00-00 Serial Number=0961923599
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01224]  Καὶ τὸν Ἀβραὰμ ἐκάλεσεν, ὃν ἐνόμιζεν ἀγνοεῖν τὰ γεγενημένα, οὐκ εἰδὼς, ὡς οὐκ οἴκοθεν ἔλεγεν ὁ πατριάρχης, ἅπερ ἔλεγεν, ἀλλὰ θείους ἀνεγίνωσκε νόμους αὐτῷ·
 [02289]  ἀλλ' ἐπείπερ οὔτε οἴκοθεν, οὔτε παρ' ἑτέρων ἐγένου βελτίων, διὰ τοῦτο τὴν πεῖραν τὴν διὰ τῶν ῥημάτων διὰ τῶν πραγμάτων ὑπέμεινας.
 [02426]  Οὐκ ἐν τούτῳ δὲ μόνῳ τῷ κινδύνῳ, ἀλλὰ κἂν νόσος καταλάβῃ, κἂν θάνατος, κἂν ἄλλο τι τῶν τοιούτων, ἐλέγχεται τῶν χρημάτων ἡ δύναμις, μηδεμίαν ἔχουσα παραμυθίαν τοῖς συμβαίνουσιν οἴκοθεν ἐπιδείξασθαι.
 [03174]  Εἰ ὁ Λάζαρος ἀδικηθεὶς μὲν οὐδὲν παρὰ τοῦ πλουσίου, μὴ ἀπολαύσας δὲ τῶν ἐκείνου, πικρὸς ἕστηκε κατήγορος, τίνος ἀπολογίας τεύξονται οἱ πρὸς τῷ μὴ ἐλεεῖν οἴκοθεν καὶ τὰ ἀλλότρια λαμβάνοντες;
 [03618]  [63.680] μένην αὐτῷ, ἀλλὰ καὶ πολλοὺς τοὺς κωλύοντας ἔχων (καὶ γὰρ καὶ ὁ ἀδελφὸς ἐπετίμα, καὶ ὁ βασιλεὺς πρὸς τὸ τῆς ἡλικίας ἄωρον ἀφορῶν κατεῖχε καὶ μένειν ἐκέλευε), διαθερμανθεὶς οἴκοθεν ἐπὶ τοὺς βαρβάρους ἔτρεχε, καὶ τοσαύτην κηδεμονίαν περὶ τὸν βασιλέα ἐπεδείξατο, ὡς καὶ πρὸ τοῦ πολέμου καὶ τῆς νίκης ἐπ' ὄψιν αὐτὸν κείμενον ἀναστήσας εἰπεῖν·
 [04632]  πῶς δυνήσονταί τινες τὸν δεῖνα καὶ τὸν δεῖνα αἰτιᾶσθαι, ὡς παρ' αὐτῶν, ἀλλ' οὐχ ὡς οἴκοθεν ἠδικημένοι;
 [05134]  τί αἰτούμενος παρ' αὐτῶν ἀγανακτεῖς, ὡς οἴκοθεν ἀναλίσκων;
 [06289]  Ὅταν δὲ ῥᾳθυμῶμεν, καὶ μηδενὸς ὄντος τοῦ συμβουλεύοντος ἢ ὑποσκελίζοντος, οἴκοθεν κινούμενοι ἐπὶ τὴν κακίαν ὁρμῶμεν.
 [06458]  ἀλλ' ἐπειδὴ προῄδει ἀδιορθώτους ἐσομένους οἴκοθεν, διὰ τοῦτο εἶπεν ὅτι πάντως ἥξουσι.
 [06628]  αὐτὸ μὲν οὖν τοῦτο καταδικάσεταί σε πλέον, ὅταν οἴκοθεν ἔχων τὸ παράδειγμα τῆς εὐγενείας, ἀνάξιον σαυτὸν τῆς προγονικῆς παράσχῃς ἀρετῆς.
 [07992]  Ἀνδρεῖος γὰρ ἐκεῖνος μόνος ἐστὶ, κἂν ἐπὶ κλίνης ᾖ βεβλημένος, ὁ τὴν ἰσχὺν οἴκοθεν ἔχων·
 [09052]  Ἐπειδὴ γὰρ ἔβλεπε κακῶς, ἐπήρωσεν αὐτὸν καλῶς ὁ Θεὸς, ὡς ἀναβλέψαι χρησίμως, ὁμοῦ μὲν τῆς ἑαυτοῦ δυνάμεως ἀπόδειξιν αὐτῷ παρεχόμενος, ὁμοῦ δὲ ἐν τῷ πάθει τὰ μέλλοντα προδιατυπῶν, καὶ τοῦ κηρύγματος τὸν τρόπον διδάσκων, ὅτι ταῦτα πάντα οἴκοθεν ἀποβαλόντα, καὶ μύσαντα τοὺς ὀφθαλμοὺς, αὐτῷ πανταχοῦ ἕπεσθαι χρή.
 [09055]  ὡς οὐκ ἐνὸν ἀναβλέψαι καλῶς, μὴ πρότερον πηρωθέντα καλῶς, καὶ τοὺς οἴκοθεν ταράττοντας αὐτὸν ἐκβαλόντα λογισμοὺς, καὶ τῇ πίστει τὸ πᾶν ἐπιτρέψαντα.
000-00-00 Serial Number=0169386089
Epistula ad Cyriacum Ante [Go Back]  
 [00441]  Τί δεῖ τὰ πολλὰ λέγειν οἴκοθεν περὶ αὐτῆς ἀποφαινόμενον, παρὸν ἐπὶ τοὺς ἁλόντας ἐλθεῖν κἀκεῖθεν αὐτῆς τὴν ἰσχὺν ἅπασαν καταμαθεῖν.
000-00-00 Serial Number=0268861413
Epistulae Ante [Go Back]  
 [00192]  Τὸν κύριόν μου τὸν τιμιώτατον ἐπίσκοπον Σέλευκον οἴκοθεν μὲν ὁ περὶ ἡμᾶς ἀνέστησε πόθος, [52.631] ἐντεῦθεν δὲ ὁ τῆς σῆς ἀγάπης ἔρως.
 [00392]  Σφόδρα δὲ ἡμᾶς εὔφρανεν ὁ ποθεινότατος καὶ γλυκύτατος Ἰωάννης ὁ πρεσβύτερος, ἐν τοσαύτῃ καιρῶν δυσκολίᾳ ἑλόμενος οἴκοθεν διαναστῆναι, καὶ ἅψασθαι τῆς ἐπὶ τὴν Φοινίκην ἀποδημίας.
 [00604]  Εἰ μὲν γὰρ δυνατὸν ἦν καὶ συγγενέσθαι ἡμᾶς ἀλλήλοις, κἂν ἀνέστησά σε οἴκοθεν, κἂν ἐν μεγίστης ᾔτησα χάριτος μέρει, τὸ τὸν θερμόν σε οὕτως ἐραστὴν ἡμῶν ὄντα καὶ κατ' ὄψιν ἰδεῖν αὐτήν.
 [00782]  Ἀλλ' ἐπειδὴ τοῦτο τέως οὐκ ἔνι κωλύει γὰρ καὶ τῆς ὁδοῦ τὸ μῆκος, καὶ ἡ τοῦ ἔτους ὥρα, καὶ ὁ τῶν λῃστῶν φόβος, καὶ τὸ μὴ ῥᾴδιον ἡμῖν εἶναι καὶ τούτων χωρὶς κινεῖσθαι οἴκοθεν, καὶ μακρὰς ἀποδημίας ἀποδημεῖν, ἐπὶ τὸν δεύτερον ἤλθομεν πλοῦν, τήν τε ὀφειλομένην ἀποδιδόντες ὑμῖν πρόσρησιν, καὶ πρὸ ταύτης παρακαλοῦντες, καὶ ἐν μέρει μεγίστης αἰτοῦντες χάριτος, τὸ διηνεκῶς ἡμῶν εὐχομένους μεμνῆσθαι, καὶ τῷ φιλανθρώπῳ Θεῷ προσπίπτειν μετὰ πολλῆς τῆς εὐγενείας, καὶ τῶν δακρύων, ὑπὲρ τῆς ταπεινώσεως τῆς ἡμετέρας.
 [01021]  οὐ γὰρ δεῖσθε εἰς τοῦτο τοῦ ἀπαιτήσοντος, οἴκοθεν αὐτὸ μετὰ πολλῆς ἀεὶ τῆς δαψιλείας καὶ κατατιθέντες καὶ ὀφείλοντες·
 [01136]  Ταῦτα καὶ παρ' ἡμῶν πολλάκις ἤκουσας, καὶ οἴκοθεν φιλοσοφοῦσα διατελεῖς.
 [01350]  Σφόδρα δὲ ἡμᾶς εὔφρανεν ὁ ποθεινότατος καὶ γλυκύτατος Ἰωάννης ὁ πρεσβύτερος, ἐν τοσαύτῃ καιρῶν δυσκολίᾳ ἑλόμενος οἴκοθεν διαναστῆναι, καὶ ἅψασθαι τῆς ἐπὶ τὴν Φοινίκην ἀποδημίας.
 [01562]  Εἰ μὲν γὰρ δυνατὸν ἦν καὶ συγγενέσθαι ἡμᾶς ἀλλήλοις, κἂν ἀνέστησά σε οἴκοθεν, κἂν ἐν μεγίστης ᾔτησα χάριτος μέρει, τὸ τὸν θερμόν σε οὕτως ἐραστὴν ἡμῶν ὄντα καὶ κατ' ὄψιν ἰδεῖν αὐτήν.
 [01740]  Ἀλλ' ἐπειδὴ τοῦτο τέως οὐκ ἔνι κωλύει γὰρ καὶ τῆς ὁδοῦ τὸ μῆκος, καὶ ἡ τοῦ ἔτους ὥρα, καὶ ὁ τῶν λῃστῶν φόβος, καὶ τὸ μὴ ῥᾴδιον ἡμῖν εἶναι καὶ τούτων χωρὶς κινεῖσθαι οἴκοθεν, καὶ μακρὰς ἀποδημίας ἀποδημεῖν, ἐπὶ τὸν δεύτερον ἤλθομεν πλοῦν, τήν τε ὀφειλομένην ἀποδιδόντες ὑμῖν πρόσρησιν, καὶ πρὸ ταύτης παρακαλοῦντες, καὶ ἐν μέρει μεγίστης αἰτοῦντες χάριτος, τὸ διηνεκῶς ἡμῶν εὐχομένους μεμνῆσθαι, καὶ τῷ φιλανθρώπῳ Θεῷ προσπίπτειν μετὰ πολλῆς τῆς εὐγενείας, καὶ τῶν δακρύων, ὑπὲρ τῆς ταπεινώσεως τῆς ἡμετέρας.
 [01979]  οὐ γὰρ δεῖσθε εἰς τοῦτο τοῦ ἀπαιτήσοντος, οἴκοθεν αὐτὸ μετὰ πολλῆς ἀεὶ τῆς δαψιλείας καὶ κατατιθέντες καὶ ὀφείλοντες·
 [02094]  Ταῦτα καὶ παρ' ἡμῶν πολλάκις ἤκουσας, καὶ οἴκοθεν φιλοσοφοῦσα διατελεῖς.
 [02449]  Βαβαὶ, ἡλίκον ἐστὶ γενναία καὶ νεανικὴ ψυχὴ, οὐκ ἔξωθέν ποθεν, ἀλλ' οἴκοθεν, καὶ παρ' ἑαυτῆς καὶ τὴν ἡδονὴν καὶ τὴν ἀσφάλειαν καρπουμένη, καὶ, τὸ δὴ θαυμαστὸν, ἀπὸ τῶν πραγμάτων τῶν τοῖς πολλοῖς φοβερῶν καὶ σφαλερῶν εἶναι δοκούντων.
 [02803]  Πολὺ δὲ μέγιστον καὶ τὸ νῦν γεγενημένον παρὰ τῆς ἀγάπης ὑμῶν, τὸ ἀναστῆναι ἕκαστον ὑμῶν οἴκοθεν, τὸ μακρὰν οὕτως ἀποδημίαν στείλασθαι, τὸ διατρίβειν ἐπ' ἀλλοτρίας, καὶ τοὺς ἀπὸ τῆς μακρᾶς ἀποδημίας ὑπομένειν καμάτους, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων.
 [02806]  καὶ αὐτὸν οἴκοθεν ὁρμώμενον ἐλθεῖν, καὶ θεάσασθαι τὴν εὐλάβειαν τὴν ὑμετέραν, παρεκαλέσαμεν, ὥστε καὶ πρὸς ἡμᾶς γραμμάτων ἐπιτυχεῖν, καὶ αὐτὸν καὶ κατὰ πρόσωπον ἀπολαῦσαι τῆς ἀγάπης τῆς ὑμετέρας.
 [03260]  Παρακαλῶ τοίνυν, τὰ σαυτῷ πρέποντα ποιῶν καὶ αὐτὸν καὶ πάντας διέγειρον εἰς τὴν σπουδὴν καὶ τὴν ἀντίληψιν τοῦ χειμαζομένου λαοῦ, ὃ καὶ πρὸ τῶν ἡμετέρων γραμμάτων εὖ οἶδ' ὅτι οἴκοθεν καὶ παρὰ σαυτοῦ ποιεῖς.
 [03471]  Πολλὰς ἔχω χάριτας τῷ κυρίῳ μου τῷ ποθεινοτάτῳ Λιβανίῳ, ὅτι καὶ οἴκοθεν ἀνέστη, καὶ ἐνταῦθα παρεγένετο, καὶ πάλιν πρὸς τὴν σὴν εὐλάβειαν ἀφίκετο, καὶ τούτῳ μάλιστα χάριτας αὐτῷ οἶδα.
 [03555]  Τοῦτο μήτηρ φιλόστοργος καὶ φιλόπαις, τὸ, ἡνίκα ἂν δέῃ τι τῶν δεόντων, παραινεῖν τῷ παιδὶ, καὶ ἐλαύνειν αὐτὸν οἴκοθεν, καὶ πράως φέρειν τὸν χωρισμὸν, καὶ χάριτας αὐτῷ πολλὰς εἰδέναι τῆς ἀποδημίας.
000-00-00 Serial Number=0992347062
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00112]  Εἰ δ' αὖ πάλιν δοκιμάσειας ἀποπειρασθῆναι τῆς γνώμης αὐτῶν, αὐτὴν μὲν οἴκοθεν μηδὲν εἴπῃς, δοκίμασον δὲ ποῦ προῄρηνται κατὰ τὴν σύνεσίν σου·
 [00775]  [10.3] Τί δεῖ πολλὰ λέγειν οἴκοθεν περὶ αὐτῆς ἀποφαινόμενον, παρὸν ἐπὶ τοὺς ἁλόντας ἐλθεῖν κἀκεῖθεν αὐτῆς τὴν ἰσχὺν ἅπασαν καταμαθεῖν;
 [00979]  Καὶ γὰρ ἐκ πρώτης ἡλικίας οἴκοθεν χαλεπὸς αὐτῷ ἀνερριπίζετο πόλεμος, τῶν πολεμούντων ἐγκαλεῖν μὲν ἐχόντων οὐδέν, τηκομένων δὲ καὶ διαρρηγνυμένων διὰ τὸ πλείονος ἀπολαύειν αὐτὸν παρὰ τοῦ πατρὸς διαθέσεως.
000-00-00 Serial Number=0193655252
Expositiones in Psalmos Ante [Go Back]  
 [00609]  Εἰ δὲ ἀπιστεῖς τοῖς προφήταις, σημεῖα φανερὰ καὶ δῆλα παρεχόμεθα, ἃ μάλιστα δείκνυσιν αὐτοὺς θεοπνεύστους γενομένους, καὶ οὐδὲν οἴκοθεν διαλεχθέντας ἡμῖν, ἀλλ' ἀπὸ τῆς θείας ἐκείνης καὶ ὑπερουρανίου χάριτος ἐμπνευσθέντας.
 [06679]  Καὶ ταῦτα οὐκ οἴκοθεν φθεγγόμενοι λέγομεν, ἀλλ' ἀπὸ τῶν Γραφῶν ἀποδεικνύοντες.
 [07221]  Ὁ μὲν γὰρ οἴκοθεν φθεγγόμενος, μέλλει καὶ βραδύνει μελετῶν, συντιθεὶς, ἐμποδιζόμενος καὶ ἀγνοίᾳ καὶ ἀμαθίᾳ καὶ μελλήσει, καὶ πολλά ἐστι τὰ λυμαινόμενα τῷ τάχει τοῦ λόγου·
 [07434]  Εἶτα δεικνὺς, ὅτι οἴκοθεν πάντα ποιεῖ, λέγει·
 [07547]  Καὶ τὸ ὑπόδειγμα οἴκοθεν ἐπῆγε λέγων·
000-00-00 Serial Number=0161935270
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00454]  εἰκότως οὐδὲν ἔχουσιν οἴκοθεν ἀγαθὸν, ἀλλ' οὐδὲ παρ' ἑτέρου λαβόντες, οὐδ' ἂν ἐθέλωσι δύνανται, οὐδ' ἂν ἐπιχέῃ τις κατέχουσιν ἀγαθόν τι.
 [01392]  Τὸ δὲ, Καὶ ἀρχαῖον, δηλοῖ, ὅτι καὶ ἀρχαῖον, καὶ φοβερόν ἐστι, καὶ δείκνυσιν ὅτι οὐκ οἴκοθεν ἐπέρχεται·
 [01732]  Ὥσπερ γὰρ τὰ θηρία ἀδύνατον ἡμερῶσαι, φησὶν, οὕτω καὶ τοὺς δυναμένους οἴκοθεν ἐπικαμφθῆναι, ἐκπολεμοῖ.
 [02113]  καὶ σοφοὶ οἴκοθεν, καὶ σοφίαν τὴν ἀπὸ τοῦ νόμου ἔχοντες.
 [02401]  οὐ γὰρ οἴκοθεν ἔχει τὴν στάσιν, ὅθεν οὐδὲ μεταβῆναι δύναται.
 [02406]  ὅταν ἴδῃς περιβεβλημένον, ἐννόησον τὸ ξύλον τὸ γυμνὸν, ὡς οὐδὲν οἴκοθεν ἔχει, οὐδὲ φυσικὸν κάλλος·
 [03218]  Ὅταν γὰρ οἴκοθεν οὐδὲν ἔχωμεν, αὕτη καταλείπεται συγγνώμη, ἴσ.
 [04709]  οὐ σωφρονίζει οἴκοθεν, ἀλλὰ παρὰ τῶν πλησίον.
000-00-00 Serial Number=0477981448
Fragmenta in Job Ante [Go Back]  
 [00376]  πῶς δυνήσονταί τινες τὸν δεῖνα καὶ τὸν δεῖνα αἰτήσασθαι, ὡς παρ' αὐτῶν, ἀλλ' οὐχ ὡς οἴκοθεν ἠδικημένοι;
 [00377]  πῶς οἴκοθεν, φησὶν, ὅταν τις μαστιχθῇ παρά τινος, ἢ τὰ ὄντα ἀφαιρεθῇ, ἢ χαλεπήν τινα ἑτέραν ὑπομείνας ἐπήρειαν, βλάσφημόν τι ῥῆμα ἐξήνεγκε;
000-00-00 Serial Number=0054684222
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00144]  Ὑμᾶς αὐτοὺς αἰσχύνθητε, τὰ ὑμέτερα κατορθώματα ἐντράπητε μὴ ἀνάξιον ἐπιδείξητε τῶν προοιμίων τὸ τέλος, οἴκοθεν δέχεσθε τὴν παράκλησιν.
000-00-00 Serial Number=0187551975
In Acta apostolorum Ante [Go Back]  
 [01494]  Ὥσπερ οὖν φιλονεικῶν, μήτε οἴκοθεν, μήτε παρ' ἑτέρου χρήσιμόν τι εἰσαγαγεῖν·
 [07647]  Τοῦτο ποιεῖ, τὸ ταπεινὸν αὐτοῦ δεικνὺς, καὶ παιδεύων τοὺς ἄλλους, καὶ τῷ Θεῷ εὐχαριστῶν, καὶ δηλῶν ὡς, εἰ καὶ ἐκελεύσθη, ὅμως οἴκοθεν πολλὴν εἶχε τὴν εὐλάβειαν.
000-00-00 Serial Number=0887520492
In Eutropium Ante [Go Back]  
 [00057]  ἀλλ' ἐπείπερ οὗτος οὔτε οἴκοθεν, οὔτε παρ' ἑτέρων ἐγίνετο βελτίων, ὑμεῖς γοῦν οἱ κομῶντες τῷ πλούτῳ, ἀπὸ τῆς τούτου κερδάνατε συμφορᾶς·
000-00-00 Serial Number=0429399610
In Genesim sermones Ante [Go Back]  
 [01417]  Τὰ κατὰ σαυτὸν σκόπησον, καὶ οὐ δεήσῃ τοῦ συμβουλεύοντος, ὥστε βοηθῆσαι τῷ κειμένῳ, ἀλλ' οἴκοθεν καὶ παρὰ σαυτοῦ δέξαι τὴν παραίνεσιν.
000-00-00 Serial Number=0065908253
In Isaiam Ante [Go Back]  
 [00047]  Ἔθος γὰρ αὐτοῖς ἅπασι τοῖς παρὰ τοῦ Θεοῦ διαπορθμεύουσι τὰ λεγόμενα, τοῦτο πρὸ τῶν ἄλλων κατασκευάζειν, ὡς οὐδὲν οἴκοθεν φθέγγονται, ἀλλ' ὅτι θεῖοι χρησμοί τινές εἰσι τὰ λεγόμενα καὶ γράμματα ἐκ τῶν οὐρανῶν καταβάντα.
 [00077]  Ἀποστόλου γὰρ ἀξίωμα, μηδὲν οἴκοθεν ἐπεισάγειν.
 [00100]  τοὺς δὲ μήτε οἴκοθεν, μήτε ἐκ τῆς τοιαύτης οἰκονομίας βουλομένους τι κερδαίνειν, τῇ ἀπαραιτήτῳ καὶ φοβερᾷ τῆς κρίσεως ταμιευόμενος ἡμέρᾳ.
 [00288]  ∆ιὸ καὶ ὁ Παῦλος εὐτονώτερον τῷ λόγῳ κεχρημένος, ἡνίκα πρὸς Ἰουδαίους ἐμάχετο, οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἕτερα πλείονα τούτων θείς, τοὺς οὐδὲν οἴκοθεν ἐπιδεικνυμένους οὐδὲν ἐκεῖθεν κερδαίνειν ἔφησεν, οὕτω λέγων·
 [00533]  Ἐνταῦθα δείκνυσιν ὅτι οἴκοθεν τὰ κακὰ καὶ αὐτοὶ τὴν αἰχμαλωσίαν ἔτεκον καὶ τὴν κάμινον ἀνῆψαν.
 [00601]  Εἰ δὲ οὐκ ἀνέχεται τῆς μεταφορᾶς ὁ Ἰουδαῖος, οἴκοθεν πάλιν δεχέσθω τὸν ἔλεγχον.
 [01010]  ὁ μὲν γὰρ Πνεύματι θείῳ φθέγγεται, οὐδὲν οἴκοθεν εἰσφέρων·
 [01779]  Ἐπεὶ οὖν καὶ παρὰ Ἰουδαίοις τοιοῦτοί τινες ἦσαν ὑπερορῶντες μὲν τῶν προφητῶν ὡς ποιμένων καὶ αἰπόλων, βουλόμενοι δὲ σοφίζεσθαι οἴκοθεν, ὃ καὶ ἀπονοίας αὐτοῖς ὑπόθεσις ἐγίνετο, καὶ τοῦ καταφρονεῖν τῶν λεγομένων, εἰκότως αὐτοὺς θρηνεῖ λέγων·
 [02085]  Χωρὶς δὲ τούτων οὐδέ φησιν ἡ Γραφή που, ὅτι παρῆν, ἡνίκα τὰ κατὰ τὸν Ὀζίαν ἐγίνετο, καὶ παρὼν ἐσίγα, ἀλλ' οἴκοθεν καὶ παρ' ἑαυτῶν ταῦτα οἱ λέγοντες στοχάζονται.
000-00-00 Serial Number=0807444334
In Joannem Ante [Go Back]  
 [00212]  Καὶ γὰρ καὶ τοῦτο μέγιστον, ὅπερ ἔφην, τεκμήριον τοῦ μηδὲν οἴκοθεν αὐτὸν νομοθετεῖν.
 [03842]  Ἀγαθῶν γὰρ ὄντες πατέρων, καὶ οἴκοθεν ἔχοντες τὸ ὑπόδειγμα, οὐδὲ οὕτω μιμούμεθα τοὺς διδασκάλους.
 [05290]  ὥσπερ οὖν καὶ Ἰουδαῖοι καὶ διὰ τοῦτο μάλιστα δὴ, τὸ οἴκοθεν ἀποστεῖλαι πρὸς αὐτὸν, καὶ ἀκοῦσαι ἅπερ ἤκουσαν, καὶ μὴ πεισθῆναι, πάσης ἑαυτοὺς ἀπολογίας ἐξέβαλον.
000-00-00 Serial Number=0317150056
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00084]  οἳ συγκαθήμενοι πολλάκις, εἴ ποτε αὐτῶν ἐπιλάβοιντο μόνων, ὡς οἴκοθεν συμβουλεύοντες, ἀλλ' οὐχ ὡς παρὰ τοῦ βασιλέως πεμφθέντες παρῄνουν ἀποστῆναι μὲν τῆς εὐσεβείας, αὐτομολῆσαι δὲ πρὸς τὴν ἀσέβειαν.
000-00-00 Serial Number=0522590995
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00313]  οἴκοθεν ἔχω τὴν ἀπόδειξιν.
000-00-00 Serial Number=0890093863
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00138]  συνιόντες γὰρ οἱ πιστοὶ πάντες μετὰ τὴν τῆς διδασκαλίας ἀκρόασιν, μετὰ τὰς εὐχὰς, μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν, τῆς συνάξεως λυθείσης, οὐκ ἀνεχώρουν εὐθέως οἴκαδε, ἀλλ' οἱ πλούσιοι καὶ εὐπορώτεροι φέροντες οἴκοθεν τροφὰς καὶ ἐδέσματα, τοὺς πένητας ἐκάλουν, καὶ κοινὰς ἐποιοῦντο τραπέζας, κοινὰς ἑστιάσεις, κοινὰ συμπόσια ἐν αὐτῇ τῇ ἐκκλησίᾳ·
000-00-00 Serial Number=0273608208
In diem natalem Ante [Go Back]  
 [00051]  Οὐ γὰρ οἴκοθεν, οὐδὲ παρ' ἑαυτοῦ τότε ὁ Αὔγουστος τὸ δόγμα τοῦτο ἐξέπεμψεν, ἀλλὰ τοῦ Θεοῦ κινοῦντος αὐτοῦ τὴν ψυχὴν, ἵνα καὶ ἄκων ὑπηρετήσηται τῇ τοῦ Μονογενοῦς παρουσίᾳ.
000-00-00 Serial Number=0352496326
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00759]  ἵνα μὴ ταύτῃ τὸν ἀκροατὴν ὕπτιον ποιήσῃ, τῷ ἐλέῳ τοῦ Θεοῦ μόνον καὶ ταῖς ἑτέρων εὐχαῖς θαῤῥοῦντα, δείκνυσιν ὅτι καὶ αὐτοὶ οὐ μικρὸν οἴκοθεν συνεισήνεγκαν.
 [00919]  Ἡ ὑπόσχεσις τῆς παρουσίας ἐμὴ ἦν, καὶ ἐγὼ οἴκοθεν ἐπηγγειλάμην ἐκεῖνο·
 [05041]  Καὶ εἰπὼν τοῦ Θεοῦ τὴν χάριν, οὐκ ἀφίησι τοῦ Θεοῦ τὸ πᾶν εἶναι, πάλιν ἵνα καὶ ταύτῃ εἰς πλείονα ἐπισπάσηται αὐτοὺς ἀγάπην, εἰπὼν ὅτι καὶ οἴκοθεν ἐγήγερται.
 [05042]  Σπουδαιότερος γὰρ ὑπάρχων, αὐθαίρετος ἐξῆλθεν, ἥρπασε τὸ πρᾶγμα, ἐπεπήδησε τῷ θησαυρῷ, οἰκείαν ἐνόμισεν ὠφέλειαν τὴν ὑμετέραν διακονίαν καὶ τῷ σφόδρα ὑμᾶς φιλεῖν, οὐδὲ ἐδεήθη τῆς παρ' ἐμοῦ παρακλήσεως, ἀλλὰ παρεκλήθη μὲν καὶ ὑπ' ἐμοῦ, οὐ μέντοι ἐντεῦθεν διηγέρθη, ἀλλ' οἴκοθεν καὶ ἀπὸ τῆς τοῦ Θεοῦ χάριτος.
 [05456]  Καὶ γὰρ ἐκεῖνος μόνος ταύτην ἔχει τὴν ἀρετὴν, κἂν ἐπὶ κλίνης ᾖ βεβλημένος, ὁ τὴν ἰσχὺν οἴκοθεν ἔχων·
 [06620]  Οὐκ ἐπαίρων δὲ ἑαυτὸν ἔλεγεν, ἀλλὰ ἐπιστομίζων τοὺς ὑποπτεύοντας αὐτὸν οὐχ ὡς προφήτην, καὶ ἵνα δείξῃ ὅτι οὐκ ἀπατᾷ, οὐδὲ οἴκοθεν λέγει ταῦτα ἃ λέγει.
 [06825]  ἔνθα δὲ σύμμετρος ὁ πειρασμὸς, πολλὰ καὶ οἴκοθεν ἐπινοεῖ·
000-00-00 Serial Number=0365038514
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00314]  Τουτέστιν, οὐδενὸς ἀναγκάζοντος, οὐδενὸς συμβουλεύοντος, ἀλλ' ἐξ ἰδίας προθέσεως, οἴκοθεν ἐκ τῆς ἀγαθότητος αὑτοῦ ὁρμώμενος ἔσωσε·
000-00-00 Serial Number=0767292321
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00217]  οὐκ εὔδηλον ὅτι τὸν οἴκοθεν τὸ ὕψος ἔχοντα;
 [00220]  Ὑψηλὸς γάρ ἐστιν ὁ μηδενὸς δεόμενος τούτων, ἀλλὰ καταφρονῶν ἁπάντων, καὶ οἴκοθεν ἔχων τὸ μέγεθος.
 [00422]  εἶπες γὰρ ἂν, ὅτι ἔχων εὑρεῖν οἴκοθεν ὁ Ἕλλην τὴν γνῶσιν, οὐκ ἠθέλησεν.
 [00557]  Οἶμαι δὲ αὐτὸν καὶ οἴκοθεν αὐτὸ προστεθεικέναι βουλόμενον βαρύτερον τὸ ἔγκλημα ποιῆσαι, καὶ δεῖξαι οὕτω καὶ τὸν Χριστὸν εἰς μέρος δοθέντα ἓν, εἰ καὶ μὴ οὕτως ἐποίουν τοῦτο ἐκεῖνοι.
 [01479]  Εἰ γὰρ οὐκ ἐγένετο σημεῖα τότε, πῶς ἐλαυνόμενοι καὶ διωκόμενοι καὶ τρέμοντες καὶ δεδεμένοι, καὶ κοινοὶ γενόμενοι τῆς οἰκουμένης ἐχθροὶ, καὶ πᾶσι πρὸς τὸ κακῶς παθεῖν προκείμενοι, καὶ οὐδὲν οἴκοθεν ἔχοντες ἐπαγωγὸν, οὐ λόγον, οὐ περιφάνειαν, οὐ πλοῦτον, οὐ πόλιν, οὐκ ἔθνος, οὐ γένος, οὐκ ἐπιτήδευμα, οὐ δόξαν, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλὰ πάντα τὰ ἐναντία, ἰδιωτείαν, εὐτέλειαν, πενίαν, μῖσος, ἀπέχθειαν, καὶ πρὸς δήμους ὁλοκλήρους ἱστάμενοι, καὶ τοιαῦτα καταγγέλλοντες, ἔπειθον;
 [01489]  Οἵ τε γὰρ ἐξ ἀρχῆς τὸν λόγον σπείραντες ἰδιῶται ἦσαν καὶ ἀμαθεῖς, καὶ οὐδὲν οἴκοθεν ἔλεγον, ἀλλ' ἅπερ ἐδέξαντο παρὰ τοῦ Θεοῦ, ταῦτα τῇ οἰκουμένῃ διέδωκαν·
 [02145]  οὐδὲ γὰρ τὰ ὑμέτερα καταγγέλλετε, οὐδὲ ἅπερ αὐτοὶ οἴκοθεν εὑρήκατε·
 [02255]  ἐκεῖ μὲν γὰρ διάκονον τὸν πληρωτήν φησιν, οὐχὶ τὸν οἴκοθεν παρασχόμενον τὰ ἀγαθά.
 [03302]  Οὐδὲν γὰρ οἴκοθεν ἔχεις, ἀλλὰ παρὰ τοῦ Θεοῦ λαβών.
 [06024]  Πρὸς τούτοις, ὅτι οὐδὲ αὐτὸ τοῦτο οἴκοθεν ἔχουσιν, ἀλλὰ τοῦ Θεοῦ δωρησαμένου·
 [06413]  Ὃ τοίνυν φησὶ, τοῦτό ἐστιν, ὅτι Ὃ οὐδὲ οἱ ἔξωθεν ἄρχοντες ἀπαιτοῦσιν, οἱ ὠμοὶ καὶ ἄδικοι, στρατεύεσθαι καὶ κινδυνεύειν, καὶ οἴκοθεν τρέφεσθαι τοὺς στρατευομένους·
 [06880]  Πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι, τουτέστιν, ἵνα δόξω τι καὶ αὐτὸς συνεισενηνοχέναι οἴκοθεν, καὶ κοινωνήσω τῶν ἀποκειμένων στεφάνων τοῖς πιστοῖς.
 [06937]  ὥσπερ οὖν τἀναντία πάντων ὀδυνηρότερα τῷ λύπης εἰδότι φύσιν, οἷον τὸ παρὰ πάντων ὀνειδίζεσθαι, τὸ κατηγορεῖσθαι οἴκοθεν, τὸ τρέμειν καὶ δεδοικέναι καὶ τὰ μέλλοντα καὶ τὰ παρόντα.
 [08055]  καὶ οὐδὲ ταῦτα ἁπλῶς, ἀλλὰ καὶ ἐνταῦθα τὸ μεῖζον οἴκοθεν ἐπινοεῖν καὶ Θεῷ πρέπον·
 [09839]  Καὶ γὰρ καὶ οἴκοθεν πολλὰ φθέγγεται, συμβαίνοντα μέν-τοι ταῖς θείαις Γραφαῖς.
 [09999]  ὅτι καὶ μερικὴ ἡ γνῶσις, καὶ οὐδὲ ταύτην οἴκοθεν ἔχουσιν.
 [09999]  Πρῶτον μὲν ὁ τοιοῦτος οἴ-κοθεν
 [09999]  Καὶ ὥσπερ τις παιδίον ὑπνηλὸν διεγείρων τῷ ἀδελφῷ κατακολουθεῖν, ὅταν οἴκοθεν μὴ βούλοιτο, τὸ ἐπιθυμητὸν αὐτῷ καὶ ἐπέρα-στον ἐγχειρίζει τῷ ἀδελφῷ, ἵνα ἐπιθυμίᾳ τοῦ λαβεῖν καταδιώκῃ τὸν κατέχοντα, ὃ δὴ καὶ γίνεται·
 [09999]  ἀλλ' οὐκ οἴκοθεν τοῦτο ἀποφαίνεται, ἀλλ' ἀπὸ τῆς ἐκείνων κρίσεως·
 [09999]  δύο ταῦτα κατασκευάζων, ὅτι τε οὐδὲν οἴκοθεν ἐπεισάγειν δεῖ, καὶ ὅτι μετὰ ἀποδείξεως τῆς διὰ τῶν ἔργων ἐπληροφορήθησαν, οὐ λόγοις ψιλοῖς·
000-00-00 Serial Number=0678389788
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [03000]  καίτοι δεῖ αὐτά τε ἀποδοῦναι ἐκεῖνα, καὶ ἐκ τῶν οἴκοθεν προσθεῖναι ἕτερα.
000-00-00 Serial Number=0279020727
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02003]  ∆εῖ γὰρ οἴκοθεν παρέχεσθαι τὰ παραδείγματα.
 [04247]  Ὥστε μόνος ἐλεύθερος ἐκεῖνος ὁ τὴν ἐλευθερίαν οἴκοθεν ἔχων, ὥσπερ καὶ δοῦλος ἐκεῖνος ὁ τοῖς ἀλόγοις πάθεσιν ὑποκύπτων.
000-00-00 Serial Number=0412857890
In epistulam ad Ephesios Ante [Go Back]  
 [06193]  οὐχ ἅπερ ἂν οἴκοθεν ἔχῃ τὴν ἰσχὺν, καὶ μήτε ὄμβροις, μήτε χαλάζαις, μήτε ἀνέμων ῥύμαις, μήτε ἄλλῃ τινὶ τοιαύτῃ ἀνωμαλίᾳ βλάπτηται, ἀλλὰ γυμνὰ ἕστηκε πάντων καταφρονοῦντα, μήτε θριγκίων, μήτε φραγμῶν δεόμενα;
000-00-00 Serial Number=0391656458
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02078]  Τῷ γὰρ οἴκοθεν κατορθοῦντι τὰ μείζω, ποῦ χρεία παιδαγωγοῦ;
000-00-00 Serial Number=0751830578
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03264]  αὐτοὺς ἀνάγει ἐπὶ τὸν πατριάρχην, τῶν μὲν κατορθωμάτων οἴκοθεν αὐτοῖς φέρων τὰ ὑποδείγματα, τοῦ δὲ νομίζειν ἐγκαταλελεῖφθαι, ἀπὸ τοῦ πατριάρχου.
 [06120]  καὶ τὸν ζῆλον οἴκοθεν αὐτοῖς προσφέρει.
 [09712]  Καὶ τοῦτο οὐκ οἴκοθεν λέγω τὸ ὑπόδειγμα, ἀλλ' ἀπὸ τῆς θείας Γραφῆς.
000-00-00 Serial Number=0469098747
In epistulam ad Philippenses Ante [Go Back]  
 [02105]  ἐπεὶ εἰ ὑπετάγη, οὐδὲ ταπεινοφροσύνης ἦν τὸ πρᾶγμα, εἰ μὴ οἴκοθεν τοῦτο εἵλετο, εἰ μὴ παρ' ἑαυτοῦ.
000-00-00 Serial Number=0861422658
In epistulam ad Romanos Ante [Go Back]  
 [00674]  Οὐ γὰρ ἐξ ἱδρώτων καὶ πόνων αὐτὴν κατορθοῖς, ἀλλ' ἀπὸ τῆς ἄνωθεν δωρεᾶς λαμβάνεις, ἓν μόνον εἰσφέρων οἴκοθεν, τὸ πιστεῦσαι.
 [01562]  Εἶτα ἵνα μὴ δόξῃ κατηγορεῖν οἴκοθεν, τὸν προφήτην ἐπήγαγεν αὐτῶν κατήγορον, νῦν μὲν ἐν βραχεῖ καὶ συντόμως καὶ ὡς ἐν κεφαλαίῳ, ὕστερον δὲ καὶ κατὰ μέρος, καὶ νῦν μὲν τὸν Ἡσαΐαν, μετὰ δὲ ταῦτα τὸν ∆αυῒδ, ὅτε καὶ πλείονας ἐπεδείξατο τοὺς ἐλέγχους.
 [02089]  Ἐπειδὴ γὰρ οἴκοθεν ἦσαν προδεδομένοι, διὰ τοῦτο παραγέγονεν, αὐτῷ τῷ παραγενέσθαι τὴν καύχησιν ἀναιρῶν.
 [03324]  Εὑρεθήσεται γὰρ οὕτω μηδὲ δίκην ὀφείλων ὁ τοιοῦτος, εἴ γε μὴ οἴκοθεν γέγονεν ἁμαρτωλός.
 [03961]  Οὐ γὰρ εἶπεν, Ὁ μισθὸς τῶν κατορθωμάτων ὑμῶν, ἀλλὰ, Τὸ δὲ χάρισμα τοῦ Θεοῦ, δεικνὺς ὅτι οὐκ οἴκοθεν ἀπηλλάγησαν, οὐδὲ ὀφειλὴν ἀπέλαβον, οὐδὲ ἀμοιβὴν καὶ ἀντίδοσιν πόνων, ἀλλὰ χάριτι ταῦτα πάντα ἐγένοντο·
 [05025]  Οὐχ ὁρᾷς τοὺς καθ' ἑκάστην ἡμέραν ἐπὶ τὰ μνήματα φερομένους, πῶς γυμνοὶ καὶ πάντων ἔρημοι πρὸς τοὺς τάφους ἐκείνους ἀπάγονται, οὐδὲν τῶν οἴκοθεν λαβεῖν δυνάμενοι, ἀλλὰ καὶ αὐτὰ ἃ περιβάλλονται τῷ σκώληκι φέροντες;
 [05393]  Τί γὰρ μέγα αἰτεῖ παρὰ σοῦ ὁ Θεὸς, αὐτὸς ὁλόκληρα οἴκοθεν διδοὺς τὰ ἀγαθά;
 [06367]  τουτέστι, ἀπηρτισμένον, οἴκοθεν μέντοι καὶ παρ' ἑαυτοῦ.
 [06453]  Πάλιν ἐνταῦθα ἄλλο τι δείκνυσιν, ὅτι οὐδ' αὐτοὶ οἱ ὀλίγοι οἴκοθεν διεσώθησαν.
 [07301]  καὶ δι' αὐτῶν δηλώσας, ὅτι τὸ πλέον μέρος τῶν Ἰουδαίων ἀπόλωλεν, ἵνα μὴ δόξῃ πάλιν οἴκοθεν ἐκφέρειν τὴν κατηγορίαν, καὶ ἐπαχθῆ τὸν λόγον ποιεῖν, καὶ ὡς ἐχθρὸς αὐτῶν καθάπτεσθαι, ἐπὶ τὸν ∆αυῒδ καὶ τὸν Ἡσαΐαν καταφεύγει, λέγων·
 [07591]  Εἰ δὲ καὶ πραγμάτων τάξιν ζητεῖς καὶ λογισμῶν [60.591] ἀκολουθίαν, ἔχεις οἴκοθεν τὸ ὑπόδειγμα μετὰ πλείονος τῆς περιουσίας.
 [07687]  καὶ τοσαῦτα ἐργασάμενος καὶ χαρισάμενος ἡμῖν, οὐ παρ' ἑτέρου δανεισάμενος ταῦτα ἔδωκεν, ἀλλ' οἴκοθεν ἀναβλύσας, οὐδὲ ἀμοιβὴν ὀφείλων τινὶ, ὡς παρ' αὐτοῦ εἰληφώς τι, ἀλλ' αὐτὸς κατάρχων ἀεὶ τῶν εὐεργεσιῶν.
 [09244]  Τί οὖν, εἰ οἴκοθεν σκανδαλίζεται, φησὶν, ἀσθενὴς ὤν;
 [09269]  Καὶ πόθεν, εἰπέ μοι, πρᾶγμα τοσοῦτον τολμᾷς ἀποφήνασθαι, καὶ ταῦτα οἴκοθεν φέρων τὴν ψῆφον;
 [09999]  Καὶ ἐπειδὴ οἴκοθεν εἶδεν αὐτοὺς προδεδομένους, δι' ἑτέρους αὐτοὺς ἀξιοῖ σώζεσθαι.
000-00-00 Serial Number=0239565670
In epistulam ad Titum Ante [Go Back]  
 [00553]  Ὅτι μάλιστα τούτοις ἐντρέπομεν αὐτοὺς, ὅταν οἴκοθεν ἐνέγκωμεν τὰς μαρτυρίας καὶ τὰς κατηγορίας, ὅταν τοὺς παρ' αὐτοῖς θαυμαστοὺς, τούτους ἐπιστήσωμεν αὐτοῖς αἰτιωμένους.
000-00-00 Serial Number=0877292395
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00131]  ἀλλὰ καλεῖ μὲν, ἀναμένει δὲ ὥστε ἑκόντας καὶ βουληθέντας οἴκοθεν προσελθεῖν·
000-00-00 Serial Number=0335144937
In illud In faciem ei restiti Ante [Go Back]  
 [00419]  Ὅταν γάρ τινες ὀφείλωσί τινα ἐλλείμματα πολιτικῶν εἰσφορῶν, εἶτα οἱ μέλλοντες αὐτοὺς ἀπαιτεῖν, αἰσχύνωνται καὶ ἐρυθριῶσι προσενεχθῆναι σφοδρότερον, βουλόμενοι πλείονα λαβεῖν ἀφορμὴν καὶ ἐξουσίαν τῆς κατ' αὐτῶν σφοδρότητος, παρασκευάζουσιν ἑτέρους τῶν συστρα τιωτῶν ἀποδῦσαι, λοιδορήσασθαι, μυρία ἕτερα αὐτοῖς διαθεῖναι δεινὰ ὁρώντων ἐκείνων, ἵνα τούτων γενο μένων, μηκέτι παρ' ἑαυτῶν, μηδὲ οἴκοθεν, ἀλλ' ἐκ τῆς ἑτέρων ἀνάγκης δοκῶσιν ἐκείνοις σφοδρότερον ἐπιτίθεσθαι·
000-00-00 Serial Number=0785989165
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00055]  Οὐ γὰρ δὴ οἴκοθεν αὐτὰ εἰσῆγον, ἀλλ' ἀφ' ὧν ὁ Χριστὸς ἔλεγε συλλογιζόμενος αὐτούς.
000-00-00 Serial Number=0147750914
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00182]  Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι δέον οἴκοθεν καὶ παρ' ἑαυτῶν τρέφεσθαι, τὰς [51.196] ἑτέρων ἐνοχλοῦσιν οἰκίας, ἀλλ' ὅτι καὶ πάντων αὐτοὶ γίνονται χείρους.
 [00297]  Ἐπειδὴ δὲ λοιπὸν ἱκανῶς ἔγνωσαν αὐτοῦ τὴν δύναμιν, ἐβούλετο καὶ αὐτοὺς οἴκοθεν τὴν αὐτῶν ἀρετὴν ἐπιδείξασθαι, καὶ μὴ μέχρι τέλους αὐτοὺς διαβαστάζεσθαι, ἀλλ' ἐνδιδόναι πολλαχοῦ καὶ συγχωρεῖν, καὶ πειρασμοὺς αὐτοὺς ὑπομένειν, ἵνα μὴ διὰ τέλους ἀργοὶ μένωσι.
000-00-00 Serial Number=0357082367
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00225]  Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀρχόντων, ὅταν μὲν κλέπτωσιν, ἐπιεικεῖς εἰσι καὶ μέτριοι καὶ προσηνεῖς οὐκ οἴκοθεν, ἀλλὰ διὰ τὴν ἀνάγκην τοῦ συνειδότος, ἐκ τῶν κλεμμάτων περιηρημένοι τὴν παῤῥησίαν·
 [00226]  οἱ δὲ ἀδωροδόκητοι, φορτικοὶ καὶ ἐπαχθεῖς, οὐδὲ αὐτοὶ πάλιν οἴκοθεν, ἀλλ' ὑπό τινος κενοδοξίας καὶ τοῦ καθαροὶ λημμάτων εἶναι·
000-00-00 Serial Number=0532737911
In illud Verumtamen frustra conturbatur Ante [Go Back]  
 [00114]  τί τὰ τῶν ὀρφανῶν κατέχεις, τί αἰτούμενος παρ' αὐτῶν ἀγανακτεῖς, ὡς οἴκοθεν ἀναλίσκων;
000-00-00 Serial Number=0532321572
In illud Vidua eligatur Ante [Go Back]  
 [00077]  Ἂν αὐτὴ βούληται οἴκοθεν καὶ παρ' ἑαυτῆς αἱρεῖσθαι ταῦτα, ποιείτω·
 [00416]  Καίτοι γε οὐδὲν οἴκοθεν ἐκεῖνοι παρεῖχον τοῖς πένησιν, ἀλλὰ τὰ παρ' ἑτέρων διδόμενα ᾠκονόμουν καλῶς·
000-00-00 Serial Number=0141419709
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00152]  Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι ἀνάγκῃ τινὶ καὶ βίᾳ τινὸς ἔνδοθεν ὠθοῦντος αὐτὸν τοῦτο γίνεται, μηδὲ διαπορῇς, δείκνυσί σοι καὶ ἐν τῷ σταυρῷ τὴν πονηρίαν αὐτοῦ ἔτι διατηροῦντα τὴν προτέραν, ἵνα εἰδῇς, ὅτι οἴκοθεν καὶ παρ' ἑαυτοῦ μεταβαλόμενος, καὶ τῆς τοῦ Θεοῦ χάριτος ἀπολαύσας, οὕτω βελτίων ἐγένετο.
000-00-00 Serial Number=0928077936
In secundum domini adventum Ante [Go Back]  
 [00023]  Τί οὖν, ἐὰν οἴκοθεν, φησὶ, σκανδαλίζηται ἀσθενὴς ὤν;
 [00066]  Καὶ πόθεν, εἴπατέ μοι ἄθλιοι, πρᾶγμα τοιοῦτον τολμᾶτε ἀποφήνασθαι, καὶ ταῦτα οἴκοθεν φέροντες τὴν ἄδικον ψῆφον;
000-00-00 Serial Number=0413745344
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00041]  Πολ λοὺς δὲ μετὰ τὸ γενέσθαι, οὐκ ἔχοντας οἴκοθεν, χάριν ἐνέδυσεν.
000-00-00 Serial Number=0357316852
Quales ducendae sint uxores Ante [Go Back]  
 [00474]  Οὐχ ἁπλῶς δὲ ταῦτα εἴρηται, ὅτι ἠγάπησεν αὐτὴν, καὶ παρεκλήθη περὶ τῆς Σάῤῥας τῆς μητρὸς αὐτοῦ, ἀλλ' ἵνα μάθῃς τοῦ φίλτρου καὶ τῆς ἀγάπης τὰς ὑποθέσεις, ἃς οἴκοθεν ἔχουσα ἦλθεν ἡ γυνή.
000-00-00 Serial Number=0512381136
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00114]  ἀλλ' ἐπειδὴ αὐτὸς αὐτὸν οἴκοθεν παρακαλέσαι οὐκ ἠβουλήθη λῦσαι τὸ δεινὸν, αὐτός τε αὖ πάλιν χωρὶς ἐκείνου τοῦτο ποιῆσαι οὐκ ἤθελεν, ὅρα τί γίνεται·
 [00196]  καὶ ἕως ὅτε φῶς ἔλαμψεν ἄνωθεν, καὶ φωνὴ ἠνέχθη πρὸς τὴν ἀλήθειαν αὐτὸν ἕλκουσα, οἴκοθεν συνιδεῖν οὐκ ἠδυνήθη τὸ δέον.
000-00-00 Serial Number=0527351856
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00062]  Εἰ γὰρ ὁ διάβολος ὁ τοσαύτης γέμων κακίας, πάντα αὐτοῦ κινήσας τὰ ὄργανα καὶ πάντα ἀφεὶς τὰ βέλη καὶ ὅσα ἦν ἐν ἀνθρώποις κακά, μετὰ πολλῆς τῆς ὑπερβολῆς, καὶ εἰς τὴν οἰκίαν τοῦ δικαίου καὶ εἰς τὸ σῶμα κενώσας, οὐδὲν τὸν ἄνδρα ἠδίκησεν ἀλλά, ὅπερ ἔφην, καὶ μᾶλλον ὠφέλησε, πῶς δυνήσονταί τινες τὸν δεῖνα καὶ τὸν δεῖνα αἰτιάσασθαι, ὡς παρ' αὐτῶν, ἀλλ' οὐχ ὡς οἴκοθεν ἠδικημένοι;
 [00128]  οὐδὲ ἐνταῦθα ἂν βλαβῇ, παρ' ἑτέρου βλάπτεται, ἀλλ' οἴκοθεν καὶ παρ' ἑαυτοῦ.
 [00129]  Πῶς οἴκοθεν καὶ παρ' ἑαυτοῦ;
 [00279]  τὸν δὲ οὐκ ἐθέλοντα νήφειν καὶ τὰ παρ' ἑαυτοῦ συνεισφέρειν οἴκοθεν, οὐδεὶς οὐδέποτε ὠφελήσει.
 [00282]  Οὔτε γὰρ δυσκολία πραγμάτων, οὔτε καιρῶν μεταβολαί, οὔτε δυναστευόντων ἐπήρειαι, οὔτε ἐπιβουλῶν νιφάδες, οὔτε συμφορῶν ὄχλος, οὔτε πάντων τῶν ἐν ἀνθρώποις κακῶν συλλεγόμενος ὁ φορυτὸς παρασαλεῦσαί τι κἂν μικρὸν δυνήσεται τὸν γενναῖον καὶ νήφοντα καὶ ἐγρηγορότα, ὥσπερ αὖ τὸν ῥᾴθυμον καὶ ἀναπεπτωκότα, καὶ οἴκοθεν προδεδομένον, κἂν μυρίαι προσάγωνται θεραπείαι, οὐδὲν ἀμείνω ποιοῦσι.
 [00338]  ὁ δὲ οἴκοθεν ἑαυτὸν προδιδοὺς καὶ καταβλάπτων, κἂν μυρίων εὐεργεσιῶν ἀπολάβῃ, οὐδὲν μέγα κερδαίνει;
 [00340]  ἀλλ' ἐπειδὴ οἴκοθεν ἦσαν εὐγνώμονες μικρᾶς ἐπιλαβόμενοι ῥοπῆς βελτίους ἐγένοντο, καίτοι βάρβαροι ὄντες καὶ ἀλλόφυλοι καὶ πάντων ἀνήκοοι τῶν θείων χρησμῶν καὶ πόρρω που τῆς Παλαιστίνης ἀπῳκισμένοι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»