Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οἴκοι [137]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οἴκοι


000-00-00 Serial Number=0147170842
Ad Innocentium papam i Ante [Go Back]  
 [00042]  Ὁ δὲ οὐδὲ τῶν βασιλικῶν [52.533] ἠνέσχετο γραμμάτων, ἀλλ' ἔμενεν οἴκοι, προβαλλόμενος στάσιν τοῦ δήμου, καὶ σπουδὴν ἄκαιρόν τινων δῆθεν ἀντεχομένων αὐτοῦ·
000-00-00 Serial Number=0307797194
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00006]  ἐπειδὴ δὲ ἡ τοῦ σώματος ἀσθένεια, καὶ τὸ κατασκῆψαν τῇ κεφαλῇ κακὸν οἴκοι μένειν καταναγκάσαν, διακονίαν τοσοῦτον ἔχουσαν κέρδος ἡμᾶς ἀφείλετο, ὅπερ ἐστὶν ὑπόλοιπον καὶ πρὸς παραμυθίαν τὴν σὴν, καὶ πρὸς ὠφέλειαν τὴν ἡμετέραν, τοῦτο κατὰ δύναμιν εἰσενεγκεῖν οὐκ ὀκνήσομεν.
 [00987]  Ἀλλ' ὅμως οὐδὲν αὐτὸν τούτων οἴκοι μένειν ἔπεισεν, ἀλλ' ὑπὸ τῆς σφοδρᾶς ἀθυμίας τῶν γενομένων πληγεὶς ἀπῄει κοινωνήσων ἐκείνοις τῶν κακῶν, καὶ εἰς προῦπτον ῥίψων θάνατον ἑαυτόν.
 [01532]  Ἐλθὼν δὲ οἴκοι τοσαῦτα εὗρε κακὰ, ὡς μικροῦ δεῖν καὶ ἀποπνιγῆναι τῇ λύπῃ.
 [01535]  Ἀπῄει μὲν γὰρ ὡς ἀναπαυσόμενος οἴκοι, καὶ τῆς ἀθυμίας ἐκείνης εὑρήσων
000-00-00 Serial Number=0583669603
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00149]  [5] Εἴπω, βούλει, καὶ τὰς οἴκοι φροντίδας τὰς τῆς γυναικός, τὰς τῶν παίδων, τὰς τῶν οἰκετῶν.
000-00-00 Serial Number=0420297980
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00347]  ν μέτρα μόνον καὶ καιροὺς χαρακτηρίζουσιν οὗτοι, ἀλλὰ καὶ ἑκάστης νυκτὸς καὶ ὥραν καὶ ῥοπὴν μετὰ πολλῆς παριστῶσι τῆς ἀκριβείας καὶ ποιοῦσιν εἰδέναι τοὺς ὁρῶντας, πότε μὲν τὸ πλέον αὐτῆς παρῆλθε, πότε δὲ τὸ ἔλαττον ὑπολέλειπται καὶ αὖ τοὐναντίον πάλιν, ὅπερ οὐ ναύταις μόνον, ἀλλὰ καὶ ὁδοιπόροις χρήσιμον, ὥστε μὴ ἀωρὶ τῆς νυκτὸς τῆς ὁδοιπορίας ἅπτεσθαι, μήτε ἐν καιρῷ τῷ προσήκοντι οἴκοι καθῆσθαι.
 [00670]  καὶ οἱ μὲν εἰς αἰχμαλωσίαν ἀπενεχθέντες οὐ παρεβλάβησάν τι, ἄλλοι δὲ οἴκοι μένοντες καὶ πάντων ἀπολαύοντες τῶν ἐπὶ τῆς πατρίδος, προσέκρουσαν καὶ κατεδικάσθησαν.
 [01137]  καὶ τοῦ Εὐαγγελίου χωρὶς ἐν συλλόγοις καὶ συνουσίαις, ταῖς οἴκοι, ταῖς ἐν ἀγορᾷ, ταῖς ἁπανταχοῦ, κἂν εἰς τὴν Περσῶν χώραν ἀπέλθῃς, κἂν εἰς τὴν Ἰνδῶν, κἂν εἰς τὴν Μαύρων, κἂν ὅσην ἥλιος ἐφορᾷ γῆν καὶ πρὸς αὐτὰς τὰς ἐσχατιάς, ταύτης ἀκούσῃς τῆς φωνῆς καὶ ὄψει τὸν δίκαιον ἐκεῖνον ἔτι καὶ νῦν βοῶντα, ἐνηχοῦντα καὶ τὴν κακίαν ἐλέγχοντα τοῦ τυράννου καὶ οὐδέποτε σιγῶντα, οὐδὲ τῷ πλήθει τοῦ χρόνου τὸν ἔλεγχον μαραινόμενον.
000-00-00 Serial Number=0105176032
Ad populum Antiochenum Ante [Go Back]  
 [00960]  ἕκαστος καὶ ἑκάστη, καὶ εἰς Ἐκκλησίαν ἀπαντῶντες, καὶ οἴκοι μένοντες, καλῶμεν μετὰ πολλῆς σπουδῆς τὸν Θεὸν, καὶ πάντως ἐπινεύσει ταῖς δεήσεσι.
 [01711]  Ὅταν οὖν τοιαῦτα τοὺς ἁμαρτωλοὺς ἀναμένῃ κακὰ, τί γένοιτ' ἂν αὐτοῖς ὄφελος, κἂν οἴκοι, κἂν ἐπὶ τῆς ἑαυτῶν κλίνης καταλύσωσι τὴν ζωήν;
 [01714]  Τοιοῦτος ἦν ὁ τοῦ πλουσίου θάνατος ἐκείνου τοῦ τὸν Λάζαρον ὑπεριδόντος, ὃς οἴκοι καὶ ἐπὶ τῆς κλίνης καὶ τῶν ἐπιτηδείων παρόντων οἰκείᾳ τελευτῇ καταλύσας τὸν βίον, ἀπελθὼν ἐκεῖ ἀπετηγανίζετο, οὐδὲ μικρὰν παραμυθίαν ἐκ τῆς κατὰ τὸν παρόντα βίον εὐημερίας εὑρεῖν δυνηθεὶς ἐκεῖ.
 [02326]  Ἀπιὼν τοίνυν οἴκοι, διαλέγου ταῦτα τοῖς κατὰ τὴν οἰκίαν ἅπασι·
 [02698]  ∆ιὸ καὶ πάντας ὑμᾶς ἐπὶ τῆς διανοίας περιφέρω τῆς ἐμαυτοῦ, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ οἴκοι.
 [02834]  Ἐπειδὰν γὰρ τοῦ χειμῶνος καὶ ναύτης, καὶ κυβερνήτης, καὶ ὁδοιπόρος, καὶ στρατιώτης, καὶ γεωργὸς τὰ πολλὰ οἴκοι κάθηνται τῷ κρυμῷ συνδεδεμένοι, καὶ ἀργίας καιρὸς ὁ τοῦ χειμῶνός ἐστι, τὸ πλέον τοῦ χρόνου εἰς νύκτα ἀναλίσκεσθαι ἐποίησεν ὁ Θεὸς, ἵνα μὴ περιττὸν ᾖ τῆς ἡμέρας τὸ μῆκος, οὐδὲν δυναμένων ποιεῖν τῶν ἀνθρώπων.
 [02965]  Τὸ φαγόντα μένειν οἴκοι καὶ ὑστερεῖν τῆς ἱερᾶς ταύτης ἑορτῆς.
 [03700]  Ὅταν γὰρ φίλοι παραπέμπωσι μετὰ τοιαύτης συμβουλῆς, καὶ οἴκοι γενόμενον ἡ γυνὴ πάλιν τὰ αὐτὰ ἀναμιμνήσκῃ, καὶ μόνους ὄντας ὁ λόγος ὁ ἡμέτερος κατέχῃ, ταχέως ἀποκρουσόμεθα τὴν πονηρὰν συνήθειαν ταύτην.
 [04552]  Καὶ γὰρ οἱ ὑδρευόμενοι οὐ παρὰ τὴν κρήνην μόνον ἔχουσι πεπληρωμένα τὰ ἀγγεῖα, οἴκοι δὲ ἀπελθόντες κενοῦσιν, ἀλλ' ἐκεῖ μάλιστα αὐτὰ μετὰ ἀσφαλείας ἀποτίθενται, ὥστε μὴ περιτραπῆναι καὶ μάταιον γενέσθαι τὸν πόνον.
 [04553]  Τούτους καὶ ἡμεῖς μιμησώμεθα, καὶ οἴκοι γενόμενοι τηρῶμεν μετὰ ἀκριβείας τὰ εἰρημένα·
 [04554]  ὡς ἐὰν ἐνταῦθα μὲν ἦτε πεπληρωμένοι, οἴκοι δὲ ἀναχωρῆτε κενοὶ, τὰ ἀγγεῖα τῆς διανοίας ὑμῶν ἔρημα τῆς ἀκροάσεως ἔχοντες, οὐδὲν ἔσται ἐκ τῆς ἐνταῦθα πληρώσεως ὑμῖν ὄφελος.
 [05247]  ἀλλ' ἡμᾶς ἡ ἀσθένεια καὶ ἄκοντας οἴκοι μένειν κατηνάγκαζε.
 [05253]  ∆ιὰ τοῦτο καὶ οἴκοι καθήμενος ἔχαιρον μεθ' ὑμῶν, καὶ τῆς ἀῤῥωστίας μοι μηδέπω λυθείσης ἁπάσης, ἀνέστην καὶ ἔδραμον πρὸς ὑμᾶς, ὥστε τὰ ποθεινὰ πρόσωπα ὑμῶν ἰδεῖν καὶ τῆς παρούσης ἑορτῆς μετασχεῖν.
000-00-00 Serial Number=0903752327
Adversus Judaeos Ante [Go Back]  
 [01215]  δέον σε οἴκοι καθήμενον στενάζειν ὑπὲρ ἐκείνων καὶ δακρύειν, ὅτι τῷ προστάγματι τοῦ Θεοῦ μάχονται, ὅτι τὸν διάβολον ἔχουσι μεθ' ἑαυτῶν χορεύοντα.
 [01849]  Ὅταν οὖν ἀκούσῃς τῶν προφητῶν προλεγόντων καὶ προαναφωνούντων, ὅτι οὐκ ἔτι εἰς μίαν πόλιν, οὐδὲ εἰς ἕνα τόπον ἀναγκασθήσονται συνάγεσθαι πάντοθεν οἱ ἄνθρωποι, ἀλλ' οἴκοι καθήμενος ἕκαστος θεραπεύσει τὸ θεῖον, τίνα ἂν ἔχοις εἰπεῖν ἕτερον καιρὸν, ἀλλ' ἢ τὸν παρόντα τοῦτον;
000-00-00 Serial Number=0635892093
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00229]  Τί οὖν, οἱ οἴκοι μένοντες, φησὶν, οὐ δυνήσονται ταῦτα κατορθοῦν, ἃ μὴ κατορθούμενα τοσαύτην φέρει τὴν κόλασιν;
 [01310]  καλέσασα γάρ με οἴκοι, καὶ ταῦτα πάντα κοινωσαμένη, καὶ τοῦ παιδίου λαβοῦσα τὴν δεξιὰν, ταῖς ἐμαῖς ἐντίθησι χερσίν.
 [01335]  Ἔχων γὰρ οἴκοι διαπαντὸς τὸν ῥυθμίζοντα, καθάπερ ἄγαλμα συνεχῶς ἀπολαῦον τῆς τοῦ τεχνίτου χειρὸς, οὕτω προσθήκην καθ' ἑκάστην ἡμέραν ἐλάμβανε τοῦ κατὰ ψυχὴν κάλλους.
 [01742]  Καὶ εἰ μὲν ἦν οἴκοι μένοντας μὴ διαφθαρῆναι τέλεον, ἀλλὰ τὴν γοῦν ἐσχάτην τάξιν τῆς σωτηρίας λαχεῖν, μάλιστα μὲν οὐδὲ οὕτως ἂν τὴν κόλασιν διεφύγομεν, τοὺς ἐπὶ βίον ἀκριβέστερον βαδίζειν ἐπειγομένους κωλύοντες, καὶ ἐν τοῖς βιωτικωτέροις κατέχοντες πρὸς τὸν οὐρανὸν πτῆναι ἐπειγομένους·
000-00-00 Serial Number=0993366838
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00006]  Εἰσὶ γάρ τινες οἳ γάμου καὶ συνουσίας χωρὶς κόρας ἀπειρογάμους ἀγόμενοι, καθίζουσιν οἴκοι διὰ παντὸς, καὶ εἰς ἔσχατον γῆρας ἑαυτοῖς συγκατακλείουσιν, οὔτε ἐπὶ παιδοποιίᾳ οὐ γάρ φασιν αὐταῖς συγγενέσθαι, οὔτε ἐξ ἀκολασίας λέγουσι γὰρ αὐτὰς ἀκεραίους διατηρεῖν·
000-00-00 Serial Number=0446760476
Contra ludos et theatra Ante [Go Back]  
 [00016]  Ἐγὼ οὖν οἴκοι καθήμενος, καὶ τῆς φωνῆς ἀκούων ἐκρηγνυμένης, τῶν κλυδωνιζομένων χαλεπώτερον ἔπασχον.
000-00-00 Serial Number=0946625948
Contra theatra Ante [Go Back]  
 [00038]  Ὑπὸ γὰρ τῆς ἐν τοῖς θεάτροις ἐμπρησθεὶς ἐπιθυμίας, καὶ ὑπὸ τῆς ξένης ἐκείνης θεωρίας ἁλοὺς τῆς γεγοητευμένης, τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρίζεις, μυρίοις περιβάλλεις ὀνείδεσιν, οὐδὲν ἔχων ὅλως ἐγκαλέσαι, ἀλλ' αἰσχυνόμενος τὸ πάθος εἰπεῖν καὶ τὸ τραῦμα δεῖξαι, ὅπερ ἐκεῖθεν λαβὼν ἐπανῆλθες, ἑτέρας πλέκεις προφάσεις, ἀφορμὰς ζητῶν ἀπεχθείας ἀλόγους, καὶ τῶν μὲν οἴκοι πάντων ὑπερορῶν, πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ' ἧς τὸ τραῦμα ἐδέξω·
000-00-00 Serial Number=0554390371
De Anna i Ante [Go Back]  
 [00128]  Ὥστε ἀμφοτέρων ἡμῖν ἐπιμελητέον τῶν παιδίων, καὶ μάλιστα ταῖς γυναιξὶν, ὅσῳ καὶ τὰ πλείονα οἴκοι κάθηνται.
 [00382]  Ἔφυγε τὸν οἴκοι χειμῶνα, ἦλθεν εἰς λιμένα, καὶ κύματα πάλιν εὗρεν·
 [00629]  Εἰ γὰρ φιάλας καὶ ποτήρια χρυσᾶ μέλλοντές τινες ἀνατιθέναι τῷ Θεῷ, ἐπειδὰν κατασκευασθέντα λάβωσι, καὶ πρὸ τῆς ἡμέρας ἀποθῶνται οἴκοι, οὐχ ὡς κοινὰ λοιπὸν ὁρῶσι σκεύη, ἀλλ' ὡς ἀναθήματα, καὶ οὐδὲ τολμῶσιν ἁπλῶς καὶ εἰκῆ τούτων ἅψασθαι, καθάπερ καὶ τῶν λοιπῶν·
 [00849]  μετὰ ταῦτα οἴκοι γενόμενος, ἑαυτὸν κατεσθίει, τὰ ῥήματα ἀναλογιζόμενος, ἃ πολλάκις πολλὴν ἤνεγκε βλάβην.
000-00-00 Serial Number=0346514583
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00121]  [26] Ὅταν γὰρ ἐννοήσω τὸ μειράκιον τὸ μηδὲν ἠδικηκός, τὸ παρὰ τοῦ πατρὸς ἐκδοθέν, τὸ τῶν προγονικῶν βασιλείων ἀποσπασθὲν καὶ ἐν οἰκίᾳ τρυφῆς καὶ δόξης καὶ τιμῆς ἀλλαξάμενον τὴν ἐν ἀλλοτρίᾳ διαγωγὴν ἵνα ἐξῇ τῷ μιαρῷ θαρρεῖν ἐκείνῳ περὶ τῶν συνθηκῶν, εἶτα ὑπὸ αὐτοῦ κατεργασθὲν καὶ τῶν οἴκοι λαμπρῶν δι' αὐτὸν ἀποστερηθὲν καὶ ὑπ' αὐτοῦ πάλιν ἀποσφαχθέν, ἐναντίον τι πάσχω πάθος τηκόμενός τε ὁμοῦ τὴν ψυχὴν καὶ ἐξοιδῶν τὸ μὲν τοῦ θυμοῦ τὸ δὲ τῆς ἀθυμίας ἐργαζομένης.
000-00-00 Serial Number=0311389506
De Davide et Saule Ante [Go Back]  
 [00140]  Ὃ καὶ ὁ μακάριος οὗτος ἐποίησε, πενίαν ἀντὶ πλούτου, ἐρημίαν ἀντὶ πατρίδος, πόνους καὶ κινδύνους ἀντὶ τρυφῆς καὶ ἀδείας, φυγὴν διηνεκῆ ἀντὶ τῆς οἴκοι μονῆς ἑλόμενος, ἵνα ἐκεῖνον ἀπαλλάξῃ τῆς πρὸς ἑαυτὸν ἀπεχθείας καὶ ἔχθρας.
 [00542]  Ὑπὸ γὰρ τῆς ἐν τοῖς θεάτροις ἐμπρησθεὶς ἐπιθυμίας, καὶ ὑπὸ τῆς ξένης ἐκείνης θεωρίας ἁλοὺς τῆς γεγοητευμένης, τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρίζεις, μυρίοις περιβάλλεις ὀνείδεσιν, οὐδὲν ἔχων ὅλως ἐγκαλέσαι, ἀλλ' αἰσχυνόμενος τὸ πάθος εἰπεῖν, καὶ τὸ τραῦμα δεῖξαι, ὅπερ ἐκεῖθεν λαβὼν ἐπανῆλθες, ἑτέρας πλέκεις προφάσεις, ἀφορμὰς ζητῶν ἀπεχθείας ἀλόγους, καὶ τῶν μὲν οἴκοι πάντων ὑπερορῶν, πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ' ἧς τὸ τραῦμα ἐδέξω·
000-00-00 Serial Number=0830522060
De Lazaro Ante [Go Back]  
 [00843]  Καὶ τοῦτο ἀεὶ παρακαλῶ, καὶ παρακαλῶν οὐ παύσομαι, ἵνα μὴ μόνον ἐνταῦθα τοῖς λεγομένοις [48.992] προσέχητε, ἀλλὰ καὶ οἴκοι γινόμενοι, τῇ τῶν θείων Γραφῶν ἀναγνώσει συνεχῶς ἐνδιατρίβητε.
 [00925]  Εἰ δὲ ἐν ὁδῷ τοσαύτην σπουδὴν ἐπεδείκνυτο, ἐννόησον τίς ἦν οἴκοι διατρίβων·
000-00-00 Serial Number=0719352424
De beato Philogonio Ante [Go Back]  
 [00191]  Οὐ γὰρ πέλαγος ἀνάγκη διαπερᾶσαι, οὐδὲ ὀρῶν ὑπερβῆναι κορυφὰς, ἀλλ' οἴκοι καθήμενον, εὐλάβειαν ἐπιδεικνύμενον καὶ πολλὴν τὴν κατάνυξιν, ἔστιν ἰδεῖν ἅπαν καταλῦσαι τὸ τειχίον, ἀνελεῖν τὸ κώλυμα, συστεῖλαι τῆς ὁδοῦ τὸ μῆκος·
000-00-00 Serial Number=0651677251
De fato et providentia Ante [Go Back]  
 [00428]  Εἰ γὰρ ἀνάγκη πάντως τὰ εἱμαρμένα γενέσθαι, καὶ σπουδαζόντων καὶ καθευδόντων, μηδεὶς γεωργὸς ζευγνύτω βοῦς, μηδὲ ἄροτρον ἑλκέτω, μήτε αὔλακα τεμνέτω, μηδὲ καταβαλλέτω σπέρματα, μήτε ὥραν ἔτους ἐπιτηρείτω ἐπιτηδείαν, μηδὲ ἀνεχέσθω κρυμοῦ, καὶ διηνεκοῦς ὑετοῦ, καὶ ταλαιπωρίας, καὶ μόχθων πρὸς διαμεμετρημένον τὸ ἔτος, μὴ θηγέτω δρεπάνην, μηδὲ ἀμάτω λήϊον, μὴ τριβέτω ἀστάχυς, μὴ φυτευέτω, μηδὲ θεραπευέτω φυτὰ, πᾶσαν ἁπλῶς τῆς γεωργίας ῥίψας τὴν ἐπιμέλειαν, οἴκοι καθεζέσθω, καὶ πάντα καθευδέτω τὸν χρόνον·
000-00-00 Serial Number=0245755017
De futurae vitae deliciis Ante [Go Back]  
 [00033]  Τὸν γὰρ λόγον, ὃν εἰς πάντας ἐκχέω, ἂν μὲν οἴκοι κατάσχω παρ' ἐμαυτῷ, ἀπορώτερος γίνομαι·
000-00-00 Serial Number=0727864981
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00048]  Ἐπειδὰν δὲ οἴκοι γενόμενος, ἔνδον εἰς τὴν οἰκίαν τοῦ δαίμονος τούτου, τὴν μὲν ὥραν ἀπελθοῦσαν ἴδῃ τῆς συνελεύσεως λυθείσης καὶ εἰς τὸ θέατρον ἰδὼν εὕρῃ κενὸν ἀνδρῶν ὂν καὶ οὐδένα οὐδὲν φθεγγόμενον, τὴν δὲ ζημίαν οὐκ ἐπὶ φαντασίας, ἀλλ' ἐπὶ χρημάτων ἤδη γεγενημένην, τηνικαῦτα αἰσθάνεται τῆς τέφρας.
000-00-00 Serial Number=0176005304
De paenitentia [1] Ante [Go Back]  
 [00009]  Καὶ ταῦτα, καὶ οἴκοι καθήμενοι καὶ διανιστάμενοι, καὶ ὁδοιποροῦντες καὶ ἀναπαυόμενοι, καὶ εἰσιόντες καὶ ἐξιόντες, ἐστρέφομεν συνεχῶς, τὴν ὑμετέραν ὀνειροπολοῦντες ἀγάπην·
 [00225]  διὰ γὰρ τοῦτο αὐτὸν καὶ ἀφῆκεν ὁ πατὴρ, καὶ οὐκ ἐκώλυσεν εἰς τὴν ἀλλοτρίαν ἀπελθεῖν, ἵνα διὰ τῆς πείρας μάθῃ καλῶς, ὅσης ἀπήλαυσεν εὐεργεσίας οἴκοι μένων.
000-00-00 Serial Number=0085673690
De sacerdotio Ante [Go Back]  
 [00617]  Καὶ γὰρ ἀθλητής, ἕως μὲν ἂν οἴκοι μένῃ καὶ μηδενὶ συμπλέκηται, δύναται λανθάνειν, κἂν ἀσθενέστατος ὢν τύχῃ, ὅταν δὲ ἀποδύσηται πρὸς τοὺς ἀγῶνας, ῥᾳδίως ἐλέγχεται·
 [00781]  Καὶ δεῖ τὸν κελεύοντα διαπαντὸς οἴκοι μένειν καὶ ταύτας περικόψαι τὰς προφάσεις καὶ τὴν τῶν ἀναγκαίων αὐτάρκειαν παρασχόντα καὶ τὴν πρὸς ταῦτα διακονησομένην αὐτῇ·
000-00-00 Serial Number=0781900465
De sancta Droside martyre Ante [Go Back]  
 [00141]  Καὶ γὰρ πολλοὶ περὶ ταφῆς ἀκριβολογούμενοι, καὶ τοῖς προσήκουσιν ἐπισκήπτοντες, ὅπως κἂν ἀλλαχοῦ τύχωσι τελευτήσαντες, οἴκοι κομίσαντες ἐκεῖνοι αὐτοὺς κατορύξωσιν, εἶτα ἐπὶ μικροψυχίᾳ διὰ τοῦτο παρ' ἡμῶν σκωπτόμενοι, ταύτην ἡμῖν προεβάλλοντο τὴν ἱστορίαν, καὶ λεγόντων ἡμῶν ὅτι οὐδὲν διαφέρει, ἄν τε οἴκοι τις, ἄν τε ἐπὶ τῆς ἀλλοτρίας τύχῃ ταφῆς, ἔλεγον·
 [00175]  Μὴ τοίνυν ἐπὶ τοσοῦτον ὑπὲρ τῆς οἴκοι ταφῆς ἀκριβολογώμεθα, μηδὲ θάνατον τρέμωμεν, ἀλλὰ ἁμαρτίαν.
000-00-00 Serial Number=0855024338
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00129]  Ἵνα οὖν κἀκείνους τῆς κολάσεως ἀπαλλάξητε, καὶ ὑμῖν πλείονα προξενήσητε τὸν μισθὸν, ἀντιλάβεσθε τῆς τῶν ἀδελφῶν τῶν ἡμετέρων κηδεμονίας, εἰς τὴν συλλογὴν αὐτοὺς καὶ τὴν διήγησιν τῶν εἰρημένων ἐμβάλλετε, ἵνα διὰ τῆς ὁδοῦ πάσης μελετήσαντες ταῦτα, καὶ τοῖς οἴκοι μείνασι καὶ ἀπολειφθεῖσι λείψανα τῆς τραπέζης ταύτης ἀπενεγκόντες, λαμπρὰν κἀκεῖ ποιήσητε τὴν εὐωχίαν.
000-00-00 Serial Number=0837740123
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00015]  μὴ παρθένος οἴκοι μενέτω, μὴ γυνὴ τὴν οἰκίαν κατεχέτω, κενώσωμεν τὴν πόλιν, καὶ πρὸς τὸν τάφον τοῦ μάρτυρος μεθορμίσωμεν·
000-00-00 Serial Number=0220830560
De terrae motu Ante [Go Back]  
 [00081]  καὶ ἔστιν ἐν ἀγορᾷ ὑμνῳδίας ἀκοῦσαι, καὶ οἴκοι καθημένων, τοῦ μὲν ψάλλοντος, τοῦ δὲ ὑμνοῦντος·
000-00-00 Serial Number=0265345871
De virginitate Ante [Go Back]  
 [01279]  Κἂν οἴκοι μένῃ, κἂν εἰς ἀγορὰν ἐμβάλῃ, κἂν ἀποδημίαν στέλληται, πανταχοῦ τὸ δεινὸν ἀπέτεκεν θανάτου παντὸς χαλεπώτερον παρακνίζον καὶ ἐρεθίζον αὐτοῦ τὴν ψυχὴν καὶ οὐ συγχωροῦν ἠρεμεῖν.
 [01320]  Τίς γὰρ ἀνέξεται γυναικὸς κελευούσης οἴκοι μένειν διὰ παντός;
 [01528]  Καὶ γὰρ οὐχ ὅτε βούλεται ἔξεστιν αὐτῇ τῆς οἰκίας προελθεῖν, ἀλλὰ καὶ πολλάκις χρησίμου τινὸς κατεπειγούσης ἐξόδου οἴκοι μένειν ἀναγκάζεται, καθάπερ τῶν ἐπαιτῶν οἱ τοὺς πόδας ἀποτετμημένοι καὶ οὐκ ἔχοντες ὅτῳ φέροιντο.
 [01532]  Οὐδὲ γὰρ αὗται μόναι αἱ προφάσεις αὐτὰς οἴκοι κατέχουσιν, ἀλλὰ κἂν ἀλγῆσαι τοὺς πόδας τύχῃ ἄν τε ἀμφοτέρας τὰς ἡμιόνους ἄν τε θατέραν, τὸ αὐτὸ γίνεται.
 [01533]  Καὶ ὅταν μὲν εἰς πόαν ἀπενεχθῆναι συμβῇ συμβαίνει δὲ τοῦτο καθ' ἕκαστον ἐνιαυτὸν καὶ ἐπὶ πολλαῖς ἡμέραις , ἀνάγκη πάλιν οἴκοι μένειν ὥσπερ δεδεμένην καὶ μηδὲ χρείας καλούσης ἀναγκαίας ἐξιέναι τῆς οἰκίας.
 [01634]  Ὥσπερ γὰρ ἡ παρθένος ἕως μὲν ἂν οἴκοι μένῃ μετὰ τῆς μητρὸς πολλὴν τῶν παιδικῶν ἁπάντων ποιεῖται φροντίδα καὶ κιβώτιον ἐν τῷ ταμιείῳ καταθεμένη τῶν ἀποκειμένων ἐκεῖ καὶ τὴν κλεῖν αὐτὴ κέκτηται καὶ τὴν ἐξουσίαν ἅπασαν ἔχει, καὶ τοσαύτην ὑπὲρ τῆς τῶν μικρῶν ἐκείνων καὶ φαύλων φυλακῆς ἀναδέχεται μέριμναν ὅσην οἱ τὰς μεγάλας ἐπιτροπεύοντες οἰκίας.
000-00-00 Serial Number=0987940073
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01350]  Ἔξεστι τοίνυν καὶ οἴκοι καθημένοις, ταύτην τὴν ἁλείαν ἐργάζεσθαι·
 [01831]  καὶ ἐν μὲν ἱπποδρομίαις, οὐκ ὀρόφου ἐπικειμένου τοῦ τὸν ὑετὸν στέγοντος, οἱ πλείους πολλῶν ὄμβρων καταφερομένων, καὶ ἀνέμου τὸ ὕδωρ εἰς τὰς ὄψεις ῥιπίζοντος, ἑστήκασι μαινόμενοι, καὶ ψύχους καὶ ὑετοῦ καὶ μήκους ὁδοῦ καταφρονοῦσι, καὶ οὐδὲν αὐτοὺς οὔτε οἴκοι κατέχει, οὔτε ἐκεῖ κωλύει διαβῆναι·
 [03279]  οὗτοι δὲ, εἰ μὴ πάντας γυμνώσαιεν, καὶ τὰ πάντων οἴκοι κατάθοιντο, οὐδέποτε κόρον λαμβάνουσι·
 [03385]  ὥσπερ ἂν εἴ τις οἴκοι μὲν ὑπὸ τῶν οἰκετῶν τύπτοιτο καὶ τραύματα λαμβάνοι, ἔξω δὲ εἰς τὴν ἀγορὰν ἐμβαλὼν μέγα φρονῇ ἐπὶ τῇ τῶν ἄλλων ἀρχῇ.
 [06478]  Ἔστω καὶ γεωργός τις ἡμῖν, καὶ μηδὲν λυμαινέσθω τῶν ἡμετέρων, μήτε ἐπιβουλευέτω, μήτε κλεπτέτω, μόνον δὲ τὰς αὐτοῦ χεῖρας δήσας οἴκοι καθεζέσθω, μήτε σπείρων, μήτε αὔλακα τέμνων, μήτε ἄμπελον θεραπεύων, μήτε ἄλλο τι τῶν περὶ τὴν γῆν πονῶν·
000-00-00 Serial Number=0939237058
Epistula ad Cyriacum Ante [Go Back]  
 [00605]  Ὅτι στόμα διῆρε καὶ γλῶσσαν ἐκίνησεν οἴκοι καθήμενος;
000-00-00 Serial Number=0665607333
Epistulae Ante [Go Back]  
 [00376]  Τοῦ γὰρ οἴκοι καθῆσθαι πολλῷ βέλτιον καὶ χρησιμώτερον τὸ τοιαύτας ἀποδημίας ἀποδημεῖν.
 [01334]  Τοῦ γὰρ οἴκοι καθῆσθαι πολλῷ βέλτιον καὶ χρησιμώτερον τὸ τοιαύτας ἀποδημίας ἀποδημεῖν.
 [02375]  Οὐδεὶς γὰρ οἴκοι λοιπὸν μένειν ἀνέχεται, ἀλλ' ἕκαστος τὴν ἑαυτοῦ καταλιπὼν ἀποπηδᾷ.
 [02582]  περιγενόμενος δὲ τῷ διηνεκῶς οἴκοι κατακεκλεῖσθαι, ὅταν ἀφόρητος ὁ κρυμὸς ᾖ, καὶ ὀλιγάκις τῶν προθύρων προκύπτειν.
 [02742]  Ὅταν ἐννοήσω τὸν ἱδρῶτα, ὃν ἵδρωσας, καὶ οἴκοι καθήμενος, καὶ μακρὰν οὕτω καὶ διαπόντιον ἀποδημίαν στειλάμενος, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων πραγμάτων, καὶ πρὸ τοῦ τέλους σε στεφανῶν καὶ ἀνακηρύττων καὶ μακαρίζων οὐ παύομαι.
 [03060]  Εἰ γὰρ καὶ ἔρημον τὸ χωρίον ἡ Κουκουσὸς, ἀλλ' ὅμως καὶ ἡσυχίας ἀπολαύομεν ἐνταῦθα, καὶ οὐ τὸ τυχὸν ἐκ τῆς ἀσθενείας τῆς κατὰ τὴν ὁδὸν γενομένης ἡμῖν, διὰ τῆς οἴκοι καθέδρας τῆς διηνεκοῦς, διορθῶσαι ἰσχύσαμεν.
000-00-00 Serial Number=0933212817
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00690]  καὶ γὰρ ἀνεχώρησαν καὶ τοῦ χειμῶνος καταλαβόντος οἴκοι εἰσὶ συγκεκλεισμένοι, ἂν ἄρα λοιπὸν μετὰ τὴν Πεντηκοστὴν ἐξέλθωσιν.
 [00959]  Ὅτι στόμα διῇρε καὶ γλῶσσαν ἐκίνησεν οἴκοι καθήμενος;
 [01491]  Καὶ σὺ τοίνυν κἂν οἴκοι μένῃς καὶ τῇ κλίνῃ προσηλωμένη ἦς, μὴ νόμιζε ἀργὸν βίον ζῇν·
000-00-00 Serial Number=0227747440
Expositiones in Psalmos Ante [Go Back]  
 [00653]  ἀλλὰ κἂν οἴκοι μένωσι, κἂν ἐπὶ κλίνης κέωνται, νέφη βελῶν, καὶ θορύβους κυμάτων βιαιοτέρους, καὶ σφαγὰς, καὶ κραυγὰς, καὶ οἰμωγὰς, καὶ ἕτερα πολλῷ τῶν ἐν τοῖς πολεμίοις συμβαινόντων χαλεπώτερα ὑπομένουσιν.
 [01131]  Ὥστε ἕως ἂν ἐνταῦθα ὦμεν, πυκτεύειν ἀνάγκη καὶ οἴκοι καθημένους, καὶ εἰς ἀγορὰν ἐμβάλλοντας, καὶ ἀριστοποιουμένους, καὶ νοσοῦντας, καὶ ὑγιαίνοντας.
 [03381]  Οὐ τοίνυν δεῖ δρόμου ἡμῖν, οὐδὲ ἀποδημίας, ἀλλὰ καὶ οἴκοι καθημένους ταύτην ἐπισπᾶσθαι τὴν καταφυγὴν ἔνι.
 [05144]  Οὐ τοίνυν δεῖ δρόμου ἡμῖν, οὐδὲ ἀποδημίας, ἀλλὰ καὶ οἴκοι καθημένους ταύτην ἐπισπᾶσθαι τὴν καταφυγὴν ἔνι.
 [06502]  Ἵνα δὲ μὴ μακρύνων τὸν λόγον δόξω ἐνοχλεῖν, τοῖς φιλο [55.167] πονωτέροις καταλιπὼν ἑκάστην ἐκλέγειν ὑπακοὴν, καὶ τὴν ἐναποκειμένην αὐτῇ δύναμιν διερευνᾶσθαι, ἐνταῦθα καταλύσω τὸν λόγον, ἐκεῖνα παραινέσας ὑμῶν τῇ ἀγάπῃ, μὴ ἁπλῶς ἐνταῦθα εἰσιέναι, ἀλλ' ὥσπερ μαργαρίτας τὰς ὑπακοὰς λαμβάνοντας διατηρεῖν, καὶ μελετᾷν οἴκοι διηνεκῶς, καὶ πρὸς φίλους καὶ πρὸς γυναῖκας ἅπαντα ταῦτα λέγειν·
 [06604]  Καὶ γὰρ ἂν φειδόμενός τις τὸν σῖτον οἴκοι κείμενον μὴ δαπανήσῃ, μηδὲ εἰς τὰς ἀρούρας ἐκβάλῃ, τῷ στόματι τῶν σκωλήκων αὐτὸν παρέδωκεν·
000-00-00 Serial Number=0739590347
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00881]  Μείζονα ἔχει τὴν ἡδονὴν, μετὰ τὸ ἐπανελθόντες ἐπανελθεῖν πολλοὺς οἴκοι γενέσθαι, ἢ ἐξ ἀρχῆς μετὰ πλήθους ἐπανελθεῖν.
 [01580]  Τουτέστιν, Ἀπόθεσθε οἴκοι τὰ λείψανα.
000-00-00 Serial Number=0955221295
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00113]  ἀλλὰ καὶ τοῦτο τῆς σῆς ἐγένετο συνέσεως, τὸ κατασχεῖν αὐτὸν σήμερον οἴκοι, καὶ εἰς τὴν αὔριον ὑποσχέσθαι τὴν παρουσίαν.
000-00-00 Serial Number=0242349446
Homilia in martyres Ante [Go Back]  
 [00017]  Ὥστε ὁ ῥύπου καὶ κηλῖδος καθαρὰν τὴν ἑαυτοῦ διατηρῶν ζωὴν, καθ' ἡμέραν ἑορτάζει, πανηγυρίζων ἀεὶ, κἂν μὴ ἐν ἡμέρᾳ, μηδὲ ἐν σηκοῖς μαρτύρων, ἀλλὰ καὶ οἴκοι καθήμενος.
 [00039]  Καὶ ταῦτα λέγω, οὐ κελεύων οἴκοι μεθύειν, ἀλλ' ἐν καπηλείῳ μὴ διατρίβειν.
 [00054]  Εἰ μέλλεις τοίνυν, εἰς μάρτυρας παραγενόμενος, μετὰ τὴν ἐντεῦθεν ἀναχώρησιν μεθύειν, βέλτιον οἴκοι μένειν, καὶ μὴ ἀσχημονεῖν, μηδὲ ὑβρίζειν τῶν μαρτύρων τὴν ἑορτὴν, μηδὲ σκανδαλίζειν τὸν πλησίον, μηδὲ πολιορκεῖν τὴν διάνοιαν, μηδὲ ἁμαρτήματα προστιθέναι.
000-00-00 Serial Number=0016402006
In Acta apostolorum Ante [Go Back]  
 [09645]  ἂν μή τι συνάγωμεν, βέλτιον οἴκοι μένειν.
000-00-00 Serial Number=0475433290
In Genesim sermones Ante [Go Back]  
 [00174]  Ἂν δὲ οἴκοι κατορύξῃς, καὶ λῃστῇ καὶ τοιχωρύχῳ καὶ βασκάνῳ καὶ συκοφάντῃ καὶ οἰκέτῃ καὶ πάσῃ βλάβῃ ποιεῖς ὑπεύθυνον τὸ χρυσίον.
000-00-00 Serial Number=0692272544
In Isaiam Ante [Go Back]  
 [01687]  Οὐ γὰρ εὐθέως τὴν αἰχμαλωσίαν ἐπήγαγεν, ἀλλὰ λιμὸν πρότερον καὶ αὐχμόν, ἵνα οἴκοι μένοντες γένωνται βελτίους, μηδὲ ἀνίατα νοσοῦντες ἐφελκύσωνται τὸ τῶν βαρβάρων στρατόπεδον.
 [02249]  Ἀπὸ τοῦ φόβου καὶ τῆς ἀγωνίας οὐχ ἡσύχαζεν ὁ βασιλεύς, οὐδὲ οἴκοι μένειν ἠνείχετο, ἀλλ' ὅπερ ἔθος τοῖς πολιορκουμένοις ὑπομένειν, συνεχῶς ἐξῄει, τὰ τείχη περισκοπῶν, πρὸς ταῖς πύλαις γινόμενος, περιεργαζόμενος καὶ πολυπραγμονῶν, πῶς τὰ τῶν πολεμίων διάκειται πράγματα.
000-00-00 Serial Number=0447455466
In Joannem Ante [Go Back]  
 [00409]  καὶ μὴ μόνον ἐνταῦθα αὐτὴν ἐπιδείκνυσθαι, ἀλλὰ καὶ οἴκοι γενομένους, τὸν ἄνδρα πρὸς τὴν γυναῖκα, τὸν πατέρα πρὸς τὸν παῖδα περὶ τούτων διαλέγεσθαι·
 [01807]  Κατὰ μίαν Σαββάτων, ἢ καὶ κατὰ Σάββατον, τὴν μέλλουσαν ἐν ὑμῖν ἀναγνωσθήσεσθαι τῶν Εὐαγγελίων περικοπὴν, ταύτην πρὸ τούτων τῶν ἡμερῶν μετὰ χεῖρας λαμβάνων ἕκαστος οἴκοι καθήμενος ἀναγινωσκέτω συνεχῶς, καὶ πολλάκις περισκοπείτω μετὰ ἀκριβείας τὰ ἐγκείμενα, καὶ βασανιζέτω ταῦτα καλῶς·
000-00-00 Serial Number=0402304649
In Kalendas Ante [Go Back]  
 [00008]  Εἰ γὰρ καὶ μὴ τῇ σαρκὶ πάρεστιν, ἀλλὰ τῷ πνεύματι πάρεστι, καὶ νῦν μεθ' ἡμῶν ἐστιν οἴκοι καθήμενος, ὥσπερ καὶ ἡμεῖς μετ' ἐκείνου ἑστῶτες ἐνταῦθα.
 [00109]  Ἀλλ' οὐ τοῦτο μόνον ἐπέταξεν εἰς δόξαν Θεοῦ ποιεῖν, ἀλλὰ καὶ τὰ λοιπὰ ἅπαντα, οἷόν ἐστιν ἐμβαλεῖν εἰς τὴν ἀγορὰν, καὶ οἴκοι μεῖναι·
 [00113]  Πάλιν ἐστὶν οἴκοι διὰ τὸν Θεὸν μεῖναι.
 [00115]  Ὅταν ἀκούσῃς θορύβους, ἀταξίας καὶ πομπὰς διαβολικὰς, πονηρῶν ἀνθρώπων καὶ ἀκολάστων τὴν ἀγορὰν πεπληρωμένην, οἴκοι μένε, καὶ τῆς ταραχῆς ἀπαλλάττου ταύτης, καὶ ἔμεινας εἰς δόξαν Θεοῦ.
 [00116]  Ὥσπερ δὲ τὰς οἴκοι διατριβὰς καὶ τὰς ἐξόδους ἔξεστι ποιεῖσθαι διὰ τὸν Θεὸν, οὕτω καὶ ἐπαίνους καὶ ψόγους.
000-00-00 Serial Number=0564063251
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00140]  ∆οκεῖ δέ μοι καὶ πρὸς τοὺς ψευδαποστόλους τοὺς εἰκῆ καυχωμένους, καὶ οἴκοι καθημένους καὶ τρυφῶντας, ἀποτείνεσθαι διὰ τοῦ προοιμίου.
 [07353]  Καὶ τοσαύτη τοῦ νοσήματος ἡ ὑπερβολὴ, ὅτι κἂν οἴκοι τις αὐτὸν κατακλείσῃ, τοῖς παλαιοῖς ἀνδράσι φθονεῖ τοῖς τετελευτηκόσι.
000-00-00 Serial Number=0937368989
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02555]  Τουτέστι, τῆς ἀνέσεως ἐρασθεὶς, τοῦ ἀκινδύνου καὶ τοῦ ἀσφαλοῦς, μᾶλλον εἵλετο οἴκοι τρυφᾷν, ἢ μετ' ἐμοῦ ταλαιπωρεῖσθαι, καὶ συνδιαφέρειν μοι τοὺς παρόντας κινδύνους.
 [02732]  Εἰ γὰρ μέλλοι θορύβου καὶ ταραχῆς ἐμπεπλῆσθαι τὰ κατὰ τὴν οἰκίαν, ἕκαστος τῶν πολιτευομένων ἔμελλεν οἴκοι καθῆσθαι, καὶ τὰ κατὰ τὴν πόλιν κακῶς ἂν διακείσεται.
000-00-00 Serial Number=0429207146
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00729]  Καὶ γὰρ ἔξεστιν οἴκοι καθημένους ταύτην τὴν ἁλείαν ἐργάζεσθαι.
 [02676]  οὗτοι δὲ εἰ μὴ πάντα γυμνώσαιεν, καὶ τὰ πάντων οἴκοι κατάθωνται, οὐδέποτε κόρον λαμβάνουσι, μᾶλλον δὲ οὐδέποτε ἐμπιπλῶνται.
 [02933]  Καὶ ὁ γεωργὸς τὰ σπέρματα ἂν οἴκοι κατορύξας φυλάττοι, λιμὸν ἐργάσεται χαλεπόν·
 [04068]  Πάλιν ὁ ἔμπορος οὐκ οἴκοι καθήμενος ἀρκεῖται τῷ θελῆσαι, ἀλλὰ καὶ πλοῖον μισθοῦται, καὶ ναύτας καὶ κωπηλάτας καταλέγει, καὶ ἀργύριον δανείζεται, καὶ χώραν περιεργάζεται καὶ ὠνίων τιμάς.
 [07358]  κἂν οἴκοι δὲ κατακλείσῃς αὐτὸν, τὰ ἀπὸ τῆς ἀγορᾶς τραύματα ἀναξαίνων, καθ' ἑαυτὸν μειζόνως λυμανεῖται τὴν ψυχήν·
 [07851]  Εἰ δὲ βούλει καὶ ἐκ τῶν ἐν συνηθείᾳ παραδειγμάτων τοῦτο μαθεῖν, ἐννόησον εἰ συμβαίη που πῦρ ἀναφθῆναι ἐν οἰκίᾳ, εἶτά τινες τῶν πλησίον οἰκούντων, τὸ ἑαυτῶν σκοποῦντες μὴ παρατάξωνται τοῖς κινδύνοις, ἀλλὰ καὶ κατακλείσαντες ἑαυτοὺς οἴκοι μείνωσι, δεδοικότες μή τις ἐπεισελθὼν ὑφέληταί τι τῶν ἔνδον, ὅσην ὑποστήσονται τιμωρίαν;
 [08741]  Καὶ γὰρ πολὺς ὁ γέλως, εἰ διὰ τὸ πεινῇν ἔμελλον οἴκοι ἐσθίειν.
 [08746]  εἰ δὲ τοὐναντίον γίνεται, βέλτιον ὑμᾶς οἴκοι σιτεῖσθαι.
 [09999]  Ἵνα ἀκούωσι μὲν ἃ χρὴ, τὰ δὲ ἀμφιβαλλόμενα παρὰ τῶν ἀνδρῶν οἴκοι μανθανέ-τωσαν.
000-00-00 Serial Number=0555926561
In epistulam ad Ephesios Ante [Go Back]  
 [03776]  καὶ ταλασιουργία διηνεκὴς καὶ τῶν οἴκοι θεραπαινίδων ἔργα πολλῷ χαλεπώτερα.
 [04385]  Ἔστω τις γεωργὸς, καὶ μηδὲν λυμαινέσθω τοῖς ἡ μετέροις ὑπάρχουσι, μήτε ἐπιβουλευέτω, μήτε κλεπτέτω, μόνον δὲ τὰς αὑτοῦ χεῖρας δήσας, οἴκοι καθεζέσθω μήτε σπείρων, μὴτε αὔλακα τέμνων, μήτε βοῦς ὑποζευγνὺς, μήτε ἄμπελον θεραπεύων, μήτε ἄλλο τι τῶν περὶ τὴν γῆν πονῶν·
000-00-00 Serial Number=0056566656
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03785]  δηλῶν ὅτι οἴκοι ἐκάθητο, καὶ ὅτι τῶν αὐτῷ πεπονημένων τὰς ἀπαρχὰς ἔδωκε.
000-00-00 Serial Number=0849751353
In epistulam ad Philippenses Ante [Go Back]  
 [03148]  εἰ πλύνεσθαι τοῦτον ἔδει, γυμνὸν ἐχρῆν οἴκοι καθέζεσθαι;
 [03150]  Ἐννόησον οἷον ἦν Παῦλον τὸν ἐπὶ τοσούτοις κατορθώμασι περιιόντα τὴν οἰκουμένην διὰ ἱματίου ἔνδειαν οἴκοι καθῆσθαι, καὶ τηλικούτοις πράγμασιν ἐμποδίζειν.
000-00-00 Serial Number=0772382319
In epistulam ad Romanos Ante [Go Back]  
 [01095]  Ἑστήκαμεν γὰρ λοιπὸν πλοῦτον θαυμάζοντες, καὶ κάλλος σώματος, καὶ τὰ ἄλλα τὰ μηδὲν πρὸς ἡμᾶς, ὥσπερ ἐκεῖνοι οἱ οἰκέται τῶν ἐπαιτῶν τοῖς θαυματοποιοῦσι προσέχουσιν, εἶτα ἐλθόντες βραδέως, οἴκοι τὰς ἐσχάτας ὑπομένουσι πληγάς.
 [02354]  Σὺ δὲ, εἰ μέν τίς σοι χρυσίον ὀφείλων ἐν ἀλλοτρίᾳ διατρίβοντι γῇ, καὶ οὔτε οἰκέτας ἔχοντι, οὔτε δυναμένῳ εἰς τὴν οἰκίαν μετακομίσαι, δώσειν ἐπηγγέλλετο τὸ δάνεισμα, μυρία ἂν παρεκάλεσας, ὥστε μὴ ἐπὶ τῆς ξένης, ἀλλ' οἴκοι μᾶλλον αὐτὰ καταβαλεῖν·
 [05499]  καὶ τοῦ στρατηγοῦ τῶν Περσῶν διδόντος αὐτῷ μετὰ ἀδείας οἰκεῖν καὶ ἐλευθερίας ἁπάσης ὅπου βούλοιτο, προετίμησε τῆς οἴκοι διατριβῆς τὴν τοῦ λαοῦ κακουχίαν καὶ τὴν ἐν ἀλλοτρίᾳ ταλαιπωρίαν.
 [06635]  ἀλλ' εἰ μηδὲ αὐτὸν βουληθῇς ὑπερβῆναι τὸν οὐδὸν, ἔξεστί σοι καὶ οἴκοι καθημένῳ σωθῆναι·
 [08522]  Ὁ μὲν γὰρ κακῶς πάσχων οὐκ ἔχει μόνιμον οἴκοι τὸ κακόν·
 [08524]  ὁ δὲ ποιήσας κακῶς, οἴκοι τὴν πληγὴν ἔχει τῆς κακίας.
000-00-00 Serial Number=0535434246
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00005]  Εἰ γὰρ καὶ οἴκοι καθειργμένος ἐτύγχανον διὰ τὴν τοῦ σώματος ἀῤῥωστίαν, ἀλλ' ὡς μακράν που ἀπῳκισμένος τῆς ὑμετέρας ἀγάπης, οὕτω διεκείμην.
000-00-00 Serial Number=0340943992
In illud Messis quidem multa Ante [Go Back]  
 [00011]  ἀλλ' ἕκαστος τού των οἴκοι κάθηται, τὴν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχων, καὶ ἀνάγκῃ μεγάλῃ καὶ ἀπαραιτήτῳ, τῷ γήρᾳ, πεπεδη μένος.
 [00075]  Τότε δὴ λοιπὸν ὁ γηπόνος, δρεπάνην ἀκονήσας, θεριστὰς καταλέγει, καὶ συναγαγὼν τὸν καρπὸν ἀποτίθεται οἴκοι.
000-00-00 Serial Number=0577918172
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00515]  Καὶ γὰρ ὑποκριτῶν ἔργον, τὸ δημοσίᾳ μὲν καὶ πάντων ὁρώντων τὰς χεῖρας φιλεῖν τῶν ἱερέων, καὶ γονάτων ἅπτεσθαι, καὶ παρακαλεῖν ὑπὲρ αὐτῶν εὔχεσθαι, καὶ δεομένους βαπτίσματος ἐπὶ τὰς ἐκείνων τρέχειν θύρας, οἴκοι δὲ καὶ ἐν ἀγοραῖς τοὺς τοσούτων ἀγαθῶν αἰτίους ἡμῖν καὶ διακόνους μυρίοις πλύνειν ὀνείδεσιν, ἢ ἑτέρων ὀνειδιζόντων ἀνέχεσθαι.
000-00-00 Serial Number=0093985379
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00338]  Ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτὸν πείσας, καὶ δυνάμενος διαχειρίσασθαι, πάλιν εἵλετο μᾶλλον ἐκπεσεῖν τῆς πατρίδος καὶ ἐν ἀλλοτρίᾳ διατρίβειν, καὶ καθ' ἑκάστην ταλαιπωρούμενος ἡμέραν, τὴν ἀναγκαίαν αὐτῷ πορίζειν τροφὴν, ἢ μένων οἴκοι λυπεῖν τὸν ἐπίβουλον.
000-00-00 Serial Number=0302314520
In principium Actorum Ante [Go Back]  
 [00069]  Ὥσπερ ἄν τις οἴκοι μὲν ὑπὸ τῶν οἰκετῶν τύπτοιτο καὶ τραύματα λαμβάνοι, ἔξω δὲ εἰς τὴν ἀγορὰν ἐμβάλλων μέγα φρονῇ ἐπὶ τῇ τῶν ἄλλων ἀρχῇ·
 [01117]  Καὶ γὰρ τοῖς τραπεζίταις, ἐὰν μόνον ὑποδεχόμενοι τὰ χρήματα κατακλείωσιν οἴκοι, μηκέτι δὲ εἰς ἑτέρους διανέμωσιν, ἅπαν τὸ τῆς ἐμπορίας οἰχήσεται·
000-00-00 Serial Number=0095234811
In resurrectionem domini [1] Ante [Go Back]  
 [00022]  Οἱ μὲν γὰρ πεφευγότες οἴκοι μετὰ δέους ἐκρύπτοντο·
000-00-00 Serial Number=0400250793
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00129]  ∆ιὰ γὰρ τοῦτο ταῦτα λέγομεν ὑμῖν τὰ παραδείγματα, ἐν οἷς στρεφόμεθα, ἐν οἷς ἐσμεν, ἵνα καὶ ἐντεῦθεν ἀναχωρήσαντες καὶ οἴκοι γενόμενοι, ἀπὸ τῶν ἐν χερσὶ πραγμάτων ὑπόμνησιν λαμβάνωμεν τῶν εἰρημένων.
000-00-00 Serial Number=0621372283
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00373]  ὥσπερ οἴκοι καθήμενοι καὶ πάντων ἐκείνων ἀπολαύοντες, οὕτω τὸ ἔργον μετ' ἀδείας ἀνύσαντες, ἐφ' ἕτερα πάλιν ἐκαλοῦντο σκάμματα·
000-00-00 Serial Number=0986999512
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00019]  Ἐκεῖναι μὲν γὰρ οἴκοι τὸ δέλεαρ κατακρύπτουσι, σὺ δὲ πανταχοῦ περιφέρεις τὴν παγίδα, καὶ ἀναπετάσασα τῆς ἡδονῆς τὰ πτερὰ περιάγεις ἐπὶ τῆς ἀγορᾶς.
 [00145]  Ὅταν γὰρ ἢ εἰς ἀγορὰν ἐμβάλωσιν, ἢ λόγος τις οἴκοι περὶ αὐτῶν γίνηται, οἱ διαλεγόμενοι περὶ τῆς ἀτόπου συζυγίας ταύτης, δηλῶσαι βουλόμενοι τὴν τοῦ δεῖνος, οὐ τὴν μητέρα καλοῦσιν, (οὐ γὰρ αὐτὸν ἔτεκεν), οὐδὲ τὴν ἀδελφήν, (οὐ γὰρ τὰς αὐτὰς ἔλυσεν ὠδῖνας), οὐδὲ τὴν γαμετήν, (οὐ γὰρ νόμῳ γάμου συνῴκησεν), οὐδὲ ἄλλο τι συγγενείας ὄνομα τῶν συγκεχωρημένων καὶ κατὰ νόμον κειμένων, ἀλλὰ τὸ αἰσχρὸν καὶ καταγέλαστον οὐ γὰρ ἂν ἔγωγε ἀνασχοίμην αὐτὸ εἰπεῖν·
 [00158]  ἐπεὶ, εἰ μὴ τοῦτο ἔστι, μηδὲ ταύτην μοιχεύετε τὴν μοιχείαν, τίνος ἕνεκεν αὐτὸν ἔχεις οἴκοι;
 [00354]  [9] Εἰ δὲ ἔνθα παρὰ ἀνθρώπων ἕπεται αἰσχύνη, φανερῶς μὲν οὐδὲν λεγόντων, οἴκοι δὲ καὶ καθ' ἑαυτοὺς ἐγκαλούντων, τοσαύτη γίνεται ὀδύνη, ὅταν πρὸς αὐτὸν ἀπέλθωμεν τὸν ὑβρισμένον νυμφίον, ὅταν καὶ τὰ ἄδηλα εἰς μέσον ἄγηται, ὅταν καὶ καρδίαι ἀναπτύσσωνται καὶ ῥῆμα καὶ σχῆμα καὶ βλέμμα καὶ ἔννοια (τὰ γὰρ τούτων αἰσχρότερα παρίημι)·
 [00361]  Εἰ δὲ ἄλογον ζῷον, καὶ ταῦτα ἐν βορβόρῳ τρεφόμενον, οὐχ ὑπομένουσιν ἅνθρωποι παραδέξασθαι οἴκοι μετὰ κηλῖδος, πῶς εἰς τὰς οὐρανίους σκηνὰς, ἔνθα τοσαύτη λαμπρότης, ἔνθα πάντα φαιδρὰ, ἔνθα φῶς ἀπρόσιτον, ἔνθα ἀστραπῆς πάσης λαμπρότερον ἀπαντῶσι στίλβουσαι αἱ παρθένοι, πῶς δυνήσεταί τις οὕτω ῥυπῶν εἰσελθεῖν;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»