Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οἶνος [74]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οἶνος


000-00-00 Serial Number=0473757386
Ad populum Antiochenum Ante [Go Back]  
 [00147]  Οὐ πρὸς αἱρετικοὺς δὲ μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀφελεστέρους τῶν ἡμετέρων ἀδελφῶν, οἳ ἐπὰν ἴδωσί τινας ὑπὸ μέθης ἀσχημονοῦντας, ἀφέντες κακίζειν ἐκείνους, τὸν παρὰ τοῦ Θεοῦ δοθέντα καρπὸν διαβάλλουσι, λέγοντες, Μὴ ἔστω οἶνος.
 [00149]  οἶνος γὰρ ἔργον Θεοῦ, μέθη δὲ ἔργον διαβόλου·
 [00150]  οὐχ ὁ οἶνος ποιεῖ τὴν μέθην, ἀλλ' ἡ ἀσωτία ποιεῖ τὴν μέθην·
 [00656]  Ὥσπερ γὰρ εἶπον, οὐ κακὸν ὁ οἶνος, ἀλλὰ κακὸν ἡ μέθη·
 [03449]  καὶ γὰρ ἐν ἁμπέλῳ γίνεται οἶνος ὁ ὑετὸς, καὶ ἔλαιον ἐν ἐλαίᾳ, καὶ ἐν τοῖς ἄλλοις δὲ φυτοῖς πρὸς τοὺς αὐτῶν μεθίσταται χυμούς.
000-00-00 Serial Number=0019260705
Adversus Judaeos Ante [Go Back]  
 [01114]  Ἐν ταῖς ἡμέραις ἐκείναις ἤμην ἐγὼ ∆ανιὴλ πενθῶν, τρεῖς ἑβδομάδας ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ οἶνος καὶ κρέας οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἐν ταῖς ἑβδομάσιν ἐκείναις.
000-00-00 Serial Number=0188109636
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00040]  ποιεῖ μὲν οἶνος μέθην, ποιεῖ δὲ ἐπιθυμία, ποιεῖ δὲ χυμὸς διεφθαρμένος, καὶ διάφορος μὲν ἡ ὑπόθεσις, ἓν δὲ τὸ πάθος καὶ τὸ νόσημα.
 [00043]  οὐκ οἶνος ποιεῖ μέθην·
000-00-00 Serial Number=0952986181
Commentarius in Job Ante [Go Back]  
 [00550]  ἀριστώντων γὰρ αὐτῶν ἦν ἐπὶ τῆς τραπέζης ἐγκέφαλος καὶ οἶνος.
000-00-00 Serial Number=0781586528
Contra theatra Ante [Go Back]  
 [00193]  Οὐκ ἄρτος οὖν ἦσαν αὐτῷ καὶ οἶνος, εὐαγεῖς προσφοραὶ, ἀναίμακτοι καὶ καθαραὶ θυσίαι;
000-00-00 Serial Number=0113595545
De Lazaro Ante [Go Back]  
 [02307]  ∆ιὰ τοῦτο πολλοὶ τῶν ἀνθρώπων, καὶ μάλιστα ἐν τοῖς ἐπικηδείοις, ὅταν τις παιδίον ἢ γυναῖκα ἀποβάλῃ, ἐπειδὴ τὸ πάθος τυραννεῖ, ἐπειδὴ ἀθυμία περιγίνεται, ἐπειδὴ κρατεῖ τὸ συνειδὸς, λαμβάνει φίλους εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, καὶ συμπόσιον δαψιλὲς ποιεῖ, καὶ οἶνος ἄκρατος δίδοται τῷ λυπουμένῳ, ἵνα παραμυθήσηται τὸ ἕλκος.
000-00-00 Serial Number=0101638317
De eleemosyna [1] Ante [Go Back]  
 [00093]  καὶ ὥσπερ ἄρτος καὶ οἶνος τοῦ σώματός ἐστι τροφὴ καὶ εὐφρασία, οὕτω καὶ ἡ ἐλεημοσύνη καὶ προσευχὴ τῆς ψυχῆς ὑπάρχει θεραπεία καὶ χαρά.
000-00-00 Serial Number=0872800529
De eleemosyna [3] Ante [Go Back]  
 [00092]  καὶ ὥσπερ ἄρτος καὶ οἶνος τοῦ σώματός ἐστι τροφὴ καὶ εὐφρασία, οὕτω καὶ ἡ ἐλεημοσύνη καὶ προσευχὴ τῆς ψυχῆς ὑπάρχει θεραπεία καὶ χαρά.
000-00-00 Serial Number=0290942311
De eleemosyna [5] Ante [Go Back]  
 [00089]  Ἐν δὲ τῷ ἀρίστῳ αὐτοῦ χρυσὸς ἄμετρος διηκόνει, καὶ ἄργυρος ἀμύθητος, οἶνος πολύτιμος, φασιανοὶ, χῆνες, πορφυρίωνες, πέρδικες, περιστεραὶ, ὄρνεις, λαγωοὶ, ἀρνία, ἔριφοι, μαγείρων πλῆθος θορυβουμένων·
 [00127]  ποῦ ὁ οἶνος ὁ ἐκχυνόμενος, καὶ νῦν ῥανίδα ὕδατος ἐπιζητεῖς καὶ ἐπιθυμεῖς;
000-00-00 Serial Number=0029131711
De gloria in tribulationibus Ante [Go Back]  
 [00083]  Πενθήσει οἶνος, πενθήσει καὶ ἄμπελος·
000-00-00 Serial Number=0274219275
De incomprehensibili dei natura Ante [Go Back]  
 [00719]  Οὗτος τοίνυν ὁ ∆ανιὴλ ἐνήστευσε τρεῖς ἑβδομάδας ἡμερῶν, καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, οὐδὲ οἶνος καὶ κρέας οὐκ εἰσῆλθεν εἰς τὸ στόμα αὐτοῦ, οὐδὲ ἄλειμμα ἠλείψατο.
000-00-00 Serial Number=0847489297
De jejunio sermones 1 Ante [Go Back]  
 [00032]  οἶνος καὶ μέθη τῆς Ἰωάννου καὶ τῆς Χριστοῦ φιλίας τὸν Ἡρώδην ἐστέρη [60.712.20] σεν.
000-00-00 Serial Number=0139581084
De paenitentia [2] Ante [Go Back]  
 [00286]  Καὶ ὠρχήσατο ἐν μέσῳ τοῦ συμποσίου, ἐν τοῖς τῶν ἀκολάστων ὀφθαλμοῖς, ὅτε καὶ ὁ οἶνος τὸ πάθος πλέον ἠρέθιζεν.
000-00-00 Serial Number=0415100157
De virginitate Ante [Go Back]  
 [01801]  οὐ γὰρ σῖτος καὶ οἶνος καὶ ἔλαιον ἀλλ' ἀκρίδες καὶ μέλι ἄγριον τὴν τοῦ σώματος αὐτοῦ διεκράτουν ζωήν.
000-00-00 Serial Number=0570659637
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02614]  Μὴ ἔστω οἶνος.
 [02616]  Μὴ γὰρ οἶνος ἐποίησεν, ἄνθρωπε, τοῦτο τὸ κακόν;
 [02617]  οὐχ ὁ οἶνος, ἀλλ' ἡ ἀκολασία τῶν ἀπολαυόντων κακῶς.
 [02620]  Εἰ δὲ λέγεις, Μὴ ἔστω οἶνος, ἐρεῖς κατὰ μικρὸν προβαίνων, Μὴ ἔστω σίδηρος, διὰ τοὺς ἀνδροφόνους·
 [04266]  Ὁ ἅγιος προφήτης ∆ανιὴλ, ὁ τοῦ Θεοῦ φίλος, ὁ ἔχων παῤῥησίαν πολλὴν πρὸς αὐτὸν, τρεῖς ἑβδομάδας ἐνήστευσεν ἡμερῶν, καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, οὐδὲ οἶνος καὶ κρέας οὐκ εἰσῆλθεν εἰς τὸ στόμα αὐτοῦ, οὐδὲ ἄλειμμα ἠλείψατο·
 [09999]  Μηδ' ὅτι ἄρτος ἐστὶν ἴδῃς, μηδ' ὅτι οἶνος·
000-00-00 Serial Number=0845131099
Expositiones in Psalmos Ante [Go Back]  
 [07369]  Χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς οἶνος, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα.
000-00-00 Serial Number=0735767007
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05794]  ὡς γὰρ οἶνος, φησὶ, βληθεὶς εἰς ἀγγεῖον ἐπὶ πλεῖστον χρόνον φυλαττόμενος, καὶ μὴ μεταβαλλόμενος, τὴν μὲν τρύγα καθίστησιν εἰς τὸν τοῦ ἀγγείου πυθμένα, εὐώδης δὲ γίνεται καὶ ἡδὺς πρὸς πότον·
000-00-00 Serial Number=0109208405
Fragmenta in Job Ante [Go Back]  
 [01899]  [Ὁ δὲ Σύμμαχος, Ὥσπερ οἶνος νέος ἀδιάπνευστος.] Ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐῤῥηγώς.».
000-00-00 Serial Number=0290336847
Homilia de capto Eutropio Ante [Go Back]  
 [00264]  μέχρι πότε οἶνος ἐκχεόμενος;
000-00-00 Serial Number=0530093610
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00037]  ὁ οἶνος οὗτος οὐ παράφρονα ποιεῖ τὸν ἀκροατὴν, ἀλλὰ καὶ τὸν μεθύοντα σώφρονα καθίστησι.
000-00-00 Serial Number=0398897052
Homilia in martyres Ante [Go Back]  
 [00032]  Οὐ γὰρ ὁ οἶνος φαῦλον, ἀλλ' ἡ ἀμετρία πονηρόν·
 [00033]  ὁ μὲν γὰρ οἶνος τοῦ Θεοῦ δῶρον, ἡ δὲ ἀμετρία τοῦ διαβόλου εὕρημα.
000-00-00 Serial Number=0215765536
In Acta apostolorum Ante [Go Back]  
 [05484]  Πάλιν ὁ οἶνος ἂν τῆς προσηκούσης κατεργασίας τύχῃ, καὶ τῆς τῶν ὡρῶν κράσεως, πρότερον μὲν πάντα ὁμοῦ γίνεται, μετὰ δὲ ταῦτα τὸ μὲν αὐτοῦ εἰς τρύγα ὑφιζάνει, τὸ δὲ εἰς ἀφρὸν ἀνατρέχει, τὸ δὲ μένει ἀπόλαυσις τῶν μετεχόντων, καὶ τοῦτό ἐστι τὸ χρηστὸν, καὶ οὐκ ἄν ποτε ταχέως τοῦτο τραπείη·
000-00-00 Serial Number=0932823658
In Ecclesiasten Ante [Go Back]  
 [00656]  Οὐχὶ λιμὸς ὑμᾶς ἀναλώσει, φησίν, ἀλλὰ οἶνος·
 [00658]  οἶνος γὰρ εὐφραίνει ζῶντας, ὥστε μὴ μεθύσκεσθαι.
000-00-00 Serial Number=0966158569
In Isaiam Ante [Go Back]  
 [01643]  Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει.
 [01662]  Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει.
000-00-00 Serial Number=0250126004
In Joannem Ante [Go Back]  
 [03903]  Οὐδέπω γνώριμός εἰμι τοῖς παροῦσιν, ἀλλ' οὐδὲ ἴσασιν ὅτι ὑστέρησεν ὁ οἶνος.
 [03928]  Οὐχ ἁπλῶς εἶπεν, Κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, ἀλλ' ἵνα μή τινες τῶν ἀπίστων ὑποπτεύσωσιν, ὅτι τρυγὸς ἔνδον ἀπομεινάσης, εἶτα τοῦ ὕδατος ἐπιβληθέντος καὶ κραθέντος, οἶνος λεπτότατος γέγονε.
 [03953]  Οὕτω μεθυόντων ἀνθρώπων ὁ σύλλογος ἦν, καὶ ἡ αἴσθησις τῶν κρινόντων διεφθαρμένη, καὶ οὐχ ἱκανὴ ἀντιλαβέσθαι τῶν γινομένων, οὐδὲ κρῖναι τοῖς πραττομένοις, ὡς μηδὲ εἰδέναι πότερον ὕδωρ ἢ οἶνος τὸ γινόμενον ἦν·
 [03980]  Ὅτι μὲν οὖν οἶνος, καὶ οἶνος κάλλιστος ἦν ὁ γεγενημένος, οὐχ οἱ διάκονοι μόνοι, ἀλλὰ καὶ ὁ νυμφίος καὶ ὁ ἀρχιτρίκλινος μαρτυρεῖν ἔμελλον·
000-00-00 Serial Number=0433807194
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00059]  Εἰ γὰρ ἐν συμποσίῳ στρατιωτικῷ ἔνθα ἄκρατος οἶνος καὶ μέθη καὶ ἅμιλλα ἀσωτίας ἐσχάτης, καὶ παροινίας ἀγὼν καὶ παραπληξίας, οὕτως ἔστενον, οὕτως ἐθρήνουν, τίνες ἦσαν ἐπὶ τῆς οἰκίας ὄντες, καὶ ἀλλήλοις συγγινόμενοι μόνοις;
000-00-00 Serial Number=0213513136
In Kalendas Ante [Go Back]  
 [00058]  οὐκ οἶνος, ἀλλὰ λόγος διδασκαλικός.
 [00059]  Ὁ οἶνος χειμῶνα, ὁ δὲ λόγος γαλήνην ἐργάζεται·
000-00-00 Serial Number=0569646776
In Psalmos 101-107 Ante [Go Back]  
 [00613]  Καὶ οἶνος εὐφραίνει καρδίαν ἀν θρώπου, τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ·
000-00-00 Serial Number=0352991462
In decollationem sancti Joannis Ante [Go Back]  
 [00106]  ᾗ οὐ παρῆν οὐ σῖτος, οὐκ οἶνος, οὐ προσέψημα, οὐκ ἄλλο τι τῶν γεηρῶν πρὸς τὴν τῆς πενίας παραμυθίαν.
000-00-00 Serial Number=0635220587
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05564]  Οὐδὲ γὰρ ὁ οἶνος ποιεῖ τὴν μέθην·
000-00-00 Serial Number=0329243660
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01872]  Καὶ ὁ οἶνος καλόν·
 [06575]  Σὺ μὲν γὰρ γαστριζόμενος καὶ πιαινόμενος, καὶ εἰς ἑσπέραν βαθεῖαν τὸν πότον παρατείνων, καὶ μαλακοῖς ἐνθαλπόμενος στρώμασιν, οὐκ ἀξιοῖς [61.177] δοῦναι δίκην, οὕτω παρανόμως τοῖς τοῦ Θεοῦ χρώμενος δώροις (οὐδὲ γὰρ ἵνα μεθύωμεν, ὁ οἶνος·
000-00-00 Serial Number=0312543094
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01965]  Ἐν ἀμπέλῳ γίνεται οἶνος, οὐχὶ οἶνος μόνον, ἀλλὰ καὶ φύλλα καὶ ὀπός·
000-00-00 Serial Number=0104038835
In epistulam ad Colossenses Ante [Go Back]  
 [00227]  Πάλιν ἐνταῦθα ἐν τῇ τῶν πενήτων τραπέζῃ μήτε ἄργυρος ἔστω, μήτε οἶνος πολὺς, ἀλλ' ὁ ἀρκῶν καὶ εὐφρᾶναι δυνάμενος·
 [04046]  Οἷον, ὁ οἶνος πρὸς εὐφροσύνην δέδοται, ἀλλ' οὐ πρὸς μέθην·
000-00-00 Serial Number=0692869484
In epistulam ad Ephesios Ante [Go Back]  
 [05061]  Εἰς εὐφροσύνην ὁ οἶνος δέδοται, οὐκ εἰς μέθην·
 [05068]  Βούλει μαθεῖν ποῦ καλὸς ὁ οἶνος;
 [05077]  Ὁ οἶνος δι' οὐδὲν ἕτερον ἡμῖν δέδοται, ἢ δι' ὑγείαν σώματος·
000-00-00 Serial Number=0473923922
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02438]  ἐπεὶ οὐδὲ ὁ οἶνος ποιεῖ τὴν μέθην, ἀλλ' ἡ κακὴ προαίρεσις, καὶ τὸ πέρα τοῦ μέτρου χρῆσθαι·
000-00-00 Serial Number=0175621450
In epistulam ad Romanos Ante [Go Back]  
 [04995]  ὁ γὰρ οἶνος θερμὸς ὢν, καὶ τὴν ἔμφυτον ἐπιτείνων ξηρότητα, οὕτω τοὺς μεθύοντας ποιεῖ διψῇν·
 [09523]  Κἂν οἶνος ᾖ, κἂν ἄλλο ὁτιοῦν τοιοῦτον σκανδαλίζον, ἀπέχου·
 [09999]  ∆ιὰ τί οἶνος;
000-00-00 Serial Number=0873446345
In epistulam ad Titum Ante [Go Back]  
 [00659]  Ὁ οἶνος οὐχὶ ἀπὸ κόπρου τὴν σύστασιν ἔχει;
000-00-00 Serial Number=0558719218
In illud Homo quidam descendebat Ante [Go Back]  
 [00019]  Μάθωμεν οὖν τίς ἐστιν ἡ Ἱερουσαλὴμ, καὶ τίς ἡ Ἱεριχὼ, καὶ τίνες οἱ λῃσταὶ οἷς περιέπεσε, καὶ τί τὸ ἔνδυμα ὃ ἀπέδυσαν αὐτὸν, καὶ τίνες αἱ πληγαὶ ἃς ἐπέθηκαν τῷ ἀνθρώπῳ, καὶ διὰ τί ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα, καὶ τίς ὁ ἱερεὺς, καὶ τίς ὁ Λευίτης, καὶ τίς ὁ Σαμαρείτης, καὶ τί τὸ ἔλαιον, καὶ τίς ὁ οἶνος, καὶ τίνες οἱ ἐπίδεσμοι, καὶ τί τὸ κτῆνος, καὶ τί τὸ πανδοχεῖον, καὶ τίς ὁ πανδοχεὺς, καὶ τί τὰ δύο δηνάρια, καὶ τί τὸ προσανάλωμα ὃ προσεπηγγείλατο προσαποδοῦναι, καὶ τίς ἡ ἐπάνοδος τοῦ Σαμαρείτου.
 [00054]  Τίνες οἱ ἐπίδεσμοι, καὶ τί τὸ ἔλαιον, καὶ τίς ὁ οἶνος;
 [00055]  Ἐπίδεσμοί εἰσιν αἱ παραγγελίαι τοῦ Χριστοῦ, τὸ ἔλαιον, τὸ χρίσμα τὸ ἅγιον, οἶνος δὲ τὸ μυστήριον τῆς πίστεως.
000-00-00 Serial Number=0604157925
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00012]  Τοιοῦτος γὰρ ὁ τῶν Γραφῶν οἶνος, τοιαῦτα τῆς τραπέζης ταύτης τὰ ὄψα·
000-00-00 Serial Number=0851569831
In saltationem Herodiadis Ante [Go Back]  
 [00032]  τούτῳ φιάλη ἡ τῆς χειρὸς κοτύλη ἐτύγχανε, καὶ οἶνος εὐφροσύνης, τὸ πετρογενὲς καὶ διειδέστατον ὕδωρ.
000-00-00 Serial Number=0895650029
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00153]  Καὶ ἵνα μάθῃς, ὅτι πονηρὸν ἡ τρυφὴ, καὶ μύρων ἀλοιφὴ, καὶ μέθη, καὶ οἶνος ἀμετρίαν ἔχων, καὶ πολυτελὴς τράπεζα, ἄκουσον τί φησιν ὁ προφή της·
000-00-00 Serial Number=0591961682
In venerandum crucem Ante [Go Back]  
 [00119]  Εἰ δὲ καὶ ἀγγέλων ἐστί τις τροφὴ, ἄρτος ἐστὶν (ὥς φησιν ὁ Προφήτης, Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος), οὐ κρέα, οὐκ οἶνος, οὐχ ὅσα τοῖς δούλοις τῆς γαστρὸς διεσπούδασται.
000-00-00 Serial Number=0454869986
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00158]  Ὅτι δὲ κρέα καὶ οἶνος πάντων μᾶλλον τρέφειν εἴωθε, παντὶ δῆλόν ἐστι.
 [01119]  Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις, καὶ κατέναντι τῶν χιλίων ὁ οἶνος.
 [01948]  Ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέα καὶ οἶνος οὐκ εἰσῆλθον εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως τριῶν ἑβδομάδων ἡμερῶν.
000-00-00 Serial Number=0698115289
Prooemia in Psalmos Ante [Go Back]  
 [00086]  ∆ιὰ τί οἶνος;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»