Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πάντοθεν [430]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πάντοθεν


000-00-00 Serial Number=0309942126
Ad Innocentium papam i Ante [Go Back]  
 [00038]  Συνειδὼς τοίνυν ἅπερ ἕδρασε, καὶ τὸν ἔλεγχον δεδοικὼς, καὶ γραμμάτων βασιλικῶν πανταχοῦ διαπεμφθέντων, πάντοθεν πάντας συναγόντων, λάθρα μέσων νυκτῶν εἰς ἀκάτιον ἑαυτὸν ἐμβαλὼν, οὕτως ἀπέδρα τοὺς μεθ' ἑαυτοῦ πάντας ἐπαγόμενος.
000-00-00 Serial Number=0205286562
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00871]  Τοσούτοις τοίνυν συνεχομένῳ κακοῖς, τῇ μονώσει, τῇ πρὸς τὸ ὁμόφυλον συμπαθείᾳ, τῷ πλήθει τῶν ἀπολωλότων, τῷ τρόπῳ τῆς τελευτῆς, τῇ τῆς γῆς ἐρημίᾳ, καὶ πάντοθεν αὐτῷ τῆς ἀθυμίας αἰρομένης καὶ ἀκμαζούσης σφοδρῶς, ἐπιτίθεται εὐθέως καὶ ἡ τοῦ παιδὸς ὕβρις, πρᾶγμα ἀφόρητον, καὶ πολλῆς μὲν αἰσχύνης, πολλῆς δὲ γέμον ὀδύνης.
 [00881]  Ἐπὶ μὲν γὰρ τοῦ κατακλυσμοῦ πλῆθος ὑδάτων αὐτὸν περιεῖχε μόνον, πρὸ δὲ τούτου κακίας ἀβύσσῳ πάντοθεν συνείχετο, καὶ τῶν κυμάτων αὐτῷ σφοδρότερον αἱ τῶν πονηρῶν ἀνδρῶν ἐπιβουλαὶ προσεῤῥήγνυντο.
 [01866]  νῦν δὲ τοῦ μὲν παρόντος ἐλάττων ἐκεῖνος, κόσμιος δὲ καὶ αὐτὸς καὶ πολλῆς γέμων [47.494] σεμνότητος ἦν, ὥστε τοῦτο πάντοθεν ἡμῖν εἶναι φανερὸν, ὅτι στεφάνων καὶ μείζονος ὑποθέσεώς ἐστι ταυτὶ τὰ παλαίσματα.
000-00-00 Serial Number=0796291828
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00017]  Τὸ γὰρ σῶμα, καὶ αἱ τοῦ σώματος αἰσθήσεις, ἕως μὲν ἂν περὶ γῆν ἡ ψυχὴ στρέφηται, μυρίοις αὐτὴν περιβάλλουσι τοῖς δεσμοῖς, πάντοθεν τὸν χαλεπὸν τῶν ἐπικήρων τέρψεων χειμῶνα συνάγουσαι·
 [00047]  Καὶ οὐκ ἄν τις ἁμάρτοι τούτου γε ἕνεκα τοιαύτῃ τινὶ τὸν ἅγιον ἐκεῖνον εἰκόνι παραβαλὼν, ὥσπερ ἂν εἴ τις φλὸξ τὰ νῶτα πάσης ἐπισχοῦσα τῆς γῆς, καὶ πρὸς ὕψος ἀρθεῖσα πάντοθεν παρέλθοι τὴν οὐράνιον ἁψῖδα, καὶ τὸν ὑπὲρ ταύτης ἀέρα διαδραμοῦσα, εἴτε ἀήρ ἐστι, εἴθ' ὅ τί ποτε, πληρώσαι τοῦ πυρὸς τὸ μέσον τῶν δύο τούτων οὐρανῶν, καὶ μηδὲ ἐνταῦθα σταίη τοῦ δρόμου, ἀλλὰ καὶ πρὸς τὸν τρίτον ἀθρόως ἐκπηδήσασα ἀναβαίη, καὶ πάντα ἐργάσαιτο μίαν πυρὰν, τοσοῦτον μὲν ἔχουσαν πλάτος, ὅσον τὸ εὖρος πάσης τῆς γῆς, τοσοῦτον δὲ ὕψος, ὅσον ἀπὸ τοῦ τρίτου οὐρανοῦ πρὸς ἡμᾶς.
 [00073]  Πρὸς τούτοις αἱ τῶν φροντίδων νιφάδες πάντοθεν αὐτὸν βάλλουσαι τῶν παθῶν ἐκείνων οὐκ ἔλαττον θορυβοῦσιν αὐτοῦ τὴν ψυχήν·
 [00134]  Ὥστε πάντοθεν [47.417] αὐτοῦ τὸ ταπεινὸν τῆς ψυχῆς ἔστιν ἰδεῖν, ἀπό τε τοῦ τοσαύτης ἑαυτὸν κολάσεως ἄξιον εἶναι νομίζειν, ἀπό τε τοῦ μὴ τολμᾷν ὑπὲρ παντελοῦς συγχωρήσεως ἀξιοῦν τὸν Θεόν·
000-00-00 Serial Number=0879660308
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00437]  [8.10] Τοσαῦτα οὖν ἔχων δείγματα αὐτοῦ τῆς προνοίας, τὰ ἐν τῇ Καινῇ, τὰ ἐν τῇ Παλαιᾷ, τὰ ἐν τῷ παρόντι βίῳ, τὰ ἐν τῷ μέλλοντι, τὰ ἐσόμενα, τὰ γενόμενα, τὰ καθ' ἑκάστην ἐπιτελούμενα τὴν ἡμέραν, τὰ ἐξ ἀρχῆς, τὰ ἐν τῷ μέσῳ, τὰ ἐν τῷ τέλει, τὰ διηνεκῶς, τὰ περὶ σῶμα, τὰ περὶ ψυχὴν, καὶ νιφάδας ὁρῶν πάντοθεν φερομένας ἀποδείξεων, ἀνακηρυττούσας αὐτοῦ τὴν πρόνοιαν, ἀμφιβάλλεις ἔτι;
 [00591]  [10.31] Καὶ τὰ δίκτυα τῆς ἀκολασίας πάντοθεν ἁπλώσασα, καθ' ἑκάστην παρετήρει τὴν ἡμέραν εἴσω τῆς οἰκείας σαγήνης τὸν νεανίσκον λαβεῖν καὶ εἰς τὸ τῆς μοιχείας ἐμβαλεῖν βάραθρον καὶ θανάτῳ παραδοῦναι ἀθανάτῳ.
000-00-00 Serial Number=0997902036
Ad illuminandos catecheses Ante [Go Back]  
 [00052]  Τὸν γὰρ τοῖς ἱεροῖς τούτοις καὶ φρικτοῖς μέλλοντα προσιέναι μυστηρίοις ἐγρηγορέναι χρὴ καὶ διεγηγέρθαι, πάσης βιωτικῆς φροντίδος εἶναι καθαρὸν, πολλῆς γέμειν σωφροσύνης, πολλῆς προθυμίας, πάντα τὸν μυστηρίων ἀλλότριον λογισμὸν ἐξορίζειν τῆς διανοίας, καὶ πάντοθεν καθαρὸν παρασκευάζειν τὸν οἶκον, ὥσπερ αὐτὸν ὑποδέχεσθαι μέλλοντα τὸν βασιλέα.
000-00-00 Serial Number=0725635350
Ad populum Antiochenum Ante [Go Back]  
 [00227]  ∆ιὰ τοῦτο, φησὶ, μένε δεδεμένος, καὶ σαλευέσθωσαν οἱ τοῖχοι πάντοθεν, καὶ λυέσθωσαν οἱ δεσμῶται, ἵνα μειζόνως ἡ δύναμίς μου φαίνηται διὰ σοῦ τοῦ κατεχομένου καὶ συμπεποδισμένου, τῶν δεδεμένων λυομένων ἁπάντων.
 [00266]  Καθάπερ γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων οἱ σφριγῶντες τὰ σώματα καὶ εὐεκτοῦντες τῶν ἀθλητῶν οὐχ οὕτω φαίνονται, ἐπειδὰν τὸ διάβροχον ἐλαίῳ πάντοθεν ἱμάτιον ὦσι περιβεβλημένοι, ἀλλ' ὅταν αὐτὸ ῥίψαντες γυμνοὶ πρὸς τὰ σκάμματα ἕλκωνται, τότε μάλιστα τοὺς θεατὰς τῇ τῶν μελῶν ἀναλογίᾳ πάντοθεν ἐκπλήττουσιν, οὐδενὸς αὐτὴν ἐπισκιάσαι δυναμένου λοιπόν·
 [00526]  οὕτως οὐδὲ πολλοῖς τῶν τὴν πόλιν οἰκούντων ἀσφαλὲς ἐξελθεῖν, οὐδὲ ἐν τῷ μέσῳ φανῆναι, διὰ τοὺς πάντοθεν θηρεύοντας ἀναιτίους καὶ αἰτίους, καὶ ἐκ μέσης ἁρπάζοντας τῆς ἀγορᾶς, καὶ πρὸς τὸ δικαστήριον ἁπλῶς καὶ ὡς ἔτυχεν ἕλκοντας.
 [00711]  Οὐδὲν σφαλερώτερον πλούτου, σήμερον μετὰ σοῦ, καὶ αὔριον κατὰ σοῦ, τοὺς τῶν βασκάνων ὀφθαλμοὺς ὁπλίζει πάντοθεν·
 [00853]  Οὐχ οὕτως ἐστὶν εὐκαταγώνιστος ὁ πένης, ὥς ἐστιν εὐκαταγώνιστος ὁ πλούσιος, μυρίας πάντοθεν καὶ τῷ διαβόλῳ καὶ τοῖς ἐπιβούλοις παρέχων λαβὰς, καὶ πάντων ὢν δοῦλος διὰ τὴν πολλὴν τῶν πραγμάτων περιβολήν·
 [01011]  ∆ιὰ τοῦτο καὶ γυμνὸν εἶναι χρὴ, ὥστε μηδεμίαν λαβὴν τῷ διαβόλῳ παρασχεῖν παλαίοντι πρὸς ἡμᾶς, καὶ καθοπλίζεσθαι πάντοθεν, ὥστε μηδαμόθεν καιρίαν δέξασθαι πληγήν.
 [01299]  οὕτω καὶ νῦν τὰ τῆς ἀγορᾶς κύματα, καὶ ὁ τῆς πόλεως χειμὼν, πάντας εἰς τὴν ἐκκλησίαν συνελαύνει πάντοθεν, καὶ τῷ συνδέσμῳ τῆς ἀγάπης σφίγγει μετ' ἀλλήλων τὰ μέλη.
 [01389]  Καὶ καθάπερ τὰ ἰσχυρὰ τῶν δένδρων ἡ τῶν ἀνέμων ῥύμη προσπίπτουσα καὶ πάντοθεν ῥιπίζουσα οὐκ ἀνασπᾷ, ἀλλὰ στεῤῥότερα καὶ ἰσχυρότερα ταῖς προσβολαῖς ταύταις κατασκευάζει·
 [01494]  Ἐκέλευσεν εἰς μέσον ἀχθῆναι αὐτοὺς ὥστε πάντοθεν αὐτοὺς φοβῆσαι.
 [01513]  ὥσπερ οὖν οὐδὲν ἔβλαψεν ἡ εὐτέλεια τοῦ τόπου τὸν ἀρετῇ πάντοθεν τετειχισμένον.
 [01558]  Ταῦτ' οὖν εἰδότες, πάντοθεν ἑαυτοὺς ἀρετῇ τειχίσωμεν, καὶ οὕτως ἀποκρουσόμεθα τοῦ Θεοῦ τὴν ὀργήν·
 [01605]  σὺ μὲν τέκνον ἀπέβαλες ἓν, ὁ δὲ μακάριος ἐκεῖνος μετὰ τὸ τῶν παίδων ὁλόκληρον ἀφαιρεθῆναι τὸν χορὸν καὶ αὐτῇ τῇ σαρκὶ τὴν πληγὴν ἐδέξατο, καὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο ἰχῶρι πάντοθεν καταῤῥεόμενος, κατὰ μικρὸν αὐτῷ τῆς σαρκὸς δαπανωμένης, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ὁ καὶ Θεὸν μάρτυρα τῆς ἀρετῆς ἔχων.
 [01623]  καὶ ἐπειδὴ διώρυξεν αὐτοῦ πάντοθεν τὰς πλευρὰς, αὐτῷ μὲν πλέον οὐδὲν ἐγένετο, τὸν γὰρ ἐναποκείμενον θησαυρὸν οὐκ ἀπεσύλησεν, ἡμῖν δὲ φανερώτερον αὐτὸν ἐποίησε, καὶ διὰ τῆς διωρυγῆς ἐκείνης ἔδωκεν ἅπασιν εἰς τὸ ἔνδον βλέπειν, καὶ καταμανθάνειν αὐτοῦ τὸν πλοῦτον ἅπαντα·
 [01664]  Εἰπὲ γάρ μοι, εἴ τίς σε εἰς βασιλικὰς εἰσήγαγεν αὐλὰς, καὶ χρυσὸν ἔδειξε, πάντοθεν ἀπὸ τῶν τοίχων ἀστράπτοντα, καὶ τὴν ἄλλην εὐπρέπειαν ἅπασαν, εἶτά σε ἐκεῖθεν εἰς καλύβην πένητος εἰσήγαγε, καὶ μετὰ χρόνον βραχὺν ὑπέσχετο εἰς τὰ βασίλεια ἐπανάξειν ἐκεῖνα, καὶ διηνεκῆ δώσειν ἐκεῖ μονήν·
 [02143]  Εἰ γὰρ νῦν τοσούτων ὄντων τῶν λυπηρῶν, καὶ κινδύνων, καὶ φόβων καὶ φροντίδων πάντοθεν ἡμᾶς περιστοιχιζομένων, οὕτως ἐμφιλοχωροῦμεν τῇ παρούσῃ ζωῇ, εἰ μηδὲν τούτων ἦν, ἀλλ' ἄλυπός τις καὶ ἀταλαίπωρος ὁ βίος ἡμῖν ἅπας ἐγίνετο, πότε ἂν ἐπεθυμήσαμεν τῶν μελλόντων;
 [02603]  ὁ ἅγιος φθέγγεται, καὶ τοὺς δαίμονας ἀπελαύνει πάντοθεν·
 [02892]  Τὰ νῶτα τοῦ οὐρανοῦ τοῦ φαινομένου ὕδατα περιλαμβάνει πάντοθεν, καὶ οὐ καταῤῥεῖ, οὐδὲ ἐξίσταται, καίτοι γε οὐκ ἔστι τοιαύτη τῶν ὑδάτων ἡ φύσις·
 [02894]  ἐπειδὰν δὲ κεκυρτωμένον ᾖ σῶμα, διολισθαίνει πάντοθεν, καὶ οὐκ ἂν αὐτοῦ οὐδὲ μικρὸν σταίη
 [02979]  ἂν εἰς οἰκίαν, τῶν ἰδιωτικῶν ἡ μέριμνα κατατρύχει πάντοθεν·
 [03210]  ὡς τάς γε ἔμπροσθεν ἡμέρας τῶν κλυδωνιζομένων ἐν μέσῳ πελάγει, καὶ ναυάγιον καθ' ἑκάστην προσδοκώντων τὴν ὥραν, οὐδὲν ἄμεινον διεκείμεθα, μυρίαις δι' ὅλης ἡμέρας σοβούμενοι φήμαις, ταραττόμενοι καὶ δονούμενοι πάντοθεν, καὶ καθ' ἑκάστην ἡμέραν περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες, τίς ἀφῖκται ἐκ τοῦ στρατοπέδου;
 [03300]  εἶτα ἵνα μὴ παρὰ τὴν οἰκείαν παραβλάπτηται φύσιν, ὀστοῖς αὐτὸν πάντοθεν ἐπετείχισε·
 [03729]  Ἐπειδὴ γὰρ τὸ μὲν πλέον τῆς πόλεως ἀπὸ τοῦ φόβου καὶ τῆς ἀπειλῆς ἐκείνης πρὸς τὰς ἐρήμους καὶ τὰς φάραγγας καὶ τοὺς λανθάνοντας μετῴκιστο τόπους, τοῦ φόβου πάντοθεν αὐτοὺς συνελαύνοντος, καὶ κεναὶ μὲν ἦσαν γυναικῶν αἱ οἰκίαι, κενὴ δὲ ἀνδρῶν ἡ ἀγορὰ, μόλις δὲ δύο ἢ τρεῖς βαδίζοντες ἐν τῷ μέσῳ μετ' ἀλλήλων ἐφαίνοντο, καὶ αὐτοὶ οὗτοι καθάπερ ἔμψυχοι νε [49.137] κροὶ περιιόντες·
 [04071]  οὕτω δὴ καὶ αὗται, ἐπειδὰν τὰ πτερὰ τῆς ἀσελγείας πάντοθεν ἀναπετάσωσι δι' ὀφθαλμῶν καὶ σχημάτων καὶ ῥημάτων, εἶτα τοὺς ἑαυτῶν ἐραστὰς ἐμβάλωσι καὶ καταδήσωσιν, οὐ πρότερον ἀφίστανται, ἕως ἂν αὐτῶν καὶ αὐτὸ τὸ αἷμα ἐκπίωσιν, ἐπεμβαίνουσαι μετὰ ταῦτα καὶ κωμῳδοῦσαι αὐτῶν τὴν ἄνοιαν, καὶ πολὺν αὐτῶν καταχέουσαι τὸν γέλωτα.
 [04181]  ἂν δὲ μείνωμεν ἐπὶ τῆς παρανομίας, αἰσχύνη καὶ ὄνειδος ἡμῖν ἔσται πάντοθεν, ὅτι, τοῦ Θεοῦ λύσαντος τὸν κίνδυνον, ἡμεῖς ἐπὶ τῆς αὐτῆς ἐμείναμεν ῥᾳθυμίας.
 [04223]  ἀλλὰ πάντα δραπετεύει καὶ φυγαδεύεται τῇ τυραννίδι τοῦ φόβου πάντοθεν ἐξελαυνόμενα.
 [04286]  κἂν συμβουλεύῃ τις, κἂν κολακεύῃ, κἂν θεραπεύῃ, κἂν τιμὰς ἐπαγγέλληται, κἂν ὁτιοῦν ἕτερον, πάντα ἐξετάζωμεν μετὰ ἀκριβείας, καὶ περισκοπῶμεν πάντοθεν μή πού τις βλάβη, μή πού τις κίνδυνος ἀπὸ τῆς συμβουλῆς, ἢ τῆς τιμῆς, ἢ τῆς θεραπείας ἡμῖν ἐγγίνηται, καὶ μὴ ταχέως καὶ ἀπερισκέπτως ἐπιτρέχωμεν.
 [04725]  αἱ γὰρ φιλόκοσμοι καὶ πολυτελεῖς, καὶ χρυσῷ πάντοθεν ἑαυτὰς καταδεσμοῦσαι, τῆς ἁλύσεως ταύτης ἀναμνησθεῖσαι, μισήσουσιν, εὖ οἶδ' ὅτι, καὶ βδελύξονται τὸν κόσμον ἐκεῖνον, καὶ πρὸς ταῦτα δραμοῦνται τὰ δεσμά.
 [04765]  Ἐλεημοσύνην ἐὰν ποιήσῃς, οὐδεὶς ἀφελεῖν δύναται τὸ κατόρθωμα, κἂν στρατόπεδα, κἂν βασιλεῖς, κἂν μυρίοι συκοφάνται, κἂν ἐπίβουλοι πάντοθεν ἐπιθῶνται, τὸ εἰς τὸν οὐρανὸν ἀποτεθὲν κτῆμα ἀφελέσθαι οὐ δύνανται·
 [04829]  Ἔτεσι γὰρ τοσούτοις ἐν ταῖς αὐτῶν καλύβαις συγκεκλεισμένοι, οὐδενὸς παρακαλέσαντος, οὐδενὸς συμβουλεύσαντος, ἐπειδὴ τοσοῦτον νέφος εἶδον τὴν πόλιν περιιστάμενον, καταλιπόντες αὐτῶν τὰς σκηνὰς καὶ τὰ σπήλαια, πάντοθεν συν [49.173] έῤῥευσαν, καθάπερ ἐξ οὐρανοῦ τινες ἄγγελοι παραγενόμενοι·
 [04936]  Οὗτος γὰρ ὁ ναὸς, ἐν ᾧ θυσίαι καὶ εὐχαὶ καὶ λατρεῖαι, ἔνθα τὰ Ἅγια τῶν ἁγίων, καὶ τὰ χερουβὶμ, καὶ ἡ διαθήκη, καὶ ἡ στάμνος ἡ χρυσῆ, τὰ μεγάλα σύμβολα τῆς τοῦ Θεοῦ προνοίας τῆς περὶ τὸ γένος ἐκεῖνο, ἔνθα χρησμοὶ ἄνωθεν συνεχεῖς ἐφέροντο, ἔνθα προφῆται ἔνθεοι ἐγένοντο, ἔνθα οὐκ ἀνθρωπίνης τέχνης, ἀλλὰ τῆς τοῦ Θεοῦ σοφίας ἡ διατύπωσις ἔργον ἐγίνετο, ἔνθα πολλῷ πάντοθεν οἱ τοῖχοι κατελάμποντο χρυσίῳ, καὶ πρὸς πᾶσαν ὑπερβολὴν καὶ ὕλης πολυτέλεια καὶ τέχνης ἀκρίβεια συνελθοῦσαι μόνον τοιοῦτον ἐπὶ τῆς γῆς ἔδειξαν ναὸν τότε·
 [05100]  τὸ δὲ ἐκπλήξεως ἄξιον καὶ φύσιν ἀνθρωπίνην ὑπερβαῖνον τοῦτό ἐστιν, ὅτι μυρίοις κυκλούμενοι κύμασι πάντοθεν, τῶν γαλήνης καθαρᾶς ἀπολαυόντων ῥᾷον διάκεινται.
 [05244]  εἴδετε πλευρὰς ἠνεῳγμένας, καὶ λαγόνας κατατμηθείσας, αἷμα καταῤῥέον πάντοθεν, μυρία βασανιστηρίων εἴδη·
 [05447]  Καὶ σὺ τοίνυν εἰ καὶ πάντοθεν σαυτὸν ἐτείχισας, μικρὸν δὲ ὑπολείπεται μέρος λοιπὸν, καὶ τοῦτο ἀπόφραξον τῷ διαβόλῳ, ἵνα ἐστηριγμένος ᾖς πάντοθεν.
000-00-00 Serial Number=0732559919
Adversus Judaeos Ante [Go Back]  
 [00473]  Ἀναπετάσωμεν τοίνυν τὰ δίκτυα τῆς διδασκαλίας, περιστῶμεν κύκλῳ, καθάπερ κύνες θηρατικοὶ, πάντοθεν αὐτοὺς συνελαύνοντες εἰς τοὺς τῆς Ἐκκλησίας νόμους.
 [01797]  Ὁ δὲ καὶ χρήματα ἀνήλωσε, καὶ ἐπιστάτας τοῦ ἔργου ἔπεμψε τοὺς ἀπὸ τῆς μεγάλης ἀρχῆς, καὶ τεχνίτας πάντοθεν ἐκίνησε, καὶ πάντα ἐποίει καὶ ἐπραγματεύετο, ἠρέμα καὶ κατὰ μικρὸν ἄχρις αὐτοὺς εἰς τὸ θύειν ἐμβάλῃ, προσδοκῶν ἐκεῖθεν ἐπὶ τὴν τῶν εἰδώλων θεραπείαν ἥξειν ῥᾳδίως, ὁμοῦ τε ἐλπίζων ὁ μεμηνὼς καὶ ἀνόητος τοῦ Χριστοῦ περιγράφειν τὴν ἀπόφασιν, τὴν οὐκ ἐῶσαν ἀναστῆναι τὸν ναὸν ἐκεῖνον.
 [01849]  Ὅταν οὖν ἀκούσῃς τῶν προφητῶν προλεγόντων καὶ προαναφωνούντων, ὅτι οὐκ ἔτι εἰς μίαν πόλιν, οὐδὲ εἰς ἕνα τόπον ἀναγκασθήσονται συνάγεσθαι πάντοθεν οἱ ἄνθρωποι, ἀλλ' οἴκοι καθήμενος ἕκαστος θεραπεύσει τὸ θεῖον, τίνα ἂν ἔχοις εἰπεῖν ἕτερον καιρὸν, ἀλλ' ἢ τὸν παρόντα τοῦτον;
 [02764]  Μετ' ἐκεῖνα πάντα καιρίαν ἐν τῷ σώματι [48.936] δεξάμενος τὴν πληγὴν, σκώληκας ἑώρα πάντοθεν βρύοντας ἀπὸ τοῦ σώματος, καὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο, κοινὸν τοῖς παροῦσι συμφορᾶς θέατρον, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
000-00-00 Serial Number=0828912675
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00064]  Καὶ οὐδὲ ἐνταῦθα ἵστατο τὰ τῶν παλαισμάτων, ἀλλ' ἐν τούτοις ὄντος αὐτοῦ καὶ ἀποτηγανιζομένου πάντοθεν, ἔνδοθεν, ἔξωθεν, [63.480] ἐπῄει καὶ τὰ τῆς γυναικὸς μηχανήματα.
000-00-00 Serial Number=0125975013
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00025]  τοὺς γὰρ εἰς τὴν καθ' ἡμᾶς φιλοσοφίαν ἄγοντας πάντοθεν ἐλαύνειν, καὶ μετὰ πολλῆς τῆς ἀπειλῆς ἀπαγορεύειν καθόλου μὴ φθέγγεσθαι, μηδὲ διδάσκειν μηδένα ποτὲ ἀνθρώπων τοιοῦτον μηδέν.
 [00055]  Εἰ γὰρ αἴσθωνταί τινες ἐκείνων ὅτι παρὰ Χριστιανοῖς εἰσί τινες ἄνθρωποι οὕτω πρὸς ἀρετὴν καὶ φιλοσοφίαν ἐκπεπολεμωμένοι, ὡς μὴ μόνον τῶν ὑπὲρ ταύτης ἀφίστασθαι πόνων, ἀλλὰ μηδὲ τοὺς ὑπὲρ τούτων ἀνέχεσθαι λόγους, καὶ οὐδὲ ἐνταῦθα στῆναι τῆς μανίας ἀνέχονται, ἀλλὰ κἂν ἕτερός τις ταῦτα συμβουλεύῃ καὶ διαλέγηται, καὶ τοῦτον πάντοθεν ἐλαύνουσιν·
 [00243]  οὕτω καὶ οὗτοι τότε μάλιστα μαίνονται, σφοδρότερόν τε αὐτῇ καὶ ἀγριώτερον ἐναλλόμενοι, ὅταν μάλιστα αὐτῇ παραχρήσωνται κατακεντοῦντες πάντοθεν καὶ δάκνοντες, καὶ τὸν οἰκεῖον εἰς αὐτὴν ἐκχέοντες ἰὸν, καὶ οὐ πρότερον διαλιμπάνοντες, ἕως ἂν εἰς τὴν οἰκείαν μεταστήσωσιν ἕξιν, ἢ τοῦ σώματος ἴδωσιν ἀποδυθεῖσαν αὐτήν.
 [00246]  Εἰ δὲ τοῦτο ἀπηνοῦς καὶ λιθίνης ψυχῆς, ποῦ θήσομεν, εἰπέ μοι, τούτους, οἳ πρὸς τῷ περιορᾷν καὶ ἕτερον πολλῷ μεῖζον τούτου ἐργάζονται κακὸν, τοὺς προθυμουμένους εἰς μέσους πηδῆσαι τοὺς κινδύνους, καὶ μὴ παραιτουμένους εἰς αὐτὸν τοῦ θηρίου τὸν λαιμὸν καθεῖναι τὰς χεῖρας, ἀλλὰ καὶ δυσωδίας καὶ κινδύνων ἀνεχομένους, ἵνα τὰς ἤδη καταποθείσας ψυχὰς ἐξ αὐτῆς τοῦ δαίμονος τῆς φάρυγγος ἀνασπάσωσιν, οὐ μόνον οὐκ ἐπαινοῦντες, οὐδὲ ἀποδεχόμενοι, ἀλλὰ καὶ ἐλαύνοντες πάντοθεν καὶ πολεμοῦντες;
 [00456]  καὶ ποτὸν μὲν αὐτῷ πάντοθεν δαψιλῶς παρέχουσι λίμναι καὶ ποταμοὶ καὶ πηγαὶ, τροφὴ δὲ αὐτῷ λάχανα καὶ βοτάναι, καὶ ἄρτοι δὲ πολλαχόθεν.
 [00751]  Καὶ γὰρ ἐμοὶ γέγονεν ἑταῖρος, πατέρα ἄπιστον ἔχων πλουτοῦντα καὶ εὐδόκιμον καὶ πάντοθεν λαμπρόν·
 [01069]  ὑμεῖς δὲ αὐτοὺς πάντοθεν εἰς ταύτην ἐμβάλλετε τὴν φιλίαν.
 [01318]  φίλτατον κινδυνεύοντα, ἀλλ' ἐξάρπασον αὐτὸν ἤδη τῶν πάντοθεν περικειμένων αὐτῷ παγῶν, τῆς ζάλης, τοῦ κλυδωνίου.
 [01773]  Ταῦτ' οὖν ἐννοήσαντες ἅπαντα, καὶ τὰς σκήψεις ἀφέντες πάσας, σπουδάσωμεν γενναίων παίδων γενέσθαι πατέρες, χριστοφόρων οἰκοδόμοι γενέσθαι ναῶν, ἀθλητῶν ἐπουρανίων ἐπιμεληταὶ, ἀλείφοντες, ὀρθοῦντες, πάντοθεν ἐργάζεσθαι τὴν ὠφέλειαν αὐτῶν, ἵνα καὶ τῶν στεφάνων αὐτοῖς ἐκεῖ κοινωνήσωμεν.
000-00-00 Serial Number=0663926184
Catecheses ad illuminandos Ante [Go Back]  
 [00780]  [5.9] Ὁ γὰρ μεθύων οὐκ οἶδεν οἰκονομῆσαι τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ἀλλ' ὥσπερ οἰκία πάντοθεν ἀνεῳγμένη καὶ πᾶσιν εὐεπίβατος τοῖς ἐπιβουλεύουσι τυγχάνουσα, οὕτως ἐστὶν ἡ τοῦ τοιούτου διάνοια ἀναπεπταμένη καὶ ὑπὸ τῶν ὀλεθρίων παθῶν σπαραττομένη.
000-00-00 Serial Number=0200158119
Commentarius in Job Ante [Go Back]  
 [00456]  περιέφραξας κύκλῳ πάντοθεν, φησίν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ ηὐλόγησας.
 [02907]  «ἀλλ' ἔδησέ με πάντοθεν», φησίν, «οὐκ αὐτὸν ὁρῶ, οὐκ ἄλλον τινά.».
 [02941]  οὐ τοὺς παρόντας μόνον καὶ ὁρῶντας, ἀλλὰ καὶ τοὺς ὕστερον ἐσομένους βούλονται μάρτυρας εἶναι τῶν οἰκείων συμφορῶν, ὥστε πάντοθεν οἷον θηρᾶσθαί τινα συμπάθειαν.
 [03377]  πάντοθεν τῷ καρπῷ βρίθων.
 [03998]  ἀλλ' ἵνα πάντοθεν κωλύσῃ τοῦ φρονήματος τὸ ὑπερέχον καὶ διανιστάμενον, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν.
000-00-00 Serial Number=0828705966
Contra Anomoeos Ante [Go Back]  
 [00013]  φλογὸς αἱρετικῆς ἐπήρεια πάντοθεν κυκλοῦσα, καὶ οἱ ἐν μέσῳ τῆς καμίνου δρόσου πνευματικῆς ἀπολαύουσιν.
 [00145]  Ἐκεῖνα μὲν γὰρ κἂν πολλὰ ᾖ, κἂν πάντοθεν ἐπιῤῥέῃ, ἀλλ' οὐ συναποδημεῖ πρὸς τὴν ἐκεῖ ζωὴν, οὐδὲ συμμεθίσταται ἡμῖν πρὸς τὸν οὐρανὸν, οὐδὲ ἐπὶ τοῦ βήματος παρίσταται τοῦ φοβεροῦ, ἀλλὰ πολλάκις καὶ πρὸ τῆς τελευτῆς ἡμᾶς καταλιπόντα οἴχεται·
000-00-00 Serial Number=0168831468
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00259]  Εἰ γὰρ ἀλήπτως ζῶντες ἄνθρωποι μόλις τοὺς ἠμελημένους ἐπιστρέψαι δύναιντ' ἂν, εἰ καὶ λαβὴν δοίημεν αὐτοῖς, πῶς οὐ πάντοθεν ὑπεύθυνοι τῆς ἀπωλείας ἐσόμεθα τῆς ἐκείνων;
 [00417]  Ἐπεὶ καὶ ὁ Σολομὼν ἡνίκα μὲν τῇ τῶν βιωτικῶν ἐπιθυμίᾳ πραγμάτων κατείχετο, μεγάλα τε αὐτὰ ἐνόμιζεν εἶναι καὶ θαυμαστὰ, καὶ πολλὴν περὶ αὐτὰ τὴν φιλοπονίαν ἐπεδείκνυτο, λαμπράς τε οἰκοδομούμενος οἰκίας, καὶ χρυσίον συνάγων ἄπειρον, μουσικῶν τε χοροὺς καὶ τραπεζοποιῶν γένη παντοδαπὰ καὶ μαγείρων πάντοθεν ἀγείρων, καὶ τὴν ἀπὸ τῶν κήπων χάριν, καὶ τὴν ἀπὸ τῶν λαμπρῶν σωμάτων ἡδονὴν δαψιλῶς τῇ τῆς ψυχῆς παρασκευάζων ἐπιθυμίᾳ, καὶ πᾶσαν, ὡς εἰπεῖν, ὁδὸν ψυχαγωγίας καὶ τέρψεως ἑαυτῷ τέμνων·
000-00-00 Serial Number=0658647835
Contra ludos et theatra Ante [Go Back]  
 [00150]  Καὶ καθάπερ οἱ κυνηγοὶ τὰ δυσάλωτα τῶν θηρίων οὐκ ἐξ ἑνὸς μέρους, ἀλλὰ πάντοθεν ἐλαύνοντες, εἰς τὴν σαγήνην ἐμβάλλουσιν·
000-00-00 Serial Number=0096120119
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00139]  οἱ δὲ ἐπέβαινον, καὶ τῆς οἰκίας ἐξεβάλλετο πάσης, καὶ ἐνδιαίτημα αὐτῷ ἦν ἡ κοπρία λοιπὸν, καὶ πηγαὶ σκωλήκων ἔβρυον, πάντοθεν καὶ αἵματι καὶ ἰχῶρι κατεῤῥεῖτο ὁ ἀδάμας, καὶ λαβὼν ὄστρακον ἔξεε τοὺς ἰχῶρας, δήμιος αὐτὸς ἑαυτῷ γινόμενος·
000-00-00 Serial Number=0750439107
De Anna i Ante [Go Back]  
 [00338]  Ἐνώπιον γὰρ Κυρίου εὔχεται ὁ πάντοθεν ἑαυτοῦ τὴν ψυχὴν συλλέγων, καὶ μηδὲν ἔχων κοινὸν πρὸς τὴν γῆν, ἀλλὰ πρὸς αὐτὸν τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ πάντα ἀνθρώπινον λογισμὸν ἀπὸ τῆς ψυχῆς ἐκβαλών·
 [00750]  Λῃστῶν γὰρ χαλεπώτεροι οἱ τοιοῦτοι λογισμοὶ, τὴν ἐλευθερίαν τῶν παίδων ἐξανδραποδίσαντες, καὶ δούλους τῶν ἀλόγων ποιοῦσι παθῶν, κατακεντοῦντες αὐτοὺς πάντοθεν, καὶ πολλῶν τραυμάτων πληροῦντες αὐτῶν τὴν διάνοιαν.
 [01017]  ἡμᾶς γὰρ αὐτοὺς, ἐὰν νήφωμεν, ναοὺς ἐποίησε τοῦ Θεοῦ τοῦ Πνεύματος ἡ χάρις, ὥστε πολλὴ πάντοθεν ἡμῖν ἡ εὐκολία.
 [01220]  ὁ δὲ τοῦ πλουτοῦντος πολλοὺς πάντοθεν πρὸς ἑαυτὸν ὀφθαλμοὺς ἕλκων, εἰς τὰς χεῖρας τῶν ἐχθρῶν τοῦ τετελευτηκότος ἦλθε πολλάκις·
000-00-00 Serial Number=0824774623
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00008]  Καὶ γὰρ τοὺς δεινοὺς τῶν τε ἰχθύων τῶν τε ὀρνίθων θηρευτὰς ἔθος οὐ γυμνὰ προτιθέναι τὰ θήρατρα, ἀλλὰ τῷ δελέατι πάντοθεν αὐτὰ περιστεί λαντας ἀκριβῶς οὕτω τῆς ἄγρας περιγενέσθαι ἑκατέρας ἑκατέρους.
 [00071]  Οὕτω γὰρ τοῦ σπινθῆρος τῆς πίστεως ἀφθέντος καλῶς ποταμοὶ καὶ ἄβυσσοι πάντοθεν ἐπέρρεον.
 [00141]  Οὐ γὰρ τετράρχην πόλεων ὀλίγων οὐδὲ ἑνὸς ἔθνους βασιλέα ἀλλὰ τὸν τὸ πλεῖστον μέρος τῆς οἰκουμένης ἁπάσης κατέχοντα αὐτὸν δὴ τοῦτον τὸν ἀνδροφόνον καὶ πολλὰ μὲν ἔθνη πολλὰς δὲ πόλεις καὶ στρατιὰν ἄπειρον κεκτημένον καὶ πάντοθεν ὄντα φοβερὸν ἀπό τε τῆς τῶν τρόπων θρασύτητος ὡς ἀνδράποδον εὐτελὲς καὶ οὐδενὸς ἄξιον οὕτω τῆς ἐκκλησίας ἐξέβαλε μετὰ τοσαύτης ἀταραξίας καὶ ἀφοβίας μεθ' ὅσης ἂν ποιμὴν πρόβατον φώρας ἐμπεπλησμένον καὶ νενοσηκὸς τῆς ποίμνης ἀπείρξειε κωλύων εἰς τὰ λοιπὰ διαβῆναι τὴν νόσον τοῦ κάμνοντος.
 [00187]  [40] Καὶ δοκεῖ μὲν ἓν κατόρθωμα εἶναι τὸ γεγονὸς, εἰ δέ τις αὐτὸ διασκέψαιτο καὶ ἀναπτύξας πάντοθεν κατοπτεύσειεν ἀκριβῶς καὶ δεύτερον καὶ τρίτον συμπεφυκὸς εὑρήσει καλὸν καὶ πολὺν τῆς ὠφελείας τὸν θησαυρόν.
 [00191]  Αὐτίκα γοῦν ὅταν τινὰ συμβῇ μὴ τὰ ἐκείνων φρονοῦντα ἐπὶ ταύτην ἐλθεῖν τὴν ἀρχὴν, εἰσιών τις εἰς τοὺς τῶν εἰδώλων ναοὺς πανταχοῦ τῶν τοίχων ὄψεται διατεταμένα τὰ τῶν ἀραχνίων ὑφάσματα καὶ τοσαύτην ἐπικειμένην τῷ ξοάνῳ τὴν κόνιν ὡς μήτε ῥῖνα μήτε ὀφθαλμὸν μήτε ἄλλο τι τοῦ προσώπου φαίνεσθαι μέρος, τῶν δὲ βωμῶν τῶν μὲν τὰ λείψανα μόνον ἕστηκε τοῦ πλείονος ἀποθραυσθέντος μέρους τοὺς δὲ οὕτω βαθεῖα πάντοθεν περιβάλλει πόα ὡς τὸν ἀγνοοῦντα κοπρίας τινὸς σωρείαν εἶναι νομίζειν τὸ φαινόμενον.
 [00196]  Ὅταν μὲν γάρ τις ὁμολογῶν ἡμῖν ἐν τῇ περὶ τοῦ θείου δόξῃ ἐπὶ τὸν βασιλικὸν ἀναβῇ θρόνον ῥαθυμότερα γίνεται τὰ Χριστιανῶν τοσοῦτον ἀπέχει ταῖς ἀνθρωπίναις ὀρθοῦσθαι τιμαῖς, ὅταν δέ τις κρατήσῃ δυσσεβὴς καὶ πάντοθεν ἡμᾶς ἐλαύνων καὶ μυρίοις περιβάλλων κακοῖς τότε εὐδοκιμεῖ καὶ λαμπρότερα γίνεται τὰ καθ' ἡμᾶς, τότε ἀριστείων καὶ τροπαίων καιρὸς, τότε στεφάνων καὶ ἀναρρήσεων καὶ πάσης ἀνδραγαθίας ἀφορμή.
 [00338]  Καὶ γὰρ ὥσπερ τις αὔρα λεπτὴ τοὺς ἐν τῷ μαρτυρίῳ γενομένους περιπνεῖ πάντοθεν αὔρα οὐκ αἰσθητή τις οὐδὲ σωμάτων αὐξητικὴ ἀλλ' εἰς αὐτὴν ἱκανὴ διαδῦναι τὴν ψυχήν καὶ καταστέλλουσα πάντοθεν αὐτὴν εὐσχημόνως καὶ πᾶν γήινον περικόπτουσα βάρος ἀναπαύει τε καὶ κουφοτέραν ἐργάζεται τὴν βεβαρημένην καὶ καταπίπτουσαν.
 [00374]  [77] Ἐντεῦθεν μάγοι καὶ γόητες καὶ μάντεις καὶ οἰωνοσκόποι καὶ μηναγύρται καὶ πάσης ἐργαστήρια μαγγανείας πάντοθεν ἀπὸ τῆς οἰκουμένης συνέτρεχον καὶ ἦν ἰδεῖν τὰ βασίλεια ἀνδρῶν ἀτίμων καὶ φυγάδων πληρούμενα.
 [00641]  Ὡς δὲ οὐ συνίεσαν τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ἰσχὺν ἀπὸ ταύτης τῆς πτώσεως ἀλλ' ὀρθώσαντες αὐτὸ πάλιν ἐπὶ τῆς οἰκείας ἔστησαν ἕδρας, τῇ ὑστεραίᾳ ὑπὸ τὴν ἕω παραγενόμενοι θεωροῦσιν οὐκέτι μόνον πεπτωκὸς ἀλλὰ καὶ διακεκλασμένον πάντοθεν.
 [00668]  Κακοῦργος δὲ ὢν καὶ δεινὸς τοὺς ὑπὸ τῶν ἀρχόντων τῆς ἐκκλησίας κεκολασμένους δι' ἁμαρτίας τινὰς καὶ τῆς ἀρχῆς ἐκβεβλημένους πάντας πάντοθεν ἤφιε, τούτῳ τῷ τρόπῳ τοῖς τε πονηροτάτοις ἐξουσίαν διδοὺς καὶ τοὺς τῆς ἐκκλησίας ἀνατρέπων θεσμοὺς καὶ πρὸς ἀλλήλους συγκρούων ἅπαντας·
000-00-00 Serial Number=0677390635
De Christi divinitate Ante [Go Back]  
 [00138]  Ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ' ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ τῆς ἀῤῥωστίας ἀπήλλαξε, καὶ τὴν ὑγίειαν ἐπανήγαγε, καὶ μέσος οὐδεὶς ἐγένετο χρόνος, ἀλλ' ἅμα τῆς ἁγίας γλώττης ἐξεπήδησεν ἡ ἱερὰ ἐκείνη φωνὴ, καὶ τὸ νόσημα τοῦ σώματος ἐδραπέτευε, καὶ ὁ λόγος ἔργον ἐγένετο, καὶ ἡ ἀῤῥωστία πᾶσα πάντοθεν ἐθεραπεύετο.
000-00-00 Serial Number=0330174923
De Lazaro Ante [Go Back]  
 [00027]  παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν.
 [00274]  Εἰ δὲ τὸ ἐπὶ ἐλεφαντίνων κλινῶν καθεύδειν ἔγκλημα, ὅταν καὶ ἀργύρῳ περιβεβλημέναι πάντοθεν ὦσι, ποίαν ἕξομεν ἀπολογίαν;
 [00281]  Οὐκ ἀργύρῳ καὶ χρυσῷ, ἀλλὰ δάκρυσι καὶ ἐξομολογήσεσι πάντοθεν ἦν κεκαλλωπισμένη.
 [00285]  Ὥσπερ γὰρ μαργαρῖται τὰ δάκρυα αὐτῇ ἐπεπήγει πάντοθεν.
 [00856]  Καὶ γὰρ καὶ γυνὴ παροξύνει, καὶ υἱὸς λυπεῖ, καὶ οἰκέτης εἰς ὀργὴν ἐμβάλλει, καὶ ἐχθρὸς ἐπιβουλεύει, καὶ φίλος βασκαίνει, καὶ γείτων ἐπηρεάζει, καὶ συστρατιώτης ὑποσκελίζει, πολλάκις καὶ δικαστὴς ἀπειλεῖ, καὶ πενία λυπεῖ, καὶ ἀποβολὴ τῶν οἰκείων πένθος ἐργάζεται, καὶ εὐημερία φυσᾷ, καὶ δυσπραγία συστέλλει, καὶ πολλαὶ μὲν ὀργῆς, πολλαὶ δὲ φροντίδων, πολλαὶ δὲ ἀθυμίας καὶ λύπης, πολλαὶ δὲ κενοδοξίας καὶ ἀπονοίας ἀφορμαὶ καὶ ἀνάγκαι πάντοθεν ἡμᾶς περιστοιχίζονται, καὶ μυρία πανταχόθεν τὰ βέλη φέρεται·
 [01015]  Ὥσπερ γὰρ εἴ τινα εἶδες ὑδέρῳ ἢ σπληνὶ κατεχόμενον, ἢ σηπεδόνα τινὰ ἔχοντα καὶ ἕλκη μυρία πάντοθεν, εἶτα ἐπὶ πᾶσι τούτοις μεθύοντα, τρυφῶντα, καὶ τὸ νόσημα ἐπιτείνοντα, οὐ μόνον οὐ θαυμάζεις, οὐδὲ μακαρίζεις διὰ τὴν τρυφὴν, ἀλλὰ δι' αὐτὸ τοῦτο μάλιστα ταλανίζεις αὐτόν·
 [01111]  Ἀλλ' ἐπειδὰν ὁρμήσῃ, πρὶν ἢ τὸ ῥῆμα ἐξενεγκεῖν, κατάδακε τοῖς ὀδοῦσιν αὐτὴν πάντοθεν σφοδρῶς.
 [01202]  οὐχὶ πάντοθεν ἠλαύνετο παρὰ τῶν ὁμόρων συνεχῶς, καὶ τὴν γυναῖκα ἀφῃρέθη, καθάπερ καὶ ὁ πατὴρ, καὶ ἐν ἀπαιδίᾳ τοσοῦτον διέμεινε χρόνον;
 [01748]  Ἀλλὰ εἱστήκει πάντοθεν βαλλόμενος, καὶ ἀκλινὴς μένων, καὶ νιφάδες ἐφέροντο βελῶν, καὶ οὐκ ἐπλήττετο·
 [01844]  Καὶ ἡμεῖς τοίνυν καὶ ὅπλα καὶ φάρμακα κατασκευάσωμεν ἑαυτοῖς ἐν τῷ καιρῷ τῆς εἰρήνης, ἵνα, εἴ ποτε πόλεμος ἐπιστῇ παθῶν ἀλόγων, ἢ πένθους, ἢ ὀδύνης, ἢ ἄλλου ὁτουοῦν τοιούτου, καθωπλισμένοι καλῶς καὶ πεφραγμένοι πάντοθεν, τὰς τοῦ Πονηροῦ προσβολὰς μετὰ πολλῆς ἀποκρουσώμεθα τῆς ἐμπειρίας, καὶ λογισμοῖς ὀρθοῖς, καὶ ταῖς ἀποφάσεσι τοῦ Θεοῦ, καὶ τοῖς ὑποδείγμασι τῶν ἀγαθῶν ἀνδρῶν, καὶ παντὶ τρόπῳ πάντοθεν ἑαυτοὺς τειχίσωμεν.
000-00-00 Serial Number=0427425086
De Maccabeis Ante [Go Back]  
 [00018]  Καὶ καθάπερ στέφανος βασιλικὸς λίθοις ποικίλοις πάντοθεν καλλωπιζόμενος μαρμαρυγὰς διαφόρους ἀφίησιν, οὕτω δὴ καὶ τὰ σώματα τῶν ἁγίων μαρτύρων, ὥσπερ λίθοις τιμίοις τοῖς ὑπὲρ τοῦ Χριστοῦ τραύμασι κατεστιγμένα, παντὸς διαδήματος βασιλικοῦ τιμιώτερα καὶ σεμνότερα φαίνεται.
000-00-00 Serial Number=0906365514
De Melchisedech Ante [Go Back]  
 [00086]  Περίθες τοίνυν αὐτῷ πάντοθεν τειχίον τὰς ἀπὸ τῶν Γραφῶν μαρτυρίας, καὶ οὐδὲ χᾶναι δυνήσεται.
000-00-00 Serial Number=0344971478
De Susanna Ante [Go Back]  
 [00072]  Στενά μοι πάντοθεν·
000-00-00 Serial Number=0840371847
De beato Philogonio Ante [Go Back]  
 [00020]  Εἰ δὲ ἐνταῦθα ὅπου νόσοι, καὶ ἐπήρειαι, καὶ ἄωροι θάνατοι, καὶ συκοφαντίαι, καὶ φθόνοι, καὶ ἀθυμίαι, καὶ ὀργαὶ, καὶ ἐπιθυμίαι πονηραὶ, καὶ μυρίαι ἐπιβουλαὶ, καὶ καθημεριναὶ φροντίδες, καὶ συνεχῆ καὶ ἐπάλληλα τὰ κακὰ μυρίας πάντοθεν ἐπάγοντα λύπας, ἔφησεν ὁ Παῦλος δυνατὸν εἶναι πάντοτε χαίρειν, εἴ τις μικρὸν ἐκ τοῦ κλυδωνίου τῶν βιωτικῶν πραγμάτων ἀνακύψας, τὸν ἑαυτοῦ καλῶς ῥυθμίσειε βίον, πολλῷ μᾶλλον μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν τούτου ῥᾴδιον ἐπιτυχεῖν τοῦ καλοῦ, ὅτε ταῦτα πάντα ἀνῄρηται, καὶ ἀῤῥωστίαι καὶ πάθη καὶ ἁμαρτημάτων ὑπόθεσις, ὅτε τὸ ἐμὸν καὶ τὸ σὸν οὐκ ἔστι, τὸ ψυχρὸν τοῦτο ῥῆμα, καὶ πάντα εἰς τὴν ζωὴν ἡμῶν εἰσάγον τὰ δεινὰ, καὶ τοὺς μυρίους γεννῆσαν πολέμους.
 [00107]  Ὥσπερ γὰρ εἰς ἀμπελῶνά τις εἰσελθὼν, καὶ τὰς ἀμπέλους ἰδὼν κομώσας τοῖς φύλλοις, τῷ καρπῷ βριθομένας, θριγκοῖς καὶ φραγμοῖς πάντοθεν τετειχισμένας, οὐδὲν δεήσεται λόγου τινὸς καὶ ἀποδείξεως ἑτέρας, ὥστε μαθεῖν τοῦ ἀμπελουργοῦ καὶ τοῦ γηπόνου τὴν ἀρετήν·
 [00199]  Πῶς γὰρ οὐκ ἄτοπον τῶν μὲν σωματικῶν τοσαύτην ποιεῖσθαι τὴν ἐπιμέλειαν, ὥστε ἑορτῆς παραγούσης, πρὸ πολλῶν ἡμερῶν καὶ ἱμάτιον ἐκ τῶν κιβωτίων τὸ κάλλιστον ἀνελομένους προευτρεπίζειν, καὶ ὑποδήματα ὠνεῖσθαι, καὶ τραπέζῃ δαψιλεστέρᾳ κεχρῆσθαι, καὶ πολλοὺς πάντοθεν προσεπινοεῖν πόρους, καὶ παντὶ τρόπῳ φαιδρύνειν ἑαυτὸν καὶ καλλωπίζειν·
000-00-00 Serial Number=0608015954
De decem millium talentorum debitore Ante [Go Back]  
 [00291]  Ἀλλ' ὅμως τὸν πάντοθεν προδοθέντα ἴσχυσεν εὐχῆς ἐξαρπάσαι δύναμις.
000-00-00 Serial Number=0481047988
De diabolo tentatore Ante [Go Back]  
 [00532]  Εἶδες ὅτι ἀσθενὴς πάντοθεν βλάπτεται, ὁ δὲ ἰσχυρὸς πάντοθεν ὠφελεῖται;
 [00656]  κἂν ἴδῃς ἄνθρωπον ἐν πονηρίᾳ ζῶντα καὶ πᾶσαν κακίαν ἐπιδεικνύμενον, εἶτα αἰτιώμενον τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ λέγοντα, ὅτι τύχης καὶ εἱμαρμένης ἀνάγκῃ καὶ δαιμόνων τυραννίδι τὴν ἡμετέραν ἐξέδωκε φύσιν, καὶ πάντοθεν τὴν αἰτίαν ἀφ' ἑαυτοῦ μὲν ἀπάγοντα, ἐπὶ δὲ τὸν δημιουργὸν καὶ τοῦδε τοῦ παντὸς προνοοῦντα μεταφέροντα, ἀπόφραξον αὐτοῦ τὸ στόμα, μὴ λόγῳ, ἀλλ' ἔργῳ, ἐπιδείξας σύνδουλον ἕτερον ἐν ἀρετῇ καὶ ἐπιεικείᾳ ζῶντα.
 [00921]  Κατὰ μικρὸν αὐτῷ τὸ σῶμα ἐδαπανᾶτο, καὶ πηγὴ σκωλήκων αὐτῷ πάντοθεν ἔβρυεν ἀπὸ τῶν μελῶν, καὶ διηνεκὴς ἦν αὕτη ἡ ἐπιῤῥοὴ, καὶ πολλὴ πανταχόθεν ἡ δυσωδία, καὶ τὸ σῶμα κατὰ μικρὸν ἀναιρούμενον καὶ τοιαύτῃ σηπεδόνι τηκόμενον ἀηδῆ τὰ σιτία ἐποίει, καὶ λιμὸς ἦν αὐτῷ ξένος καὶ παράδοξος·
000-00-00 Serial Number=0521558821
De fato et providentia Ante [Go Back]  
 [00564]  Οὐ γὰρ δὴ μόνον τὰ σώματα τῶν οὕτω διακειμένων καὶ ἀειδῆ, καὶ πλαδαρὰ, καὶ διάβροχα, καὶ δυσωδίας ἀφορήτου πάντοθεν ἔμπλεα γίγνεται, ἀλλὰ καὶ ἡ ψυχὴ πολὺ τοῦ σώματός ἐστιν ἀειδεστέρα, πολλῷ μείζονα ἐκείνου νοσήματα δεξαμένη παρὰ τῆς τρυφῆς.
000-00-00 Serial Number=0858705521
De gloria in tribulationibus Ante [Go Back]  
 [00144]  εἶτα τῷ ξύλῳ προσηλωθεῖσα πάντοθεν, διωρύττετο τὰς πλευρὰς καταξεομένη, καὶ κατεῤῥεῖτο τῷ αἵματι, καὶ καθάπερ νυμφευομένη μᾶλλον καὶ ἐν παστάδι καθημένη, οὕτω μετ' εὐνοίας ἔφερε τὰ γινόμενα διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν αὐτοῖς τοῖς ἀγῶσι στεφανουμένη.
000-00-00 Serial Number=0158727825
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00263]  Ἀλλὰ προσδοκάτω μὲν παιδεύεσθαι, μὴ παιδευέσθω δέ, ἵνα μὴ σβεννύηται ὁ φόβος, ἀλλ' ἵνα μένῃ καθάπερ πῦρ ἐνακμάζον καὶ πάσας πάντοθεν ἀνέλκον τὰς ἀκάνθας ἢ καθάπερ μάκελλα ὀξεῖα καὶ βαθεῖα εἰς αὐτὸ σκάπτουσα τὸ βάθος.
 [00535]  Καὶ ἔστωσαν αὐτῶν πολλοὶ πάντοθεν οἱ παροξύνοντες ὥστε ἐγγυμνάζεσθαι καὶ μελετᾶν ἐν τοῖς οἰκείοις φέρειν τὸ πάθος.
000-00-00 Serial Number=0261773705
De incomprehensibili dei natura Ante [Go Back]  
 [00302]  ἀλλ' ὥσπερ τινὲς γενναῖοι σκύλακες λύκους ὁρῶντες ἐπεισιόντας καὶ τὴν ποίμνην ἅπασαν διαφθείροντας, οὕτως ἐπιπηδήσαντες ἐκείνοις οὐ πρότερον ἀπέστησαν σοβοῦντες αὐτοὺς πάντοθεν καὶ ἀπελαύνοντες, ἕως παρεσκεύασαν παρὰ τῶν ἀποστόλων πανταχοῦ τῆς οἰκουμένης πεμφθῆναι δόγματα ἀποτειχίζοντα κἀκείνοις καὶ τοῖς μετ' ἐκείνους ἅπασι τὴν τοιαύτην κατὰ τῶν πιστῶν ἔφοδον.
 [00851]  Καθάπερ γὰρ περιστερὰ χειροήθης καὶ ἥμερος ἐν οἰκίσκῳ τινὶ διατρίβουσα, ὅταν ποτὲ αἴσθηταί τινος φόβου, πτοηθεῖσα πρὸς τὴν ὀροφὴν ἵπταται καὶ διὰ τῶν θυρίδων ἔξοδόν τινα ἐπιζητεῖ, τῆς ἀγωνίας ἀπαλλαγῆναι ἐπιθυμοῦσα, οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ μακαρίου τότε ἐκείνου ἐκ τοῦ σώματος ἀναπτῆναι ἔσπευδε καὶ πρὸς τὰ ἔξω πάντοθεν ἠπείγετο καὶ ἐξῆλθεν ἂν καὶ ἀπέπτη καὶ τὸ σῶμα κατέλιπεν ἔρημον, εἰ μὴ ταχέως ὁ ἄγγελος προλαβὼν αὐτὴν ἀπήλλαξε τῆς ἀγωνίας καὶ πρὸς τὸ οἰκεῖον πάλιν ἐπανήγαγε καταγώγιον.
000-00-00 Serial Number=0130797684
De jejunio [2] Ante [Go Back]  
 [00342]  ἵνα καὶ ὡς εὐφραινόμενοι καὶ εὐφραίνοντες, τὴν νηστείαν ταύτην διὰ παντὸς ἔχωμεν, τῷ Κυρίῳ τῆς νηστείας δουλεύοντες, πάντοθεν αὐτῷ εὐχαριστοῦντες, καὶ πάντοτε δοξάζοντες, πάντοτε ἀγαπῶντες τὸν ἀγαπήσαντα ἡμᾶς, καὶ προσκυνοῦντες τὸν ἀναδεξάμενον ἡμῶν τὰς ἁμαρτίας, καὶ ἀποθνήσκοντες ὑπὲρ τοῦ ἀποθανόντος, καὶ ἐλπίζοντες τοῦ συνδοξασθῆναι τῷ ἀτιμασθέντι.
000-00-00 Serial Number=0426740885
De jejunio sermones 1 Ante [Go Back]  
 [00474]  Ὧ δὴ τοῦτο γίνεται ὡς πῦρ καιόμενον ἐν τοῖς ἐγκάτοις αὐτοῦ, καὶ παρεῖτο πάντοθεν, καὶ οὐκ ἠδύνατο φέρειν.
000-00-00 Serial Number=0517365873
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00095]  καὶ ὁ μὲν ὑπὲρ ἑνὸς ἔθνους, ὁ δὲ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης ἔκαμνεν, οὐχ ἱδρῶτι, ἀλλὰ καὶ αἵματι ἀντὶ ἱδρῶτος πάντοθεν περιρρεόμενος, οὐχὶ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν ἀοίκητον διορθούμενος, οὐχὶ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὴν βάρβαρον.
 [00160]  [2.3] Καὶ ὅπλα δὲ αὐτὰ δικαιοσύνης ἐκάλεσε, δεικνὺς ὅτι καὶ ἐντεῦθεν τὰ μέγιστα ἐκαρποῦτο, καὶ τοῖς ἐχθροῖς πάντοθεν ἀχείρωτος ἦν·
 [00583]  Καὶ μετὰ τούτων καὶ ἡ τῆς τυραννίδος ὑποψία πάντοθεν αὐτοὺς ἐλαύνεσθαι ἐποίει.
 [00587]  [4.17] Ἀλλ' ὅμως πάντοθεν τῆς πυρᾶς ἀναπτομένης, ἀπὸ τῶν οἰκιῶν, ἀπὸ τῶν πόλεων, ἀπὸ τῶν ἀγρῶν, ἀπὸ τῆς ἐρημίας, ἀπὸ τῶν Ἑλλήνων, ἀπὸ τῶν Ἰουδαίων, ἀπὸ τῶν ἀρχόντων, ἀπὸ τῶν ἀρχομένων, ἀπὸ τῶν συγγενῶν, ἀπὸ τῆς γῆς, ἀπὸ τῆς θαλάττης, ἀπὸ τῶν βασιλευόντων, καὶ πάντων ἀλλήλους ἐξαγριούντων, καὶ θηρίου παντὸς χαλεπώτερον ἐπιτιθεμένων, ὁ μακάριος οὗτος εἰς τοσαύτας καμίνους ἐμπηδῶν, καὶ ἐν μέσῳ λύκων ἱστάμενος, καὶ πάντοθεν βαλλόμενος, οὐ μόνον οὐ κατεχώσθη, ἀλλὰ καὶ πάντας αὐτοὺς εἰς τὴν ἀλήθειαν μετήγαγεν.
 [00612]  [4.20] Καὶ ταῦτα αὐτὴ ἡ τῶν πραγμάτων ἀλήθεια βοᾷ καὶ οὐδὲν δεῖ λόγων, οὐδὲ ῥημάτων, τῆς οἰκουμένης πάντοθεν φωνὴν ἀφιείσης, τῶν πόλεων, τῶν ἀγρῶν, τῆς γῆς, τῆς θαλάττης, τῆς οἰκουμένης, τῆς ἀοικήτου, τῶν ἐν ταῖς ἀκρωρείαις.
 [00692]  [5.7] Ἐπεὶ καὶ τὸν ἰατρόν, ὅταν ἴδῃς νῦν μὲν καίοντα, νῦν δὲ τρέφοντα, καὶ νῦν μὲν σιδήρῳ χρώμενον, νῦν δὲ φαρμάκῳ, καὶ ποτὲ μὲν ἀπάγοντα σιτίων καὶ ποτῶν, ποτὲ δὲ ἐπιτρέποντα τούτων ἅδην ἐμφορεῖσθαι τὸν κάμνοντα, καὶ ποτὲ μὲν περιβάλλοντα πάντοθεν, ποτὲ δὲ αὐτὸν ἐκεῖνον τὸν διαθερμανθέντα κελεύοντα φιάλην ὁλόκληρον ἐκπιεῖν ὑδάτων ψυχρῶν, οὐ καταγνώσῃ τῆς μεταβολῆς, οὐδὲ τῆς συνεχοῦς μεταστάσεως·
 [00960]  Οὕτω γὰρ δυνησόμεθα πάντοθεν κερδαίνειν, καὶ μετὰ πολλῆς τῆς εὐπορίας εἰς τὸν ἀκύμαντον λιμένα καταπλεῖν, καὶ τῶν ἀκηράτων ἐπιτυχεῖν στεφάνων, ὧν γένοιτο πάντας ἡμᾶς καταξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0247627139
De mutatione nominum Ante [Go Back]  
 [00290]  Στενά μοι πάντοθεν.
 [00703]  ἐπειδὴ χωρὶς προοιμίου αὐτὸ εἰσήγαγον, ταὐτὸν ποιήσας, ὥσπερ ἂν εἴ τις ἄνθρωπον πάντοθεν περιβαλὼν εἰς τὸ θέατρον εἰσαγάγοι.
 [01012]  Εἰ δὲ χωρὶς συνάξεως τοσοῦτον τὸ κέρδος τῆς ἐνταῦθα παρουσίας, ὅταν προφῆται πάντοθεν βοῶσιν, ὅταν ἀπόστολοι εὐαγγελίζωνται, ὅταν ὁ Χριστὸς ἐν μέσῳ εἱστήκῃ, ὅταν Πατὴρ ἀποδέχηται τὰ γινόμενα, ὅταν Πνεῦμα ἅγιον παρέχῃ τὴν οἰκείαν ἀγαλλίασιν, πόσης μὲν ὠφελείας ἐμπλησθέντες οἱ παρόντες ἀπέρχονται! οἱ ἀπόντες δὲ πόσην ζημίαν ὑπομένουσιν! Ἐβουλόμην εἰδέναι ποῦ διατρίβουσιν οἱ τῆς συνάξεως καταφρονήσαντες, τί κατέσχεν αὐτοὺς, καὶ τῆς ἱερᾶς ταύτης τραπέζης ἀπήγαγε, περὶ τίνων ἡ διάλεξις.
000-00-00 Serial Number=0237934649
De paenitentia [1] Ante [Go Back]  
 [00174]  Καθάπερ γὰρ θαλάττης αἰρομένης καὶ κυμάτων πάντοθεν κορυφουμένων, ὑποβρύχιον γίνεται τὸ σκάφος, οὕτω καὶ ψυχὴ τῆς ἀθυμίας αὐτὴν πάντοθεν περιστοιχιζομένης, ἀποπνίγεται ταχέως, ἐὰν μή τινα ἔχῃ τὴν χεῖρα ὀρέγοντα, καὶ ἡ σωτήριος ἐπὶ τοῖς ἁμαρτήμασι λύπη ὀλέθριος ὑπὸ τῆς ἀμετρίας γίνεται.
 [01558]  δεῖ γὰρ ἅπαντα τὰ ἀντικρούοντα παραγαγεῖν εἰς μέσον καὶ δῆλα ποιεῖν, ἵνα πάντοθεν ὁ λόγος ἡμῖν ἐκκαθαίρηται, καὶ μηδὲ τοῖς ἀναισχυντοῦσι καταλείπηται πρόφασις.
000-00-00 Serial Number=0161238194
De patientia sermo 2 Ante [Go Back]  
 [00262]  Στενά μοι πάντοθεν.
000-00-00 Serial Number=0396149337
De proditione Judae Ante [Go Back]  
 [00509]  διὸ πάντοθεν ἀσφαλίζεσθαι χρή.
000-00-00 Serial Number=0614450574
De prophetiarum obscuritate Ante [Go Back]  
 [00089]  Περίθες τοίνυν αὐτῷ τειχίον πάντοθεν, τὰς ἀπὸ τῶν Γραφῶν μαρτυρίας, καὶ οὐδὲ χᾶναι δυνήσεται.
 [00459]  Ἐπειδὴ δὲ ἔμελλεν ὁ Χριστὸς παραγίνεσθαι, καὶ τὴν οἰκουμένην πᾶσαν πρὸς ἑαυτὸν καλεῖν, οὐχὶ διὰ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν προφητῶν καὶ γὰρ κἀκεῖνοι πρὸς τὴν πίστιν ἡμᾶς χειραγωγοῦσι τῆς τοῦ Χριστοῦ γνώσεως, τηνικαῦτα λοιπὸν ὡσπερεί τινας εἰσόδους καὶ ὁδοὺς τὰς προφητείας, πρότερον ἀποκεκλεισμένας τῇ τῆς γλώττης ἀσαφείᾳ, πάντοθεν ἀνοιγῆναι παρεσκεύασε διὰ τῆς ἑρμηνείας, ἵνα πάντες οἱ ἐκ τῶν ἐθνῶν πανταχόθεν συῤῥέοντες, καὶ μετὰ πολλῆς τῆς εὐκολίας ταύτας ὁδεύοντες τὰς ὁδοὺς, δι' αὐτῶν δυνηθῶσι πρὸς τὸν βασιλέα τῶν προφητῶν ἐλθεῖν, καὶ προσκυνῆσαι τῷ μονογενεῖ τοῦ Θεοῦ Υἱῷ.
000-00-00 Serial Number=0377942860
De sacerdotio Ante [Go Back]  
 [00273]  ∆ιὰ τοῦτο πολλῆς δεῖ τῆς συνέσεως τῷ ποιμένι καὶ μυρίων ὀφθαλμῶν πρὸς τὸ περισκοπεῖν πάντοθεν τὴν τῆς ψυχῆς ἕξιν.
 [00620]  διὸ χρὴ πάντοθεν αὐτοῦ τὸ κάλλος ἀποστίλβειν τῆς ψυχῆς ἵνα καὶ εὐφραίνειν ἅμα καὶ φωτίζειν δύνηται τὰς τῶν ὁρώντων ψυχάς.
 [00626]  Καὶ δεῖ τὸν ἱερέα καθάπερ τισὶν ἀδαμαντίνοις ὅπλοις πεφράχθαι τῇ τε συντόνῳ σπουδῇ καὶ τῇ διηνεκεῖ περὶ τὸν βίον νήψει, πάντοθεν περισκοπεῖν μή πού τις γυμνὸν εὑρὼν τόπον καὶ παρημελημένον πλήξῃ καιρίαν πληγήν·
 [01273]  Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαρρεῖν τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ μυρίας ἑτέρας προστιθέασι φυλακάς, πάντοθεν ἑαυτοὺς περιφράττοντες καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες ἵνα μετὰ παρρησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται, πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχὴν καὶ ἀσινὲς τὸ πνευματικὸν τηρῆσαι κάλλος;
 [01462]  ἀλλ' ὥσπερ οἱ κατὰ κρημνῶν ὑπό τινος ῥεύματος ἢ καὶ ἑτέρως ὠθούμενοι, τὴν μὲν ἀπώλειαν εἰς ἣν τελευτῶσι προορᾶν δύνανται, βοήθειαν δέ τινα ἐπινοεῖν οὐκ ἔχουσιν, οὕτω καὶ αὐτὸς εἰς τὸν πολὺν τῶν παθῶν θόρυβον ἐμπεσών, τὴν μὲν κόλασιν καθ' ἑκάστην αὐξομένην μοι τὴν ἡμέραν δυνήσομαι συνορᾶν, ἐν ἐμαυτῷ δὲ γενέσθαι καθάπερ νῦν καὶ ἐπιτιμῆσαι πάντοθεν τοῖς νοσήμασι λυττῶσι τούτοις οὐκέτι ὁμοίως εὔπορον ἐμοὶ καθάπερ καὶ πρότερον.
000-00-00 Serial Number=0269778013
De sancta Droside martyre Ante [Go Back]  
 [00007]  φέρει δὲ αὐτοῖς καὶ ἡ γῆ τινα τέρψιν τοῖς ἄνθεσι καλλωπιζομένη πάντοθεν.
 [00121]  Κἀκεῖνοι μὲν ταῦτα ὁρῶντες ἐνόμιζον αὐτὴν ἀπόλλυσθαι, αὐτὴ δὲ ἐξεκαθαίρετο μᾶλλον, καὶ καθάπερ τὸ χρυσίον ὁ μὲν ἰδιώτης ἑστὼς καὶ ὁρῶν τηκόμενον καὶ καταῤῥέον καὶ ἀναμιγνύμενον τῇ τέφρᾳ, ἀπολωλέναι καὶ διεφθάρθαι νομίζει, ὁ δὲ τεχνίτης καὶ ἀκριβῶς ταῦτα ἐπιστάμενος οἶδεν ὅτι ταύτῃ [50.689] καθαρώτερον γίνεται, καὶ μετὰ πύρωσιν αὐτὸ πάντοθεν ἀνασπᾷ λαμπρὸν συλλέγων·
000-00-00 Serial Number=0734836519
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00280]  Ἐτείχιζε γὰρ αὐτὰς πάντοθεν ἡ τῶν μελλόντων ἐλπὶς, ἐπεὶ καὶ ἐν ξένῃ οὖσαι οὐκ ἦσαν ἐν ξένῃ·
000-00-00 Serial Number=0855469108
De sanctis martyribus [2] Ante [Go Back]  
 [00052]  καὶ ταυτὸν γίνεται οἷον ἂν εἴ τις πολεμιστὴν ἄνθρωπον εἰς πόλεμον εἰσαγαγὼν, καὶ τοῦ δόρατος τὴν αἰχμὴν ἀποκόψας, καὶ τὸν θώρακα ἀποδύσας, οὕτω κελεύῃ γυμνῷ τῷ σώματι μάχεσθαι, ὁ δὲ πληττόμενος καὶ παιόμενος καὶ πάντοθεν μυρία δεχόμενος τραύματα τρόπαιον στήσειε.
 [00053]  Καὶ γὰρ τοὺς μάρτυρας γυμνοὺς ἄγοντες, καὶ τὰς χεῖρας ὀπίσω δήσαντες καὶ πάντοθεν παίοντες καὶ καταξαίνοντες, οὕτως ἡττῶντο·
 [00071]  οὗτοι δὲ οὐ πυρετοῦ ἐπικειμένου, ἀλλὰ φλογὸς πάντοθεν αὐτοὺς πολιορκούσης, καὶ τῶν σπινθήρων τοῖς ἕλκεσιν ἐπιπηδώντων, καὶ θηρίου παντὸς δριμύτερον δακνόντων τὰ τραύματα, καθάπερ ἀδαμάντινοί τινες, καὶ ἐν ἀλλοτρίοις ὁρῶντες ταῦτα γινόμενα σώμασιν, οὕτω γενναίως καὶ μετὰ τῆς προσηκούσης αὐτοῖς ἀνδρείας ἐπὶ τῶν τῆς ὁμολογίας εἱστήκεισαν ῥημάτων, ἀπερίτρεπτοι διὰ πάντων τῶν δεινῶν μένοντες, καὶ τὴν ἑαυτῶν ἀνδρείαν καὶ τὴν τοῦ Θεοῦ χάριν λαμπρῶς ἐπιδεικνύμενοι.
 [00092]  Εἰ γὰρ ἀθλητῶν ξένων ἐπιδημούντων τῇ πόλει, πᾶς ὁ δῆμος περιῤῥεῖ πανταχόθεν, καὶ κυκλώσαντες αὐτοὺς καταμανθάνουσι τῶν μελῶν τὴν εὐεξίαν, πολλῷ μᾶλλον τῶν ἀθλητῶν τῆς εὐσεβείας εἰς οὐρανοὺς ἀναβάντων, συντρέχουσιν οἱ ἄγγελοι, καὶ πᾶσαι αἱ ἄνω δυνάμεις πάντοθεν περιῤῥέουσι καταμανθάνουσαι τούτων τὰ τραύματα, καὶ καθάπερ τινὰς ἀριστέας ἐκ πολέμου καὶ μάχης ἐπανελθόντας μετὰ πολλὰ τρόπαια καὶ νίκας, οὕτω μεθ' ἡδονῆς δεξιοῦνται πάντας αὐτοὺς, καὶ ἀσπάζονται·
000-00-00 Serial Number=0133647025
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00024]  καὶ οὕτω πολὺ γέγονε τοῦτο, ὡς πανταχοῦ καὶ ἐν ἀμφόδοις, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ἀγροῖς, καὶ ἐν ὁδοῖς τούτῳ πάντοθεν περιηχεῖσθαι τῷ ὀνόματι.
000-00-00 Serial Number=0816386223
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00030]  τὸν δὲ εὐεργέτην, καὶ σωτῆρα, καὶ μηδὲ τοῦ Μονογενοῦς φεισάμενον δι' αὐτὸν, ἀπεστράφη, καὶ ἐμίσει, καὶ τὸν σταυρὸν διέσυρε, πρᾶγμα, ὃ τὴν οἰκουμένην ἐπ' ὄψιν κειμένην ἀνέστησε, καὶ τὸ σκότος πάντοθεν ἀπήλασε, καὶ τῶν ἀκτίνων ἡμῖν λαμπρότερον εἰσήγαγε φῶς.
000-00-00 Serial Number=0903849781
De virginitate Ante [Go Back]  
 [00034]  Ἐπεὶ οὖν πάντοθεν ἡμῖν τοῦτο συνωμολόγηται, παυσάσθωσαν μάτην οἱ ἀπὸ τῶν αἱρέσεων κόπτοντες ἑαυτούς·
 [00461]  Οἱ δὲ ἀσθενέστερον διακείμενοι καὶ ἄρτι πρὸς τὸ πρᾶγμα χειραγωγούμενοι οὐ μικρὰν καὶ ἀπὸ τῆς τῶν πολλῶν δόξης δυνάμεως προσθήκην λαμβάνουσιν, ἕως ἂν παιδαγωγηθέντες πάντοθεν κατὰ μικρὸν εἰς τὸ μηκέτι δεῖσθαι ταύτης τῆς χειραγωγίας καταστήσωσιν ἑαυτούς.
 [01031]  Οὐ ταύτῃ δὲ μόνον ἡμῖν ἡ ἀρετὴ δυσκατόρθωτος ἀλλ' ὅτι κἂν ἀνεκτὸν ἦθος ἔχῃ ἡ συνοικοῦσα, ὁ δι' αὐτὴν καὶ τὰ ἔκγονα ἐκείνης περιρρέων ἡμᾶς φροντίδων ὄχλος οὐδὲ μικρὸν ἀναβλέψαι πρὸς τὸν οὐρανὸν συγχωρεῖ, πάντοθεν ὥσπερ τις ἴλιγγος περιστρέφων καὶ βαπτίζων ἡμῶν τὴν ψυχήν.
000-00-00 Serial Number=0171915650
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00471]  Ἐνώπιον γὰρ Κυρίου εὔχεται ὁ πάντοθεν ἑαυτοῦ τὴν ψυχὴν συλλέγων, καὶ μηδὲν ἔχων κοινὸν πρὸς τὴν γῆν, ἀλλὰ πρὸς αὐτὸν ἑαυτὸν μετοικίσας τὸν οὐρανὸν, καὶ πάντα ἀνθρώπινον λογισμὸν ἀπὸ τῆς ψυχῆς ἐκβαλών.
 [01524]  Στενά μοι πάντοθεν.
 [01718]  Οὐδὲ γὰρ μικρὸν ἦν ἀπὸ τῶν βυθῶν ἐκείνων προειπεῖν, ὅτι πρῶτος ἐμπεσεῖται ὁ τὸν φόρον τελῶν ἰχθὺς, καὶ ὥσπερ ἀμφίβληστρον εἰς τὴν ἄβυσσον ἐκείνην ἀφέντα αὐτοῦ τὸ πρόσταγμα, ἀναγαγεῖν τὸν κομίζοντα τὸν στατῆρα, καὶ τὴν θάλατταν οὕτω ποιῆσαι δωροφορεῖν, καὶ πάντοθεν τὴν ὑποταγὴν αὐτῆς ἐπιδείκνυσθαι.
 [02685]  Κατὰ μικρὸν αὐτῷ τὸ σῶμα ἐδαπανᾶτο, καὶ πηγὴ σκωλήκων αὐτῷ πάντοθεν ἔβρυεν ἀπὸ τῶν μελῶν, καὶ διηνεκὴς ἦν αὕτη ἡ ἐπιῤῥοὴ, καὶ πολλὴ πανταχόθεν ἡ δυσωδία, καὶ τὸ σῶμα κατὰ μικρὸν διαιρούμενον, καὶ τοιαύτῃ σηπεδόνι τηκόμενον, ἀηδῆ τὰ σιτία ἐποίει.
 [02737]  Ἀλλ' ἐπειδὰν ὁρμήσῃ, πρὶν ἢ τὸ ῥῆμα ἐξενεγκεῖν, κατάδακε τοῖς ὀδοῦσιν αὐτὴν πάντοθεν σφοδρῶς.
 [03193]  Κἂν γυναῖκα ὁ τοιοῦτος ἔχῃ, κἂν παιδία, κἂν φίλους, ἂν μὴ πάντοθεν ἐξῇ κερδαίνειν αὐτῷ, τῶν φύσει πολεμίων αὐτῷ οὗτοι πολεμιώτεροι καταφαίνονται.
 [03875]  Καίτοι γὰρ μυρίοις κυκλούμενοι κύμασι πάντοθεν, τῶν γαλήνης καθαρᾶς ἀπολαυόντων ῥᾷον διέκειντο.
 [03933]  Ὅταν γὰρ περὶ τὸ στῆθος ὁ θυμὸς ζέσας διανιστᾶται καὶ ἀγριαίνῃ, πῦρ πνέει τὸ στόμα, πῦρ ἀφιᾶσιν οἱ ὀφθαλμοὶ, οἰδεῖ πάντοθεν ἡ ὄψις, ἀτάκτως αἱ χεῖρες ἐκτείνονται, καὶ καταγελάστως οἱ πόδες πηδῶσι καὶ ἐνάλλονται τοῖς κατέχουσι, καὶ μαινομένων οὐδὲν διεστήκασιν, ἀλλ' οὐδὲ τῶν ἀγρίων ὄνων, λακτίζοντες, δάκνοντες·
 [04475]  ὅλην τὴν δύναμιν ἐκένωσεν, καὶ τὸν πύργον οὐκ ἔσεισεν, ἀλλ' εἱστήκει πάντοθεν βαλλόμενος καὶ ἀκλινὴς μένων·
 [04571]  ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες, ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων καὶ καμίνων καὶ πάσης φλογὸς ὀδυνηρότερον αὐτὸν ἡ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν καὶ κατεσθίουσα τὸ σῶμα, καὶ πολὺς ἐν τῇ τοιαύτῃ συμφορᾷ προῆλθεν ὁ χρόνος, καὶ διὰ ταῦτα αὐτὸν εἶδε διψῶντα ἀπαλλαγῆς, καὶ ἀποθανεῖν ἐπιθυμοῦντα, ὡς οὐδὲ ἀναπνεῖν ἔχοντα (Εἰ γὰρ δυναίμην, φησὶν, ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθῆναι ἑτέρου, καὶ ποιήσει μοι τοῦτο)·
 [06326]  ὁ ἅγιος φθέγγεται, καὶ τοὺς δαίμονας φυγαδεύει πάντοθεν.
 [06839]  Ἀλλ' ἐπειδὰν ὁρμήσῃ, πρὶν ἢ τὸ ῥῆμα ἐξενεγκεῖν, κατάδακε τοῖς ὀδοῦσιν αὐτὴν πάντοθεν σφοδρῶς·
 [07815]  Καὶ μή μοι τοῦτο εἴπῃς μόνον, ὅτι θυσιαστήριον ᾠκοδόμησε, καὶ ξύλα ἐπέθηκεν, ἀλλ' ἀναμνήσθητι καὶ τῆς φωνῆς τοῦ [63.807] παιδίου, καὶ λόγισαι ὅσαι νιφάδες ἐπῆλθον αὐτῷ λογισμῶν, φλογίνοις δόρασιν ὡπλισμένοι, καὶ πάντοθεν κατακεντοῦντες αὐτὸν καὶ διατέμνοντες, ὅτε ἤκουσε τοῦ παιδίου λέγοντος·
 [08705]  μετὰ ταύτης ἀπελθόντες ἐκεῖ τῆς θυσίας, ἐν παῤῥησίᾳ πολλῇ τῶν ἱερῶν ἐπιβησόμεθα προθύρων, ὥσπερ τισὶν ὅπλοις χρυσοῖς πεφραγμένοι πάντοθεν.
 [08979]  Καθάπερ γὰρ θαλάττης αἰρομένης, καὶ κυμάτων πάντοθεν κορυφουμένων, ὑποβρύχιον γίνεται τὸ σκάφος·
 [08980]  οὕτω καὶ ψυχὴ, τῆς ἀθυμίας αὐτὴν πάντοθεν περιστοιχιζομένης, ἀποπνίγεται ταχέως, εἰ μή τινα ἔχῃ τὸν χεῖρα ὀρέγοντα·
 [09210]  καὶ ὁ μὲν ὑπὲρ ἑνὸς ἔθνους, ὁ δὲ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης ἔκαμνεν, οὐχ ἱδρῶτι, ἀλλὰ καὶ αἵματι ἀντὶ ἱδρῶτος πάντοθεν περιῤῥεόμενος, οὐχὶ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν ἀοίκητον διορθούμενος, οὐχὶ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὴν βάρβαρον.
 [09817]  [63.861] Πόλεμοι καθημερινοὶ, καταποντισμοὶ, ἀπώλειαι μυρίαι κύκλῳ, καὶ πάντοθεν ἡ ὀργὴ τοῦ Θεοῦ περιστοιχίζεται·
 [09999]  Εἰ συμβαίη τὸν βασιλεύοντα νῦν πάσης τῆς οἰκουμένης κρατῆσαι, εἶτα μήτε ὑπὸ πολέμων, μήτε ὑπὸ φροντίδων ἐνοχλεῖσθαι, ἀλλὰ τιμᾶσθαι μόνον καὶ τρυφᾷν, καὶ πολλοὺς μὲν ἔχειν δορυφόρους, πάντοθεν δὲ τὸ χρυσίον αὐτῷ ἐπιῤῥεῖν, καὶ ἀπόβλεπτον εἶναι·
 [09999]  καὶ δυνατὸν πάντοθεν συγγνώμην αὐτοῖς συναγαγεῖν ἀπὸ τῶν εὐχῶν, ἀπὸ τῶν ὑπὲρ αὐτῶν δώρων, ἀπὸ τῶν μετ' αὐτῶν καλουμένων.
 [09999]  Καθάπερ γὰρ ἐκεῖναι φύσει μὲν εἰδεχθεῖς καὶ μέλαιναι καὶ ἀγροικίδες καὶ ἄμορφοι καὶ κακόπλαστοι, καὶ πάντοθεν αἰσχραί·
 [09999]  ῥυθμίζωμεν ἑαυτοὺς πάντοθεν.
 [09999]  πονηροὺς ἄνδρας καὶ γέροντας πολλάκις διεφθαρμένους, πολλῷ καὶ πενεστέρους αὐτοῦ καὶ εὐτελεστέρους, παρακάθηται κολακεύων, καὶ ἑτέρους ἀγαθοὺς καὶ πάντοθεν ἐναρέτους ὑβρίζων καὶ θρασυνόμενος.
 [09999]  Εἰ συμβῇ τὸν βασιλεύοντα νῦν πάσης κρατῆσαι τῆς γῆς, εἶτα μήτε ὑπὸ πολέμων, μήτε ὑπὸ φροντίδων ἐνοχλεῖσθαι, ἀλλὰ τιμᾶσθαι μόνον καὶ τρυφᾷν καὶ πολλοὺς ἔχειν φόρους, πάντοθεν δὲ τὸ χρυσίον αὐτῷ ἐπιῤῥεῖν, καὶ ἀπόβλεπτον εἶναι·
 [09999]  Πόλεμοι καθημερινοὶ, καταποντισμοὶ, ἀπώλειαι μυρίαι κύκλῳ, καὶ πάντοθεν ἡ ὀργὴ τοῦ Θεοῦ ἡμᾶς περιστοιχίζεται.
000-00-00 Serial Number=0963848412
Epistula ad Cyriacum Ante [Go Back]  
 [00008]  οὐκ οὐρανόν, οὐ πέ λαγος φαινόμενον, ἀλλὰ σκότος πάντα βαθὺ καὶ ἀφεγγὲς καὶ ζοφῶδες, οὔτε τοὺς πλησίον ἐπιτρέποντα βλέπειν καὶ πολὺν τὸν πάταγον τῶν κυμάτων καὶ θηρία θαλάττια πάντοθεν τοῖς πλέουσιν ἐπιτιθέμενα.
 [00281]  οὐκ οὐρανόν, οὐ πέλαγος φαινόμενον, ἀλλὰ σκότος πάντα βαθὺ καὶ ἀφεγγὲς καὶ ζοφῶδες καὶ οὐδὲ τοὺς πλησίον ἐπιτρέποντα βλέπειν καὶ πολὺν τὸν πάταγον τῶν κυμάτων καὶ θηρία θαλάττια πάντοθεν τοῖς πλέουσιν ἐπιτιθέμενα.
 [00661]  Καὶ τότε εὑροῦσα μόνον ἐν τῷ οἴκῳ τὰ συνήθη ποιοῦντα ἀνασκάπτει βαθύτερον λοιπὸν τὸ βάραθρον καὶ τὰ πτερὰ τῆς ἡδονῆς πάντοθεν ἀναπετάσασα, ὥσπερ ἐν μέσοις δικτύοις λοιπὸν ἔχουσα τὸν νέον, ἐπεισέρχεται καὶ μόνη μόνον ἀπολαβοῦσα.
000-00-00 Serial Number=0237159014
Epistulae Ante [Go Back]  
 [00371]  Καὶ γὰρ καὶ ποιμένες ὅταν ἴδωσι πολλὴν πάντοθεν τοῖς προβάτοις ἐπιτιθεμένην λύμην, τότε μάλιστα ἀγρυπνοῦσι καὶ διεγείρονται, καὶ σφενδόνην μεταχειρίζουσι, καὶ τῇ ἄλλῃ κέχρηνται τέχνῃ, ὥστε πᾶσαν τῆς ἀγέλης ἀπελάσαι βλάβην.
 [02721]  Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι σχεδὸν γὰρ ἄβατον τοῖς πολλοῖς οἰκοῦμεν χωρίον, ἐρημίᾳ πάντοθεν ἀποτετειχισμένον, νῦν ἐπιλαβόμενοι τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, προσαγορεύομεν ὑμῶν τὴν ἀγάπην, καὶ παρακαλοῦμεν τοῖς προοιμίοις συμβαῖνον ἐπιθεῖναι τέλος.
000-00-00 Serial Number=0157400548
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00088]  τῶν τε ἐπιτηδείων ἡ ἀφθονία πάντοθεν ἡμῖν ἐπιρρεῖ, πάντων μετὰ πάσης εὐνοίας ἡμᾶς ὑποδεχομένων, καίτοι σφόδρα ἐρημοτάτου ὄντος τοῦ χωρίου.
 [00123]  Θάλασσαν ὁρῶ μαινομένην πάντοθεν ἀπ' αὐτῆς κάτωθεν ἀναμοχλευομένην τῆς ἀβύσσου, πλωτῆρας τοῖς ὕδασι νεκροὺς ἐπιπλέοντας, ἑτέρους ὑποβρυχίους γενομένους, τὰς σανίδας τῶν πλοίων διαλελυμένας, τὰ ἱστία διαρρηγνύμενα, τοὺς ἱστοὺς διακλωμένους, τὰς κώπας τῶν χειρῶν τῶν ναυτῶν ἀποπτάσας, τοὺς κυβερνήτας ἀντὶ τῶν οἰάκων ἐπὶ τῶν καταστρωμάτων καθημένους, τὰς χεῖρας τοῖς γόνασι περιπλέκοντας καὶ πρὸς τὴν ἀμηχανίαν τῶν γινομένων κωκύοντας, ὀλολύζοντας, θρηνοῦντας, ὀλοφυρομένους μόνον, οὐκ οὐρανόν, οὐ πέλαγος φαινόμενον, ἀλλὰ σκότος πάντα βαθὺ καὶ ἀφεγγὲς καὶ ζοφῶδες, οὐδὲ τοὺς πλησίον ἐπιτρέποντα βλέπειν, καὶ πολὺν τὸν πάταγον τῶν κυμάτων καὶ θηρία θαλάττια πάντοθεν τοῖς πλέουσιν ἐπιτιθέμενα.
 [01020]  Καί ποτε εὑροῦσα μόνον ἔνδον ἐν τῷ οἴκῳ τὰ συνήθη ποιοῦντα ἀνασκάπτει βαθύτερον λοιπὸν τὸ βάραθρον καὶ τὰ πτερὰ τῆς ἡδονῆς πάντοθεν ἀναπετάσασα, ὥσπερ ἐν μέσοις δικτύοις λοιπὸν ἔχουσα τὸν ἀετόν, ἐπεισέρχεται καὶ μόνη μόνον ἀπολαβοῦσα·
 [01158]  Τοσοῦτον γὰρ ἔζων ὅσον ἐπαισθάνεσθαι τῶν πάντοθεν κυκλούντων με δεινῶν, καὶ πάντα μοι νὺξ ἦν καὶ ἡμέρα καὶ ὄρθρος καὶ μεσημβρία μέση καὶ διημέρευον τῇ κλίνῃ προσηλωμένος·
 [01172]  Καὶ τὸ δὴ θαυμαστὸν ὅτι οὐκ εἰς ἀγορὰν ἐμβάλλουσα, οὐδὲ τὰ μέσα τῆς πόλεως καταλαμβάνουσα, ἀλλ' ἐν οἰκίσκῳ βραχεῖ καὶ θαλάμῳ καθημένη, νευροῖς, ἀλείφεις τοὺς ἑστῶτας, καὶ τῆς θαλάσσης οὕτω μαινομένης καὶ τῶν κυμάτων οὕτω κορυφουμένων, σκοπέλων τε καὶ ὑφάλων καὶ σπιλάδων καὶ θηρίων πάντοθεν ἀγρίων ἀναφαινομένων καὶ νυκτὸς βαθυτάτης πάντα κατεχούσης, ὡς ἐν μεσημβρίᾳ καὶ γαλήνῃ καὶ κατὰ πρύμναν τοῦ πνεύματος ἱσταμένου, οὕτως ἀναπετάσασα τῆς ὑπομονῆς τὰ ἱστία μετὰ πολλῆς πλέεις τῆς εὐκολίας οὐ μόνον οὐ κλυδωνιζομένη ὑπὸ τοῦ χαλεποῦ τούτου χειμῶνος, ἀλλ' οὐδὲ περιρραντιζομένη·
 [01177]  Σὺ δὲ μυρίων πνευμάτων, τοσούτων ἀγρίων κυμάτων πάντοθεν συρρηγνυμένων, τοῦ βυθοῦ τῆς θαλάσσης ἀναστραφέντος διὰ τὴν χαλεπότητα τοῦ χειμῶνος, καὶ τῶν μὲν ὑποβρυχίων γενομένων, τῶν δὲ ἐπιπλεόντων νεκρῶν τοῖς ὕδασιν, ἑτέρων γυμνῶν ἐπὶ σανίδος φερομένων, εἰς μέσον ἁλλομένη τὸ πέλαγος τῶν κακῶν μῦθον ἅπαντα ταῦτα καλεῖς ἐξ οὐρίας ἐν χειμῶνι πλέουσα·
 [01181]  Καὶ τὸ δὴ θαυμαστὸν ὅτι οὐκ εἰς ἀγορὰν ἐμβάλλουσα, οὐδὲ τὰ μέσα τῆς πόλεως καταλαμβάνουσα, ἀλλ' ἐν οἰκίσκῳ βραχεῖ καὶ θαλάμῳ καθημένη, νευροῖς, ἀλείφεις τοὺς ἑστῶτας, καὶ τῆς θαλάσσης οὕτω μαινομένης καὶ τῶν κυμάτων οὕτω κορυφουμένων, σκοπέλων τε καὶ ὑφάλων καὶ σπιλάδων καὶ θηρίων πάντοθεν ἀγρίων ἀναφαινομένων καὶ νυκτὸς βαθυτάτης πάντα κατεχούσης, ὡς ἐν μεσημβρίᾳ καὶ γαλήνῃ καὶ κατὰ πρύμναν τοῦ πνεύματος ἱσταμένου, οὕτως ἀναπετάσασα τῆς ὑπομονῆς τὰ ἱστία μετὰ πολλῆς πλέεις τῆς εὐκολίας οὐ μόνον οὐ κλυδωνιζομένη ὑπὸ τοῦ χαλεποῦ τούτου χειμῶνος, ἀλλ' οὐδὲ περιρραντιζομένη·
 [01186]  Σὺ δὲ μυρίων πνευμάτων, τοσούτων ἀγρίων κυμάτων πάντοθεν συρρηγνυμένων, τοῦ βυθοῦ τῆς θαλάσσης ἀναστραφέντος διὰ τὴν χαλεπότητα τοῦ χειμῶνος, καὶ τῶν μὲν ὑποβρυχίων γενομένων, τῶν δὲ ἐπιπλεόντων νεκρῶν τοῖς ὕδασιν, ἑτέρων γυμνῶν ἐπὶ σανίδος φερομένων, εἰς μέσον ἁλλομένη τὸ πέλαγος τῶν κακῶν μῦθον ἅπαντα ταῦτα καλεῖς ἐξ οὐρίας ἐν χειμῶνι πλέουσα·
 [01340]  Τί γάρ ἐστι πόλεως ἐκπεσεῖν καὶ τόπους ἐκ τόπων ἀμείβειν καὶ πάντοθεν ἐλαύνεσθαι καὶ δημεύεσθαι καὶ εἰς δικαστήρια περιέλκεσθαι καὶ ὑπὸ στρατιωτῶν σπαράττεσθαι καὶ ὑπὸ τῶν μυρία εὐεργετηθέντων τὰ ἐναντία νῦν ὑπομένειν καὶ παρ' οἰκετῶν καὶ παρ' ἐλευθέρων ἐπηρεάζεσθαι, ὅταν τὸ τούτων ἔπαθλον ὁ οὐρανὸς ᾖ καὶ τὰ ἀκήρατα ἀγαθὰ ἐκεῖνα τὰ μηδὲ λόγῳ ἑρμηνευθῆναι δυνάμενα καὶ πέρας οὐκ ἔχοντα, ἀλλ' ἀθάνατον παρέχοντα τὴν ἐξ αὐτῶν ἀπόλαυσιν;
000-00-00 Serial Number=0113655925
Expositiones in Psalmos Ante [Go Back]  
 [01132]  Καὶ γὰρ ἐν τῷ καιρῷ τῆς νόσου μάλιστα τῆς μάχης ταύτης ὁ καιρὸς, ὅταν ὀδύναι πάντοθεν θορυβῶσι τὴν ψυχὴν, ὅταν ἀλγηδόνες πολιορκῶσιν, ὅταν ὁ διάβολος ἐφεστήκῃ παροξύνων εἰπεῖν τι ῥῆμα πικρόν.
 [04009]  Εἶδες πῶς εὐαλώτους πάντοθεν δείκνυσι τοὺς ἐναντιουμένους, ὅταν καὶ τοιοῦτον ἔχῃ σύμμαχον, καὶ ἐκεῖνοι ὑπὸ τῶν οἰκείων ὅπλων ἁλίσκωνται, δι' ὧν φράττονται, διὰ τούτων δαπανώμενοι, καὶ ἑαυ [55.143] τοὺς βλάπτοντες;
 [05772]  Εἶδες πῶς εὐαλώτους πάντοθεν δείκνυσι τοὺς ἐναντιουμένους, ὅταν καὶ τοιοῦτον ἔχῃ σύμμαχον, καὶ ἐκεῖνοι ὑπὸ τῶν οἰκείων ὅπλων ἁλίσκωνται, δι' ὧν φράττονται, διὰ τούτων δαπανώμενοι, καὶ ἑαυ [55.143] τοὺς βλάπτοντες;
 [06458]  ἀλλὰ καὶ ἐνταῦθα τοὺς κεκτημένους ὠφελεῖ, καὶ περιβάλλει πάντοθεν, καὶ ἀπελθόντας ἐντεῦθεν οὐκ ἀφίησιν, ἀλλὰ καὶ συναποδημεῖ καὶ συμμεθίσταται τούτοις, καὶ τῶν φωστήρων αὐτῶν λαμπροτέρους αὐτοὺς ἀποφαίνει κατὰ τὴν ἡμέραν ἐκείνην.
 [06984]  διὸ πάντοθεν δεῖ τὸ τέλος προσδοκᾷν χρηστόν.
000-00-00 Serial Number=0281449854
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00984]  [64.793] Τὸν ἐξομολογούμενον οὕτως ἐξομολογεῖσθαι δεῖ, ὥστε αὔξειν τὸ ἁμάρτημα πάντοθεν, ἀποστερεῖν αὐτὸν συγγνώμης, ἵνα τύχῃ συγγνώμης.
 [03349]  πάντοθεν προδεδόμεθα.
 [05215]  ἀλλὰ οὐδὲν αὐτοὺς ἐδελέασεν, ὥστε πάντοθεν ἀνῄρηται τοῖς Ἰουδαίοις ἀπολογία.
 [05282]  ἵνα πάντοθεν μάθωσιν οἱ Ἰουδαῖοι, ὅτι οὐκ οἰκείᾳ δυνάμει ἐπῆλθον αὐτοῖς καὶ ἐπολέμησαν, ἀλλ' αὐτοῦ συγχωρήσαντος.
000-00-00 Serial Number=0105887890
Fragmenta in Job Ante [Go Back]  
 [00357]  Καὶ καθάπερ τὰ ἰσχυρὰ τῶν δένδρων, ἡ τῶν ἀνέμων ῥύμη προσπίπτουσα, καὶ πάντοθεν ῥιπίζουσα, οὐκ ἀνασπᾷ, ἀλλὰ καὶ ἰσχυρότερα ταῖς προσβολαῖς ταύταις κατασκευάζει·
 [00605]  σὺ μὲν τέκνον ἀπέβαλες ἓν, ὁ δὲ μακάριος ἐκεῖνος, μετὰ τὸ τῶν παίδων ὁλόκληρον ἀφαιρεθῆναι τὸν χορὸν, καὶ αὐτῇ τῇ σαρκὶ πληγὴν ἐδέξατο, καὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο ἰχῶρι πάντοθεν καταῤῥεόμενος, κατὰ μικρὸν αὐτῷ τῆς σαρκὸς δαπανωμένης, ὁ δίκαιος, ὁ θεοσεβὴς, ὁ τὸν Θεὸν μάρτυρα τῆς ἀρετῆς ἔχων.
 [00624]  Καὶ ἐπειδὴ διώρυξεν αὐτοῦ πάντοθεν τὰς πλευρὰς, αὐτῷ μὲν οὐδὲν πλέον ἐγένετο·
 [00680]  ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες, ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων, καὶ καμίνων, καὶ πάσης φλογὸς ὀδυνηρότερον, αὐτὸν ἡ τοῦ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν, καὶ κατεσθίουσα τὸ σῶμα·
 [00872]  Ἐν τούτοις γὰρ ὄντος αὐτοῦ, καὶ ἀποτηγανιζομένου πάντοθεν, ἔνδοθεν, ἔξωθεν, ἐποίει τῆς γυναικὸς τὰ μηχανήματα, καὶ γίνεται τοῦ δαίμονος ὅπλον ἡ σύνοικος, καὶ τοξεύει τὸν ἄνδρα, τὴν γλῶτταν δανείσασα τῷ διαβόλῳ, καὶ βάλλει τῶν εἰρημένων πικρότερα καὶ ὀλεθριώτερα.
000-00-00 Serial Number=0336614311
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00327]  Ταῦτ' οὖν ἀκούοντες, πάντοθεν ἑαυτοὺς τειχίζωμεν καὶ προσέχωμεν τοῖς λεγομένοις, καὶ ἑαυτοὺς [64.1060] ἐκκαθάρωμεν τῶν βιωτικῶν.
000-00-00 Serial Number=0469813466
In Acta apostolorum Ante [Go Back]  
 [01454]  οὐχὶ πάντοθεν αὐτοὺς μυρίος περιειστήκει πόλεμος;
 [02411]  Ταῖς γὰρ τούτων φροντίσι, καθάπερ σχοινίοις χαλεποῖς, πάντοθεν ἡ ψυχὴ συνδέδεται, χεῖρα οὐκ ἐῶσα ἀντᾶραι, οὐδὲ ἐπανατείνασθαι τῷ πολεμίῳ, μαλακοὺς ἐργαζομένη καὶ ἁπαλούς.
 [02417]  Κἂν γὰρ διάβολος μὴ ᾖ, κἂν ὁ παλαίων μηδεὶς ᾖ, μυρίαι πάντοθεν ὁδοὶ πρὸς τὴν γέενναν τὸν φιλοχρήματον ἄγουσι.
 [03583]  Ὥσπερ γὰρ τὸ πάντοθεν ἐλαυνόμενον θηρίον οὐχ οἷόν τε διαφυγεῖν·
 [03584]  οὕτω τὸν τοσούτους ἔχοντα φύλακας, τὸν τοσούτους ἐπιτιμῶντας, τὸν πάντοθεν πληττόμενον, οὐκ ἔνι μὴ φυλάξασθαι.
 [04038]  Μενόντων γὰρ αὐτῶν ἐκεῖ καὶ οὐ περιιόντων, ἔφερον πάντες ἐπὶ τῶν κλινῶν καὶ κραββάτων οὓς εἶχον ἀσθενεῖς, καὶ πάντοθεν αὐτοῖς συνήγετο τὸ θαῦμα, ἀπὸ τῶν πιστευσάντων, ἀπὸ τῶν θεραπευθέν [60.103] των, ἀπὸ τοῦ κολασθέντος, ἀπὸ τῆς παῤῥησίας τῆς πρὸς ἐκείνους, ἀπὸ τῆς ἀρετῆς τῶν οὐχ ἁπλῶς πιστευσάντων·
 [04324]  Ἔστω γοῦν, εἰ βούλει, καὶ ἡ πόλις χαλκῆ, τεῖχος πάντοθεν ἔχουσα καρτερὸν καὶ ἀνάλωτον·
 [04408]  ἕτερος δέ τις καλὸς μὲν ἰδεῖν, ἰσχυρὸς τῷ σώματι, πάντοθεν σφριγῶν, τοῖς χρήμασι περιῤῥεόμενος·
 [04423]  Οὐχ ὁ μὲν φλεγμαίνει καὶ οἰδεῖ πάντοθεν·
 [04945]  Εἶδες τοῦ κηρύγματος τὴν δύναμιν, καὶ πῶς οὐχὶ μαστιζομένων μόνον, ἀλλὰ καὶ λιθαζομένων κρατεῖ, οὐδὲ εἰς δικαστήριον ἀγομένων, ἀλλὰ καὶ ἐλαυνομένων πάντοθεν;
 [06214]  Μόνον τοῦτο κατορθῶσαι σπουδάσατε, παρακαλῶ, ἵνα πάντοθεν εὐαρεστοῦντες τῷ Θεῷ, τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [06771]  Φοβεῖται, καὶ ταῦτα λέγει, ἵνα μάθωμεν πάντοθεν τὴν ἀρετὴν τοῦ ἀνδρός.
 [08221]  Ὕπνον καταχεῖ τῇ ψυχῇ, χάσμην πολλὴν καὶ ῥᾳθυμίαν ἐμποιεῖ, τὰ πάθη διεγείρει πάντοθεν, ὁπλίζει τῦφον, ὁπλίζει ἡδονὴν, ὁπλίζει θυμὸν, βασκανίαν, κενοδοξίαν, ζῆλον.
 [08236]  Ὁρᾷς ὅτι νῦν ἐστι μᾶλλον ὁ διωγμὸς, καθάπερ θηρίων τῶν παθῶν ἐπιτιθεμένων ἡμῖν πάντοθεν;
 [08423]  Εἰ δὲ μὴ διὰ τοὺς Ἰουδαίους, καὶ εὐδοκιμῆσαι δὴ αὐτοὺς μᾶλλον ἐχρῆν, ὅτι τὸ αὐτῶν ἐποίουν, ὅτι ἀνῄρουν, ἐκόλαζον, ἐτιμωροῦντο, πάντοθεν ἐδίωκον.
 [09239]  ἡ δὲ πάντοθεν ἐπεξεσμένη εὔτονός ἐστι καὶ παναρμόνιος.
 [09242]  τί πολὺν τὸν καπνὸν καὶ τὴν νεφέλην, ὅταν ἀτμοὶ καθάπερ τις ἀχλὺς πάντοθεν ὦσιν ἀναδιδόμενοι;
 [09999]  Ὥσπερ πόλις τετειχισμένη πάντοθεν οὗτός ἐστιν, ἐκεῖνος δὲ ὥσπερ πόλις ἀτείχιστος.
000-00-00 Serial Number=0781580746
In Genesim sermones Ante [Go Back]  
 [00007]  Γηπόνοις μὲν γὰρ ἡδὺ τὸ ἔαρ, ὅτι τοῖς ἄνθεσι τότε στεφανουμένην ὁρῶσι τὴν γῆν, καὶ καθάπερ ἱμάτιον ποικίλον ἐφαπλούμενον αὐτῇ πάντοθεν, τὴν βλάστησιν τὴν ἀπὸ τῶν βοτανῶν·
 [00167]  ἀλλὰ περιττόν μοι δοκεῖ εἶναι λόγῳ διδάσκειν ὑμᾶς, τοῦ διὰ τῶν ἔργων ὑμᾶς παιδεύειν δυναμένου νῦν ἐν μέσῳ καθημένου, τοῦ κοινοῦ πατρὸς ἡμῶν καὶ διδασκάλου, ὃς τὴν οἰκίαν τὴν πατρῴαν, ὥσπερ εἰς αὐτὸ τοῦτο παρὰ τῶν προγόνων δεξάμενος, ἵνα ταῖς τῶν ξένων αὐτὴν θεραπείαις παράσχῃ, οὕτω διαπαντὸς τοῖς πάντοθεν ἐλαυνομένοις ὑπὲρ τῆς ἀληθείας ἀνῆκε, καὶ ὑποδέχεται, καὶ θεραπεύει θεραπείας τρόπῳ παντοδαπῷ·
 [00268]  Ὥστε πάντοθεν ὑμῖν ὁ λόγος ἐλήλεγκται·
 [00862]  Ὁρᾷς πῶς πάντοθεν ἡμῖν ἀποδέδεικται, ὅτι οὐ μετὰ τὴν βρῶσιν τοῦ ξύλου τὸ καλὸν ᾔδει καὶ τὸ πονηρὸν, ἀλλὰ καὶ πρὸ τούτου ἠπίστατο;
000-00-00 Serial Number=0149684668
In Heliam et viduam Ante [Go Back]  
 [00196]  Ἦν τοίνυν καὶ ἀλλόφυλος, καὶ Σιδωνία, καὶ γυνὴ, τὸ ἀσθενὲς γένος καὶ πάντοθεν δεόμενον τῆς ἀντιλήψεως.
000-00-00 Serial Number=0822655618
In Isaiam Ante [Go Back]  
 [00691]  Ὅτι γὰρ περὶ τῆς Καινῆς ταῦτα εἴρηται ∆ιαθήκης, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τῶν δεξαμένων τὸν νόμον καὶ ἀπὸ τοῦ πράγματος τοῦ μετὰ τὸν νόμον καὶ πάντοθεν ἁπλῶς ἔστι συνιδεῖν.
 [00706]  Εἰπὼν τοίνυν καὶ τὸν τόπον καὶ τὸν χρόνον, προστίθησι καὶ τοὺς ὑποδέχεσθαι αὐτὸν μέλλοντας, πάντοθεν ἀπορράπτων τῶν ἀντιλεγόντων τὰ στόματα.
 [01299]  καὶ τὰς τρίχας δὲ στρεβλοῦσαι, τὰ πτερὰ τῆς τοιαύτης ἀπάτης πάντοθεν ἀνεπετάννυον.
 [01387]  ∆ιὰ πάντων αὔξει τὸν θρῆνον, ἐπιτείνει τὸν φόβον, ἀκμάζουσαν τὴν ἀγωνίαν ἐργάζεται, ὑπ' ὄψιν ἄγει τὰ δεινά, εὐρύνει τῆς συμφορᾶς τὴν διήγησιν, πανταχοῦ περιτρέχων, πάντοθεν συνάγων τὰ λυπηρὰ διὰ τὴν τῶν ἀκουόντων ἀναισθησίαν.
 [01627]  Ἀπὸ τῆς πόλεως ἐπὶ τὴν τῆς χώρας ἐρημίαν ἐξάγει τὸν λόγον, ὥστε πάντοθεν καταπλῆξαι τὸν ἀκροατήν.
 [01904]  Καὶ γὰρ ἐπὶ τοῦ ∆ανιήλ, ἐπειδὴ καὶ ἐκεῖ ψῆφόν τινα μεγάλην ἐκφέρειν ἔμελλε περὶ κολάσεων καὶ τιμωριῶν Ἰουδαϊκῶν καὶ τῶν ἀγαθῶν τῶν μελλόντων τῇ οἰκουμένῃ δίδοσθαι, κἀκεῖ θρόνος φαίνεται λαμπρὸς καὶ περιφανὴς καὶ δῆμος ἀγγέλων παρεστηκώς, καὶ ἔθνη ἀρχαγγέλων καὶ ὁ Μονογενὴς συγκαθήμενος καὶ βίβλοι ἀνοίγονται καὶ ποταμοὶ πυρὸς ἕλκονται καὶ πάντοθεν σχῆμα δικαστηρίου συνίσταται.
000-00-00 Serial Number=0409394622
In Joannem Ante [Go Back]  
 [00910]  Μὴ τοίνυν ἀχαλίνωτον ἐῶμεν τὸ θηρίον, ἀλλὰ κημὸν αὐτῷ πάντοθεν σφοδρὸν, τοῦ δικαστηρίου τοῦ μέλλοντος τὸν φόβον, ἐμβάλλωμεν.
 [00937]  [59.52] Ὅταν γὰρ περὶ τὸ στῆθος ὁ θυμὸς ζέσας διανιστῆται καὶ ἀγριαίνῃ, πῦρ πνέει τὸ στόμα, πῦρ ἀφιᾶσιν οἱ ὀφθαλμοὶ, οἰδεῖ πάντοθεν ἡ ὄψις, ἀτάκτως αἱ χεῖρες ἐκτείνονται, καταγελάστως πηδῶσιν οἱ πόδες καὶ ἐνάλλονται τοῖς κατέχουσι, καὶ μαινομένων οὐδὲν διεστήκασι πρὸς ταῦτα πάντα ἀναισθητοῦντες, ἀλλ' οὐδὲ τῶν ἀγρίων ὄνων, λακτίζοντες, δάκνοντες.
 [01207]  οὕτως οὐδὲ ταύτης μετασχεῖν τῆς λαμπρότητος δαψιλῶς, μὴ σφόδρα ἀναπετάσαντα τὸ τῆς ψυχῆς ὄμμα, καὶ ὀξυδερκὲς αὐτὸ πάντοθεν κατασκευάσαντα.
 [01940]  Βασιλέα πολλάκις σφόδρα κεκοσμημένον ὁρῶντές τινες, καὶ τιμίοις ἀπαστράπτοντα λίθοις πάντοθεν, ἐπειδὰν πρός τινας διηγῶνται τὸ κάλλος ἐκεῖνο, τὸν κόσμον, τὴν δόξαν, λέγουσι μὲν ὅσαπερ ἂν δυνηθῶσι, τῆς ἁλουργίδος τὸ ἄνθος, τῶν λίθων τὸ μέγεθος, τὴν λευκότητα τῶν ἡμιόνων, τὸν περὶ τὸ ζεῦγος χρυσὸν, τὴν στρωμνὴν παριστῶντες τὴν στίλβουσαν.
 [01969]  καὶ πάντα πάντοθεν ἐβόα, ὅτι βασιλεὺς τῶν οὐρανῶν παραγέγονεν.
 [01970]  Οἵ τε γὰρ δαίμονες πάντοθεν ἔφευγον καὶ ἀπεπήδων, ὅ τε διάβολος ἐγκαλυψάμενος ὑπεχώρει, αὐτός τε ὁ θάνατος ὑπεξίστατο τέως, καὶ μετὰ ταῦτα τέλεον ἠφανίζετο·
 [02093]  Οὕτω γοῦν καὶ ὁ Ἰωάννης, ἐπειδὴ πάντοθεν ἑαυτὸν ἐγύμνωσε τῶν αἰσθητῶν, οὐκ ἐδεῖτο διδασκάλων ἀνθρώπων, ἀλλ' ἀπὸ τῶν οὐρανῶν ἐπαιδεύετο.
 [03083]  Πρὸς γὰρ τοῖς εἰρημένοις, οὐδὲ τὰ ἄλλα ἡμῖν κατώρθωται, τὰ τοῦ βίου καὶ τῆς ζωῆς λέγω, ἀλλὰ πάντοθεν ἄθλιοι καὶ καταγέλαστοί ἐσμεν, καὶ αἰτιᾶσθαι μὲν ἀλλήλους ἀεὶ πρόχειροι, διορθοῦσθαι δὲ ἐφ' οἷς αἰτιώμεθα καὶ ἐγκαλούμεθα, ὀκνηροί.
 [04031]  Πολὺς ὁ διάβολος ἔγκειται καὶ σφοδρὸς, πάντοθεν πολιορκῶν τὴν σωτηρίαν τὴν ἡμετέραν.
 [04759]  ∆ιὰ τοῦτο χρὴ τῆς μὲν ὀργῆς ἀπέχεσθαι, πάντοθεν δὲ ἀξιόπιστον ποιεῖν τὸν λόγον, οὐ τῷ μὴ ὀργίζεσθαι μόνον, ἀλλὰ καὶ τῷ μηδὲ κράζειν.
 [04764]  ∆ιὰ τοῦτο χρὴ πάντοθεν ἀποφράττειν αὐτῷ τὴν εἴσοδον.
 [05675]  Αλιεῖς μὲν ἦσαν καὶ σκηνοποιοὶ,] ἀλλ' ἀθρόον εἰς [59.180] αὐτὴν ἀνέβησαν τοῦ οὐρανοῦ τὴν κορυφὴν, καὶ πάντων ἐγένοντο βασιλέων σεμνότεροι, ὁμιληταὶ γενέσθαι καταξιωθέντες τοῦ τῆς οἰκουμένης ∆εσπότου, καὶ παρακολουθῆσαι τῷ θαυμαζομένῳ πάντοθεν.
000-00-00 Serial Number=0019722044
In Kalendas Ante [Go Back]  
 [00197]  Καὶ γὰρ πολλοὶ πρὸς τοῦτο βλακείας καὶ ἀσωτίας ἐξώλισθον, ὡς καὶ τὰ ὑποδήματα καλλωπίζειν, καὶ πάντοθεν αὐτὰ ποικίλλειν, οὐχ ἧττον ἢ τὰς ὄψεις ἕτεροι·
 [00216]  ὅθεν δῆλον ὅτι πάντοθεν, ἂν θέλωμεν, δυνάμεθα πραγματεύεσθαι.
 [00241]  Ποίαν οὖν ἕξομεν ἀπολογίαν ἡμεῖς οἱ λέγοντες, ὅτι οὐ δυνατὸν πάντοθεν κερδαίνειν, καὶ πάντα διὰ τὸν Θεὸν ἐργάζεσθαι, ὅταν εὑρεθῇ τις καὶ ἀπὸ φόνου κερδάνας;
000-00-00 Serial Number=0514606476
In Psalmum 145 Ante [Go Back]  
 [00030]  Οὐδὲ γὰρ ἐκ μιᾶς πόλεως ἐξερχόμεθα ἀπαντῶντες τῷ Χριστῷ σήμερον, οὐδὲ ἐξ Ἱεροσολύ μων μόνον, ἀλλ' ἀπὸ τῆς οἰκουμένης ἁπάσης μυ ρίανδροι πάντοθεν Ἐκκλησίαι ἐξέρχονται ἀπαντῶσαι τῷ Ἰησοῦ, οὐ βαΐα φοινίκων κατέχουσαι καὶ ἐπισείου σαι, ἀλλ' ἐλεημοσύνην καὶ φιλανθρωπίαν καὶ ἀρε τὴν καὶ νηστείαν καὶ δάκρυα καὶ εὐχὰς καὶ ἀγρυ πνίας καὶ πᾶσαν εὐλάβειαν προσφέρουσαι τῷ ∆εσπότῃ Χριστῷ.
000-00-00 Serial Number=0739853084
In catenas sancti Petri Ante [Go Back]  
 [00227]  ἵν' ἔκ τε τοῦ πλησιάζειν ταῖς βασιλικαῖς οἰκίαις, ἔκ τε τῶν φυλασσόντων καὶ τῆς τῶν ἁλύσεων περιβολῆς τε καὶ περιστάσεως, πάντοθεν σχοίη τὸ ἀναπόδραστον.
000-00-00 Serial Number=0871913552
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00053]  Καθάπερ οὖν τὰ δένδρα αἱ τῶν ἀνέμων προσβολαὶ πάντοθεν ῥιπίζουσαι ἰσχυρότερα ποιοῦσιν, ἂν ᾖ καλῶς ἐῤῥιζωμένα καὶ μετὰ ἀκριβείας·
000-00-00 Serial Number=0239831269
In diem natalem Ante [Go Back]  
 [00099]  καὶ γὰρ μακρὰν ἱστορίαν ἀνακινῆσαι βούλομαι, καὶ παλαιοὺς ἀναγνῶναι νόμους, ὥστε πάντοθεν ὑμῖν γενέσθαι τὸν λόγον σαφέστερον.
 [00117]  ἔσω δὲ τοῦ καταπετάσματος ἡ κιβωτὸς, περικεκαλυμμένη πάντοθεν χρυσίῳ, τὰς πλάκας ἔχουσα τῆς διαθήκης, καὶ τὴν στάμνον τὴν χρυσῆν, καὶ τὴν ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ βωμὸν χρυσοῦν, οὐχὶ θυσιῶν οὐδὲ ὁλοκαυτωμάτων, ἀλλὰ θυμιάματος μόνου.
 [00123]  Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη τὰ Ἅγια τῶν ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ·
000-00-00 Serial Number=0281280756
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00198]  Ἀλλ' οὐχ ὁ καλῶς πάντοθεν περιπεφραγμένος, ἀλλ' ἅπαν ἀκόντιον ἐπιὸν διακρούεται.
 [00216]  ἀλλ' ὅμως πολλῶν μαρτύρων χαλεπώτερα ἔπαθε, καὶ αἱ φωναὶ τῶν ἐπαλλήλων ἀγγέλων ἐκείνων πάσης πληγῆς δριμύτερον ἔπληττον καὶ ἐκέντουν πάντοθεν αὐτὸν, καὶ μυρίων δημίων πικρότερον τῶν σκωλήκων ἐκείνων τὰ στόματα πάντοθεν αὐτὸν κατήσθιε.
 [00662]  Εὐπερίστατον γὰρ ἡ ἁμαρτία, πάντοθεν ἱσταμένη, ἔμπροσθεν, ὄπισθεν, καὶ οὕτως ἡμᾶς καταβάλλουσα.
 [00774]  Κἂν γὰρ μυρία πάσχωμεν δεινὰ, κἂν πάντοθεν βαλλώμεθα καὶ κινδυνεύωμεν, ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν, μᾶλλον δὲ οὐ μόνον εἰς παραμυθίαν, ἀλλὰ καὶ εἰς τὸ στεφανοῦσθαι, τὸ συνειδὸς, καθαρὸν ὂν καὶ μαρτυροῦν ἡμῖν, ὅτι δι' οὐδὲν πονηρὸν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ δοκοῦν ταῦτα πάσχομεν, δι' ἀρετὴν, διὰ φιλοσοφίαν, διὰ τὴν τῶν πολλῶν σωτηρίαν.
 [01150]  ἐννόησον πόσοι τότε ἐκινήθησαν λογισμοὶ, οὐ σιδήρῳ, ἀλλὰ φλογίνοις δόρασιν ὡπλισμένοι, καὶ πάντοθεν κατακεντοῦντες αὐτὸν καὶ διατέμνοντες.
 [01193]  Οὐδὲ γὰρ οὕτως ἦσαν οἱ βάρβαροι τῇ πόλει τῶν Ἱεροσολύμων φοβεροὶ, ὅτε ἐπῆλθον αὐτῇ πολλάκις, ὡς οἱ λογισμοὶ τούτων πάντοθεν αὐτὸν περικαθήμενοι·
 [01630]  Ὃ γὰρ δοκεῖ εἶναι ἀτιμίας, τὸ πάντοθεν ἐλαύνεσθαι, τοῦτο τιμῆς ἡμῖν εἶναι φαίνεται μεγίστης.
 [02647]  Ἐπειδὴ σφόδρα αὐτοὺς ἐπολέμουν, καὶ ἐπεβούλευον αὐτοῖς πάντοθεν, Μὴ γὰρ ἡμῖν μάχεσθε, φησὶ, καὶ πολεμεῖτε;
 [03579]  Οὐ γάρ ἐστιν ἴσον κατηγορίας ἐλεύθερον εἶναι, καὶ τοιαῦτα ἐπιδείκνυσθαι, ὡς πάντοθεν φαίνεσθαι διακόνους ὄντας Θεοῦ·
 [03607]  Πολὺ γὰρ καὶ ταῦτα γενναίας ἦν ψυχῆς, τὸ πάντοθεν παροξυνόμενον καὶ κεντούμενον, μακροθύμως ἅπαντα φέρειν.
 [06807]  πάντοθεν αὐτῷ θόρυβος καὶ ταραχὴ, ἀπὸ τῶν οἰκείων, ἀπὸ τῶν ἀλλοτρίων.
 [07347]  ὁ δὲ φθόνος, κἂν μυρίαν παραθῇς αὐτῷ τράπεζαν, αὐτὴν κατεσθίει τὴν ψυχὴν, δάκνων πάντοθεν, σπαράττων, ἕλκων·
000-00-00 Serial Number=0408824384
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00186]  ὅταν δὲ καὶ ἄνεμοι προσαράσσωσιν, ὅταν ὑετοὶ καταῤῥηγνύωνται, ὅταν αἴρηται πάντοθεν χαλεπὸς ὁ χειμὼν, ὅταν ἐπάλληλα τὰ κύματα ᾖ, εἶτα μὴ παρασαλευώμεθα, οὐδενὸς ἑτέρου τεκμήριόν ἐστιν, ἀλλ' ἢ τοῦ αὐξηθῆναι, καὶ ὑπεραυξηθῆναι, καὶ ὑψηλοτέραν γενέσθαι.
 [00241]  Πολεμίοις γὰρ συνέζων διηνεκῶς πάντοθεν βλάπτειν ἐπιχειροῦσι, καὶ στεῤῥὰν καὶ ἀκίνητον τὴν ὑπομονὴν ἐπεδείκνυντο.
 [00590]  Ὅτι δεῖ τὴν πρὸς τὸν πλοῦτον συμπάθειαν πάντοθεν ἐκκαθαίρειν.
 [00674]  φατὲ, Ἀεὶ τὰ αὐτὰ λέγεται, καὶ πάντοθεν ῥᾳθυμίας καὶ σκήψεως τὰ ῥήματα.
 [00767]  Φοβερὸς ἔσται πάντοθεν, ἀπὸ τῆς ἐξουσίας, ἀπὸ τῆς ὠμότητος, ἀπὸ τῶν παρανόμων ἐπιταγμάτων.
 [00884]  διὰ τοῦτο πολὺς ὁ θόρυβος, ἐξελεῖν αὐτὸν ἑκάστου ἐπιχειροῦντος, καὶ ταῖς ἀσπίσι περιφράττουσι πάντοθεν, τὴν ἐκείνου βουλόμενοι διασῶσαι κεφαλήν.
000-00-00 Serial Number=0208017230
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01149]  πολλοὶ γὰρ αὐτὸν παρασπῶσι πάντοθεν καὶ παρέλκουσι·
 [01153]  καθάπερ ἐπὶ ἱμάντος τῇ μαχαίρᾳ τοῦ πνεύματος πάντοθεν τὸ περιττὸν καὶ ἀλλότριον τοῦ κηρύγματος ἔκτεμνε.
000-00-00 Serial Number=0452467501
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03111]  ἀλλὰ σὺ σαυτὸν οὐχ ὁρᾷς, οὐδὲ διατέμνειν δύνασαι τὸ νέφος, ἀλλ' ὥσπερ τειχίον πάντοθεν ἔχων περικείμενον, οὕτως ἀναβλέψαι πρὸς τὸν οὐρανὸν οὐκ ἔχεις.
 [03120]  καὶ καθάπερ τοῖχος ἀθυρίδωτος πρὸ τῶν ὀφθαλμῶν ἐγερθεὶς, οὐκ ἀφίησι τὴν ἀκτῖνα τῆς δικαιοσύνης ἐλλάμψαι τῇ διανοίᾳ, τῶν λογισμῶν τῶν ἀτόπων τῆς ἐπιθυμίας πάντοθεν αὐτὴν ἐπιτειχισάντων·
 [03123]  οὕτω δὴ καὶ οὗτοι, κἂν μυρία πάντοθεν αὐτοῖς ἐνηχῇ σωτήρια δόγματα, τῷ πάθει τούτῳ προκατειλημμένοι τὴν ψυχὴν, πᾶσι τοῖς τοιούτοις λόγοις ἀποφράττουσι τὴν ἀκοήν.
 [03133]  ὥστε πάντοθεν αὐτοῖς τὸ σκότος συνάγεται.
 [03214]  Ὅταν γὰρ ἀκούσωσιν, ὅτι ὁ τοῦ δεῖνος υἱὸς πλεονέκτου καὶ ἅρπαγος ἦν, τοῦ δεῖνος ἡ γυνὴ, τοῦ πολλὰ τυραννικὰ πεποιηκότος, μετὰ τὴν τελευτὴν τοῦ συνοικοῦντος μυρία ὑπέμεινε δεινὰ, τῶν ἀδικηθέντων καὶ τῇ γυναικὶ καὶ τοῖς παιδίοις ἐπιόντων, καὶ κοινοῦ πολέμου πάντοθεν ἠρμένου κατὰ τῆς οἰκίας τῆς ἐκείνου, κἂν πάντων ἀναισθητότερος ᾖ, καὶ αὐτὸς προσδοκῶν τὰ αὐτὰ πείσεσθαι, καὶ ὑπὲρ τῶν ἑαυτοῦ δεδοικὼς μήποτε τὰ αὐτὰ ὑπομείνωσι, σωφρονέστερος ἔσται.
 [03869]  ὅταν δὲ εἰς μέσον αὐτὸν ἀγάγωμεν, οὐκέτι ἡμῶν κρατήσει, πάντοθεν αὐτὸν πάντων δεσμούντων.
 [05270]  πλὴν ἀλλ' ἐπειδὴ περὶ πόρνων ἦν ὁ λόγος αὐτῷ, πάντοθεν αὐτὸ ἀπαίρει, καὶ ἀπὸ τῶν μειζόνων καὶ ἀπὸ τῶν ἐλαττόνων αὔξων τὸ ἔγκλημα.
 [06250]  ὁ ἐκ τῆς καθ' ἡμέραν ἐργασίας τρεφόμενος, καὶ μηδὲ οἰκέτην ἔχων μηδὲ καταγώγιον, ἀλλὰ πάντοθεν ἐσταυρωμένος, ἢ ἐκεῖνος ὁ τοσοῦτον περιβεβλημένος τῦφον, καὶ τὰ ἐναντία ποιῶν τοῖς τοῦ Θεοῦ νόμοις;
 [06934]  Ὥστε ἂν ἐθέλωμεν, πολλὴν ἔχομεν πάντοθεν πρὸς ἀρετὴν τὴν ῥοπήν.
 [07140]  Αἰγύπτου καὶ τῆς ἐκεῖ δουλείας ἀπήλλαξε, τὴν θάλασσαν ὑπεστόρεσεν, ἐξ οὐρανοῦ μάννα κατήνεγκε, κάτωθεν ὑδάτων πηγὰς ξένας καὶ παραδόξους ἀνῆκε, παρῆν αὐτοῖς πανταχοῦ θαυματουργῶν, καὶ πάντοθεν αὐτοὺς τειχίζων·
 [07621]  Μετὰ ταύτης ἀπελθόντες ἐκεῖ τῆς θυσίας, ἐν παῤῥησίᾳ πολλῇ τῶν ἱερῶν ἐπιβησόμεθα προθύρων, ὥσπερ τισὶν ὅπλοις χρυσοῖς περιπεφραγμένοι πάντοθεν.
 [08118]  Οὐδὲ γὰρ καλύπτεσθαι εἶπεν ἁπλῶς, ἀλλὰ κατακαλύπτεσθαι, ὥστε ἀκριβῶς πάντοθεν περιεστάλθαι.
 [08790]  Καὶ ταῦτα ἔλεγεν, ἑαυτὸν μὲν ἐν τοῖς ἐσχάτοις ὄντα ὁρῶν τὸν πᾶσαν ἐπελθόντα ἀρετὴν, πονηροὺς δὲ ἀνθρώπους καὶ γόητας εὐημεροῦντας, τρυφῶντας, κομῶντας πάντοθεν.
 [08809]  ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων καὶ καμίνων καὶ πάσης φλογὸς ὀδυνηρότερον αὐτὸν ἡ τοῦ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν καὶ κατεσθίουσα τὸ σῶμα, καὶ ἐν ταύτῃ τῇ συμφορᾷ πολὺς προῆλθε χρόνος, τότε αὐτὴν προσάγει ἤδη τεταριχευμένῳ καὶ κατεργασθέντι.
 [09524]  καὶ ἐοίκασι πλοίῳ πάντοθεν ἐναντίοις ἀνέμοις ἐλαυνομένῳ, καὶ πολλὰς ὑπομένοντι τὰς τρικυμίας.
 [09999]  διὰ τοῦτο καὶ τὰς συγγενείας διέκοψε, καὶ τὰς ἐπιμιξίας, καὶ πάντοθεν αὐτοὺς ἀπετείχιζε·
 [09999]  ἀλλὰ πάντοθεν ἡμᾶς συνήγαγε, καὶ ἀπὸ φύσεως καὶ ἀπὸ συγγενείας καὶ ἀπὸ γλώτ-της καὶ ἀπὸ τόπου.
 [09999]  Καὶ ὥσπερ οἱ πυρέττοντες πρὸς πάντα εἰσὶ δυσάρε-στοι, οὕτω καὶ οἱ διεφθαρμένοι τὴν ψυχὴν πάντοθεν πλήττονται.
 [09999]  Καὶ γὰρ εἰς κρῖμα συνέρχεσθε, πρόφασιν οὐκέτι περὶ τῆς ἁμαρ-τίας ἔχοντες, καὶ τοὺς ἐπιεικεστέρους ἐκκρούετε, ταῖς ὑμετέραις φλυαρίαις ἐνοχλοῦντες πάντοθεν.
000-00-00 Serial Number=0230530262
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02330]  ἀναγκαῖον γὰρ πάντοθεν ταύτην ἡμῖν συλλεγῆναι τὴν ἔννοιαν, ἵνα μὴ μάτην ἑαυτοῖς χαριζόμενοι, βλάπτωμεν ἑαυτούς.
 [02567]  Καθάπερ γὰρ ἡ περικεφαλαία τὸ καίριον σώζει τῶν ἐν ἡμῖν, τὴν κεφαλὴν περιβάλλουσα καὶ πάντοθεν στεγάζουσα·
 [02651]  Ῥυθμίζωμεν ἑαυτοὺς πάντοθεν.
 [03022]  Ὥστε πάντοθεν βούλομαι τὴν ἀδικίαν ἐξελεῖν.
000-00-00 Serial Number=0049601257
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00569]  Ἐννόησον γὰρ [62.516] ὅσον ἦν πρὸς καθημερινὰς ὕβρεις, λοιδορίας, ἐπιβουλὰς, κινδύνους, σκώμματα, ὀνείδη, θανάτους ἵστασθαι, καὶ μὴ ἀποκάμνειν μηδὲ ὀλισθαίνειν μηδὲ περιτρέπεσθαι, ἀλλὰ, πάντοθεν βαλλόμενον μυρίοις καθ' ἑκάστην ἡμέραν τοῖς βέλεσιν, ἀτενὲς ἔχοντα τὸ ὄμμα ἑστάναι καὶ ἀκατάπληκτον.
 [01003]  Οὕτω δοξάζομεν τὸν Θεὸν, ὅταν πάντοθεν ὦμεν ἀγαθοὶ, καὶ δοξαζόμεθα καὶ ἡμεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐχ ὁμοίως, ἀλλὰ πολλῷ μειζόνως.
 [01631]  Τουτέστι, τὴν ἀμπεχόνην πάντοθεν περιεστάλθαι καλῶς, κοσμίως, μὴ περιέργως·
 [01783]  διὰ τοῦτο πάντοθεν αὐτὴν καταστέλλει.
 [01961]  Νηφάλιον, φησὶ, τουτέστιν, διορατικὸν, μυρίους ἔχοντα πάντοθεν ὀφθαλμοὺς, ὀξὺ βλέποντα, καὶ μὴ ἀμβλύνοντα τὸ τῆς διανοίας ὄμμα.
 [01963]  καὶ γὰρ καὶ ἀθυμίαι καὶ φροντίδες καὶ πραγμάτων ὄχλος καὶ πολλὰ πάντοθεν ἐπιῤῥεῖ.
 [02352]  ἐπειδὰν αὐτῶν καταφρονήσῃς, διπλῇ γίνῃ πλούσιος, τῷ τέ σοι πάντοθεν ταῦτα ἐπιῤῥεῖν, καὶ τῷ μηδενὸς δεῖσθαι ὧν οἱ πολλοί.
 [02696]  Ὅταν δέ τις παρασπάσαι τι ἐπιχειρήσῃ, καὶ ἴδιον ποιήσῃ, τότε ἡ ἔρις ἐπεισέρχεται, ὥσπερ αὐτῆς τῆς φύσεως ἀγανακτούσης, ὅτι δὴ, πάντοθεν ἡμᾶς συνάγοντος τοῦ Θεοῦ, ἡμεῖς φιλονεικοῦμεν διαιρεῖν ἑαυτοὺς, καὶ ἀποσπᾷν ἐν τῷ ἰδιοποιεῖσθαι, καὶ λέγειν, Τὸ σὸν, καὶ Τὸ ἐμὸν, τὸ ψυχρὸν τοῦτο ῥῆμα·
 [02925]  Ἔτι οὖν ἐρωτᾷς, πῶς διαῤῥεῖ τὸ σῶμα πάντοθεν;
 [02976]  Πλείονος δυσωδίας πληροῦμεν ἑαυτοὺς, ὅταν μᾶλλον τρυφήσωμεν, καθάπερ ἀσκοῦ τινος, τοῦ σώματος πάντοθεν διαῤῥέοντος.
 [02978]  ἀτμοὶ πάντοθεν ἀπὸ τοῦ σώματος ζοφώδεις προΐενται, καθάπερ ἀπὸ καμίνου τῆς θερμότητος σαπείσης ἔνδον.
 [02991]  Εἶτα ἡ μὲν ἔξωθεν προσπεσοῦσα δυσωδία λοιμὸν τίκτει, ἡ δὲ ἔνδον οὖσα, καὶ πάντοθεν ἐμπεφραγμένη τῷ στεγανῷ τοῦ σώματος, καὶ μὴ ἔχουσα πόθεν διαφορηθῇ, μυρίας οὐκ ἐργάζεται νόσους καὶ τῷ σώματι καὶ τῇ ψυχῇ;
 [03312]  Πολλαὶ τῆς ἀρετῆς αἱ ὁδοὶ, ὥσπερ οὖν καὶ τῶν μαργαριτῶν πολλὴ ἡ διαφορὰ, καίτοι πάντες μαργαρῖται λέγονται, ἀλλ' ὁ μέν ἐστι λαμπρὸς καὶ στρογγύλος πάντοθεν, ἕτερος δὲ τοῦτο μὲν οὐκ ἔχει τὸ κάλλος, ἕτερον δέ.
 [03336]  οὕτω πάντοθεν ἐσπούδαζε καθαρὸν τὸ ἱερεῖον ἀναγαγεῖν, μὴ δάκρυσιν αὐτὸ, μὴ ἀντιλογίᾳ μολῦναι.
 [04005]  Πάντοθεν οὖν χρὴ συνεστράφθαι, πάντοθεν χρὴ εὔζωνον εἶναι·
 [04245]  Ὁ βάρβαρος, ὅταν μεγάλα ἰσχύσῃ, τὸ σῶμα αἰκίζεται, αὗται δὲ τὴν ψυχὴν βασανίζονται καταξαίνουσαι πάντοθεν·
000-00-00 Serial Number=0070110440
In epistulam ad Colossenses Ante [Go Back]  
 [00231]  ἔστω δὲ καὶ τὸ ἡμικύκλιον ἁπαλῇ στρωμνῇ πάντοθεν ἐστορεσμένον.
 [00372]  Κἂν μὲν συνάγειν δέοι χρήματα, οὐκ ἐρεῖς τοῦτο, ἀλλὰ πάντοθεν συνάγεις, ἐκεῖ δὲ οὐκέτι·
 [00694]  Ὅρα πῶς πάντοθεν ὁ διάβολος ἐπείγεται ἡμᾶς πεῖσαι ἀγνοῆσαι τὴν δωρεὰν τοῦ Θεοῦ.
 [02247]  Εἰπὲ γάρ μοι, εἰ τὸ σῶμα ὡραῖον ἦν, καὶ πάντας νικῶν τῷ κάλλει, ὁ δὲ πλοῦτος προσελθὼν ἐπηγγέλλετο ποιήσειν αἰσχρὸν, καὶ ἀντὶ μὲν ὑγιοῦς νοσῶδες, ἀντὶ δὲ κατεσταλμένου φλεγμαῖνον, καὶ πάντα τὰ μέλη ὑδέρου πληρώσας ἐξώγκωσε μὲν τὴν ὄψιν, καὶ πάντοθεν ἐποίησεν οἰδαίνειν, ἐξώγκωσε δὲ πόδας καὶ τῶν δοκῶν βαρυτέρους ἐποίησεν, ἐξώγκωσε δὲ γαστέρα καὶ παντὸς πίθου μείζονα εἰργάσατο, καὶ μετὰ τοῦτο οὐδὲ τοῖς βουλομένοις θεραπεύειν ἐπηγγέλλετο συγχωρήσειν (τοῦτο γὰρ ἡ ἐξουσία), ἀλλὰ τοσαύτην δώσειν ἐλευθερίαν, ὥστε ἄν τις προσείη ἀπάγων τῶν βλαπτόντων κολάσειν αὐτόν·
 [02258]  Καὶ γὰρ πυρετοῖς πάντοθεν φλέγεται καὶ φλεγμοναῖς, καὶ τὸν πυρετὸν ἐκεῖνον οὐδεὶς σβέσαι δύναται·
 [03517]  ὥστε αὐτῷ πάντοθεν τὸ ἀξιόπιστον συνήγαγεν.
000-00-00 Serial Number=0762916386
In epistulam ad Ephesios Ante [Go Back]  
 [00844]  Οὐ γὰρ διὰ [62.30] προκειμένων μόνον, ἀλλὰ καὶ διὰ τῶν ᾠδῶν ἐκείνων τὸ Πνεῦμα πάντοθεν κάτεισιν.
 [01569]  ∆ιὰ τοῦτο καὶ οἱ ὑφ' ἡμῖν πολὺ τῶν τότε ἀφεστήκασιν, ἐπειδὴ οἱ τότε μαθηταὶ τῶν νῦν διδασκάλων κρείττους ἦσαν, ἐν μέσοις δήμοις καὶ τυράννοις ἀπειλημμένοι, καὶ πάντας πάντοθεν ἔχοντες πολεμίους, καὶ οὐδὲ πρὸς βραχὺ καθελκόμενοι καὶ ἐπικαμπτόμενοι.
 [02574]  πάντοθεν οὗτος ὁ λόγος οὕτως ὑφαίνεται, Καὶ ἰδὼν ὁ μαθητὴς τῶν στρατιωτῶν τὸ πλῆθος, ἐξέστη, καὶ περιδεὴς καὶ ἔντρομος προσδραμὼν τῷ [62.71] διδασκάλῳ, τὴν συμφορὰν, ὡς ᾤετο, ἀπήγγειλε, καὶ τὸν ἄφυκτον ἐμήνυσε κίνδυνον.
 [03267]  Ἄν τινες ἁλόντες παρ' ἡμῖν ἐπὶ τοῖς αἰσχίστοις, μέλλωσιν ἐπιτιμίου τυγχάνειν τινὸς, πολὺς ὁ τρόμος, πολὺς ὁ φόβος πάντοθεν·
 [03428]  Σὺ δὲ οὐ μόνον οὐκ εἰσάγεις, ἀλλὰ κἂν διὰ περιπέτειάν τινος ἐπεισέλθῃ, πάντοθεν ἐλαύνεις, πάντας συγκαλεῖς, καὶ ὥσπερ θηρίου τινὸς ἐπεισελθόντος, ὀδύρῃ καὶ στένεις, καὶ συμφορὰν τὸ πρᾶγμα καλεῖς ὑπερβάλλουσαν τὸ τὸν θεόν σου παρεῖναι.
 [03514]  ὅταν δὲ περὶ κολάσεως διαλέγωνται, Ποιηταὶ, φασὶν, εἰσὶ, καὶ πάντα μυθεύουσιν, ἵνα πάντοθεν ἀνατρέπηται τῆς εὐζωΐας ἡ κατάστασις.
 [04695]  ∆ιὸ, παρακαλῶ, πάντοθεν τοῦτο ἐξορίσαντες τὸ ἔθος, ἐκεῖνα φθεγγώμεθα, ἃ ἡμῖν ἁρμόττει·
 [06451]  περισκόπει πάντοθεν, σαυτὸν τείχιζε.
 [06951]  Καθάπερ γὰρ ἡ περικεφαλαία πάντοθεν ἀκριβῶς καλύπτουσα τὴν κεφαλὴν, οὐκ ἀφίησί τι δεινὸν παθεῖν, ἀλλὰ σώζει·
000-00-00 Serial Number=0858998060
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02099]  Ὁρᾷς πάντοθεν πῶς οὐ περὶ οὐσίας αὐτῷ τῆς σαρκὸς νῦν ὁ λόγος, ἀλλὰ περὶ προαιρέσεως μοχθηρᾶς, καὶ οὐ τοιαύτης;
000-00-00 Serial Number=0734754503
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02128]  Εἰ συνέβη τὸν βασιλεύοντα νῦν πάσης τῆς οἰκουμένης κρατῆσαι, εἶτα μήτε ὑπὸ πολέμων, μήτε ὑπὸ φροντίδων ἐνοχλεῖσθαι, ἀλλὰ τιμᾶσθαι μόνον καὶ τρυφᾷν, καὶ πολλοὺς μὲν ἔχειν φόρους, πάντοθεν δὲ τὸ χρυσίον αὐτῷ ἐπιῤῥεῖν, καὶ ἀπόβλεπτον εἶναι, ποίαν οἴεσθε ἔχειν αὐτὸν ψυχὴν, εἰ τοὺς πολέμους τοὺς πανταχοῦ τῆς γῆς πεπαυμένους ἑώρα;
 [03363]  εἶτα ἀθρόον πάντοθεν ὁρᾷ τοὺς καρποὺς βλαστάνοντας.
 [04377]  Ἄλλως δὲ, εἰπὼν ὅτι ἄνω ἐστὶ, λέγει καὶ δείκνυσιν, ὅτι ἱερεύς ἐστι πάντοθεν, ἀπὸ τοῦ Μελχισεδὲχ, ἀπὸ τοῦ ὅρκου, ἀπὸ τοῦ προσενεγκεῖν θυσίαν.
 [04615]  Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγο μένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμ μένην πάντοθεν χρυσίῳ·
 [04651]  Χρυσοῦν ἔχουσα θυμιατήριον, φησὶ, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ·
 [04798]  πονηροὺς ἄνδρας καὶ γόητας πολλάκις διεφθαρμένους, πολλῷ καὶ πενεστέρους καὶ εὐτελεστέρους αὐτοῦ παρακάθηται κολακεύων, καὶ ἑτέρους ἀγαθοὺς καὶ πάντοθεν ἐναρέτους ὑβρίζων καὶ θρασυνόμενος.
 [04813]  Καθάπερ γὰρ ἐκεῖναι φύσει μὲν εἰδεχθεῖς καὶ μέλαιναι καὶ ἀγροικίδες καὶ παχεῖαι καὶ ἄμορφοι καὶ κακόπλαστοι, καὶ πάντοθεν αἰσχραί·
 [06861]  πόλεμοι καθημερινοὶ, καταποντισμοὶ, ἀπώλειαι μυρίαι κύκλῳ καὶ πάντοθεν ἡ ὀργὴ τοῦ Θεοῦ ἡμᾶς περιστοιχίζεται.
 [08501]  Ὁρᾷς πῶς πάντοθεν κινεῖ λογισμοὺς, ἀπὸ πραγμάτων τῶν ἐν τῇ Γραφῇ, ἀπὸ ῥημάτων, ἀπὸ ἐννοιῶν οἰκείων, ἀπὸ παραδειγμάτων τῶν ἐν τῷ βίῳ;
 [08559]  Ἀλλὰ τὸν Ἰακὼβ, ὅσα πέπονθε δεινὰ, ἐλαυνόμενος πάντοθεν, καὶ πονῶν εἰκῆ, καὶ ἑτέροις μοχθῶν;
 [09339]  πάντοθεν βριθώμεθα ταῖς ἐντολαῖς·
 [09881]  Ἂν γὰρ τῇ τῶν μελλόντων ἐλπίδι τείνωμεν αὐτὸ πάντοθεν, καλῶς δέχεται τοῦ Πνεύματος τὴν ἐνέργειαν·
000-00-00 Serial Number=0552980781
In epistulam ad Philippenses Ante [Go Back]  
 [01644]  Καθάπερ γάρ τις μάχαιρα ὀξεῖα ἑκατέρωθεν ἠκονημένη, ὅπουπερ ἂν ἐμπέσῃ κἂν εἰς μυρίας φάλαγγας, εὐκόλως αὐτὰς διακόπτει καὶ ἀφανίζει, τῷ πάντοθεν ὀξεῖαν εἶναι, καὶ μηδὲν τὴν ἀκμὴν αὐτῆς φέρειν·
 [01648]  Εἰ γὰρ ἐπὶ τῶν ἁμιλλητηρίων ἁρμάτων ἐν ταῖς τῶν ἵππων ἁμίλλαις οὐδὲν οὕτως ἐστὶ τερπνὸν, ὡς ὅταν ὁλόκληρα ἅρματα μετὰ τῶν ἡνιόχων κρούσας τις καταβάλῃ, καὶ πολλὰ τέθριππα ὕπτια ῥίψας μετὰ τῶν ἐφεστώτων ἡνιόχων παρελάσῃ μόνος πρὸς τὴν νύσσαν καὶ τὸ τέρμα τοῦ ἀγῶνος, καὶ πολὺς πάντοθεν ὁ κρότος καὶ ἡ κραυγὴ πρὸς οὐρανὸν ἀνίῃ·
 [02650]  Μάλιστα μὲν γὰρ τότε πειρασμοὶ συνεχεῖς ἦσαν, καὶ ἐπάλληλοι κίνδυνοι, οὐδεμία ἀνάπαυσις, οὐδεμία ἄνεσις, μυρία πάντοθεν ἐπέῤῥει δεινά·
 [02708]  Ἀλλὰ τοσούτῳ κλύδωνι πάντοθεν βαλλόμενος, καὶ πάντοθεν αἰρομένου τοῦ χειμῶνος χαλεποῦ, συννεφείας, ζάλης, σκηπτῶν, ἰλίγγων, στροβίλων, ἔμενεν αὐτὸς ἀκλινὴς, καθάπερ ἐν γαλήνῃ καθήμενος τῷ κλύδωνι τῷ τοσούτῳ, τῷ οὕτω χαλεπῷ, καὶ οὐκ ἐγόγγυσε·
 [02791]  Πάντοθεν οὖν ἡμῖν ὁ κοπετὸς ἐκκεκόφθω, πάντοθεν ὁ θρῆνος λυέσθω·
 [03236]  ὅθεν αὐτὸν πάντοθεν συσκιάζει.
 [03543]  ἐπειδὴ δὲ ἐδέξαντο, τότε αὐτοὺς περιέβαλε τοῖς δικτύοις πάντοθεν.
 [03620]  Ὁρᾷς πῶς ἐπιλαμβάνεται πάντοθεν τοῦ ἐρείσματος τοῦ Χριστοῦ, καὶ οὐκ ἀφίησιν οὐδαμοῦ γυμνωθῆναι τὸν νόμον, οὐδὲ πληγὴν λαβεῖν, ἀλλὰ περιβάλλει πάντοθεν αὐτόν;
 [03778]  Καὶ γὰρ καὶ πυρετὸς ἠνώχλει, τοῦτο γὰρ ἐπιθυμία πονηρὰ, καὶ φλεγμοναὶ ἐπέκειντο, τοῦτο γὰρ ἡ ἀπόνοια, καὶ ἡ βουλιμία τις ἡ λεγομένη κατεῖχε, τοῦτο γὰρ ἡ πλεονεξία, καὶ σηπεδόνες πάντοθεν, τοῦτο γὰρ ἡ πορνεία, καὶ πήρωσις ὀφθαλμῶν, τοῦτο γὰρ εἰδωλολατρεία, καὶ κώφωσις καὶ παραπληξία, τοῦτο γὰρ τὸ προσκυνεῖν λίθοις καὶ ξύλοις καὶ ἐκείνοις προσφθέγγεσθαι, καὶ δυσείδεια πολλὴ, τοῦτο γὰρ κακία·
 [04001]  Οὕτω πάντοθεν ἐὰν εἰς δέον τῷ πλούτῳ χρώμεθα, οὐδὲν ἡμᾶς ἀπολεῖ·
000-00-00 Serial Number=0949315131
In epistulam ad Romanos Ante [Go Back]  
 [00180]  Ἐπειδὴ γὰρ πρὸς πόλιν ἀλαζονικὴν ἔγραφε, καὶ πεφυσιωμένην πάντοθεν, διὰ πάντων δείκνυσι τοῦ Θεοῦ τὴν χειροτονίαν οὖσαν·
 [01856]  πάντα γὰρ ὁ Θεὸς ἔπραξε καὶ [60.440] πράττει, ὥστε τὴν πολιτείαν ἡμῶν διαλάμπειν καὶ ὀρθοῦσθαι πάντοθεν.
 [03819]  Καὶ οὐδὲ τῆς θαλάττης ἀπέσχετο τουτὶ τὸ κακὸν, ἀλλὰ καὶ ἐκεῖ μετὰ πολλῆς εἰσεκώμασε τῆς μανίας, τῶν πειρατῶν αὐτὴν πολιορκούντων πάντοθεν, καὶ καινόν τινα λῃστείας ἐπινοούντων τρόπον.
 [04843]  οὕτω καὶ τῶν πιστῶν καὶ πνεῦμα ἐχόντων ἡ σὰρξ λοιπὸν πρὸς ἐκείνην μεθίσταται τὴν ἐνέργειαν, ὅλη πνευματικὴ γινομένη, σταυρουμένη πάντοθεν, καὶ τῇ ψυχῇ συναναπτερουμένη·
 [04980]  ἐνταῦθα δὲ εἰς μυρίας ἡ βλάβη διαβαίνει ψυχὰς, ποικίλους πάντοθεν ἀνάπτουσα πολέμους.
 [05021]  Κἂν γυναῖκα ἔχῃ, κἂν παιδία, κἂν φίλους, ἂν μὴ πάντοθεν ἐξῇ κερδαίνειν αὐτῷ, τῶν φύσει πολεμίων αὐτῷ οὗτοι πολεμιώτεροι.
 [06544]  μὴ προσελθόντες δὲ τῇ πίστει, μηδὲ λαβόντες τὴν ἐξ αὐτῆς δικαιοσύνην, καὶ ἀπὸ τοῦ νόμου μὴ δυνηθέντες δικαιωθῆναι, πάντοθεν ἐξέπεσον.
 [06976]  Ὅρα πῶς σαφεστάτην τῶν ἔμπροσθεν διαπορηθέντων ἁπάντων τὴν λύσιν ἐπήγαγε, δείξας τῆς γνώμης αὐτῶν τὴν ἀπώλειαν γενομένην, καὶ ὡς πάντοθεν ἀνάξιοι συγγνώ [60.576] μης εἰσί.
 [07829]  πολλῷ μᾶλλον ἡμᾶς τοὺς οὐ πρόβατα ἄλογα, ἀλλ' ἑαυτοὺς ἀναφέροντας, πλείονα ἀκρίβειαν ἐπιδείκνυσθαι χρὴ, καὶ πάντοθεν εἶναι καθαροὺς, ἵνα δυνηθῶμεν καὶ ἡμεῖς κατὰ Παῦλον λέγειν·
 [07985]  μᾶλλον δὲ καὶ πετόμενος ἔνδοθεν, καὶ φλεγμαίνων πάντοθεν;
 [08044]  ὅταν δὲ λέγῃ, Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἑκάστῳ καθὼς βούλεται, ἐκεῖνο κατασκευάζει, τὸ μὴ δεῖν ἐπαίρεσθαι τοὺς εἰληφότας, πάντοθεν παραμυθούμενος αὐτῶν τὸ πάθος·
 [08162]  ∆ιὰ τοῦτο πάντοθεν οἰκοδομεῖ τὴν ἀγάπην.
 [08909]  Ὅταν δὲ εἴπῃ, Ἐνδύσασθε, πάντοθεν ἡμᾶς αὐτὸν περιβαλέσθαι κελεύει·
 [09020]  ἐπεὶ καὶ τοῦτό ἐστιν ἐνδύσασθαι, τὸ μηδέποτε αὐτοῦ ἀπολειφθῆναι, τὸ πάντοθεν αὐτὸν φαίνεσθαι ἐν ἡμῖν διὰ τῆς ἁγιωσύνης ἡμῶν, διὰ τῆς ἐπιεικείας.
 [09023]  Φαινέσθω τοίνυν πάντοθεν ἐν ἡμῖν ὁ Χριστός.
 [09580]  Καὶ γὰρ στάδιον ὁ παρὼν βίος, καὶ μυρίους πάντοθεν ὀφθαλμοὺς ἔχειν δεῖ, μηδὲ νομίζειν ἀρκεῖν εἰς ἀπολογίαν τὴν ἄγνοιαν.
 [09676]  Ὥστε, εἰ βούλει κἀκεῖνον ἐλευθερῶσαι σκανδάλου, καὶ αὐτὸς μυρίων ἀπολαῦσαι μισθῶν, τὸν βίον διόρθου τὸν σαυτοῦ, καὶ πάντοθεν ἀπολάμπειν ποίει, Ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάζωσι τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς.
 [09999]  ἐνταῦθα δὲ καὶ τὸν τόπον λέγει πάντα, ὥστε πάντοθεν αὐτῶν ὑποτέμνεσθαι τὸ φρόνημα.
000-00-00 Serial Number=0644772530
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00085]  Οὐ γὰρ εἰκῆ καὶ τὸν καιρὸν ἡμῖν ἐπεσημήνατο, εἰπὼν, Κατὰ δὲ τὸ μεσονύκτιον, ἀλλὰ βουλόμενος δεῖξαι, ὅτι, ὅτε τοῖς ἄλλοις ἅπασιν ἡδὺς ὁ ὕπνος ἐφίσταται καὶ κοιμίζει τὰ βλέφαρα, μάλιστα δὲ τοὺς ἐν ὀδύναις πολλαῖς καθεστῶτας εἰκὸς κατὰ τὸν καιρὸν ἐκεῖνον τοῦ ὕπνου καθέλκεσθαι, τότε τοίνυν, φησὶν, ὅτε πάντοθεν περιεγένετο ἡ τοῦ ὕπνου τυραννὶς, τότε ἐκεῖνοι Προσευχόμενοι ὕμνουν τὸν Θεὸν, τῆς περὶ αὐτὸν ἀγάπης μέγιστον δεῖγμα τοῦτο ποιούμενοι.
000-00-00 Serial Number=0592518985
In illud Domine non est in homine Ante [Go Back]  
 [00201]  Ὥστε πάντοθεν δῆλον ἡμῖν, ὅτι καὶ ἐφ' ἡμῖν καὶ ἐπὶ τῷ Θεῷ τὰ ἡμέτερα κεῖται κατορθώματα.
000-00-00 Serial Number=0584423661
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00076]  καὶ καθάπερ πλοῖον ὑπὸ τῆς τῶν πνευμάτων ἐμβολῆς κλυδωνιζόμενον καὶ ταῖς τῶν κυμάτων ἐπαναστάσεσι περιαντλούμενον ἐξαρτηθεῖσα ἄγκυρα πάντοθεν ἵστησι, καὶ ἐν μέσῳ ῥιζοῖ τῷ πελάγει·
 [00133]  Ἐπειδὴ γὰρ καὶ ὁ διάβολος μετὰ τὸ τῇ πίστει προσελθεῖν ἡμᾶς, εὐθέως ἐπεισέρχεται, τὴν καλὴν ταύτην ῥίζαν ἀνασπάσαι βουλόμενος, καὶ τὰ ζιζάνια σπεῖραι ἐπειγόμενος, καὶ τοῖς γνησίοις καὶ καθαροῖς λυμήνασθαι σπέρμασι, δεόμεθα τῆς τοῦ Πνεύματος βοηθείας τότε, ἵνα, καθάπερ γεωργὸς φιλόπονος, ἐγκαθεζόμενος ἡμῶν τῇ ψυχῇ, πολλῇ τῇ φειδοῖ καὶ προνοίᾳ τειχίζῃ πάντοθεν τὸ νεοπαγὲς τῆς πίστεως φυτόν.
 [00588]  Καὶ γὰρ καὶ πόλεις αὐτοῖς ὁλόκληροι καὶ δῆμοι πάντοθεν ἐπανίσταντο, καὶ τύραννοι πάντες ἐπεβούλευον, καὶ βασιλεῖς παρεσκευάζοντο, καὶ ὅπλα ἐκινεῖτο, καὶ ξίφη ἠκονᾶτο, καὶ στρατόπεδα ηὐτρεπίζετο, καὶ πᾶν εἶδος κολάσεως καὶ τιμωρίας ἐπενοεῖτο·
 [00593]  Καὶ καθάπερ πλοῖον, κυμάτων διανισταμένων, νεφῶν συῤῥηγνυμένων, βροντῶν καταῤῥηγνυμένων, ζόφου πάντοθεν κυκλοῦντος τὸ σκάφος, τῆς θαλάσσης μαινομένης, θηρίων ἐπανισταμένων, πειρατῶν προσβαλλόντων, αὐτῶν τῶν ἔνδον στασιαζόντων, οὐκ ἂν διαφύγοι τὸν κίνδυνον, εἰ μὴ ἡ ἄνω χεὶρ, ἡ κραταιὰ καὶ μεγάλη, ἀποκρούσαιτο τὸν πόλεμον, καὶ λύσασα τὸν χειμῶνα καταστήσειεν ἐν γαλήνῃ τοὺς πλέοντας·
 [00663]  Ὅτι μὲν οὖν οἱ μαθηταὶ ἐθλίβοντο, καὶ μυρία ἔπασχον δεινὰ, καὶ καθάπερ ἐν μέσοις ἐπειλημμένοι λύκοις ἄρνες, οὕτω πάντοθεν ἠλαύνοντο, δῆλον ἐκ τούτων·
 [00707]  Ὅτι μὲν οὖν ἐθλίβοντο οἱ πιστοὶ, καὶ μυρία ἔπασχον δεινὰ καὶ μαθηταὶ καὶ διδάσκαλοι καὶ οὐδὲ μικρὸν ἀνέπνεον, ποικίλοις τισὶ καὶ παντοδαποῖς πάντοθεν περιεστοιχισμένοι πολέμοις, ἱκανῶς ὁ λόγος ἀπέδειξε, καὶ πλείω δὲ τῶν εἰρημένων τοῖς φιλοπόνοις ἔξεστιν ἀναλέξασθαι ἐκ τῶν θείων Γραφῶν.
000-00-00 Serial Number=0290777504
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00281]  συνδεδέμεθα γὰρ ἀλλήλοις, οὐ νεύρων περιβολαῖς, ἀλλ' ἀγάπης δεσμοῖς περιβεβλημένοι πάντοθεν.
000-00-00 Serial Number=0563012362
In illud In faciem ei restiti Ante [Go Back]  
 [00170]  Καὶ γὰρ στενά μοι πάντοθεν, φησί·
 [00223]  Ἡ οἰκουμένη πᾶσα πρὸς αὐτὸν ἔβλε πεν, αἱ φροντίδες τῶν πανταχοῦ τῆς γῆς Ἐκκλησιῶν τῆς ἐκείνου ψυχῆς ἦσαν ἐξηρτημέναι, μυρία ἐμερί μνα καθ' ἑκάστην ἡμέραν πράγματα, πάντοθεν αὐτὸν ἐκύκλουν κηδεμονίαι, προστασίαι, διορθώσεις, συμ βουλαὶ, παραινέσεις, διδασκαλίαι, μυρίων οἰκονομίαι πραγμάτων·
 [00231]  Εἴ τινα οὖν στρατη λάτην ἴδοις, εἰπέ μοι, γενναῖον καὶ θαυμαστὸν, τοῦ πολέμου συγκεκροτημένου, τῆς παρατάξεως συνεστώ σης, τῆς μάχης ζεούσης, μυρίων αὐτὸν πάντοθεν καλούντων πραγμάτων, ἀφέντα τὴν παράταξιν, καὶ πρὸς ἐπίσκεψίν τινος ἀπελθόντα φίλου, ἆρα ἑτέραν μείζονα ταύτης ζητεῖς ἀπόδειξιν, εἰπέ μοι, τῆς πρὸς τὸν ἄνθρωπον ἐκεῖνον εὐνοίας;
000-00-00 Serial Number=0259918630
In illud Memor fui dei Ante [Go Back]  
 [00328]  εἰς τὴν ἔρημον αὐτὸν ἐπολέμησα, καὶ ἔρημόν με πάντοθεν ἀπέδειξεν.
000-00-00 Serial Number=0565867305
In illud Ne timueritis Ante [Go Back]  
 [00662]  οὕτω γοῦν ἡνίκα περὶ σταθερὰν μεσημβρίαν τῆς ἀκτῖνος ὑπὲρ κεφαλὴν ἱσταμένης συνελαύνεται πάντοθεν, καὶ συστέλλεται, καὶ βραχυτέρα γίνεται·
000-00-00 Serial Number=0645518839
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00043]  ἂν δὲ μένῃ κάτω διηνεκῶς συγκεκλεισμένα, πάντοθεν ἀπόλλυται ῥᾳδίως καὶ ἀφανίζεται·
000-00-00 Serial Number=0851571560
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00086]  καὶ γὰρ καὶ ταῦτα ἀκούω λεγόντων, ὅτι Σφοδρὸν τὸ πνῖγος νῦν, τὸ καῦμα ἀφόρη [51.175] τον, οὐκ ἰσχύομεν στενοχωρεῖσθαι καὶ θλίβεσθαι ἐν τῷ πλήθει, ἱδρῶτι πάντοθεν περιῤῥεόμενοι καὶ ἀχθόμενοι τῇ θέρμῃ καὶ τῇ στενοχωρίᾳ·
 [00159]  Ὅπερ ἵνα μὴ γένηται, προφῆται καὶ ἀπόστολοι πάντοθεν συντρέχουσι, καταστέλλοντες ἡμῶν τὰ πάθη, καὶ τῆς ἐν ἡμῖν ἀλογίας τὴν θηριωδίαν πᾶσαν ἐκβάλλοντες, καὶ τὴν πολλῷ τῆς βασιλείας σεμνοτέραν ἀρχὴν ἡμῖν ἐγχειρίζοντες.
 [00237]  Καὶ καθάπερ ὁ ἁλιεὺς πάντοθεν τὸ ἄγκιστρον περιστέλλων τῷ δελέατι, προστίθησι τοῖς ἰχθύσιν, ἵνα προσδραμὼν τῇ συνήθει τροφῇ, δι' ἐκείνης ἁλῷ καὶ κατασχεθῇ ῥᾳδίως·
000-00-00 Serial Number=0585891426
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00368]  Ποικίλος γὰρ ὁ λόγος, ἐναντίους μεταβάλλων, τοὺς οἰκείους διορθῶν, καὶ πολυπρόσωπος καὶ πάντοθεν ἀπηρτισμένος.
 [00462]  ὅπου τὰ πάθη ἐθεοποιεῖτο, ὅπου κυνῶν φωνὴν ἐμιμοῦντο, οἵτινες ἐπὶ τοῦ ∆ιονύσου ὠργιάζοντο δέρμα αἰγῶν καὶ κυνῶν φωνὴν, ἵνα πάντοθεν τὴν εὐγένειαν ἀπολέσωσι;
000-00-00 Serial Number=0262997746
In illud Vidi dominum Ante [Go Back]  
 [00471]  ἀλλ' ὅταν ἐπανίῃ πλήρη τὸν φόρτον ἔχοντα, τότε πᾶσαν κινοῦσι μηχανήν, οὕτω καὶ ὁ πονηρὸς δαίμων ἐκεῖνος, ὅταν ἴδῃ πολλὰ συνειλεχότας, νηστείαν, εὐχὰς ἐλεημοσύνην, σωφροσύνην, τὴν ἄλλην ἅπασαν ἀρετήν, ὅταν ἴδῃ γέμον ἡμῶν τὸ πλοῖον τῶν πολυτελῶν τῆς εὐσεβείας λίθων, τότε προσβάλλει, πάντοθεν διορύττων τὸν θησαυρόν, ὥστε παρ' αὐτὰ τοῦ λιμένος τὰ στόματα καταδῦσαι τὸ σκάφος καὶ γυμνοὺς παραπέμψαι πρὸς ἐκεῖνον τὸν λιμένα λοιπόν.
 [00632]  ἐπειδὰν ὀπώρας ἢ τραγήματα ἤ τι τοιοῦτον εἰς τὸν παιδικὸν ἐμβάλωσι κόλπον, ὥστε μὴ τῇ ῥᾳθυμίᾳ τῶν παιδίων ἐκπεσεῖν τι τῶν δοθέντων αὐτοῖς, περιστείλασαι πάντοθεν τὸν χιτωνίσκον ὑποβάλλουσι τῇ τῆς ζώνης ἀσφαλείᾳ.
 [01345]  Εἰώθαμεν γὰρ καὶ ἡμεῖς, ὅταν ὑπό τινος θάμβους κατασχεθῶμεν, πάντοθεν περιστέλλεσθαι τὸ σῶμα.
 [01346]  Καὶ τί λέγω τὸ σῶμα, ὅπου γε καὶ αὐτὴ ἡ ψυχὴ τοῦτο παθοῦσα ἀπὸ τῆς ἄκρας ἐπιφανείας καὶ τὰς ἐνεργείας αὐτῆς συνέλκουσα, πρὸς τὸ βάθος καταφεύγει, καθάπερ τινὶ περιβολαίῳ τῷ σώματι ἑαυτὴν πάντοθεν περιστέλλουσα;
 [01426]  Ἡ Ῥεβέκκα ποτὲ κελεύουσα τῷ παιδὶ τὸ κατὰ τὴν κλοπὴν τῶν εὐλογιῶν ὑποκρίνασθαι δρᾶμα καὶ περιστείλασα αὐτὸν πάντοθεν καλῶς καὶ τὸ προσωπεῖον ἐπιθεῖσα τοῦ ἀδελφοῦ, ἐπειδὴ εἶδεν οὐδὲ οὕτω θαρροῦντα, βουλομένη πάντα φόβον τοῦ παιδὸς ἐξελεῖν·
 [01445]  Στενά μοι πάντοθεν·
000-00-00 Serial Number=0778981030
In principium Actorum Ante [Go Back]  
 [00195]  πάντοθεν ποιεῖ κερδαίνειν τοὺς ὑποδεχομένους αὐτήν·
 [00395]  καὶ διανισταμένων τῶν πανταχοῦ δήμων, καθάπερ κυμάτων ἀγρίων, καὶ προσβαλόντων αὐτῇ τῶν πνευμάτων τῶν πονηρῶν, καθάπερ χαλεπῶν ἀνέμων, καὶ πάντοθεν ἐγειρομένου τοῦ χειμῶνος, πολλὴν τῇ Ἐκκλησίᾳ τὴν γαλήνην ἐποίει·
 [00503]  Ὅτε νεόφυτος ἦν, ὅτε ἁπαλὴ ὑπῆρχεν, ὅτε προσφάτως ἐν ταῖς τῶν ἀνθρώπων κατεβλήθη ψυχαῖς, πολλῆς ἐπιμελείας ἠξιοῦτο πάντοθεν·
000-00-00 Serial Number=0026624441
In ramos palmarum [3] Ante [Go Back]  
 [00046]  Καὶ ἐν καλύβῃ γεννᾶται καὶ ἐν φάτνῃ τίθεται καὶ μαθητὰς ἐκλέγων οὐ ῥήτορας καὶ σοφοὺς οὐδὲ εὐπόρους καὶ εὐγενεῖς ἀλλὰ πένητας καὶ ἐκ πενήτων καὶ πάντοθεν ἀσήμους ἐξέλεξε.
000-00-00 Serial Number=0584414423
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00210]  πρὸς ὃν καὶ αὐτὸς βλέπων τότε πάντας ἄρχοντας τῇ περὶ τὸν λαὸν παρῄνει κηδεμονίᾳ, καὶ ἀνέσεως προετίθει πόνους καὶ τὸ πάντοθεν ἐλαύνεσθαι διηνεκεῖς καθ' ἑκάστην ἡμέραν ἀναδεχόμενος ἀπεχθείας·
000-00-00 Serial Number=0946383834
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00018]  τοσοῦτον περιῤῥεῖ πάντοθεν ἡμᾶς ἐγκωμίων πλῆθος.
 [00135]  Αἱ γὰρ κατὰ τὴν ὁδὸν πόλεις συντρέχουσαι πάντοθεν ἤλειφον τὸν ἀθλητὴν, καὶ μετὰ πολλῶν ἐξέπεμπον τῶν ἐφοδίων, εὐχαῖς καὶ πρεσβείαις αὐτῷ συναγωνιζόμεναι.
 [00185]  πόσαις εὐφημίαις πάντοθεν βάλλειν τὸν στεφανίτην;
000-00-00 Serial Number=0941957533
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00084]  Εἰ δὲ νῦν μετὰ τοσοῦτον χρόνον, ὅτε κόνις ἐγένετο καὶ τέφρα, οὐ τολμῶσιν ἀναβλέψαι πρὸς τὸ μνῆμα, οὐδὲ πρὸς τὰ γυμνὰ ὀστᾶ τοῦ ἁγίου, εὔδηλον ὅτι καὶ τότε, ὅτε ἑώρων αὐτὸν αἵματι φοινισσόμενον πάντοθεν, τραύμασιν ἀποστίλβοντα μᾶλλον, ἢ τὸν ἥλιον ταῖς ἀκτῖσι, κατ επλάγησαν, καὶ πληγέντες τὰς ὄψεις ἀνεχώρησαν.
 [00104]  διώρυττον πάντοθεν τὰς πλευρὰς, καὶ ὁ πάσχων ἀν άλωτος ἔμενεν·
000-00-00 Serial Number=0148290634
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00070]  Καθάπερ γὰρ δήμιός τις τοῖς σπλάγχνοις ἔνδον καθήμενος ἅπαντα καταξαίνει τὰ μέλη, πυρὸς παντὸς καὶ θηρίου σφο δρότερον κατεσθίων πάντοθεν τὸ σῶμα, διηνεκῆ τινα καὶ ἄῤῥητον παρέχων ὀδύνην.
000-00-00 Serial Number=0637628734
In sanctum Romanum Ante [Go Back]  
 [00084]  κατέξανα τὰς πλευρὰς, καὶ βαθείας ἀνέτεμον αὔλακας, καὶ κατήγαγον ῥύακας αἱμάτων, οἱ δὲ ὡς χρυσίῳ πάντοθεν περιῤῥεόμενοι, οὕτως ἐκαλλωπίζοντο·
000-00-00 Serial Number=0782102227
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00179]  Λῦσαι γάρ φησι τὸ ὑπόδημα τῶν ποδῶν σου, ἵνα τὸ παρερχόμενον τοῦ νόμου δηλωθῇ, Οὗ οὐκ εἰμὶ ἱκανὸς τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ λῦσαι, ἵνα τὸ πάντοθεν περιεσφιγμένον τοῦ λόγου μηνυθῇ.
000-00-00 Serial Number=0698718369
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00091]  Ὅρα πάντοθεν οἰκονομούμενα τὰ πράγματα.
 [00809]  Ἀλλ' οὗτος πάντοθεν εὐπραγεῖν εἶχεν·
 [01352]  Πάντοθεν παιδεύου, πάντοθεν οἰκοδομοῦ.
000-00-00 Serial Number=0336260080
Laus Diodori episcopi Ante [Go Back]  
 [00057]  Οὐ γὰρ φέροντες οἱ τῆς ἀληθείας ἐχθροὶ τὴν τῆς γλώττης αὐτοῦ δύναμιν, μυρίας πάντοθεν ἔῤῥαπτον ἐπιβουλὰς, καὶ ἐκ πασῶν αὐτὸν ἐῤῥύσατο Κύριος.
000-00-00 Serial Number=0948964536
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00107]  Λάζαρος γάρ τις ἦν πτωχὸς, φησὶν, ἡλκωμένος πάντοθεν, νόσον ἀνίατον ἔχων·
000-00-00 Serial Number=0472362399
Oratio secunda Ante [Go Back]  
 [00038]  Στεναγμοὶ πάντοθεν.
000-00-00 Serial Number=0005135119
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00266]  Ἐπενόησε δὲ καὶ τοῦτο ὁ πονηρὸς, ἵνα πάντοθεν ἑαυτοὺς ἀπολλύωμεν, καὶ διὰ ῥᾳθυμίας, καὶ διὰ σπουδῆς.
000-00-00 Serial Number=0535418034
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00308]  Ἀλλ' ὥσπερ τὸν κόσμον τοῦτον ἀφέντες καὶ πρὸς ἑτέραν βελτίονα μετοικισθέντες οἰκουμένην, οὕτως ἤσθιον, οὕτως ἔπινον καὶ οὔτ' ἀκτὶς θερμοτέρα γινομένη τὰς κεφαλὰς ἔπληττε τὰς ἐκείνων, διετείχιζε γὰρ τὴν φλόγα νεφέλη πάντοθεν ἐπαιωρουμένη καὶ περιφορητὴ γινομένη στέγη τοῖς δήμοις ἅπασιν ἐκείνοις οὔτε ἐν νυκτὶ λαμπάδος ἐδέοντο διαιρούσης τὸ σκότος, ἀλλ' ἦν αὐτοῖς ὁ στύλος τοῦ πυρὸς πηγὴ φωτὸς ἀφάτου, δύο χρείας παρέχων, τήν τε ἀπὸ τοῦ φαίνειν, τήν τε ἀπὸ τοῦ κατευθύνειν αὐτοῖς τὴν ἀποδημίαν.
 [00375]  Καὶ ἀγὼν τοῦ προτέρου χαλεπώτερος αὐτοῖς ἐτίθετο καὶ κάμινος ἀνήπτετο καὶ βαρβαρικὸν πρὸς αὐτοὺς στρατόπεδον μετὰ τοῦ βασιλέως παρετάττετο καὶ ἡ Περσικὴ πᾶσα δύναμις ἐκινεῖτο καὶ πάντα πρὸς ἀπάτην αὐτῶν ἐπετηδεύετο καὶ βίαν καὶ μουσικῆς εἴδη διάφορα καὶ κολάσεων ποικίλοι τρόποι καὶ ἀπειλαὶ καὶ ὄψις πάντοθεν ἦν φοβερὰ καὶ ῥήματα ὄψεως φοβερώτερα·
000-00-00 Serial Number=0246266067
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00015]  ἀλλὰ καὶ φθέγγονται εὐκόλως ἅπαντα, καὶ γελῶσιν ἀκαίρως, καὶ κατακλῶνται καὶ θρύπτονται μᾶλλον τῶν ἐπὶ τοῦ τέγους μαλακιζομένων γυναικῶν, πάντοθεν μηχανήματα τοῖς ὁρῶσιν ἐνιεῖσαι, καὶ εἰς τὴν τῶν πορνευομένων γυναικῶν ἀσχημοσύνην εἰσωθεῖν ἑαυτὰς βιάζονται, καθάπερ ἁμιλλώμεναι πρὸς ἐκείνας καὶ φιλονεικοῦσαι τὰ πρωτεῖα εἰς αἰσχύνης δόξαν λαβεῖν.
 [00123]  εἰ δὲ καὶ τὴν ἁφὴν ἀνελεύθερον καὶ τὴν ἀπὸ τῶν φιλημάτων καὶ τὴν τῶν περιπλοκῶν μοιχείαν διέφυγε καὶ φθορὰν, ἡ ἡμέρα δηλώσει τότε ἐκείνη, ὅταν ὁ ζῶν τοῦ Θεοῦ Λόγος, ὁ τὰ κρυπτὰ τῶν ἀνθρώπων εἰς μέσον ἄγων, καὶ τοῖς λάθρα γινομένοις παρὼν, πάντα γυμνὰ καὶ τετραχηλισμένα πρὸ τῶν ἁπάντων ὀφθαλμῶν θῇ, τότε εἰσόμεθα καλῶς εἰ τούτων ἐστὶ καθαρόν σου τὸ σῶμα καὶ πάντοθεν ἄφθορον.
 [00126]  εἶναί τε πάντοθεν καθαρὸν, καὶ πάσης ἠλευθερῶσθαι λαβῆς·
 [00129]  Καὶ γὰρ τὸ δεινότατον τοῦτό ἐστι, καὶ μυρίων γέμον δακρύων, ὅτι τοσοῦτον ὑπέμεινε πόνον πάντοθεν τὸ σῶμα διατηροῦσα ἀκριβῶς, καὶ πάντα τὸν πόνον ἐκένωσεν, καὶ τὸν μόχθον ἐξέχεεν διὰ τῆς εἰς τὸν Χριστὸν βλασφημίας, καὶ τῆς σαρκὸς φεισαμένη τῆς δόξης οὐκ ἐφείσατο τοῦ Θεοῦ, ἀλλ' ὅπως μὲν ἀνέπαφον αὐτῇ μένοι τὸ σῶμα, πάντα ἐποίησεν, ὅπως δὲ ἐκεῖνος μὴ ὑβρίζοιτο μηδὲ καταισχύνοιτο παρὰ τοῖς πολλοῖς, οὐδὲ λόγον ἔσχε τινά.
 [00294]  Ἔστω γὰρ ὁ συνοικῶν, εἰ βούλει, μὴ τῶν εὐτελῶν τις, μηδὲ τῶν ἀπερριμμένων, ἀλλὰ τῶν πολλὴν ἐν Ἐκκλησίᾳ δύναμιν ἐχόντων, καὶ ἐπὶ γένους δὲ λαμπρότητι, καὶ ἐπὶ λόγων δυνάμει, καὶ εὐλαβείᾳ θαυμαζέσθω παρὰ πᾶσι, καὶ πάντοθεν ἔστω λαμπρός·
 [00358]  εἰ δὲ ὁ τυχὼν μῶμος ἐκβάλλει, ὅταν πολὺς ὁ ῥύπος ᾖ, καὶ τοσαύτη ἡ δυσωδία, καὶ μυρία πάντοθεν τὰ ἕλκη, τίς αὐτὴν ἐξαιρήσεται τῆς κολάσεως καὶ τῆς τιμωρίας ἐκείνης;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»