Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πάσχοντα [65]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πάσχοντα


000-00-00 Serial Number=0937670410
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00091]  Μὴ γάρ μοι τὸν ὀλιγάκις τοῦτο πάσχοντα εἴπῃς, ἀλλὰ τὸν μηδὲ ὅλως ἁλόντα ποτέ·
000-00-00 Serial Number=0413715482
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00876]  Ἡ γὰρ ὕβρις τοῖς ἐλευθέροις καὶ καθ' ἑαυτὴν μὲν ἔστιν ἀφόρητος, ὅταν δὲ καὶ παρὰ τῶν παίδων γίνηται, κἂν εἰς ἔκστασιν ἀγάγοι τὸν πάσχοντα·
000-00-00 Serial Number=0708663762
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00445]  Πῶς γὰρ οὐ μανικὸν καὶ ἐσχάτης ἀπονοίας καὶ παραπληξίας ἀνάμεστον, ἰατρὸν μὲν μηδέποτε πολυπραγμονεῖν τέμνοντα, καίοντα, πικρὰ ἐπιτιθέντα φάρμακα, κἂν οἰκέτης ᾖ, ἀλλὰ κεῖσθαι σιγῇ τὸν δεσπότην ταῦτα πάσχοντα καὶ χάριν εἰδέναι καὶ τῆς καύσεως αὐτῷ καὶ τῆς τομῆς καὶ τῶν φαρμάκων καὶ ταῦτα ἐπ' ἀδήλῳ τῷ μέλλοντι πολλοὶ γὰρ πολλοὺς καὶ ἀπέκτειναν ταῦτα ποιήσαντες, καὶ παραχωρεῖν αὐτῷ μετὰ πολλῆς τῆς ὑποταγῆς ταῦτα ποιοῦντι, καὶ ἐπὶ ναύτου δὲ τὸ αὐτὸ τοῦτο ποιεῖν καὶ οἰκοδόμου καὶ ἐπὶ τῶν τὰ ἄλλα ἐπιτηδεύματα μετιόντων.
 [00837]  Ἑώρων τὸν διδάσκαλον ἐν δεσμωτηρίῳ καὶ ἁλύσει συγκεκλεισμένον, ἀγχόμενον, παιόμενον καὶ μυρία πάσχοντα δεινὰ καὶ οὐ μόνον οὐκ ἐσκανδαλίζοντο, οὐδὲ ἐθορυβοῦντο, ἀλλὰ καὶ μείζονα προθυμίαν ἐκτῶντο καὶ πλείονα προκοπὴν εἰς τοὺς ἀγῶνας ἐλάμβανον τοῦ διδασκάλου τοῖς παθήμασιν.
000-00-00 Serial Number=0092068434
Ad populum Antiochenum Ante [Go Back]  
 [00335]  κἂν ἴδῃς ἄνθρωπον ἐν ἀρετῇ ζῶντα, φιλοσοφίας ἐπειλημμένον, ἀρέσκοντα Θεῷ, εἶτα μυρία πάσχοντα δεινὰ, μὴ σκανδαλισθῇς, ἀγαπητέ·
 [00406]  Ὅταν οὖν ἢ αὐτός τι ποιήσας ἀγαθὸν, τὰ ἐναντία ἀπολάβῃς, ἢ ἕτερον τοῦτο πάσχοντα ἴδῃς, εὐφραίνου καὶ χαῖρε·
 [02354]  Ἀλλὰ μὴ γένοιτο τοῦ καλοῦ τούτου συλλόγου φανῆναί τινα ἐκεῖ ταῦτα πάσχοντα, ἀλλ' εὐχαῖς τῶν ἁγίων πατέρων ἅπαντα τὰ ἁμαρτήματα διορθωσάμενοι, καὶ τὸν τῆς ἀρετῆς καρπὸν πολὺν ἐπιδειξάμενοι, μετὰ πολλῆς ἐντεῦθεν ἀπέλθοιμεν παῤῥησίας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [05136]  Καὶ τί θαυμαστὸν, εἰ ἐπὶ γυναικῶν τοῦτο συμβαίνει, ὅπου γε καὶ αὐτὸν τὸν προφήτην ἴδοι τις ἂν τοῦτο πάσχοντα;
000-00-00 Serial Number=0824605882
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00124]  ὅτε δὲ εἰς τὸ σῶμα καὶ τὰ ἕλκη καὶ τὰ συμβεβηκότα ἅπαντα, τῶν τὰ ἔσχατα τετολμηκότων ὁρῶν ἑαυτὸν χαλεπώτερα πάσχοντα, οὐδὲ τὴν αἰτίαν εὕρισκεν εἰπεῖν δι' ἢν ταῦτα ἔπασχε·
000-00-00 Serial Number=0916239142
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00828]  Ἔστιν οὖν πρῶτος μὲν κάτωθεν ἀναβαίνων κακίας καὶ ὠμότητος βαθμὸς, τὸ τὰ τῶν ἐχθρῶν κτήνη καὶ θρέμματα κακῶς πάσχοντα παρατρέχειν·
000-00-00 Serial Number=0961102545
Commentarius in Job Ante [Go Back]  
 [01809]  καὶ τοῦτο τῆς τοῦ θεοῦ ἐγκαταλείψεως ἔργον τὸ καὶ τοὺς οἰκείους αὐτὸν ὑπερορᾶν τοιαῦτα πάσχοντα.
 [04052]  μάλιστα δείκνυσιν, ὅτι πάντα σοφίᾳ καὶ συνέσει ποιεῖ καὶ οὐκ ἦν τοῦ τὰ τοσαῦτα μετὰ σοφίας καὶ συνέσεως ἐργαζομένου ἄνθρωπον, δι' ὃν ἅπαντα ἐτεκτήνατο, παριδεῖν ἁπλῶς καὶ ὡς ἔτυχε πάσχοντα κακῶς.
000-00-00 Serial Number=0304722786
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00194]  πῶς δὲ εἴσεται ζημίας ὑπερορᾶν, πάντα σε καὶ ποιοῦντα καὶ πάσχοντα βλέπουσα, ὥστε ἐπιτείνειν αὐτῇ τὸν παρόντα πλοῦτον;
000-00-00 Serial Number=0526730716
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00293]  Μέλλων τοίνυν ὁ μακάριος ἀποσφάττεσθαι ἐκεῖνος μετὰ τοῦ σιδήρου τὸ σῶμα ταφῆναι ἐπέσκηψε δεικνὺς ὅτι τὰ δοκοῦντα ἐπονείδιστα εἶναι ταῦτα ὅταν διὰ τὸν Χριστὸν γίνηται σεμνά τέ ἐστι καὶ λαμπρὰ καὶ οὐ μόνον οὐκ ἐγκαλύπτεσθαι ἀλλὰ καὶ σεμνύνεσθαι ἐπ' αὐτοῖς χρὴ τὸν πάσχοντα, κἀν τούτῳ τὸν μακάριον Παῦλον μιμούμενος ὃς ἄνω καὶ κάτω τὰ στίγματα, τὰ δεσμά, τὴν ἅλυσιν ἔστρεφε καυχώμενος καὶ μέγα φρονῶν ἐφ' οἷς ᾐσχύνοντο ἕτεροι.
000-00-00 Serial Number=0039600968
De Lazaro Ante [Go Back]  
 [00512]  Οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς μόνον οὗτος, ἀλλὰ πλείστους ἄθλους ἀρετῆς ὑπέμενε, τὴν πενίαν λέγω, τὴν ἀῤῥωστίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὸ ἐν οἰκίᾳ δυναμένῃ τὰ τοιαῦτα σβέσαι κακὰ ἅπαντα ὑπομεῖναι ἐκεῖνα, καὶ μηδενὸς εἰς παραμυθίας λόγον ἀξιοῦσθαι, τὸ τρυφῆς τοσαύτης ἀπολαύοντα τὸν ὑπερορῶντα ὁρᾷν, καὶ οὐ τρυφῆς ἀπολαύοντα μόνον, ἀλλὰ καὶ ἐν πονηρίᾳ ζῶντα, καὶ μηδὲν πάσχοντα δεινόν·
 [00990]  Ὅταν οὖν ἴδῃς τινὰ ζῶντα μὲν ἐν πονηρίᾳ, μηδὲν δὲ ἐνταῦθα πάσχοντα δεινὸν, μὴ μακαρίσῃς, ἀλλὰ δάκρυσον καὶ θρήνησον, ὡς πάντα ἐκεῖ τὰ δεινὰ ὑποστησόμενον·
 [01017]  Ὅταν ἴδῃς ἄνθρωπον πονηρίᾳ συζῶντα, καὶ πολλῆς ἀπολαύοντα τῆς εὐημερίας, καὶ οὐδὲν πάσχοντα δεινὸν, διὰ τοῦτο μᾶλλον θρήνησον, ὅτι νοσήματι κατεχόμενος καὶ σηπεδόνι χαλεπωτάτῃ, τὴν ἀῤῥωστίαν ἐπιτείνει, διὰ τῆς τρυφῆς καὶ τῆς ἀνέσεως χείρων γινόμενος.
 [01180]  Πάλιν ἂν ἴδῃς δίκαιον θλιβόμενον, ἢ τὰ προειρημένα ἅπαντα πάσχοντα, μὴ καταπέσῃς·
 [01999]  Ἐὰν τοίνυν ἴδῃς τινὰ σηπεδόνα ἔχοντα, καὶ σκώληκας καὶ ἰχῶρας ἀπὸ τοῦ σώματος κατερχομένους, καὶ ἀμελοῦντα τοῦ ἕλκους καὶ τῆς σηπεδόνος, ἕτερον δὲ τὰ αὐτὰ πάσχοντα ἰατρικῶν ἀπολαύοντα χειρῶν, καιόμενον, καὶ τεμνόμενον, καὶ πικρὰ πίνοντα φάρμακα, τίνα θρηνήσεις;
000-00-00 Serial Number=0151808083
De Maccabeis Ante [Go Back]  
 [00091]  Ἐννοήσωμεν τοίνυν τί πάσχειν εἰκὸς τὴν γυναῖκα, εἴ γε γυναῖκα δεῖ αὐτὴν καλεῖν, ὁρῶσαν δακτύλους σπαίροντας ἐπὶ τῶν ἀνθράκων, κεφαλὴν ἐξαλλομένην, σιδηρᾶν χεῖρα ἐπιβαλλομένην ἑτέρου παιδίου κεφαλῇ, καὶ τὴν δορὰν ἀποσύρουσαν, καὶ τὸν ταῦτα πάσχοντα ἑστῶτα ἔτι καὶ διαλεγόμενον.
000-00-00 Serial Number=0300233126
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00034]  Ὁ ἀρνούμενος ἕτερον, οἷον ἢ ἀδελφὸν, ἢ φίλον, ἢ γείτονα, ἢ ὁντιναοῦν, κἂν μαστιζόμενον ἴδῃ τοῦτον, κἂν δεσμούμενον, κἂν ὁτιοῦν πάσχοντα, οὐ προΐσταται, οὐ βοηθεῖ, οὐκ ἐπικλᾶται, οὐ πάσχει τι πρὸς αὐτόν·
000-00-00 Serial Number=0087318838
De beato Abraham Ante [Go Back]  
 [00133]  Ἐννόησον καὶ τὸν Ἀβραὰμ τὰ αὐτὰ πάσχοντα μὲν, φιλοσοφοῦντα δὲ, καὶ τῷ προστάγματι πειθόμενον·
000-00-00 Serial Number=0966479182
De fato et providentia Ante [Go Back]  
 [00280]  Ὅταν ἴδῃς δίκαιον πάσχοντα κακῶς, ἀναμνήσθητι τούτου τοῦ παραδείγματος·
000-00-00 Serial Number=0795245707
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00064]  Εἰ γὰρ ἐν οἷς κατηγοροῦμεν, ὅταν κολαζόμενον ἴδωμεν, οὔκ ἐσμεν οὕτω λίθινοι ὡς μὴ κατακαμφθῆναι, ὅταν ἐφ' οἷς καὶ ἐπῃνέσαμεν ἴδωμεν κακόν τι πάσχοντα, οὐχὶ πολλῷ μᾶλλον κάμπτεσθαι ἐχρῆν;
 [00365]  Μαθέτω τοίνυν παρὰ σοῦ ὅτι οὐ χρὴ ἀλγεῖν κακῶς πάσχοντα·
000-00-00 Serial Number=0347703457
De mansuetudine sermo Ante [Go Back]  
 [00086]  Ὅταν γὰρ ἴδῃ σὲ τὸν τὰ ἔσχατα πάσχοντα πράως, τῆς ὀργῆς ἀνεχόμενον, ταχέως καὶ αὐτὸς ἐπιεικὴς ἔσται καὶ χρηστὸς, καὶ τὸν θυμὸν ἀποῤῥίψας, ζηλωτὴς ἐπιθυμήσει γενέσθαι τῆς σῆς ἡμερότητος.
000-00-00 Serial Number=0261558235
De occursu domini Ante [Go Back]  
 [00157]  ὅταν δὲ ἴδῃς αὐτὸν ἐν σταυρῷ κρεμάμενον, ὅταν ἴδῃς αὐτὸν πάσχοντα ὑπὲρ τοῦ κόσμου, ὅταν ἴδῃς αὐτοῦ τὰς χεῖρας ἡπλωμένας ἐν τῷ σταυρῷ, καὶ ἐν τῷ ξύλῳ προσηλωμένας, τότε ἄρχῃ ἀμφιβάλλειν καὶ λέγειν·
000-00-00 Serial Number=0743809819
De proditione Judae Ante [Go Back]  
 [00024]  Ὁμοῦ καὶ τὴν φιλοστοργίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος, καὶ διδάσκων ἡμᾶς, ὅτι οὐ τὸν πάσχοντα κακῶς, ἀλλὰ τὸν ποιοῦντα κακῶς, τοῦτον θρηνεῖν πανταχοῦ δίκαιον.
 [00428]  οὐχὶ δὲ τὸν πάσχοντα κακῶς, ἀλλὰ τὸν ποιοῦντα κακὰ, τοῦτον θρηνεῖν πανταχοῦ δίκαιον.
000-00-00 Serial Number=0813107312
De virginitate Ante [Go Back]  
 [00090]  Ἐγὼ γὰρ ἐξ ἴσης τοῦ πυρὸς ὑπὸ τοῦ συνείδοτος οἶμαι μαστίζεσθαι αὐτόν, ὅταν ἐννοήσῃ τοὺς μὲν τὰ αὐτὰ αὐτῷ πεπονηκότας τῷ Χριστῷ συνόντας, αὐτὸν δὲ ὑπὲρ ὧν ἐκεῖνοι τῶν ἀπορρήτων ἀπολαύουσιν ἀγαθῶν, ὑπὲρ τούτων τὴν ἐσχάτην τίνοντα δίκην καὶ τῶν ἀκολάστων καὶ λάγνων τὸν ἐν σεμνότητι διάγοντα χαλεπώτερα πάσχοντα.
000-00-00 Serial Number=0494558096
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04413]  Τοιγαροῦν, ὅταν ἴδῃς ἄνδρα δίκαιον μεγάλα κατορθοῦντα καὶ μυρία πάσχοντα δεινὰ, μὴ θαυμάσῃς·
 [04423]  πολλῷ δὲ μεῖζον, τὸ δεινὰ πάσχοντα ἀμεταστρεπτὶ καὶ μετὰ πλείονος ἔχεσθαι τῆς προθυμίας τῶν ὑπὲρ ἀρετῆς πόνων.
 [05325]  Μηδὲ τῶν οἰκείων μόνων τῆς πίστεως φροντίζωμεν, τῶν δὲ ἄλλων ἀμελῶμεν, ἀλλ' ἐάν τινα ἴδωμεν πάσχοντα κακῶς, μηδὲν ἕτερον περιεργαζώμεθα·
 [05336]  εἰ δὲ κακῶς πάσχοντα ὁρᾷς, μὴ λέγε ὅτι πονηρός ἐστι καὶ φαῦλος·
 [09999]  ὅταν ἴδωμεν ἀγαθὸν κακῶς πάσχοντα, μὴ θορυβώμεθα·
000-00-00 Serial Number=0469675958
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02718]  Εἶδες, ὅτι κἂν μὴ πάσχῃ δίκαιός τι πάθος ἰδὼν ἕτερον πάσχοντα, ὡς καὶ αὐτὸς πάσχων ἀθυμεῖ;
 [03904]  ἢ τὸ μὴ πάσχοντα ἁλῶναι;
000-00-00 Serial Number=0423411727
Fragmenta in Job Ante [Go Back]  
 [00459]  ὅτε δὲ εἰς τὰ συμβεβηκότα ἅπαντα, τῶν τὰ ἔσχατα τετολμηκότων, ὁρῶν ἑαυτὸν χαλεπώτερα πάσχοντα, οὐδὲ τὴν αἰτίαν εὑρίσκειν εἰπεῖν, δι' ἢν ταῦτα ἔπασχεν.
 [01436]  ἡ δὲ λαλιὰ παροξύνει τὸν πάσχοντα.
 [01951]  καὶ δείκνυσιν, ὅτι πάντα σοφίᾳ καὶ συνέσει ποιεῖ, καὶ οὐκ ἦν τοῦ τοσαῦτα μετὰ σοφίας ἐργαζομένου, ἄνθρωπον, δι' ὃν ἅπαντα ἐτεκτήνατο, παριδεῖν ὡς ἔτυχε πάσχοντα κακῶς.
000-00-00 Serial Number=0112436354
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00241]  Οὐ γὰρ ἀπόβλητος ὁ λόγος, εἰ καὶ παρὰ πολλῶν εἴρηται, ὅτι δὴ καὶ Θεὸν ὡμολόγουν διὰ τοῦ λιβάνου, καὶ βασιλέα διὰ τοῦ χρυσοῦ, καὶ τὸν πάσχοντα διὰ τῆς σμύρνης τὸν τάφον ἐνδεικνύμενοι·
000-00-00 Serial Number=0832166672
In Acta apostolorum Ante [Go Back]  
 [02803]  ∆ιὸ καὶ οὕτως εἶπεν, εἰδὼς ὅτι πρὸς τὸν πάσχοντα καὶ παραμυθίαν ζητοῦντα οὗτος ἂν ἁρμόσειεν ὁ λόγος.
 [09999]  τὸν γὰρ πατέρα αὐτοῦ θεραπεύει ὑπὸ δυσεντερίας κακῶς πάσχοντα·
000-00-00 Serial Number=0000063121
In Herodem et infantes Ante [Go Back]  
 [00091]  συμφορὰ γὰρ μεριζομένη μετριώτερον οἶδε δάκνειν τὸν πάσχοντα.
000-00-00 Serial Number=0452611566
In Joannem Ante [Go Back]  
 [01244]  Ἡμεῖς δὲ οὕτως ἐσμὲν ἐλεεινοὶ καὶ ταλαίπωροι, ὡς ἱμάτιον μὲν μὴ ἂν ὑπομεῖναι ἁπλῶς περιβαλέσθαι καὶ διεστραμμένως, ἀλλὰ κἂν ἕτερον ἴδωμεν τοῦτο πάσχοντα, διορθούμεθα·
000-00-00 Serial Number=0413752854
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01566]  Καὶ τὸ κακῶς πάσχοντα εὐχαριστεῖν λύει τὰ ἁμαρτήματα, καὶ ἡ πασῶν μείζων ἐλεημοσύνη.
 [01567]  Ἀρίθμει τοίνυν τὰ φάρμακα τὰ ἰώμενά σου τὰ τραύματα, καὶ πάντα ἐπιτίθει συνεχῶς, ταπεινοφροσύνην, ἐξομολόγησιν, τὸ μὴ μνησικακεῖν, τὸ πάσχοντα κακῶς εὐχαριστεῖν, τὸ ἐλεεῖν διὰ χρημάτων, διὰ πραγμάτων, τὸ εὔχεσθαι καρτερικῶς.
 [05418]  τίνα ἂν εἴποιμεν τρυφᾷν μᾶλλον, τὸν λαχάνοις τρεφόμενον, καὶ ὑγιαίνοντα καὶ οὐδὲν πάσχοντα ἀηδὲς, ἢ τὸν συβαριτικὴν ἔχοντα τράπεζαν, καὶ μυρίων γέμοντα νοσημάτων;
000-00-00 Serial Number=0011469126
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01372]  σαυτὸν δὲ τὸν νῦν ἐν μαλακοῖς ἱματίοις ὄντα καὶ μύρων πνέοντα, ἀνήκεστα πάσχοντα;
000-00-00 Serial Number=0462399900
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00141]  Ὥστε ἔνεστι καὶ πάσχοντα μὴ χαίρειν, ὅταν ὑπὲρ ἁμαρτημάτων τις πάσχῃ·
000-00-00 Serial Number=0314868808
In epistulam ad Ephesios Ante [Go Back]  
 [06280]  Ὥσπερ τὸν παρ' ἑτέρου κακῶς πάσχοντα πείθει καὶ διδάσκει διὰ τῶν ἑξῆς, αὐτοῦ ποιῆσαι τὸ κατόρθωμα καὶ τῆς αὐτοῦ προαιρέσεως·
000-00-00 Serial Number=0329178393
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01773]  ὅταν ἴδωμεν ἀγαθὸν κακῶς πάσχοντα, μὴ θορυβώμεθα·
 [03325]  Οὕτω τοίνυν καὶ σὺ, ἐὰν ἴδῃς τινὰ κακῶς πάσχοντα, μηδὲν περιεργάζου λοιπόν·
 [03337]  εἰ δὲ κακῶς πάσχοντα ὁρᾷς, μὴ λέγε ὅτι πονηρός ἐστιν.
000-00-00 Serial Number=0008600712
In epistulam ad Philippenses Ante [Go Back]  
 [00390]  Ὁρᾷς πόσον ἀγαθόν ἐστι μετὰ ἁπλότητος εὖ ποιεῖν, καὶ μὴ σφόδρα περίεργον εἶναι περὶ τὸν εὖ πάσχοντα;
000-00-00 Serial Number=0490780532
In epistulam ad Romanos Ante [Go Back]  
 [00925]  καὶ τὸν ∆ανιὴλ ἐν τῷ λάκκῳ μηδὲν πάσχοντα δεινόν;
 [05031]  Κἂν γὰρ τοὺς διηνεκῶς δεδεμένους εἴπω, κἂν τὸν νόσῳ μακρᾷ προσηλωμένον, κἂν τὸν λιμῷ παλαίοντα, κἂν ὁντιναοῦν ἕτερον, οὐδένα δυνήσομαι δεῖξαι πάσχοντα τοιαῦτα, οἷα τοὺς χρημάτων ἐρῶντας.
000-00-00 Serial Number=0420400739
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00244]  Ὅταν γὰρ σαυτὸν διὰ τῆς ἀσελγείας ταύτης ἔρημον ποιήσῃς τῆς τοῦ Θεοῦ συμμαχίας, καὶ γυμνώσῃς σαυτὸν τῆς ἄνωθεν βοηθείας, λαβοῦσά σε μετὰ ἀδείας ἡ πόρνη, καὶ τοὺς αὐτῆς καλέσασα δαίμονας, καὶ τὰ πέταλα ῥάψασα, καὶ τὰς ἐπιβουλὰς ἐργασαμένη, μετὰ πολλῆς τῆς εὐκολίας περιγίνεταί σου τῆς σωτηρίας, ὄνειδός σε καὶ γέλωτα τῶν τὴν πόλιν οἰκούντων ἁπάντων καταστήσασα, ὥστε μηδὲ ἐλεεῖσθαι κακῶν πάσχοντα.
000-00-00 Serial Number=0690561116
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00220]  ∆ιὰ γὰρ τούτων τῶν ῥημάτων καὶ τὸν ποιοῦντα καὶ τὸν πάσχοντα ἠδίκησε·
 [00223]  Τὸν μὲν οὖν εὖ πάσχοντα, φησὶν, οὕτως ἠδίκησεν, εἰς μείζονα ἐμβαλὼν τιμωρίαν, τὸν δὲ εὖ ποιοῦντα πάλιν ἑτέρως κατέβλαψε.
000-00-00 Serial Number=0140516996
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00057]  Ὅτι ἀγοραῖος τὸν φιλόσοφον ἐνίκησεν, ὁ πένης τὸν πλούσιον, ὁ ἄγλωττος τὸν ὑπὲρ τοὺς ποταμοὺς ῥέοντα, ὁ μαστιγούμενος τὸν μηδὲν πάσχοντα.
000-00-00 Serial Number=0696838319
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00324]  Προσέχετε μετὰ ἀκριβείας, ἵνα εἰδῆτε καὶ τὸν λέγοντα κάμνοντα, καὶ Παῦλον ἀνθρώπινα πάσχοντα.
000-00-00 Serial Number=0246807456
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00106]  Τίς γὰρ οὐκ ἂν ἐπεθύμησεν ἰδεῖν ἄνθρωπον ἀγωνιζόμενον, καὶ οὐ πάσχοντα τὰ τῶν ἀνθρώπων;
000-00-00 Serial Number=0127600729
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00011]  Καὶ γὰρ ἐπαγγέλλεται δείξειν, ἀλλὰ μὴ θορυβηθῆτε, οὐδένα τῶν ἀδικουμένων παρ' ἑτέρου τινὸς ἀδικούμενον, ἀλλὰ παρ' ἑαυτοῦ τοῦτο πάσχοντα.
000-00-00 Serial Number=0330618858
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00224]  Τὸ μὲν γὰρ ἡδονῆς καθαρεύοντα καὶ μηδὲν ὅλως ἀνθρώπινον πάσχοντα κόπτεσθαι καὶ ταλαιπωρεῖσθαι, καὶ ταπεινοῦν ἑαυτὸν, καὶ τοῖς οἰκείοις μόχθοις ἑτέροις παρασκευάζειν ἀνάπαυσιν, φιλοσόφου σφόδρα ψυχῆς καὶ ἐπτερωμένης·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»