Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πένητες [154]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πένητες


000-00-00 Serial Number=0279137075
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00007]  p.3 ἀλλὰ κἂν ἄγνωστοι ἡμῖν ὦσι, κἂν πρὸς αὐτὰς ἀπῳκισμένοι τὰς τῆς οἰκουμένης ἐσχατιάς, κἂν ἐν μέσοις βαρβάροις, κἂν ἐν αὐτῷ κείμενοι τῷ τῆς πτωχείας πυθμένι, κἂν πένητες τοσαύτην πενίαν ὥστε καὶ τῆς ἀναγκαίας ἀπορεῖν τροφῆς, οὐδὲν ἡμῖν τούτων πρὸς τὴν ἰατρείαν γίνεται κώλυμα·
000-00-00 Serial Number=0562899470
Ad illuminandos catecheses Ante [Go Back]  
 [00392]  Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι ἀχειρώτους ἡμᾶς ὁ Θεὸς πάσαις ἐποίησε ταῖς ἐπιβουλαῖς, ἀλλ' ὅτι καὶ πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν ἐπιτηδείους ἡμᾶς κατεσκεύασε, καὶ κώλυμα οὐδέν ἐστιν, ἐὰν θέλωμεν, κἂν πένητες ὦμεν, κἂν ἀσθενεῖς τῷ σώματι, κἂν ἀπεῤῥιμμένοι, κἂν ἀνώνυμοι, κἂν οἰκέται.
 [00474]  Καὶ γὰρ ἵνα σὺ κόκκον ἕνα φορέσῃς, μυρίοι τῷ λιμῷ πένητες ἄγχονται·
000-00-00 Serial Number=0490359843
Ad populum Antiochenum Ante [Go Back]  
 [00346]  Ἀλλ' οἱ πένητες, φησὶν, ἀπεστερήθησαν τῶν χρημάτων.
 [00361]  τὰ ποίμνια ἀνήλωται, ἀφ' ὧν ἐτρέφοντο μυρίοι πένητες·
 [00807]  Ὅτι δὲ οἱ πένητες μετὰ τῆς χρείας καὶ τοῦ πεινῇν ἐπὶ τὸ πρᾶγμα ἔρχονται, οἱ δὲ πλουτοῦντες οὐκ ἀναμένουσι τοῦτο, παντί που δῆλόν ἐστιν·
 [00819]  Πολλοὶ γοῦν πολλάκις πένητες
 [00846]  οἱ δὲ πένητες τῶν ἰατρικῶν εἰσιν ἀπηλλαγμένοι χειρῶν·
 [01673]  Εἰ μὲν γὰρ πλούσιος ἦν καὶ εὐγενὴς, εἶχον ἴσως οἱ πένητες πρὸς τὸν αὐτὸν καλούμενοι ζῆλον, τὴν ἑαυτῶν προβάλλεσθαι πενίαν·
 [03395]  Ὅτι μὲν οὖν ἐσπουδάκατε ταύτης ἀπαλλαγῆναι τῆς παρανομίας, οἶδα σαφῶς, ἀλλ' ἐπειδὴ καθ' αὑτὸν ἕκαστος οὐκ ἂν εὐκόλως αὐτὸ κατορθώσειε, ποιησώμεθα φρατρίας καὶ συμμορίας, καὶ ὅπερ ἐπὶ τῶν συμποσίων οἱ πένητες ποιοῦσιν, ἐπειδὰν αὐτῶν ἕκαστος ἑστιάτωρ ὁλόκληρος γενέσθαι μὴ δύνηται, συνελθόντες ἅπαντες ἐξ ἐράνου τὴν εὐωχίαν εἰσφέρουσι, τοῦτο καὶ ἡμεῖς ποιήσωμεν·
 [04860]  οἱ δὲ μοναχοὶ, ἄνθρωποι πένητες, ἱματίου πλέον οὐδὲν ἔχοντες εὐτελοῦς, ἐν ἀγροικίᾳ βεβιωκότες, οὐδένες εἶναι δοκοῦντες ἔμπροσθεν, ὄρεσι καὶ νάπαις ὁμιλοῦντες, καθάπερ τινὲς λέοντες, μετὰ μεγάλου καὶ ὑψηλοῦ φρονήματος, πάντων δεδοικότων καὶ κατεπτηχότων, εἰς τὸ μέσον στάντες τὸ δεινὸν ἔλυσαν, οὐκ ἐν πολλαῖς ἡμέραις, ἀλλ' ἐν βραχείᾳ καιροῦ ῥοπῇ.
 [05068]  Ἰδοὺ γοῦν οἱ μὲν πένητες διέφυγον ἅπαντες, καὶ ὁ δῆμος ἀπήλλακται τοῦ κινδύνου, καὶ ἀδείας ἀπολαύουσι καθαρᾶς·
000-00-00 Serial Number=0809236050
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00033]  Ἀκουέτωσαν πλούσιοι, ἀκουέτωσαν πένητες·
000-00-00 Serial Number=0236335456
Catecheses ad illuminandos Ante [Go Back]  
 [00135]  Φιλάνθρωπος ἡ κλῆσις, ἀπόρρητος ἡ ἀγαθότης «∆εῦτε πρός με πάντες», οὐκ ἄρχοντες μόνον ἀλλὰ καὶ ἀρχόμενοι, οὐ πλούσιοι ἀλλὰ καὶ πένητες, οὐκ ἐλεύθεροι ἀλλὰ καὶ δοῦλοι, οὐκ ἄνδρες ἀλλὰ καὶ γυναῖκες, οὐ νέοι ἀλλὰ καὶ γέροντες, οὐχ ὑγιεῖς τὸ σῶμα ἀλλὰ καὶ οἱ ἀνάπηροι καὶ οἱ λελωβημένοι τὰ μέλη, πάντες φησὶν δεῦτε.
000-00-00 Serial Number=0741353154
Commentarius in Job Ante [Go Back]  
 [03490]  πένητες, ἀπόλιδες, ἀνέστιοι, οὔτε ἀπὸ κοσμικῆς εὐημερίας ἔχοντες μέγα φρονεῖν οὔτε ἀπὸ ἀρετῆς τῆς κατὰ ψυχήν.
 [03678]  ὅσην τοίνυν οἱ πένητες νῦν ποιοῦνται σπουδὴν διενοχλοῦντες τοὺς ὀφείλοντας καὶ δυναμένους χεῖρα ὀρέξαι, τοσαύτην ἐκεῖνος ἐτίθετο τότε διενοχλῶν τοὺς ὀφείλοντας εὖ παθεῖν.
000-00-00 Serial Number=0054852307
De Anna i Ante [Go Back]  
 [00615]  Μὴ τοίνυν ἀμελῶμεν, μηδὲ ἀναβαλλώμεθα, κἂν πένητες ὦμεν καὶ εἰς ἐσχάτην καταπεπτωκότες ἔνδειαν.
 [01207]  Μὴ δύναταί τις εἰπεῖν ἢ δεῖξαι, ὅτι πένητες μὲν ἀῤῥωστοῦσι μόνον, πλούσιοι δὲ διὰ παντὸς ἐν καθαρᾷ διαμένουσιν ὑγιείᾳ;
000-00-00 Serial Number=0066198111
De Lazaro Ante [Go Back]  
 [00511]  μὴ τὴν ἔξωθεν περιβολὴν, ἀλλὰ τὸ ἑκάστου συνειδὸς ἐξετάζωμεν, καὶ τὴν ἐκ τῶν κατορθωμάτων [48.981] ἀρετὴν καὶ χαρὰν διώκοντες, ζηλώσωμεν τὸν Λάζαρον καὶ πλούσιοι καὶ πένητες.
 [00534]  εἴδετε τοὺς πόνους, βλέπετε τὰς ἀμοιβὰς καὶ πλούσιοι καὶ πένητες·
 [00535]  πλούσιοι μὲν, ἵνα μὴ μέγα εἶναι νομίζητε τὸν πλοῦτον χωρὶς ἀρετῆς, πένητες δὲ, ἵνα μηδὲν κακὸν νομίζητε εἶναι τὴν πενίαν·
 [00539]  Πάλιν οἱ πένητες οἱ διὰ τὴν πτωχίαν ἀγανακτοῦντες καὶ δυσχεραίνοντες, τίνα ἕξουσι συγγνώμην, ὅταν οὗτος ἐν λιμῷ καὶ πενίᾳ καὶ ἐρημίᾳ καὶ ἀῤῥωστίᾳ διηνεκεῖ ζῶν ἐν οἰκίᾳ πλουτοῦντος, καὶ [48.982] παρὰ πάντων ὑπερορώμενος, καὶ πρὸς ἕτερον τὰ αὐτὰ αὐτῷ πεπονθότα ἰδεῖν οὐκ ἔχων, οὕτω φαίνηται φιλοσοφῶν;
 [00674]  καὶ ἀπὸ τῶν ἔργων μόνον κρινόμενοι φαίνονται, τίνες μὲν ἀληθῶς πλούσιοι, τίνες δὲ πένητες, καὶ τίνες μὲν ἔντιμοι, τίνες δὲ ἄδοξοι.
 [01328]  Ταύτην τὴν παραβολὴν ἐγγράψατε καὶ πλούσιοι καὶ πένητες·
 [01329]  πλούσιοι ἐν τοῖς τοίχοις τῆς ὑμετέρας οἰκίας, πένητες δὲ ἐν τοῖς τοίχοις τῆς διανοίας·
 [02038]  Προσεχέτωσαν καὶ πλούσιοι καὶ πένητες τῷ λεγομένῳ·
 [02119]  Ἀκουέτωσαν οἱ πένητες, καὶ μὴ ἀποπνιγήτωσαν ἀπὸ τῆς ἀθυμίας·
000-00-00 Serial Number=0864130914
De Lazaro et divite Ante [Go Back]  
 [00012]  ἵν' οἱ μὲν πλούσιοι ἐκ τῆς τοῦ προλαβόντος πλουσίου τιμωρίας ἑαυτοὺς σωφρονίσωσιν, οἱ δὲ πένητες τὰς ἑαυτῶν ἐλπίδας ἐν Λαζάρῳ ὁρῶντες προλαμπούσας προθύμως τὸν δρόμον τῆς θλίψεως διεκδράμωσιν.
000-00-00 Serial Number=0911921859
De decem millium talentorum debitore Ante [Go Back]  
 [00145]  Οὐ πλούσιοι δὲ καὶ πένητες μόνον, ἀλλὰ καὶ ἄρχοντες καὶ δικασταὶ μετὰ πολλῆς ἐξετάζονται τῆς ἀκριβείας, εἰ μὴ διέφθειραν τὸ δίκαιον, εἰ μὴ πρὸς χάριν, εἰ μὴ πρὸς ἀπέχθειαν ἐψηφίσαντο τοῖς δικαζομένοις, εἰ μὴ κολακευθέντες ἔδωκαν παρὰ τὸ δέον τὴν ψῆφον, εἰ μὴ μνησικακοῦντες ἐπηρέασαν τοῖς οὐδὲν ἠδικηκόσιν Οὐχ οἱ ἔξωθεν δὲ μόνον ἄρχοντες, ἀλλὰ καὶ οἱ τῶν Ἐκκλησιῶν προεστῶτες τῆς οἰκείας ἀρχῆς ὑφέξουσι τὸν λόγον·
000-00-00 Serial Number=0631280959
De diabolo tentatore Ante [Go Back]  
 [00226]  Ἀλλ' οἱ πένητες αἰσθάνονται μόνοι τοῦ λιμοῦ, φησίν.
 [00899]  Πάλιν οὗτοι οἱ πένητες κἂν ὑπὸ στέγην εἰσὶ προπυλαίων τῶν ἐν τοῖς βαλανείοις, κἂν καλύβῃ καλύπτονται·
 [00906]  Καὶ οὗτοι μὲν οἱ παρ' ἡμῖν πένητες ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐνεμελέτησαν τῇ συμφορᾷ·
000-00-00 Serial Number=0322507858
De eleemosyna [2] Ante [Go Back]  
 [00049]  Ἀκουέτωσαν οἱ πλούσιοι, ἀκουέτωσαν καὶ οἱ πένητες, πῶς ὁ μακάριος οὗτος ἐν [60.708] μὲν τῇ εὐημερίᾳ αὐτοῦ διῴκησε τὸν ἑαυτοῦ πλοῦτον, ἐν δὲ πενίᾳ πόσον πειρασμὸν ὑπομείνας, οὐκ ἐλύθη ἡ ἐλπὶς αὐτοῦ ἀπὸ Θεοῦ.
 [00101]  Ὁμοίως καὶ Ἰάκωβος καὶ Ἰωάννης οὐ πένητες ἦσαν καὶ ἁλιεῖς;
 [00104]  τοσοῦτον πένητες ἦσαν, ὡς οὐκ ἴσχυον δίκτυα ἀγοράσαι πρὸς τὴν θήραν τὴν ἁλιευτικὴν, ἀλλὰ τὰ παλαιὰ ἔῤῥαπτον καὶ τέχνῃ τέχνην συνέκρουον, τῇ ῥαπτικῇ τὴν ἁλιευτικήν.
 [00136]  οὐ πάντες πένητες ἦσαν καὶ προφῆται καὶ ἀπόστολοι;
 [00148]  Ὁρᾷς πόσον ἰσχύουσιν οἱ πένητες;
 [00199]  Οὐκ οἶδας, ὅτι εἰσί τινες τῶν γηπόνων πένητες, οἰκτροὶ, τὸν ἡμερινὸν ἄρτον ἐκ τῶν οἰκείων ποριζόμενοι πόνων, καὶ ἐν τῷ καιρῷ τοῦ σπόρου οὐκ ἔχουσι πόθεν σπεῖραι;
000-00-00 Serial Number=0388414562
De eleemosyna [4] Ante [Go Back]  
 [00090]  Μή μοι λέγε, ὅτι οἱ πένητες ἄποροί εἰσι, καὶ οὐκ ἔχουσί τί μοι δοῦναι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ·
000-00-00 Serial Number=0709432244
De eleemosyna [5] Ante [Go Back]  
 [00171]  Μὴ φοβηθῇς, ὅτι ἄποροί εἰσιν οἱ πένητες·
000-00-00 Serial Number=0377665818
De fato et providentia Ante [Go Back]  
 [00013]  Νῦν δὲ ὅταν ἴδῃς, ὅτι πλούσιοι καὶ πένητες ἴσως ὀδύρονται, πολλάκις δὲ ὁ πλουτῶν ὑπὲρ πένητα τοῦτο πάλιν ποιεῖ, καὶ ὁ ἀρχῆς ἀπολαύων, καὶ ὁ ἀρχόμενος, καὶ ὁ πολλῶν παίδων πατὴρ, καὶ ὁ μηδένα ὅλως ἐσχηκὼς, μὴ τὰ πράγματα [50.750] τῆς ἀταξίας αἰτιώμεθα, ἀλλὰ τοὺς οὐ δυναμένους αὐτοῖς εἰς δέον χρήσασθαι, καὶ πάσης ἀθυμίας ἀπαλλάττειν ἑαυτούς.
000-00-00 Serial Number=0916605234
De jejunio et eleemosyna Ante [Go Back]  
 [00087]  ∆ιὰ τί γάρ εἰσι πένητες;
 [00095]  διὰ τί οὖν οὐ προαποστέλλεις σεαυτῷ ἐκεῖ, ἵνα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ παραστῶσί σοι πένητες, ὅπου ῥήτωρ οὐκ ἔστιν, οὐδὲ συνήγορος;
 [00096]  Ἐπιδείκνυνται γὰρ οἱ πένητες τὰ ἱμάτια, καὶ τὰ στρόφια, καὶ ἁρπάζουσί σε τοῦ πυρός.
000-00-00 Serial Number=0356366575
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00517]  [4.11] Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστόν, ὅτι αὐτὸς τοιοῦτος ὢν τοσαῦτα ἴσχυσεν, ἀλλ' ὅτι καὶ οἱ πλείους τῶν μαθητευομένων, πένητες, ἰδιῶται, ἀπαίδευτοι, λιμῷ συζῶντες, ἄσημοι καὶ ἐξ ἀσήμων.
 [00548]  [4.13] Ὅταν οὖν καὶ ὁ κηρύττων ἰδιώτης ᾖ καὶ πένης καὶ ἄσημος, καὶ τὸ κηρυττόμενον οὐκ ἐπαγωγόν, ἀλλὰ καὶ σκάνδαλον ἔχον, καὶ οἱ ἀκούοντες αὐτὸ πένητες καὶ ἀσθενεῖς καὶ οὐδένες, καὶ κίνδυνοι ἐπάλληλοι καὶ συνεχεῖς καὶ τοῖς διδασκάλοις καὶ τοῖς μαθηταῖς, καὶ ὁ καταγγελλόμενος ἐσταυρωμένος, τί τὸ ποιῆσαν κρατήσειν;
000-00-00 Serial Number=0804843783
De negatione Petri Ante [Go Back]  
 [00219]  Ἰατροὶ τῶν ψυχῶν ἡμῶν εἰσιν οἱ πένητες, εὐεργέται καὶ προστάται·
000-00-00 Serial Number=0343628466
De paenitentia [1] Ante [Go Back]  
 [00705]  οὕτω τῆς ἐκκλησίας ἔξω οἱ πένητες καθέζονται, ἵνα πλύνῃς τὰς χεῖρας τῆς ψυχῆς.
000-00-00 Serial Number=0512125492
De paenitentia sermo 2 Ante [Go Back]  
 [00264]  Ὢ πόσα ἐβόων οἱ πένητες, οἱ ἀδελφοί μου, ὀδυρόμενοι, κλαίοντες καὶ θρηνοῦντες;
000-00-00 Serial Number=0339581192
De patientia sermo 1 Ante [Go Back]  
 [00056]  ὅπου πάντες γυμνοὶ παριστάμεθα, δοῦλοι καὶ ἐλεύθεροι, εὐγενεῖς καὶ ἄδοξοι, ἁμαρτωλοὶ καὶ δίκαιοι, πλούσιοι καὶ πένητες·
 [00213]  καλοὶ ἡμῖν ἐκεῖ συνήγοροι οἱ πένητες, οὓς ἐνταῦθα πρὸ θανάτου ἠλεήσαμεν.
000-00-00 Serial Number=0795873761
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00066]  Τίνες ἄλλοι ἀλλ' ἢ οἱ πένητες;
000-00-00 Serial Number=0798517048
De resurrectione mortuorum Ante [Go Back]  
 [00388]  Οὐ γὰρ ἂν τῆς οἰκουμένης ἐκράτησαν οἱ ἀγράμματοι καὶ πτωχοὶ καὶ πένητες καὶ εὐτελεῖς, εἰ μὴ τὴν τῶν σημείων εἶχον βοήθειαν.
000-00-00 Serial Number=0113524199
De sanctis martyribus [1] Ante [Go Back]  
 [00087]  Καθάπερ γὰρ οἱ πένητες, ἐπειδὰν ἴδωσι πλουτοῦντας ἑτέρους ἐν ἀξιώμασιν ὄντας, δορυφορουμένους, πολλῆς παρὰ βασιλέως τιμῆς ἀπολαύοντας, ἀκριβέστερον τὴν ἑαυτῶν πενίαν ἐν ταῖς ἑτέρων εὐπραγίαις μανθάνοντες ἀποδύρονται·
000-00-00 Serial Number=0887191713
De studio praesentium Ante [Go Back]  
 [00047]  Ἰδοὺ γὰρ ὁ ψαλμὸς ἐπεισελθὼν τὰς διαφόρους ἐκέρασε φωνὰς, καὶ μίαν παναρμόνιον ᾠδὴν ἀνενεχθῆναι παρεσκεύασε, καὶ νέοι καὶ γέροντες, καὶ πλούσιοι καὶ πένητες, καὶ γυναῖκες καὶ ἄνδρες, καὶ δοῦλοι καὶ ἐλεύθεροι μίαν τινὰ μελῳδίαν ἀνηνέγκαμεν ἅπαντες.
000-00-00 Serial Number=0347622275
De terrae motu Ante [Go Back]  
 [00091]  Ἐκεῖνοι καθεύδουσιν, οἱ δὲ πένητες ἐπὶ ἐδάφους οὐ καθεύδουσιν, ἀλλὰ γόνατα κάμπτουσι, Παῦλον καὶ Σίλαν μιμούμενοι.
000-00-00 Serial Number=0809531271
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02314]  Καὶ οἱ πένητες ἐμὰ τέκνα, καὶ οἱ πλούσιοι ἐμὰ τέκνα·
 [02371]  Οὐ γὰρ δὴ τῶν πλουσίων οἱ πένητες δέονται μόνον, ἀλλὰ καὶ οἱ πλούσιοι τῶν πενήτων, καὶ οὗτοι μᾶλλον ἐκείνων, ἢ ἐκεῖνοι τούτων.
 [02817]  Ζηλώσωμεν τὸν Λάζαρον καὶ πλούσιοι καὶ πένητες.
 [03130]  καὶ γὰρ ταύτην ποτὲ νεκρὰν κειμένην, περιστάντες οἱ παρ' αὐτῆς τρεφόμενοι πένητες καὶ δακρύσαντες ἀνέστησαν, καὶ πρὸς ζωὴν ἐπανήγαγον·
 [04379]  τὰ ποίμνια ἀνάλωται, ἀφ' ὧν ἐτρέφοντο μυρίοι πένητες·
 [04446]  Καὶ οἱ μὲν πένητες κἂν ὑπὸ στέγην εἰσὶ προπυλαίων τῶν ἐν τοῖς βαλανείοις, κἂν καλάμῃ καλύπτονται·
 [05911]  Οὐ πλούσιοι δὲ καὶ πένητες μόνον, ἀλλὰ καὶ ἄρχοντες καὶ δικασταὶ μετὰ πολλῆς ἐξετάζονται τῆς ἀκριβείας, εἰ διέφθειραν τὸ δίκαιον, εἰ πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν ἐψηφίσαντο τοῖς δικαζομένοις, εἰ κολακευθέντες ἔδωκαν παρὰ τὸ δέον τὴν ψῆφον.
 [07742]  Καὶ γὰρ οἱ πένητες εἰ τὴν ὑμετέραν τῶν πλεονεκτούντων καὶ πλουτούντων κακίαν μετῆλθον, ταχέως ἂν ὑμᾶς ἐποίησαν πένητας, εἰ μὴ δεομένοις τῶν ἑαυτῶν μεταδοῦναι ἐβουλήθησαν.
 [09999]  Φόβος εἷς ἔχει πάντας, μὴ πένητες, φησὶ, γενώμεθα·
000-00-00 Serial Number=0331702232
Fragmenta in Job Ante [Go Back]  
 [00850]  Ἀκουέτωσαν πλούσιοι, ἀκουέτωσαν πένητες, ἑκατέροις γὰρ τὸ διήγημα χρήσιμον, καὶ πᾶσιν ἀνθρώποις ἱστορία λυσιτελὴς, καὶ τοῖς ἐν εὐημερίᾳ, καὶ τοῖς ἐν συμφοραῖς.
 [01870]  Ὅσην τοίνυν οἱ πένητες σπουδὴν ἐποίουν διενοχλοῦντες τοὺς δυναμένους χεῖρα ὀρέξαι, τοσαύτην ἐκεῖνος ἐτίθετο διενοχλῶν τοὺς εὖ παθεῖν ὀφείλοντας, καὶ οὐκ εἴα ἐξελθεῖν κόλπῳ κενῷ·
000-00-00 Serial Number=0728995502
Fragmenta in Proverbia Ante [Go Back]  
 [00285]  ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται, ἧς τὰς ἐντολὰς πλούσιοι καὶ πένητες πρὸς σωτηρίαν ἑαυτῶν λαμβάνουσι, καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενὴς, καίπερ οὖσα ἐν κόσμῳ εὐτελής·
000-00-00 Serial Number=0583197236
Homilia de capto Eutropio Ante [Go Back]  
 [00187]  Καὶ οἱ πλούσιοι ἐμὰ τέκνα, καὶ οἱ πένητες ἐμὰ τέκνα·
000-00-00 Serial Number=0069847405
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00090]  Ὥσπερ γὰρ πρὸς τὰ λείψανα πάντες ἑώρων, οὕτω καὶ πρὸς τὴν ταύτης προσεδρείαν ἐκεχήνεσαν καὶ πλούσιοι καὶ πένητες, ἀπρὶξ αὐτὴν ἐχομένην τῶν ὀστῶν διὰ τοσαύτης ὁρῶντες ὁδοιπορίας, οὐδὲ ἀποκάμνουσαν οὐδὲ ἀπαγορεύουσαν, ἀλλ' ἐξηρτημένην λάρνακος.
000-00-00 Serial Number=0899630785
In Acta apostolorum Ante [Go Back]  
 [03758]  Τοῦτο εἰ καὶ νῦν γέγονε, μετὰ πλείονος ἂν τῆς ἡδονῆς ἐβιώσαμεν, καὶ πλούσιοι καὶ πένητες.
 [04388]  Οὐχ οἱ πένητες ἁπλῶς, ἀλλ' οἱ πένητες μὲν, βουλόμενοι δὲ πλουτεῖν.
 [06331]  Αἰσχυνθῶμεν καὶ πένητες καὶ πλουτοῦντες ἐκεῖνον τὸν ταμίαν.
 [08504]  Τότε μόνον λιμὸς ἦν, καὶ οἱ δεδωκότες πένητες (Καθὼς ηὐπορεῖτο γάρ τις αὐτῶν, φησί)·
 [08506]  Τότε καὶ οἱ ἐν Ἰουδαίᾳ πένητες ἀπέλαυσαν, καὶ οἱ ἐν Ἀντιοχείᾳ δόντες τὰ χρήματα, καὶ οὗτοι μᾶλλον ἐκείνων·
 [08507]  νυνὶ δὲ καὶ ἡμεῖς καὶ οἱ πένητες ἐν λιμῷ·
 [08626]  ὅταν οἱ μὲν πένητες ὦσιν ἠμφιεσμένοι δόξαν πολλὴν, οἱ δὲ πλουτοῦντες γυμνοὶ καὶ ἀσχημονοῦντες πρὸς τὰ κολαστήρια σύρωνται.
 [09999]  Οἷον, οἱ πένητες τῶν διδόντων χρῄζουσιν, οἱ διδόντες τῶν λαμβανόντων πάλιν.
 [09999]  Εἰσὶ πολλοὶ πένητες καὶ πενιχραί·
 [09999]  ∆ιὰ τοῦτο τῶν πλουτούντων οἱ πένητες ὡς ἐπὶ τὸ πλεῖστόν εἰσι συνετώτεροι, καθάπερ πολλοῖς περικρουόμενοι καὶ περιαντλούμενοι κύμασι.
000-00-00 Serial Number=0228578985
In Ecclesiasten Ante [Go Back]  
 [00611]  μέγα πρᾶγμα οἰκτίρμονα εἶναι καὶ φιλελεήμονα καὶ τὴν διόρθωσιν τῶν πεπτωκότων καὶ κειμένων ποιούμενον, κἂν μεγάλα ᾖ τὰ δεινὰ τοῖς ἐκπεπολεμωμένοις ἐπικουρεῖν, κἂν πένητες ὦσιν, μὴ παρορᾶν.
000-00-00 Serial Number=0724339366
In Genesim sermo 3 Ante [Go Back]  
 [00313]  Ὢ τῆς κατάρας ταύτης, ἥτις τὰ ὁρατὰ καὶ τὰ ἀόρατα τρέμειν ἐποίησεν! ὢ τῆς λέξεως, ἣν οἱ ἄπειροι αἰῶνες οὐ παρεσάλευσαν! ὢ τῆς ἐπιτιμήσεως, δι' ἧς ὁ πολυχρόνιος κόσμος αὐτὴν οὐκ ἐπαλαίωσεν! ὢ τοῦ ῥήματος, ὃ βασιλεῖς καὶ ἄρχοντες, πλούσιοι καὶ πένητες φρίττουσι καὶ δεδοίκασι! Καὶ ἐξέβαλε Κύριος τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη·
000-00-00 Serial Number=0976743281
In Genesim sermones Ante [Go Back]  
 [00772]  οὕτω καὶ οἱ πένητες, καθάπερ ναυάγιον δεδοικότες τὸν λιμὸν, σπεύδουσι πρὸ τῆς ἑσπέρας τὸ πρὸς τροφὴν αὐτοῖς ἀργύριον ἀρκοῦν συναγαγεῖν, ἵνα μὴ, πάντων ἀποδημησάντων οἴκαδε, ἔξω τοῦ λιμένος μείνωσι.
000-00-00 Serial Number=0437976360
In Heliam et viduam Ante [Go Back]  
 [00186]  μᾶλλον δὲ καὶ εὔποροι καὶ πένητες ἀκουέτωσαν πάντες·
 [00222]  ποίαν οἱ πένητες;
000-00-00 Serial Number=0086442649
In Joannem Ante [Go Back]  
 [01744]  Κἂν δοῦλοι, κἂν ἐλεύθεροι, κἂν Ἕλληνες, κἂν βάρβαροι, κἂν Σκύθαι, κἂν ἄσοφοι, κἂν σοφοὶ, κἂν γυναῖκες, κἂν ἄνδρες, κἂν παιδία, κἂν πρεσβῦται, κἂν ἄτιμοι, κἂν ἔντιμοι, κἂν πλούσιοι, κἂν πένητες, κἂν ἄρχοντες, κἂν ἰδιῶται, φησὶ, πάντες τῆς αὐτῆς ἠξίωνται τιμῆς.
 [01827]  Πλὴν ἀλλὰ καὶ εἴ τινες οὕτω πένητες εἶεν, ἔνεστιν ἐκ τῆς συνεχοῦς ἐνταῦθα γινομένης ἀναγνώσεως μηδὲν ἀγνοεῖν τῶν ἐγκειμένων ἐν ταῖς θείαις Γραφαῖς.
000-00-00 Serial Number=0982047200
In Psalmum 094 Ante [Go Back]  
 [00165]  Τίνες δὲ οἱ πωλοῦντες, ἀλλ' ἢ οἱ πένητες;
000-00-00 Serial Number=0959723294
In decem virgines Ante [Go Back]  
 [00083]  Οἱ ταῖς θύραις τῶν ἐκκλησιῶν παρακαθήμενοι πένητες, αἱ λογικαὶ χελιδόνες, αἱ τῶν ψυχῶν εὐαγγελιζόμεναι λογικὸν ἔαρ, οἱ αἰδέσιμοι πρὸς τὸν ∆εσπότην μεσῖται, οἱ ἀήττητοι ῥήτορες ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως.
000-00-00 Serial Number=0470725775
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00099]  Τὸ γὰρ ἐμὸν, καὶ τὸ σὸν, τοῦτο τὸ ψυχρὸν ῥῆμα καὶ μυρίους πολέμους εἰς τὴν οἰκουμένην εἰσαγαγὸν, ἐκ τῆς ἁγίας ἐκείνης Ἐκκλησίας ἐξώριστο, καὶ τὴν γῆν ᾤκουν, καθάπερ οἱ ἄγγελοι τὸν οὐρανὸν, καὶ οὔτε ἐφθόνουν οἱ πένητες τοῖς πλουτοῦσιν·
 [00102]  οὐδὲ γὰρ ἦσαν πένητες·
 [00140]  Οἵ τε γὰρ πένητες παραμυθίας ἀπέλαυον οὐ τῆς τυχούσης, καὶ οἱ πλουτοῦντες πολλὴν εὔνοιαν καὶ παρὰ τῶν τρεφομένων, καὶ παρὰ τοῦ Θεοῦ, δι' ὃν ταῦτα ἐποίουν, καρπωσάμενοι πολλὴν τὴν χάριν, οὕτως ἀπῄεσαν οἴκαδε.
000-00-00 Serial Number=0293126047
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03782]  Τί δὲ ὁ ἥλιος, τὸ φαιδρὸν τοῦτο ἄστρον καὶ τηλαυγὲς, καὶ τὰς ὄψεις ἡμῶν εὐφραῖνον, οὐχὶ κοινὸς ἅπασι καὶ οὗτος πρόκειται, καὶ πάντες ἀπολαύουσιν ἐξ ἴσης αὐτοῦ, καὶ πλούσιοι καὶ πένητες;
 [03784]  Μᾶλλον δὲ, εἰ δεῖ τι θαυμαστὸν εἰπεῖν, πλέον ἡμεῖς οἱ πένητες ἀπολαύομεν, ἢ ἐκεῖνοι.
 [03786]  οἱ δὲ πένητες μάλιστα πάντων εἰσὶν οἱ τοῖς στοιχείοις ἐντρυφῶντες τούτοις.
 [04070]  Ἔλεγον ὅτι οἱ πένητες τῶν πλουτούντων πλεονεκτοῦσιν ἐν τοῖς βιωτικοῖς, ὅτι περὶ ὑγείας καὶ ἡδονῆς διελεγόμην·
 [04088]  Ἀλλὰ καὶ πένητες ἀπολοῦνται πολλοὶ, φησὶ, καὶ πλούσιοι τῶν ἀποῤῥήτων ἐκείνων ἀπολαύσονται ἀγαθῶν.
 [04659]  καὶ ὅτι πειρασμοὺς γενναίως φέρουσι, καὶ ὅτι ἐλεεῖν ἴσασι, καὶ ὅτι πένητες ὄντες, δαψίλειαν ἐνεδείκνυντο ἐν ἐλεημοσύνῃ·
 [04695]  Ὅσῳ γὰρ ἦσαν πένητες τοσούτῳ μᾶλλον ἐφιλοτιμοῦντο, καὶ προθυμότερον παρεῖχον.
 [04934]  Εἰ γὰρ μὴ πένητες ἦσαν, τὸ πλέον ἂν ἀνετράπη τῆς ἡμετέρας σωτηρίας, οὐκ ἐχόντων ποῦ καταβαλεῖν τὰ χρήματα.
000-00-00 Serial Number=0697202086
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00243]  Ἔτι γὰρ ἀρχῆς οὔσης τοῦ κηρύγματος, ἄνθρωποι πένητες καὶ ἀπὸ τῆς καθημερινῆς ζῶντες ἐργασίας πρὸς ἄνδρας πολιτευομένους καὶ πρώτους τῆς πόλεως ἔχθρας ἀνεδέχοντο, οὔτε βασιλέως, οὔτε ἄρχοντος ὄντος που πιστοῦ, καὶ πόλεμον ἀκήρυκτον ὑφίσταντο, καὶ οὐδὲ οὕτως ἐξίσταντο.
 [01176]  Καὶ μή μοι εἴπῃς, Ἀλλ' οὐ πάντες πένητες ἦσαν·
000-00-00 Serial Number=0058643401
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00233]  ∆ιὰ τοῦτο ἑστήκασιν οἱ πένητες πρὸ τῶν θυρῶν, ἵνα μηδεὶς εἰσίῃ κενὸς, ἵνα μετὰ ἐλεημοσύνης εἰσίῃ.
000-00-00 Serial Number=0690811157
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00692]  Καὶ ὅταν εἴπωσιν ἐκεῖνοι, ὅτι ἄγροικοι ἦσαν οἱ [61.28] ἀπόστολοι, προσθῶμεν ἡμεῖς, καὶ εἴπωμεν, ὅτι καὶ ἀμαθεῖς καὶ ἀγράμματοι καὶ πένητες καὶ εὐτελεῖς καὶ ἀσύνετοι καὶ ἀφανεῖς.
 [01979]  οὐκ ἐπειδὴ ἀσθενεῖς πρὸς ἰσχυροὺς, οὐκ ἐπειδὴ ὀλίγοι πρὸς πολλοὺς, οὐκ ἐπειδὴ πένητες πρὸς πλουσίους, οὐδὲ ἐπειδὴ ἀμαθεῖς πρὸς σοφοὺς παρετάττοντο, ἀλλ' ἐπειδὴ καὶ τῆς προλήψεως πολλὴ ἦν ἡ ἰσχύς.
 [02924]  Καὶ γὰρ οἱ πένητες, εἰ τὴν ὑμετέραν τῶν πλεονεκτούντων καὶ πλουτούντων κακίαν μετῆλθον, μέγιστα ἂν ὑμᾶς ἔβλαψαν, καὶ ταχέως ἂν ὑμᾶς ἐποίησαν πένητας, μᾶλλον δὲ καὶ ἀπώλεσαν, εἰ μὴ δεομένοις τῶν ἑαυτῶν μεταδοῦναι ἠβουλήθησαν·
 [03895]  Οἱ μὲν γὰρ πένητες παρ' ἑκόντων λαμβάνουσι καὶ χάριν εἰδότων, οἱ δὲ πλουτοῦντες παρὰ ἀκόντων καὶ μὴ βουλομένων, ὃ μείζονός ἐστι πενίας ἀπόδειξις.
 [03905]  Εἰ δὲ βούλεσθε, καὶ τὰ ῥήματα αὐτὰ ἐξετάσωμεν, τίνα μὲν οἱ πλουτοῦντες ἐπαιτοῦντες λέγουσι, τίνα δὲ οἱ πένητες.
 [06591]  Εἰσὶν ἕτεροι πένητες κοῦφοι καὶ μετέωροι τὰς ψυχὰς, καὶ οὐκ εἰδότες φέρειν λιμὸν, ἀλλὰ πάντα μᾶλλον, ἢ τοῦτο ὑπομένοντες.
 [06664]  Τί γὰρ θαυμαστὸν, εἰ ἐπὶ τῆς γενεᾶς τινες ὑποπτεύονται τῆς ἡμετέρας, ὅπου γε ἐπὶ τῶν ἁγίων ἐκείνων τῶν τοὺς ἀγγέλους μιμησαμένων, τῶν οὐδὲν ἴδιον κεκτημένων, τῶν ἀποστόλων λέγω, γογγυσμὸς ἦν ἐν τῇ διακονίᾳ τῶν χηρῶν, ὅτι παρεθεωροῦντο οἱ πένητες, ὅτε οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά;
 [08506]  Ἰδοὺ τοίνυν καὶ τετάρτη κατηγορία, ὅταν μὴ πένητες μόνον, ἀλλὰ καὶ ἡ Ἐκκλησία ὑβρίζηται.
 [09575]  καὶ οἱ σφόδρα πένητες κἂν τὸ λοιπὸν γυμνὸν ἔχωσι σῶμα, οὐκ ἂν ἀνάσχοιντο ἐκεῖνα τὰ μέλη δεῖξαι γυμνά.
 [09999]  Οὐ γὰρ δὴ τῶν πλουσίων οἱ πέ-νητες δέονται μόνον, ἀλλὰ καὶ οἱ πλούσιοι τῶν πενή-των, καὶ οὗτοι μᾶλλον ἐκείνων, ἢ ἐκεῖνοι τούτων.
 [09999]  ∆ιὰ γὰρ ταύτην κἀκείνων ἔνιοι πένητες ἐγένοντο, καὶ ἕτεροι περὶ πλοῦτον ἐσπούδασαν.
000-00-00 Serial Number=0332332790
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [03019]  Παυσώμεθα οὖν τὰ ἑτέρων ἁρπάζοντες, καὶ πένητες καὶ πλούσιοι·
 [03170]  Νῦν δὲ κάθηνται πένητες ἐκκεκομμένοι τοὺς πόδας, ὁρῶντές σε παρατρέχουσαν·
 [03221]  ∆ιὰ τοῦτο γὰρ καὶ ἐν ταῖς ἐκκλησίαις, καὶ ἐν τοῖς μαρτυρίοις προκάθηνται τῶν προπυλαίων οἱ πένητες, ὥστε ἡμᾶς ἐκ τῆς τούτων θέας πολλὴν δέχεσθαι τὴν ὠφέλειαν.
 [03223]  ἀλλὰ ἄνδρες καὶ σεμνοὶ, καὶ λαμπροὶ, καὶ πλουτοῦντες, καὶ συνετοὶ, πανταχοῦ διατρέχουσιν, εἰς δὲ τὰ ὄντως βασίλεια, τὴν ἐκκλησίαν λέγω, καὶ τοὺς εὐκτηρίους οἴκους τῶν μαρτύρων, δαιμονῶντες, ἀνάπηροι, πένητες, γέροντες, τυφλοὶ, διεστραμμένοι τὰ μέλη.
000-00-00 Serial Number=0731193185
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00466]  Περιβάλωμεν ἑαυτοὺς ἐκείνῃ τῇ στολῇ, ἣν οὐκ ἄνθρωποι πένητες καὶ δοῦλοι κατασκευάζουσιν, ἀλλ' αὐτὸς ὁ ∆εσπότης.
 [03139]  Εἰ μὴ γὰρ πένητες ἦσαν, οὐκ ἂν τὸ πολὺ τῶν ἁμαρτημάτων ὑπετέμου·
 [04054]  βασιλεῖς, ἄρχοντες, ἰδιῶται, πένητες, γυναῖκες, ἄνδρες, παῖδες ἐξ ἴσης πάντες κατέχονται τῷ κακῷ.
000-00-00 Serial Number=0751836121
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02342]  κἂν πλούσιοι, κἂν πένητες ὦσι, κἂν σκώπτῃ τις, κἂν ἐπαινῇ, κἂν ὑβρίζῃ, κἂν λίθοις βάλλῃ, κἂν τὴν οἰκίαν διαρπάζῃ, κἂν παῖδας ἴδῃ, κἂν γυναῖκα, κἂν ὁτιοῦν, οὐδαμῶς ἐπιστρέφεται, ἀλλ' ἑνὸς γίνεται μόνου, τοῦ τρέχειν, τοῦ λαβεῖν τὸ βραβεῖον.
 [07801]  Μὴ τοίνυν κοσμικὰ φρονῶμεν, μηδὲ ἐνταῦθα ζητῶμεν τὴν ἀνταπόδοσιν, μηδὲ οὕτως ὦμεν πένητες·
 [08280]  μόνοι οἱ πένητες οὐ περιττὰ κέκτηνται·
000-00-00 Serial Number=0475734949
In epistulam ad Philippenses Ante [Go Back]  
 [00098]  Οὐκ εἰσὶν ἐκεῖ πένητες, οὐκ ἔστιν ἐκεῖ χρήματα, οὐκ ἔστιν ἐκεῖ πτωχεία·
 [00677]  Μὴ γὰρ οὐκ ἦσαν μυρίοι πένητες δίκαιοι;
 [00681]  Μέχρι πότε πένητες;
 [03995]  ἐν πλούτῳ, ὁ πλούσιος ὁ τὸν Λάζαρον περιορῶν ἐν πενίᾳ μυρίοι ἔτι καὶ νῦν πένητες ἀπόλλυνται.
 [04775]  Ὅρα πῶς καὶ ἐπεύχεται, καθάπερ οἱ πένητες.
 [04789]  ἐπειδὴ δὲ ἄνδρες ἦσαν, χειροτέχναι, πένητες, γυναῖκας ἔχοντες, παῖδας τρέφοντες, οἰκίας προεστῶτες, καὶ ἀπὸ ὀλίγων καὶ ταῦτα ἔδοσαν, καί τινα εἶχον ἐπιθυμίαν καὶ τῶν παρόντων, ἐπεύχεται συγκαταβατικῶς.
000-00-00 Serial Number=0634055555
In epistulam ad Romanos Ante [Go Back]  
 [00389]  Καὶ οἱ καταγγέλλοντες ἦσαν πένητες καὶ ἰδιῶται, ἀγεννεῖς καὶ ἐξ ἀγεννῶν.
 [02307]  Τοιγάρτοι διὰ τοῦτο ἔρημοι καὶ γυμνοὶ καὶ πένητες πρὸς αὐτὸν ἀπερχόμεθα, τὰ πιστευθέντα οὐκ ἔχοντες, ὅτι μὴ τῷ πάντων αὐτὰ ἀκριβέστερον φυλάττοντι παρακατατιθέμεθα.
 [09999]  Ταῦτα καὶ πλούσιοι καὶ πένητες ἀκουέτωσαν.
000-00-00 Serial Number=0106542468
In illud Collegerunt Judaei Ante [Go Back]  
 [00010]  οὐχ ἵνα θρέψωμεν αὐτούς (ἄπειροι γὰρ καὶ πένητες τῷ λόγῳ τυγχάνομεν), ἀλλ' ἵνα τὸν πόθον καὶ τὸν καύσωνα παύσωμεν.
000-00-00 Serial Number=0034235537
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00811]  Ἰατροὶ τῶν ψυχῶν ἡμῶν εἰσιν οἱ πένητες, εὐεργέται καὶ προστάται·
000-00-00 Serial Number=0653194904
In illud Memor fui dei Ante [Go Back]  
 [00268]  δεῦτε, μικροὶ μετὰ τῶν μεγάλων συνέλθετε, οἱ πένητες μετὰ τῶν πλουσίων, οἱ δοῦλοι μετὰ τῶν κυρίων, οἱ ἁμαρτωλοὶ μετὰ τῶν δικαίων, τὰ ἑρπετὰ καὶ τὰ τετράποδα μετὰ τῶν πετεινῶν, καὶ βλέπετε τὸν τὴν ζωὴν χαρισάμενον.
000-00-00 Serial Number=0277701080
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00114]  Ὅτι δὲ πένητες τρεφόμενοι οὐδὲν τοιοῦτον ἀφιᾶσι συμπεσεῖν, ἀλλὰ, κἂν γένηταί τι τῶν ἀδοκήτων, ταχίστην ἐπάγου σιν αὐτοῦ τὴν διόρθωσιν, ἀπὸ τῆς κόρης μάνθανε τῆς ἐν Ἰόππῃ.
 [00115]  Καὶ γὰρ ταύτην ποτὲ νεκρὰν κειμένην περιστάντες οἱ τρεφόμενοι πένητες καὶ δακρύσαντες ἀνέστησαν, καὶ πρὸς ζωὴν ἐπανήγαγον.
 [00123]  Οἱ μὲν γὰρ πένητες λαμβά νοντες εὐλογοῦσι, μυρία συνεύχονται τὰ ἀγαθά·
000-00-00 Serial Number=0897529721
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00038]  Οὐδὲν τούτων ἔστιν εἰπεῖν, ἀλλὰ τοὐναντίον ἅπαν, πτωχοὶ καὶ πένητες, καὶ ἐκ τῆς τῶν χειρῶν ἐργασίας ζῶντες.
000-00-00 Serial Number=0745502293
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00378]  καὶ τὰ ἄλλα πάντα ἦσαν πανηγύρεις, καὶ ῥητόρων χοροὶ, καὶ φιλοσόφων σύλλογοι, καὶ δαιμόνων βακχεῖαι, καὶ διαβόλου δύναμις, καὶ ξίφη ἠκονημένα, καὶ πανταχοῦ κρημνοὶ, καὶ πανταχοῦ σκόπελοι, καὶ συνήθεια ἡ κρατοῦσα, καὶ ὠδῖνες πατέρων, καὶ ἡ προγόνων ἀσέβεια, ὁδὸν ἡδονῆς ἔχουσα, καὶ νόμοι βασιλέων διεφθαρμένοι, καὶ δοῦλοι καὶ δεσπόται, καὶ ἄρχοντες καὶ ἰδιῶται, καὶ πλούσιοι καὶ πένητες, πάντες ἀσεβείᾳ συμπεπλεγμένοι, καὶ πολλὰ ἔχοντες τὰ μηχανήματα·
000-00-00 Serial Number=0516709089
In illud Verumtamen frustra conturbatur Ante [Go Back]  
 [00122]  Ἀρκεῖ σοι, ὅτι οἱ πένητες ὡς Θεόν σε λιτανεύουσι.
000-00-00 Serial Number=0945215166
In pentecosten Sermo 1 Ante [Go Back]  
 [00112]  πένητες καὶ πλούσιοι, χρημάτων ἀπεστερημένοι, τὴν δὲ βασιλείαν κεκτημένοι·
000-00-00 Serial Number=0370817542
In principium Actorum Ante [Go Back]  
 [00032]  Καὶ γῆν, καὶ θάλατταν, καὶ βασιλεῖς, καὶ ἐπάρχους, καὶ πᾶσαν ἁπλῶς τῶν ἀνθρώπων τὴν φύσιν τιθεὶς, καὶ δύο ἢ τρεῖς πένητας τούτοις ἀντιστήσας, θαῤῥῶν ἂν εἴποιμι, ὅτι οὗτοι μᾶλλον κατάγουσιν οἱ πένητες.
 [00093]  Ὅτι οἱ μὲν πένητες ἔχουσι τὴν ἀναγκαίαν ἀσχολίαν, τὴν φροντίδα τῆς καθημερινῆς ἐργασίας, ἀπὸ τῶν χειρῶν ποιούμενοι τὸν βίον·
 [01418]  Τοῦτο γὰρ μέγιστον σημεῖον καὶ παράδοξον θαῦμα, ὅταν οἱ πτωχοὶ, καὶ πένητες, καὶ εὐκαταφρόνητοι, καὶ ἀγράμματοι, καὶ ἰδιῶται, καὶ εὐτελεῖς, καὶ δώδεκα τὸν ἀριθμὸν, πόλεις τοσαύτας, καὶ ἔθνη, καὶ δήμους, καὶ βασιλεῖς, καὶ τυράννους, καὶ φιλοσόφους, καὶ ῥήτορας, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν γῆν χωρὶς σημείων φαίνωνται πρὸς ἑαυτοὺς ἑλκύσαντες.
000-00-00 Serial Number=0148148596
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00020]  ∆ιὰ τοῦτο καὶ πλούσιοι καὶ πένητες ὁμοίως τῆς ἰατρείας ἀπολαύουσι ταύτης.
000-00-00 Serial Number=0091240883
Quales ducendae sint uxores Ante [Go Back]  
 [00196]  πόσοι πένητες πενεστέρας λαβόντες, εἰρήνης ἀπολαύουσι, καὶ μετ' εὐφροσύνης πολλῆς τὸν ἥλιον τοῦτον βλέπουσιν οἱ δὲ εὔποροι, πανταχόθεν αὐτοῖς περικειμένης τρυφῆς, διὰ τὰς γυναῖκας ηὔξαντο πολλάκις ἀποθανεῖν, καὶ τῆς παρούσης ἀπαλλαγῆναι ζωῆς;
000-00-00 Serial Number=0124207675
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00007]  Πάντα, φησίν, ἄνω καὶ κάτω γέγονε, πολλῆς συγχύσεως τὸ τῶν ἀνθρώπων ἐμπέπλησται γένος καὶ πολλοὶ καθ' ἑκάστην ἡμέραν οἱ ἀδικούμενοι, οἱ ἐπηρεαζόμενοι, οἱ βιαζόμενοι, οἱ βλαπτόμενοι, οἱ ἀσθενεῖς παρὰ τῶν δυνατωτέρων, οἱ πένητες παρὰ τῶν πλουσίων·
 [00168]  οἵ τε πένητες ἐπείγονται φθάσαι ἐκείνους καὶ λύσσα τις ἀνίατος καὶ μανία ἀκάθεκτος καὶ νόσος ἀδιόρθωτος τὰς πάντων κατέχει ψυχάς.
 [00248]  Εἰ γὰρ ἁπλῶς πένητες πλουσίους ὁρῶντες τήκονται τῷ φθόνῳ, καὶ κατατείνοντα τῇ βασκανίᾳ καὶ τὸν βίον ἀβίωτον νομίζουσιν εἶναι καὶ ταῦτα τῆς ἀναγκαίας εὐποροῦντες τροφῆς καὶ τοὺς θεραπεύοντας ἔχοντες·
000-00-00 Serial Number=0376076341
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00220]  Ἀλλὰ, παρακαλῶ, λαμψάτω ὑμῶν ἡ πολιτεία ἔμπροσθεν τῶν ἀνθρώπων, μὴ μωράνωμεν ἡμῶν τὸ ἅλας, ἀλλὰ δοξάσωμεν, εὐχαριστήσωμεν, οἱ πλούσιοι τῷ πλουσίῳ, οἱ πένητες τῷ φιλανθρώπῳ, καὶ φιλοπτώχῳ Χριστῷ, οἱ δυνατοὶ τῇ κραταιᾷ χειρὶ αὐτοῦ.
000-00-00 Serial Number=0755663216
Sermo catecheticus in pascha Ante [Go Back]  
 [00016]  Οὐκοῦν εἰσέλθητε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν, καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολάβετε, πλούσιοι καὶ πένητες μετὰ ἀλλήλων χορεύσατε, ἐγκρατεῖς καὶ ῥᾴθυμοι τὴν ἡμέραν τιμήσατε, νηστεύσαντες καὶ μὴ νηστεύσαντες εὐφράνθητε σήμερον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»