Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πένητος [97]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πένητος
Cooperatorum Veritatis Societas
Ad Demetrium de compunctione i
Ante [Go Back]
000-00-00 Serial Number=0638870418
[00379]
Οὗτοι γὰρ, οὗτοι οἱ μεθύειν μελετῶντες καὶ γαστρίζεσθαι, οἱ τὰ μὲν ἄριστα συντελοῦντες μέχρις ἑσπέρας, τὰ δὲ δεῖπνα εἰς μέσας νύκτας ἐκτείνοντες, οἱ τὰ τῶν ἄλλων ἁρπάζοντες, καὶ οὔτε χήρας, οὔτε πένητος, οὔτε ἀδυνάτου φειδόμενοι, οἱ πολλὴν ὠμότητα ἐπιδεικνύμενοι, εἴ ποτε πένθει ληφθεῖεν σφοδρῷ καὶ δυναμένῳ κάτωθεν ἀναστρέψαι καὶ διαταράξαι ψυχὴν, πάσας ἐκείνας τὰς βλακώδεις ἐπιθυμίας καὶ παρανόμους ἐκβαλόντες, εἰς τὸν τῶν φιλοσόφων μετατίθενται βίον, σκληραγωγίαν, ἀγρυπνίαν, χαμευνίαν, καρτερίαν, νηστείαν, σιγὴν, ἐπιείκειαν, ταπεινότητα, φιλανθρωπίαν ἐπιδεικνύμενοι πολλήν.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0268611550
[00766]
οὐκ ἔστιν εἰπεῖν, ὅτι δαψιλέστερον ἀέρα ἀναπνέει τοῦ πένητος ὁ πλουτῶν·
[00876]
∆ιὰ τοῦτο ὁ βασιλεὺς τοῦ πένητος ἐδεῖτο, καὶ πρὸς τὸ στόμα ἐκεχήνει τοῦ μηδὲν πλέον μηλωτῆς ἔχοντος, ὁ τοσοῦτον χρυσίον ἔχων·
[01664]
Εἰπὲ γάρ μοι, εἴ τίς σε εἰς βασιλικὰς εἰσήγαγεν αὐλὰς, καὶ χρυσὸν ἔδειξε, πάντοθεν ἀπὸ τῶν τοίχων ἀστράπτοντα, καὶ τὴν ἄλλην εὐπρέπειαν ἅπασαν, εἶτά σε ἐκεῖθεν εἰς καλύβην πένητος εἰσήγαγε, καὶ μετὰ χρόνον βραχὺν ὑπέσχετο εἰς τὰ βασίλεια ἐπανάξειν ἐκεῖνα, καὶ διηνεκῆ δώσειν ἐκεῖ μονήν·
Caritatem secundum deum rem esse deo digna
Ante [Go Back]
000-00-00 Serial Number=0768487275
[00066]
Τόκον οὐκ ἀπαιτήσεις, οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον, οὐδὲ τοῦ πένητος ἐνεχυράσεις ἱμάτιον, οὐδὲ μὴ ἐπεισελεύσῃ βιαίως λαβεῖν ἐνέχυρον.
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0539062738
[00137]
οὐκ οἶδε διαφορὰν δούλου καὶ ἐλευθέρου οὐδὲ πλουσίου καὶ πένητος ἀλλὰ πᾶσα αὕτη ἡ ἀνωμαλία ἐκβέβληται.
Catechesis ultima ad baptizandos
Ante [Go Back]
000-00-00 Serial Number=0104228437
[00106]
δεῖ τοίνυν εἰσαχθέντας ὑμᾶς τότε κοινῇ πάντας καὶ γὰρ καὶ τοῦτο παρατήρει, ὅτι πάντα κοινῇ δίδοται πᾶσιν ὑμῖν, ἵνα μήτε ὁ πλούσιος ὑπερίδῃ τοῦ πένητος, μήτε ὁ πένης ἔλαττον ἔχειν τι τοῦ πλουσίου νομίζῃ·
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0715555072
[03584]
ὁ πλεονέκτης, εἰ τὴν ὀδύνην καὶ τὴν τηκεδόνα τοῦ πένητος ᾔδει τοῦ πλεονεκτουμένου, οὐκ ἂν ἐποίησεν, ὅπερ ἐποίησεν, ἀλλ' εἰ καὶ ὁ τοῦ θεοῦ φόβος αὐτὸν μὴ κατεῖχεν, ὁ τῆς φύσεως ἂν ἐπέκαμψεν ἔλεος.
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0148603976
[01213]
Πολλάκις γοῦν πλούσιος ἐπὶ στρωμνῆς κατακείμενος ἁπαλῆς, οἰκετῶν καὶ θεραπαινίδων παρόντων, πολλῆς θεραπείας ἀπολαύων παρὰ πάντων, πένητος διὰ τοῦ στενωποῦ ἀκούσας βοῶντος, ἄρτον αἰτοῦντος, ἐδάκρυσε, καὶ ἐστέναξε, καὶ ηὔξατο γενέσθαι τοιοῦτος μετὰ τῆς ὑγιείας, ἢ μετὰ τοῦ πλούτου τὴν ἀῤῥωστίαν ἔχειν.
[01214]
Οὐκ ἐπὶ τῆς ὑγιείας δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς παιδοποιίας πάλιν οὐδὲν ὄψεταί τις τὸν πλούσιον τοῦ πένητος πλεονεκτοῦντα·
[01219]
Καὶ τοῦ πένητος μὲν ὁ κλῆρος, κἂν ἄπαις ἀπέλθῃ, διὰ τὴν εὐτέλειαν οὐκ ὢν περιμάχητος, εἰς φίλους διέβη καὶ συγγενεῖς·
[01229]
Τὸ μὲν γὰρ σῶμα τοῦ πένητος οὐκ ἄν τις ἕλοιτο γυμνῶσαι λοιπόν·
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0485870838
[00225]
τοῦτον δὲ οὐδὲ τοῦτο ἴσχυσεν ἐπικάμψαι πρὸς τὴν τοῦ πένητος ἀντίληψιν·
[00232]
Καὶ ἕτερον δέ τι πρὸς τούτοις τούτων οὐκ ἔλαττον ἦν, τὸ καὶ τὴν ὄψιν αὐτὴν ἐλεεινὴν εἶναι τοῦ πένητος, λιμῷ καὶ ἀῤῥωστίᾳ μακρᾷ κατεργασθεῖσαν.
[00398]
[48.977] ἐννόησον πῶς εἰκὸς ἦν, ὥσπερ ἐπαλλήλοις κύμασι βαπτίζειν αὐτὸν τοῦ πένητος τὴν ψυχήν·
[00523]
Ἐθαύμασα τὴν ἀγάπην ὑμῶν, ὅτε τὸν περὶ τοῦ Λαζάρου πρώην ἐκίνησα λόγον, ὅτι καὶ τὴν ὑπομονὴν τοῦ πένητος ἀπεδέξασθε, καὶ τὴν ὠμότητα καὶ ἀπανθρωπίαν τοῦ πλουτοῦντος ἀπεστράφητε·
[00662]
καὶ λοιπὸν ἱκέτης ὁ πλούσιος τοῦ πένητος ἐγίνετο, καὶ τῆς τούτου τραπέζης ἐδεῖτο, τοῦ λιμώττοντός ποτε, καὶ τοῖς στόμασι τῶν κυνῶν προκειμένου·
[00715]
Ἐπειδὴ τὰς προσφορὰς, φησὶ, τὰς εἰωθυίας οὐκ ἐδώκατε, ἡρπάσατε τὰ τοῦ πένητος.
[00743]
οὗτος δὲ καὶ τὸν ἔσω κείμενον παρεώρα, καὶ θησαυρὸν τοσοῦτον ἔχων καὶ σωτηρίας ὑπόθεσιν, παρέτρεχε καθ' ἑκάστην ἡμέραν, καὶ οὐκ ἐχρήσατο εἰς δέον τῇ τοῦ πένητος προστασίᾳ.
[00791]
Ἀξία γὰρ τοῦ πένητος ἡ χρεία μόνον ἐστί·
[01334]
Καθάπερ γὰρ ἐν τοῖς τοίχοις γεγραμμένον ὁρῶντες πλούσιον καὶ πένητα, οὔτε ἐκείνῳ φθονοῦμεν, οὔτε τοῦ πένητος ὑπερορῶμεν διὰ τὸ σκιὰν ἀλλὰ μὴ πραγμάτων ἀλήθειαν εἶναι τὰ [48.1009] ὁρώμενα·
[02165]
Τοῦ μὲν γὰρ πλουσίου ὁ θάνατος θάνατος καὶ τάφος, τοῦ δὲ πένητος ὁ θάνατος ἀποδημία, καὶ πρὸς τὰ βελτίω μετάστασις, καὶ ἀπὸ τοῦ σκάμματος ἐπὶ τὰ βραβεῖα ὁ δρόμος, ἀπὸ τοῦ πελάγους ἐπὶ τὸν λιμένα, ἀπὸ τῆς παρατάξεως ἐπὶ τὸ τρόπαιον, ἀπὸ τῶν ἱδρώτων ἐπὶ τὸν στέφανον.
[02198]
ὁ μὲν προσωπεῖον εἶχε πλουσίου, ὁ δὲ πένητος·
[02199]
ὁ Λάζαρος προσωπεῖον πένητος, ὁ δὲ πλούσιος προσωπεῖον πλουσίου·
De Lazaro et divite
Ante [Go Back]
000-00-00 Serial Number=0252329528
[00006]
Ἦν δὲ ἡμῖν τὸ ἀνάγνωσμα διηγούμενον πλουσίου καὶ πένητος πολιτείαν·
[00007]
πλουσίου μὲν τὸν βίον τῇ τρυφῇ βεβαπτισμένον, πένητος δὲ τὸν βίον τῇ πτωχείᾳ κατεστιγμένον.
[00022]
Συγγενὴς μὲν τοῦ πένητος Λαζάρου κατὰ τὴν τοῦ σώματος φύσιν, ξένος δὲ τῆς ἐν Χριστῷ κληρονομίας διὰ τὴν τῆς προαιρέσεως μοχθηρίαν.
[00041]
Εἶπε τοῦ πένητος τὸ ὄνομα, τιμῶν τὸν πτωχὸν διὰ τῆς τοῦ ὀνόματος προσηγορίας.
De Susanna
Ante [Go Back]
000-00-00 Serial Number=0555675626
[00007]
Καὶ γὰρ ὁ Θεὸς ὅταν πένητος ἴδῃ βραχείας προσφορὰς καὶ πλουσίου δαψιλεῖς, οἶδεν ἐξ ἴσου δέχεσθαι τὰς τιμάς·
[00008]
πολλάκις δὲ μειζόνως τὰς τοῦ πένητος ὑποδέχεται·
De eleemosyna [1]
Ante [Go Back]
000-00-00 Serial Number=0024970829
[00051]
Οὐδὲν γὰρ οὕτως ἀμφιέννυσι τὴν ψυχὴν, ὡς τὸ τῆς χήρας καὶ ὀρφανοῦ καὶ πένητος σκέπασμα.
De eleemosyna [2]
Ante [Go Back]
000-00-00 Serial Number=0916584730
[00140]
Ἀλλ' οὗτος ὁ βασιλεὺς, ὁ τὴν πορφυρίδα περικείμενος καὶ τὸ διάδημα ἔχων, δόξαν καὶ περικεφαλαίας χρυσᾶς καὶ στρατιώτας ὑπερασπιστὰς, ἀπέρχεται εἰς τὸν τάφον τοῦ ἁλιέως, τοῦ πένητος, τοῦ οἰκτροῦ, τοῦ εὐκαταφρονήτου, καὶ περιπτύσσεται καὶ κλαίει καὶ εὔχεται εἰς τὸν δοξάσαντα αὐτόν.
[00175]
μία τοῦ ὕδατος, ἐν ᾗ νίπτεις τὰς χεῖρας, καὶ μία ἡ χεὶρ τοῦ πένητος, ἐν ᾗ ἀποσμήχεις τὴν ψυχήν σου.
[00177]
ἐπίδος εἰς τὴν χεῖρα τοῦ πένητος ὀβολὸν, καὶ ἀπόσμηχε τὴν ψυχήν σου.
De eleemosyna [3]
Ante [Go Back]
000-00-00 Serial Number=0030744493
[00050]
Οὐδὲν γὰρ οὕτως ἀμφιέννυσι τὴν ψυχὴν, ὡς τὸ τῆς χήρας καὶ ὀρφανοῦ καὶ πένητος σκέπασμα.
De eleemosyna [5]
Ante [Go Back]
000-00-00 Serial Number=0258760810
[00107]
Ὦ τῆς ὠμότητος τοῦ πλουσίου! Οἱ κύνες ἰατρικὴν τέχνην προεβάλλοντο ἐπὶ τοῦ ἀσθενοῦντος, οἱ μὴ εἰδότες Θεὸν, μήτε ἀνάστασιν προσδοκῶντες, πρὸς θεραπείαν τοῦ πένητος ἐπείγοντο.
[00111]
Ἴδες τοῦ πένητος τὴν ὀλιγοφρόνιον περιφάνειαν, καὶ τὴν τοῦ πλούτου πρὸς ὀλίγον εὐτέλειαν;
De incomprehensibili dei natura
Ante [Go Back]
000-00-00 Serial Number=0050725043
[01354]
καὶ ὅπερ οὐκ ἴσχυσεν ὁ πλοῦτος καὶ τὸ τῶν διακονουμένων πλῆθος καὶ ἡ τῆς ἐμπειρίας ἐπιστήμη καὶ ὁ τῆς βασιλείας ὄγκος, τοῦτο ἴσχυσεν ἑνὸς πένητος πολλάκις καὶ πτωχεύοντος εὐχή.
De jejunio de Davide
Ante [Go Back]
000-00-00 Serial Number=0684292793
[00099]
καὶ ὁ πλούσιος φειδόμενος τῶν οἰκείων προβάτων, πέμψας ἔλαβε τὴν ἀμνάδα τοῦ πένητος, καὶ κατέσφαξεν αὐτὴν τῷ ξένῳ.
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0442708194
[00397]
ἐλθόντος δὲ ξένου τινὸς, ἐφείσατο ὁ πλούσιος τῶν ἰδίων, καὶ λαβὼν τὴν ἀμνάδα τοῦ πένητος ἔσφαξεν αὐτήν.
[02130]
Ὅτι παρέστη ἐκ δεξιῶν πένητος.
De paenitentia sermo 1
Ante [Go Back]
000-00-00 Serial Number=0127606034
[00399]
οἱ τὰς μεγίστας οἰκίας οἰκοδομοῦντες, καὶ συνάγοντες ἐκεῖ ἅπαντα τὰ νομιζόμενα ἀγαθὰ διὰ χειρῶν καὶ ἱδρώτων τῶν πενήτων ἀσιτείᾳ καὶ ἀμισθίᾳ, μνημονεύσατε τί ἤκουσεν ὁ πρὸ ὑμῶν ἀχόρταστος πλούσιος ὁ κακοσύμβουλος, ἀποδυρόμενος δίκην πένητος ἀπεγνωσμένου, καὶ λέγοντος, Τί ποιήσω, ὅτι οὐκ ἔχω πλατυτέρας ἀποθήκας;
De paenitentia sermo 2
Ante [Go Back]
000-00-00 Serial Number=0379980385
[00300]
Καὶ εἴ τι ἔχομεν κατά τινος ἢ πένητος ἢ πλουσίου, πάντα συγχωρήσωμεν ἀπ' αὐτῆς τῆς καρδίας ἡμῶν, ὡς ὁ Χριστὸς ἐκέλευσε, μή πως κατακριθῶμεν καὶ καταδικασθῶμεν καὶ ἡμεῖς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καθὼς ἐκεῖνοι οἱ ἀνελεήμονες καὶ [60.705] μισάνθρωποι.
De patientia sermo 2
Ante [Go Back]
000-00-00 Serial Number=0139153719
[00074]
εἶδες καρτερίαν πένητος;
De prophetiarum obscuritate
Ante [Go Back]
000-00-00 Serial Number=0000244558
[00401]
Ἐπειδὴ δὲ κατὰ τὴν πρέπουσαν ὑμῖν φιλοσοφίαν οὐδὲ τὰ τοῦ πένητος ἐμοῦ καὶ πτωχεύοντος ἀτιμάζετε, ἀλλὰ θαυμάζετε μὲν τὰ πολλὴν ἔχοντα ὑπεροχὴν, προσίεσθε δὲ καὶ τὰ τῆς ἡμετέρας εὐτελείας ῥήματα, ἀνέστην μετὰ προθυμίας ἀποδώσων ὑμῖν τὸ ὄφλημα, ὃ πρώην ὑπεσχόμην μὲν, οὐ κατέβαλον δὲ, τοῦ μήκους τῆς διδασκαλίας ἐκκρούσαντος ἡμᾶς τοῦ τέλους.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0938639522
[02351]
Τίνι γὰρ διαφέρει ὁ πλούσιος τοῦ πένητος;
[02497]
∆ιὰ γὰρ τοῦτο καὶ ὁ βασιλεὺς τοῦ πένητος ἐδεῖτο, καὶ πρὸς τὸ στόμα δὲ ἐκεχήνει τοῦ μηδὲν πλέον μηλωτῆς ἔχοντος, ὁ τοσοῦτον χρυσίον ἔχων·
[04995]
Ὁ Χριστὸς οὐκ ἐπαισχύνεται χεῖρα ἐκτεῖναι καὶ λαβεῖν διὰ τοῦ πένητος, καὶ σὺ χεῖρα ἐκτεῖναι καὶ δοῦναι ἀργύριον ἐπαισχύνῃ;
[05251]
Μηδὲν δῷς, καὶ μὴ κατηγορήσῃς τοῦ πένητος.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0745952189
[03788]
Τί τούτου γένοιτ' ἂν ἀθλιώτερον, τί δὲ πενέστερον, ὅταν τῶν τοῦ πένητος δέηται χρημάτων;
[03799]
Πενίαν, ὅτι τῶν τοῦ πένητος ἐπιθυμεῖ·
[05551]
Τί τούτου γένοιτ' ἂν ἀθλιώτερον, τί δὲ πενέστερον, ὅταν τῶν τοῦ πένητος δέηται χρημάτων;
[05562]
Πενίαν, ὅτι τῶν τοῦ πένητος ἐπιθυμεῖ·
Fragmenta in Proverbia
Ante [Go Back]
000-00-00 Serial Number=0894021511
[01080]
[65] β.] ∆ύο ἁμαρτίαι ἐνταῦθα, καὶ συκοφαντίαι, καὶ κατὰ πένητος·
Homilia de capto Eutropio
Ante [Go Back]
000-00-00 Serial Number=0427291572
[00191]
οὐ γὰρ τοῦ πένητος τοσαύτη ζημία, ὅση τοῦ πλουσίου.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0832547307
[07596]
Ἀνάπαυσον τὴν στενοχωρουμένην ψυχὴν τὴν τοῦ πένητος, ἵνα μὴ τὴν εὐρύχωρον θλίψῃς τὴν σήν.
[09999]
Ἔστω τοίνυν (μάλιστα γὰρ ἐν τούτοις ἐστὶ τὸ πᾶν) πένης χρήματα ἔχων ὀλίγα καὶ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς, ἕτερος δὲ πλούσιος καὶ εὔπορος καὶ πολλὴν ἔχων δύναμιν, καὶ λαμβανέτω τὰ τοῦ πένητος λοιπὸν καὶ γυμνὸν ποιείτω καὶ παραδιδότω λιμῷ, αὐτὸς δὲ ἐντρυφάτω τοῖς ἐξ ἐκείνου ληφθεῖσιν ἀδίκως·
In Ecclesiasten
Ante [Go Back]
000-00-00 Serial Number=0789082348
[00357]
Ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι.
[00606]
καὶ ἄνθρωπος οὐκ ἐμνήσθη σὺν τοῦ ἀνδρὸς τοῦ πένητος.
[00609]
καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη.
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0840070486
[00172]
Ἂν εἰς δεξιὰν τοῦ πένητος ἀποθῇς τὸ ἀργύριον, οὐ συκοφάντης ἐπιτίθεται, οὐ βάσκανος ὀφθαλμὸς ὁρᾷ, οὐ λῃστὴς ὑφαιρεῖται, οὐ τοιχωρύχος διορύξας, οὐκ οἰκέτης ἀφελόμενος ἀποδιδράσκει·
[00179]
ἂν δὲ Θεῷ δανείσῃς διὰ τοῦ πένητος, οὐχ ἑκατοστὴν, ἀλλ' ἑκατονταπλασίονα λήψῃ.
[01230]
Ὅταν οὖν ἀκούσῃς πένητος κάτωθεν μεγάλα βοῶντος, εἶτα ἀπὸ τῆς τραπέζης τῶν προκειμένων δῷς τι τῷ δεομένῳ, τὸν ∆εσπότην ἐκάλεσας διὰ τοῦ δούλου πρὸς τὴν τράπεζαν τὴν σὴν, πᾶσαν αὐτὴν εὐλογιῶν ἐνέπλησας, καὶ διὰ τῆς ἀπαρχῆς ἀφορμὴν μεγίστην τοῦ πληθύνεσθαί σοι τὰ ταμεῖα ἀγαθῶν πολλῶν παρεσκεύασας.
[01348]
Ὅταν οὖν ἀκούσῃς πένητος κάτωθεν μεγάλα βοῶντος, εἶτα ἀπὸ τῆς τραπέζης τῶν προκειμένων δῷς τι τῷ δεομένῳ, τὸν ∆εσπότην ἐκάλεσας διὰ τοῦ δούλου πρὸς τὴν τράπεζαν τὴν σὴν, πᾶσαν αὐτὴν εὐλογιῶν ἐνέπλησας, καὶ διὰ τῆς ἀπαρχῆς ἀφορμὴν μεγίστην τοῦ πληθύνεσθαί σοι τὰ ταμεῖα ἀγαθῶν πολλῶν παρεσκεύασας.
In Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0612826288
[01236]
Οὐ γὰρ οὕτω λυμαίνεσθαι τὰς ἀμπέλους εἴωθε χάλαζα, ὡς ἡ ἀδικία τοῦ πτωχοῦ καὶ πένητος ἐμπιπρᾶν πέφυκε τὴν ψυχήν, θανάτου παντὸς χαλεπωτέρᾳ κατατείνουσα αὐτὴν ἀθυμίᾳ.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0454898238
[00157]
Ἀλλ' οὐδὲ ἐκ προσηγορίας γνωρίμου οὗτος ἐκεῖθεν ἦν, πατρὸς δὲ ἁλιέως πένητος·
[00158]
οὕτω πένητος, ὡς καὶ τοὺς παῖδας ἐπὶ τὴν αὐτὴν ἐργασίαν ἀγαγεῖν.
[00170]
Οὗτος δὴ οὖν ὁ ἁλιεὺς, ὁ περὶ λίμνας στρεφόμενος καὶ δίκτυα καὶ ἰχθῦς, ὁ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, ὁ πατρὸς ἁλιέως πένητος, καὶ πένητος πενίαν τὴν ἐσχάτην, ὁ ἰδιώτης ἰδιωτείαν καὶ ταύτην τὴν ἐσχάτην, ὁ γράμματα μήτε πρότερον μαθὼν, μήτε ὕστερον μετὰ τὸ συγγενέσθαι τῷ Χριστῷ, ἴδωμεν τί φθέγγεται, καὶ περὶ τίνων ἡμῖν διαλέγεται.
In Psalmum 050 homilia 1
Ante [Go Back]
000-00-00 Serial Number=0635164320
[00433]
ἀλλ' ἔπεμψε καὶ ἔλαβε τὴν ἀμνάδα ἐκείνην, τὴν ἐν τῷ κόλπῳ τοῦ πένητος καθεύδουσαν, καὶ ἀπὸ τῆς τραπέζης αὐτοῦ ἐσθίουσαν.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0412420273
[03809]
Τὰ μὲν γὰρ τοῦ πένητος κατὰ φύσιν οἰκονομεῖται πάντα, τὰ δὲ ἐκείνου διὰ τὴν ἀμετρίαν εἰς φθορὰν τελευτᾷ καὶ ἀῤῥωστίαν.
[04103]
Τὰ δὲ τοῦ πένητος, φησὶν, οὐ τιθεῖς, τὴν θλῖψιν, τὴν στενοχωρίαν;
[04104]
Ἀλλὰ τοῦτο καὶ τοῦ πλουτοῦντος κοινὸν, καὶ τούτου μᾶλλον ἢ τοῦ πένητος·
[04932]
ὁ στρατιώτης τοῦ χειροτέχνου, ὁ χειροτέχνης τοῦ ἐμπόρου, ὁ ἔμπορος τοῦ γεωργοῦ, ὁ δοῦλος τοῦ ἐλευθέρου, ὁ δεσπότης τοῦ δούλου, ὁ πένης τοῦ πλουσίου, ὁ πλούσιος τοῦ πένητος, ὁ μηδὲν ἐργαζόμενος τοῦ διδόντος ἐλεημοσύνην, ὁ παρέχων τοῦ λαμβάνοντος·
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0813989818
[00737]
Ὥσπερ γὰρ κἂν τὴν τοῦ βασιλέως τις μοιχεύσῃ γυναῖκα, κἂν τὴν τοῦ πένητος, κἂν τὴν τοῦ δούλου, ὁμοίως ἐστὶ μοιχὸς, οὐ τῇ διαφορᾷ τῶν προσώπων τοῦ ἁμαρτήματος κρινομένου, ἀλλὰ τῇ μοχθηρίᾳ τῆς τοῦ τολμήσαντος προαιρέσεως·
[00749]
Εἰπὲ γάρ μοι, εἴ τις προσενεχθείη τὰ τοῦ πένητος λαβὼν, ἕτερος δὲ τὰ τοῦ πλουσίου, οὐχ ὁμοίαν ἀμφότεροι τίσουσι δίκην;
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0346768975
[04934]
Ὁρᾷς παρὰ τῷ δεῖνι τὴν οἰκίαν τοῦ πένητος;
[06259]
Ἐπεὶ καὶ ὁ Ἰωάννης ὁ Ζεβεδαίου τοῦ σφόδρα πένητος υἱὸς ἦν·
[07360]
Ταῦτα δὲ οὐχ ὁ πένης μόνον, ἀλλὰ καὶ ὁ πλούσιος ὁ τούτῳ περιπεσὼν τῷ νοσήματι πείσεται, καὶ τοσούτῳ μᾶλλον τοῦ πένητος, ὅσῳ καὶ σφοδροτέρα ἐπίκειται τούτῳ ἡ τυραννὶς, καὶ πλείων ἡ μέθη.
[08601]
οὐκ ἀναμιμνήσκεις σαυτὸν, ὅτι τούτου τοῦ πένητος ἐν χρήμασι πολὺ πτωχότερος ἦς ἐν κατορθώμασι, μυρίων γέμων ἁμαρτημάτων;
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0723468125
[03235]
Μὴ τοίνυν ἐπαισχύνου παρὰ πένητος καλούμενος·
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0105760813
[02354]
Ὥστε ἕως ἂν δέηται, οὐδὲν τοῦ πένητος ὁ βασιλεὺς διενήνοχε·
[02960]
τί κατατήκεις τὴν τοῦ πένητος ἐν ἐνδείᾳ;
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0109212339
[01271]
Καὶ γὰρ εἰ πλούσιος εἶ, πλείονα ἀπαιτηθήσῃ χρήματα τοῦ πένητος, καὶ εἰ συνετώτερος, μείζονα ὑπακοὴν, καὶ εἰ δυναστείαν περιβέβλησαι, λαμπρότερα κατορθώματα·
In illud Habentes eundem spiritum
Ante [Go Back]
000-00-00 Serial Number=0585368991
[00196]
Εἰ δὲ καὶ ταῦτα ἀκούων ὀκνεῖς προέσθαι τι τῶν ὄντων, καὶ οὔτε τὸ ἑκατονταπλασίονα ἀπολαβεῖν, οὔτε ἡ τοῦ πένητος συμφορὰ, οὔτε ἄλλο οὐδὲν ἐπικάμψαι σε δυνήσεται, ἀναλόγισαι τὰ πεπλημμελημένα σοι·
In illud Ne timueritis
Ante [Go Back]
000-00-00 Serial Number=0884865344
[00110]
κατέχει σε βασκανία τοῦ πένητος.
In illud Nolite thesaurizare vobis thesauros in terra
Ante [Go Back]
000-00-00 Serial Number=0239977360
[00044]
ἀλλ' ἵνα κἀμὲ διὰ τοῦ πένητος θρέψῃς καὶ χορτάσῃς τὸν εἰπόντα·
[00051]
ἀσφαλέστερον κόλπον τοῦ πένητος, ἵνα μή τις ἁρπάσῃ, δὸς εἰς τὸν ἄσυλον θησαυρόν, ἵνα μή τις ἀποκλέψῃ, σκόρπισον εἰς τὴν εὐθαλεστέραν γῆν, ἵνα ἑκατονταπλασίονα λήψεσαι.
In illud Vidua eligatur
Ante [Go Back]
000-00-00 Serial Number=0101338089
[00318]
Καὶ ὥσπερ οὐδὲν ἐπὶ τοῦ πένητος ἡ πενία γένοιτ' ἂν κώλυμα πρὸς ἐλεημοσύνην διὰ τὸν τῆς διανοίας πλοῦτον·
[00421]
Ὁ Χριστὸς οὐκ ἐπαισχύνεται χεῖρα ἐκτεῖναι καὶ λαβεῖν διὰ τοῦ πένητος, καὶ σὺ χεῖρα ἐκτεῖναι καὶ δοῦναι ἀργύριον ἐπαισχύνῃ;
In mediam hebdomadam jejuniorum
Ante [Go Back]
000-00-00 Serial Number=0674665570
[00062]
Μὴ τοίνυν παραδράμῃς, ἄνθρωπε, ἐκτείνοντος τὴν χεῖρα τοῦ πένητος, ἀφορῶν εἰς τὸν δι' ἐκείνου δεχόμενον ∆εσπότην·
[00063]
ἀλλὰ γενέσθω σοι ἡ χεὶρ τοῦ πένητος θυμιατήριον ἐν ἀγορᾷ προκείμενον.
In publicanum et pharisaeum [2]
Ante [Go Back]
000-00-00 Serial Number=0669954121
[00025]
Τί νομίζεις, ἆ ἀλαζὸν, πλεῖον κεκτῆσθαι τοῦ πένητος;
In sanctum Lucianum martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0975775480
[00013]
Οὔτε γὰρ ὁ πλούσιος ἐνταῦθα τοῦ πένητος ὑπεριδεῖν δυνήσεται, ἀκούων παρὰ τῶν θείων Γραφῶν, ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·
In sanctum pascha [1]
Ante [Go Back]
000-00-00 Serial Number=0870750368
[00116]
Κἂν πλούσιος ᾖς, οὐδὲν πλεονάζεις τοῦ πένητος·
In synaxim archangelorum
Ante [Go Back]
000-00-00 Serial Number=0686008811
[00046]
Πολλὴ γὰρ πλούτου καὶ πενίας ἡ διάστασις, ὡς αὐτὸς μαρτυρεῖς, χάσμα μέγα μεταξὺ πλουσίου καὶ πένητος ὡρισμένος.
In synaxim incorporalium
Ante [Go Back]
[00087]
πολλὴ γὰρ πλούτου καὶ πενίας διάστασις, ὡς αὐτὸς μαρτυρεῖς χάσμα μέγα μεταξὺ πλουσίου καὶ πένητος ὁρισάμενος.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»